TLG 2178 004 :: Cassius LONGINUS :: Fragmenta Cassius LONGINUS Phil.
Rhet., Dionysius Cassius Longinus Fragmenta
Citation: Treatise — section — (line) | ||
t1 | ΕΚ ΤΩΝ ΛΟΓΓΙΝΟΥ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ | |
1t | Τὰ προλεγόμενα εἰς τὸ τοῦ Ἡφαιστίωνος ἐγχειρίδιον. | |
1.1 | Ἀλλ’ εἴτε νέα τῶν μέτρων ἡ θεωρία εἴτε Μού‐ σης εὕρημα παλαιᾶς ἑκάτερον ἕξει καλῶς. ἀρχαία μὲν γὰρ οὖσα ἐκ τῆς παλαιότητος ἕξει τὴν σεμνότητα, νέα δὲ οὖσα ποθεινοτέρα καθ’ Ὅμηρον (α 351)· | |
5 | τὴν γὰρ ἀοιδὴν πάντες ἐπικλείους’ ἄνθρωποι, ἥτις ἀϊόντεσσι νεωτάτη ἀμφιπέληται. Μέτρου δὲ πατὴρ ῥυθμὸς καὶ θεός· ἀπὸ ῥυθμοῦ γὰρ ἔσχε τὴν ἀρχήν, θεὸς δὲ τὸ μέτρον ἀνεφθέγξατο. | |
---|---|---|
1.2 | Τοῦ δὲ περὶ μέτρων λόγου πολλοὶ πολλαχῶς ἤρξαντο, οἱ μὲν ἀπὸ στοιχείων ὡς Φιλόξενος, οἱ δὲ ἀπὸ τοῦ μέτρων ὅρου ὡς Ἡλιόδωρος· ἡμεῖς δὲ Ἡφαι‐ στίωνι κατακολουθήσομεν ἀπὸ συλλαβῆς ἀρξάμενοι. | |
5 | πρῶτον δὲ ὀλίγα προειπεῖν δίκαιον. | 81 |
1.3 | Κριτήριον μέτρου ἀκοή. ἔνιοι γοῦν οὕτως ὡρί‐ σαντο· μέτρον ἐστὶ ποδῶν ἢ βάσεων σύνταξις αἰσθή‐ σει τῇ δι’ ἀκοῆς παραλαμβανομένη. εἰ δὲ τὸ κρῖνόν ἐστιν ἀκοή, τὸ κοσμοῦν ἐστι φωνή. ὡς γὰρ τὸν ἦχον | |
5 | τῆς εὐρυθμίας ἐκτείνουσά τε καὶ συστέλλουσα 〈ἡ〉 φωνὴ σχηματίζει τὰς συλλαβάς, οὕτως εἰσδεξαμένη κρίνει ἡ ἀκοή. διὰ τοῦτο πολλὰ τῶν μέτρων συμβέ‐ βηκεν ἀποκρύπτεσθαι σιωπώμενα ἐν τῇ κατὰ πεζὸν ῥήσει· καὶ αὖ πάλιν πολλὰς συνεμπτώσεις ἔχει πρὸς | |
10 | ἄλλα μέτρα. εὕροι γοῦν ἄν τις παρὰ Δημοσθένει τῷ ῥήτορι στίχον ἡρωϊκὸν κεκρυμμένον, ὃς ἠδυνήθη λα‐ θεῖν διὰ τὸ πεζὴν οὖσαν τὴν προφορὰν συναρπάσαι τῷ λόγῳ τὴν ἀκοήν. φησὶ γοῦν (de cor. 143) τὸν γὰρ ἐν Ἀμφίσσῃ πόλεμον, δι’ ὃν εἰς Ἐλάτειαν | |
15 | ἦλθε Φίλιππος. στίχος ἐστὶν ἡρῷος· ἀλλὰ μὴν καὶ Ἰωνικόν, ὅταν λέγῃ (Ol. III 4) πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρ’ ὑμῖν. τοῦτο γὰρ ἄντικρυς Ἰωνικόν ἐστιν ἀπὸ μείζονος ὅμοιον | |
20 | τῷ (Sapph. 76 = Heph. 36, 17) εὐμορφοτέρα Μνασιδίκα τᾶς ἁπαλᾶς Γυρίννως. τὰς δὲ τῶν μέτρων συνεμπτώσεις ἐν τοῖς ἑξῆς ἐπιδεί‐ | |
ξομεν. | 82 | |
