TLG 2178 002 :: Cassius LONGINUS :: Excerpta Cassius LONGINUS Phil.
Rhet., Dionysius Cassius Longinus Excerpta Citation: Section — (line) | ||
t | ΕΚ ΤΩΝ ΛΟΓΓΙΝΟΥ | |
1 | Ὅτι χρὴ πεφεισμένως χρῆσθαι ταῖς τροπαῖς καὶ μετὰ τέχνης, μὴ παραλείπειν δὲ παντελῶς· οὕτως πρὸς πολλὰ χρήσιμον [ὂν] τὸ τοιοῦτον εἶδος. καὶ γὰρ καὶ Λυ‐ σίας οὕτως πεποίηκεν. | |
2 | Ὅτι ὁ Ἀριστοτέλης τοὺς πάντα μεταφέροντας αἰ‐ νίγματα γράφειν ἔλεγεν. διὸ λέγει Λογγῖνος σπανίως κεχρῆσθαι καὶ τούτῳ τῷ εἴδει. | |
3 | Ὅτι τροπὴ ἐκ τοῦ πανούργου καὶ ἐξάλλαξις οὐδε‐ μία ἦν ἐν τοῖς ἀρχαίοις, ἀλλὰ καὶ τὰ τοῦ νοῦ σχήματα ὀψέ ποτε εἰς τοὺς δικανικοὺς λόγους παρεισῆλθεν· ἡ πλείων γὰρ αὐτοῖς σπουδὴ περὶ τὴν λέξιν καὶ τὸν ταύ‐ | |
5 | της κόσμον ἦν καὶ τὴν συνθήκην καὶ ἁρμονίαν. | |
---|---|---|
4 | Ὅτι δεῖ σκέπτεσθαι τὴν δύναμιν τῶν κεφαλαίων, καὶ τὴν τῶν ἀντιθέσεων διαφοράν, καὶ μήτε ἀπὸ τῶν ἀσθενῶν ἄρχεσθαι μήτε τελευτᾶν εἰς ταῦτα, ἀλλὰ μιμεῖ‐ σθαι τὴν ἐν τοῖς πολέμοις τακτικὴν εἰς μέσον τοὺς χεί‐ | |
5 | ρους λοχίζουσαν. τοῦτο δὲ καὶ ἐπὶ συνουσίαις ἄριστον, οὐ μόνον ἐν συγγραφῇ. πρὸς γὰρ τὰ ἀσθενῆ ῥᾳδίως ἀντιλέγουσιν, ὥσπερ οἱ εἰς τοὺς ψιλοὺς τῶν πολεμίων ἐμβαλόντες, ἀλλ’ οὐκ εἰς τοὺς ὁπλίτας. | |
5 | Ὅτι Δημοσθένης δεινότατος ὢν ἐν ταῖς ἀντιθέσε‐ σιν οὐκ ἀεὶ τῇ τέχνῃ ἐμμένει, ἀλλ’ αὐτὸς γίνεται τέχνη πολλάκις. ὡσαύτως καὶ Ἀριστείδης. | |
6 | Ὅτι τὸ παραγράφεσθαι ἐπὶ τῶν λαμπρῶν προσώ‐ πων ἄτοπόν φησι· καθαιρετικὸν γάρ ἐστιν ἀξιώματος, καὶ ὑποψίαν ἐμποιεῖ. | 325 |
7 | Ὅτι χρὴ ἐν ταῖς συνθήκαις τῶν κώλων εὐπρεπῆ εἶναι τὴν λέξιν καὶ τὴν συνθήκην οὐκ ἀνάρμοστον, ὡς ἂν παίωνας εἶναι καὶ ἡρῴους τοὺς πλείστους, ἐξ ὧν εὔογκος ἡ ἑρμηνεία γίνεται καὶ σεμνή· παραδείγματα δὲ | |
5 | τὰ Πλάτωνος καὶ Δημοσθένους· οὗτοι γὰρ ἄριστοι γνώ‐ μονες τῶν τοιούτων. | |
8 | Ὅτι ἐν τοῖς ἀδόξοις καὶ φέρουσιν αἰσχύνην τῷ ἀπολογουμένῳ κάλλιστος ὁ δι’ εἰκασίας τρόπος, οἱονεὶ πορνείας κατηγορηθεὶς μὴ παρὰ ἕκαστον πειρῶ ἀπολο‐ γεῖσθαι καὶ λύειν· εὐτελὲς γὰρ καὶ καθαιροῦν τὸ ἀξίωμα, | |
5 | κἂν τὰ μάλιστα πολλοὺς ἔχῃς ἐλέγχους τοῦ συκοφαντή‐ ματος. παράδειγμα τῆς μεθόδου ταύτης τοιόνδε ἔχε· βλασφημηθεὶς γάρ τις ὑπό τινος, ὡς ἐπὶ τοῖς αἰσχίστοις συνεγένετο βασιλεῖ, δι’ εἰκασίας ἀπελογήσατο· κἀκεῖ‐ νος πρὸς τὰ βελτίω προὔτρεπε συνών, καὶ αὐτὸς οὐχ | |