1.4 | Διαφέρει δὲ μέτρον ῥυθμοῦ. ὕλη μὲν γὰρ τοῖς μέτροις ἡ συλλαβὴ καὶ χωρὶς συλλαβῆς οὐκ ἂν γένοιτο μέτρον, ὁ δὲ ῥυθμὸς γίνεται μὲν καὶ ἐν συλλαβαῖς, γίνεται δὲ καὶ χωρὶς συλλαβῆς· καὶ γὰρ ἐν κρότῳ· | |
5 | ὅταν μὲν γὰρ τοὺς χαλκέας ἴδωμεν τὰς σφύρας κατα‐ φέροντας, ἅμα τινὰ καὶ ῥυθμὸν ἀκούομεν. καὶ ἵππων δὲ πορεία ῥυθμὸς ἐνομίσθη καὶ κίνησις δακτύλων καὶ μελῶν σχήματα καὶ χορδῶν κινήματα καὶ τῶν ὀρνίθων τὰ πτερυγίσματα. μέτρον δὲ οὐκ ἂν γένοιτο χωρὶς | |
10 | λέξεως ποιᾶς καὶ ποσῆς. Ἔτι τοίνυν διαφέρει ῥυθμοῦ τὸ μέτρον, ᾗ τὸ μὲν μέτρον πεπηγότας ἔχει τοὺς χρό‐ νους, μακρόν τε καὶ βραχὺν καὶ τὸν μεταξὺ τούτων τὸν κοινὸν καλούμενον, ὃς καὶ αὐτὸς πάντως μακρός ἐστιν ἢ βραχύς· ὁ δὲ ῥυθμὸς ὡς βούλεται ἕλκει τοὺς | |
15 | χρόνους. πολλάκις γοῦν καὶ τὸν βραχὺν χρόνον ποιεῖ μακρόν. Ὅτι δὲ τοῦτο οὕτως ἔχει καὶ τὴν διαφορὰν ἴσασιν οἱ ποιηταί, λάβωμεν παράδειγμα ἀπὸ παιζούσης κωμῳδίας ἐν σπουδαζούσῃ φιλοσοφίᾳ· ὁ γοῦν [Ἀριστο‐ φάνης] ἐν ταῖς Νεφέλαις (638) φησὶ Σωκράτης, εἰ καὶ | |
20 | τωθάζει Ἀριστοφάνης· πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν· ἀντιδιέστειλε γὰρ ἐκεῖνος ἀπὸ ῥυθμῶν τὰ μέτρα· εἰς ἑκάτερον γοῦν τὸ παράδειγμα σημειωτέον, ὅτι τε ῥυθ‐ μὸς μέτρου διαφέρει καὶ ὅτι ἴσασιν ἐν διδασκαλίᾳ οἱ | |
25 | παλαιοὶ τὴν τῶν μέτρων θεωρίαν. | 83 |
1.5 | Τὸ δὲ μέτρον λέγεται πολλαχῶς. καὶ γὰρ τὴν εὐμετρίαν μέτρον προσαγορεύομεν ὡς ὁ εἰπὼν μέτρον ἄριστον —εἴτε σοφὸν ἀπόφθεγμα εἴτε θεῖον ἀνάθημα. Ἀπόλλωνι μὲν γὰρ ἁρμοδιώτατον, ἐπεὶ καὶ μέτρων | |
5 | εὑρετής. —Λέγεται δὲ μέτρον καὶ αὐτὸ τὸ μετροῦν καὶ τὸ μετρούμενον· ὡς ὅταν εἴπωμεν τὸν μέδιμνον μέτρον καὶ τὸ ἐν αὐτῷ μετρηθὲν [μέτρον], ἀμφότερα δὲ καλεῖται μέδιμνος· καὶ αὖ πάλιν εἰ εἴποιμι χόα τὸ σκεῦος, ἐν ᾧ μετρῶ ποσότητά τινα, καὶ [αὖ πάλιν] | |
10 | αὐτὴν τὴν ποσότητα χόα [προσαγορεύομεν]· —καὶ αὖ πάλιν αὐτὸ τὸ ξύλον, ὃ μόνον ἔχει πῆχυν, πῆχυν προσαγορεύομεν· —οὕτως μὲν οὖν καὶ ἐπὶ ταύτης τῆς θεωρίας πολλαχόθεν λέγεται μέτρον· Μέτρον τε γὰρ καλοῦμεν πᾶν τὸ μὴ πεζόν, ὡς ὅταν εἴπω τὰ | |
15 | μὲν Πλάτωνος πεζά, τὰ δὲ Ὁμήρου μέτρα. μέτρον καλεῖται καὶ εἶδος ἕκαστον, ὡς ὅταν εἴπω μέτρον ἰω‐ νικὸν καὶ μέτρον ἰαμβικὸν καὶ μέτρον τροχαϊκόν. μέ‐ τρον καλεῖται καὶ στίχος ἕκαστος, ὡς ὅταν εἴπω· ἡ πρώτη Ὁμήρου ῥαψῳδία μέτρα ἔχει ἑξακόσια 〈καὶ | |
20 | δέκα〉 —τοῦτο δὲ Ὀδυσσεὺς ὁ μετρικὸς ἐσημειώσατο· | |
—ἔτι τοίνυν μέτρον καλοῦμεν τὴν συζυγίαν, τουτ‐ έστι τὴν διποδίαν, ὡς ὅταν τὸ ἰαμβικὸν τὸ ἀπὸ ἓξ ποδῶν συγκείμενον τρίμετρον καλῶμεν. 〈μέτρον κα‐ λοῦμεν καὶ τὸν πόδα ......〉. μέτρον καλοῦμεν καὶ | 84 | |
25 | τὸν χρόνον, ὅν τινες τῶν ῥυθμικῶν σημεῖον προσ‐ αγορεύουσιν. ὅτι δὲ τοῦτο οὕτως ἔχει, παράδειγμα τεθήσεται, ὅ τινες μὲν Ὀρφέως, τινὲς δὲ τῆς Πυθίας ὑπολαμβάνουσι· περὶ γὰρ τῶν ἐπῶν λέγων ἢ λέ‐ γουσα | |
30 | ὄρθιον ἑξαμερὲς τετόρων καὶ εἴκοσι μέτρων. Καὶ ταῦτα οὕτως ἔχει ὥσπερ εἴρηκα. μέτρον γὰρ καὶ τὸ μετροῦν καὶ τὸ μετρούμενον· οὕτως καὶ ἐπὶ τῶν προειρημένων αὐτὸ τὸ μετρούμενον τουτέστι τὸ ποίημα μέτρον προσαγορεύεται, καὶ ἕκαστον τῶν μετρούντων | |
35 | τῆς ὁμοίας τετύχηκεν ὀνομασίας. χρόνος γὰρ συλλα‐ βὴν ποιεῖ, συλλαβὴ δὲ πόδα, ποὺς δὲ συζυγίαν, συζυ‐ γία δὲ στίχον, στίχος δὲ ποίημα. πάντα οὖν εἰκότως μέτρα προσαγορεύεται. | |
1.6 | Γέγονε δὲ ἀπὸ τοῦ μείρω ῥήματος, ὅ ἐστι με‐ ρίζω, ἀφ’ οὗ παρὰ τῷ ποιητῇ (Ι 612) ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς. ὡς γὰρ παρὰ τὸ σείω σεῖστρον γίνεται καὶ παρὰ τὸ | |
5 | δέρω δέρτρον καὶ παρὰ τὸ φέρω φέρτρον, οὕτω καὶ παρὰ τὸ μείρω 〈μέρτρον καὶ〉 μέτρον. ὄνομα γοῦν | |
ἐστὶ καὶ ἐκ τῆς ἐτυμολογίας τοῦ μερισμοῦ. — | 85 | |
1.7 | Περὶ δὲ ὅρου μέτρου νῦν εἰπεῖν οὐκ ἀναγκαῖον· αὐτὸς γὰρ ὁ Ἡφαιστίων αἰτιᾶται τὸν Ἡλιόδωρον, ὅτι τοῖς ὑπαρχομένοις γράφει· τοῖς γὰρ ἀπείροις καὶ [τοῖς] μήπω τῆς μετροποιίας γεγευμένοις ἀδύνατον νοῆσαι | |
5 | τὸν ὅρον. | |
1.8 | Ἐπιγέγραπται δὲ ἐγχειρίδιον, οὐχ ὥς τινες ᾠή‐ θησαν παρὰ τὸ ξίφος διὰ τὸ ὀξύνειν τῶν μετιόντων τὰς ψυχάς, ἀλλὰ διὰ τὸ ἐν χερσὶν ἔχειν τοὺς βουλο‐ μένους τὰ κεφάλαια τῶν μετρικῶν παραγγελμάτων. | |
5 | ὅτι δὲ ταῦτα οὕτως ἔχει, Ἡλιόδωρος τοῦ ἐγχειριδίου ἀρχόμενος οὕτως λέγει· τοῖς βουλομένοις ἐν χερσὶν ἔχειν τὰ κεφαλαιωδέστατα τῆς μετρικῆς γέγραπται τὸ βιβλίον τοῦτο. | |
1.9 | Ἤρξατο δὲ αὐτὸς ὁ Ἡφαιστίων, ὡς ἔφην, ἀπὸ συλλαβῆς. ὕλη γὰρ τοῖς μέτροις ἡ συλλαβή, καὶ ἄνευ ταύτης οὐκ ἂν συσταίη τὸ μέτρον· τὸ 〈δὲ〉 ποιοῦν πρὸ τοῦ ποιηθέντος, ὅθεν 〈ἀπὸ συλλαβῆσ〉 ἄρξασθαι | |
5 | δίκαιον. οὐκ ἀπὸ τοῦ γένους δὲ ἤρξατο, ἀλλ’ ἀπὸ τοῦ εἴδους. διαφέρει δὲ εἶδος καὶ γένος, ᾗ γένος μέν ἐστι τὸ πρωτότυπον εἰς εἴδη διαιρεθῆναι δυνάμενον, εἶδος δὲ τὸ ἀπὸ τοῦ γένους διῃρημένον, οἷον εἴ τις λέγοι ζῷον γένος, εἴδη δὲ αὐτοῦ ἄνθρωπον ἵππον καὶ τὰ | |
10 | λοιπά. οὐκοῦν γένος μέν ἐστιν ἡ συλλαβή, εἴδη δὲ αὐτῆς βραχεῖα καὶ μακρὰ καὶ 〈ἡ〉 κοινὴ καλουμένη. οὐκ ἔδοξεν οὖν αὐτῷ ἀπὸ τοῦ γένους ποιήσασθαι τὴν ἀρχὴν (τεχνικὸς γὰρ οὗτος ὁ λόγος καὶ οὐ πάνυ τοῖς μέτροις συμβάλλεται) οὐδὲ ὅρῳ τὴν συλλαβὴν περιλα‐ | 86 |
15 | βεῖν οὐδὲ τὸν περὶ αὐτῆς εἰπεῖν λόγον τῆς ἐτυμολο‐ γίας· καὶ γὰρ ἐν τοῖς τεχνικοῖς ἔλεγχον ἔσχεν ὁ ὅρος, ὅτι ἡ συλλαβὴ παρὰ τοῦτο ὠνόμασται, παρὰ τὸ πο‐ σότητα στοιχείων εἰς ταὐτὸν συλλαμβάνειν ὧν ἔξεστιν ὑφ’ ἕνα φθόγγον παραλαβεῖν· 〈οὐχ γὰρ〉 ἂν εἴποι | |
20 | τις τὰς μονογραμμάτους. ἀλλὰ ταῦτα μὲν ζητείτωσαν οἱ τεχνικοί. — | |
1.10 | Ἐν δὲ τοῖς μετρικοῖς εἰδέναι δεῖ, ὅτι πᾶσα βραχεῖα ἴση καὶ πᾶσα μακρὰ ἴση· καθόλου γὰρ αἱ μέν εἰσι δίχρονοι, αἱ δὲ μονόχρονοι. ἐντεῦθεν τὸν μὲν δάκτυλον καλοῦμεν τετράχρονον, τὸν δὲ πυρρίχιον δί‐ | |
5 | χρονον, οὐ πολυπραγμονοῦντες τῆς ποιητικῆς λέξεως ἢ συλλαβῆς τὰ στοιχεῖα οὐδὲ ἐν ποσότητι καταμετροῦν‐ τες τοὺς χρόνους ἀλλ’ ἐν δυνάμει [τῆς ποσότητος]. | |
2t | Περὶ βραχείας συλλαβῆς. | |
2.1 | Ἀρκτέον δὲ ἀπὸ βραχείας. οὕτω τοίνυν ὁ Ἡφαι‐ | |
στίων αὐτὴν ὁρίζεται· Βραχεῖά ἐστι συλλαβὴ ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον, μὴ ἐπὶ τέλους λέξεως, οὕτως ὡς μεταξὺ αὐτοῦ καὶ τοῦ | 87 | |
5 | ἐν τῇ ἑξῆς συλλαβῇ φωνήεντος μὴ ὑπάρχειν σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ, ἀλλ’ ἤτοι ἓν ἢ μηδὲ ἕν. —Πάνυ οὖν ἐπαίνου ἄξιος ὁ ὅρος ὡς πάντα ἔχων ὅσα δεῖ ὑγιῆ ὅρον ἔχειν. ὑγιὴς γὰρ ὅρος καὶ τοῖς φιλοσόφοις εἶναι δοκεῖ ὁ μηδὲν ἔξωθεν τῶν ὁρι‐ | |
10 | ζομένων συμπεριλαμβάνων καὶ [ὁ] μηδὲν τῶν ὁριζομέ‐ νων καταλιπών, ὃς ἀντιστρέφει πρὸς τὸ κεφαλαιῶδες. ὁ μὲν οὖν μὴ † συμπεριλαμβάνων παραγγελίαν τοι‐ αύτην οὐ καλῶς ἔχει, οἷον εἴ τις τὸν ἄνθρωπον ὁρί‐ ζοιτο † μηκέτι ... τὸν θεὸν τῷ ὅρῳ συμπεριλαμβάνων. | |
15 | ἑκάτερον δὲ ὑπάρξει, ἐὰν ἀντιστρέφῃ πρὸς τὸ κε‐ φαλαιῶδες, τουτέστιν ἐὰν ἀλλήλων ὑπάρχωσιν ὅροι αὐτός τε ὁ ὅρος καὶ τὸ ὁριζόμενον, οὕτως ὡς ἐπὶ τοι‐ οῦδε παραδείγματος· ἄνθρωπός ἐστι ζῷον λογικὸν θνη‐ τὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. εἴ τι οὖν ἐστὶ ζῷον | |
20 | λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτό ἐστιν ἄνθρωπος πάντως. καὶ αὖ πάλιν· φωνή ἐστιν ἀὴρ πεπληγμένος. εἴ τι οὖν ἐστὶν ἀὴρ πεπληγμένος, τοῦτο φωνὴ πάντως· οὕτως οὖν καὶ ἐπὶ τοῦ προκει‐ μένου ὅρου ἴδωμεν τὸ ἀντιστρέφον· εἴ τι ἐστὶ βραχὺ | |
25 | φωνῆεν, μὴ ἐπὶ τέλους λέξεως κείμενον, μετα〈ξὺ ἑαυ‐ τοῦ καὶ〉 τῆς ἄλλης συλλαβῆς οὐκ ἔχον σύμφωνα ἑνὸς πλείονα, τοῦτο πάντως ἐστὶ συλλαβὴ βραχεῖα. —Πρόσ‐ κειται δὲ τὸ μὴ ἐπὶ τέλους λέξεως κείμενον διὰ τὴν κοινὴν λεγομένην. ἐὰν γὰρ εἰς μέρος ἀπαρτίζῃ | 88 |
30 | λόγου, τῷ τῆς κοινῆς ὑποπίπτει λόγῳ, οἷον ἡ τα συλ‐ λαβὴ βραχεῖά ἐστιν, ἐπὶ 〈δὲ〉 τέλους λέξεως κειμένη ἐνομίσθη ποτὲ μακρὰ ὡς παρὰ τῷ ποιητῇ (Φ 352) τὰ περὶ καλὰ ῥέεθρα. καὶ αὖ πάλιν ἡ προς συλλαβὴ βραχεῖά ἐστιν, ἀλλ’ ἐν | |
35 | τόπῳ κεῖται μακρᾶς, ὅταν Ὅμηρος εἴπῃ (Ι 147) πρὸς οἶκον Πηλῆος· σπονδεῖον γὰρ δεῖ εἶναι τὸν πόδα „πρὸς οἶ“. —Ἔτι δέ φησι μὴ ἔχειν σύμφωνα μεταξὺ —ἕν διὰ τὴν 〈θέσει〉 μακράν· εἰ γὰρ συμβαίη βραχεῖ ἢ βραχυνομένῳ | |
40 | φωνήεντι δύο σύμφωνα ἐπενεχθῆναι, μακρὰν ποιήσει τὴν συλλαβήν, οἷον ἡ ε συλλαβή ἐστι βραχεῖα, ἀλλ’ ἐὰν δύο σύμφωνα ἐπενεχθῇ ὡς ἐν τῷ Ἕκτωρ, μακρὰν ποιήσει τὴν συλλαβήν. διὰ τοῦτο προσέθηκε μὴ δεῖν ὑπάρχειν σύμφωνα δύο, ἀλλ’ ἓν ἁπλοῦν ἢ μηδὲ | |
45 | ἕν. καὶ γὰρ ἐὰν διπλοῦν προσενεχθῇ, μακρὰν ποιήσει τὴν συλλαβὴν ὡς ἐν τῷ (Α 139) | |
ἄξω ἑλών. | 89 |