10 | ἡπτόμην τῶν μοχθηρῶν ἐπιτηδευμάτων. ἐφυλάξατο ἐν‐ ταῦθα τὸ ἄδοξον τῆς ἀπολογίας. | |
9 | Ὅτι ὁ πρῶτος ἄριστα πρὸς τὴν πεζὴν λέξιν τὸν Ὁμηρικὸν ὄγκον μετενεγκὼν Πλάτων ἐστίν. | |
10 | Ὅτι πολλάκις ἐνδείᾳ φύσεως καὶ οἱ ἐπιστήμονες κατὰ τὴν ἐργασίαν ἀποτυγχάνουσιν. | |
11 | Ὅτι Θεόφραστος ἓξ τρόπους αὐξήσεως παραδέ‐ δωκεν· τὰ μὲν γὰρ ἐκ τῶν πραγμάτων λέγει ἔχειν τὴν αὔξησιν, τὰ δὲ ἐκ τῶν ἀποβαινόντων, τὰ δὲ ἐξ ἀντιπαρα‐ βολῆς καὶ κρίσεως, τὰ δὲ ἐκ τῶν καιρῶν καὶ τοῦ πάθους | |
5 | φαίνεται μεγάλα. οἱ δὲ νέοι ῥήτορες καὶ ἐκ τῆς αἰτίας φασὶν ἔχειν τὸ μέγεθος μεγάλην ῥοπήν. | |
12 | Ὅτι τὴν πλεονάσασαν περὶ τὴν Ἀσίαν ἔκλυσιν ἀνεκτήσατο Ἀριστείδης· συνεχῶς γάρ ἐστι καὶ ῥέων καὶ | |
πιθανός. | 326 | |
13 | Ὅτι ἠθικὸς λόγος γίνεται κατὰ διάνοιαν, ὅταν χρηστὴν ἔχῃ προαίρεσιν καὶ πρὸς τὰ βελτίω ῥέπουσαν. | |
14 | Ὅτι ἄριστοι λόγοι καὶ μιμήσεως ἄξιοι οἱ μὴ ἔχον‐ τες ἑνὸς χαρακτῆρα, ἀλλὰ διαφόρων. | |
15 | Ὅτι τὰ κεφάλαια τῆς δημηγορίας τέτταρα λέγει εἶναι, ὅσαπερ καὶ καθάπαξ εἴωθεν ἐμπίπτειν εἰς τὰς συμβουλάς, τὸ δίκαιον τὸ συμφέρον τὸ δυνατὸν τὸ ἔνδο‐ ξον, ταῦτα δ’ ἄριστα τὸν Θουκυδίδην φησὶ φυλάξαι. | |
16 | Ὅτι αἱ γνωμολογίαι ἄρισται ἐπὶ τῇ κατασκευῇ. οὐ δεῖ δὲ κατακόρως ταύταις κεχρῆσθαι. | |
17 | Ὅτι τὸν κατὰ Μειδίου λόγον ἐπιφορικόν φησιν εἶναι, εἰλῆφθαι δὲ ἐκ τῆς ποιότητος τοῦ προσώπου. | |
18 | Ὅτι τέχνης ἐστὶ μᾶλλον τὸ ποῖα δεῖ προτάττειν, καὶ ποῖα ἐπιζευγνύειν. | |
19 | Ὅτι ὑπόστασιν καλοῦσιν τὸ ἔμφασιν ἔχον καὶ πά‐ θους τινὸς ἐνδεικτικόν, καθάπερ τὸ Δημοσθενικόν· „οὕτως ὠργίσθη καὶ παρωξύνθη“. καὶ ἄλλως· „ὅσῳ πλείοσιν οὗτος ἠνόχληκεν“. | |
20 | Ὅτι δεῖ τὰ προοίμια ἐν μὲν τοῖς συμβουλευτικοῖς ἐκ τῶν κεφαλαίων, ἐν δὲ τοῖς δικανικοῖς ἐκ τῶν ὑπολή‐ ψεων, ἐν δὲ τοῖς πανηγυρικοῖς ἐκ τῆς ὅλης σχέσεως τοῦ λόγου λαμβάνειν. | |
21 | Ὅτι χρὴ τὸν παραμυθούμενον μὴ μετὰ σοφιστι‐ κῆς τρανότητος, ἀλλὰ μετὰ συμπεπονθυίας λέγειν ἁπλό‐ τητος· οὐ γὰρ ῥητορικῶς ἀλλὰ θεραπευτικῶς ἔξεστι λέ‐ γειν. | |
22 | Ὅτι πραγματικὴ σύνταξίς ἐστιν ἡ πρὸς τὸ σημαι‐ νόμενον τὴν ἀναφορὰν ἔχουσα, ἀλλ’ οὐ πρὸς τοὺς χα‐ ρακτῆρας τῶν ὀνομάτων ἤγουν τῶν λέξεων, ὡς τὸ „ἀπε‐ νέοντο ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν“. καὶ τὸ „ὑμεῖς δ’ ὁ | |
5 | δῆμοσ“. καὶ „ἅπασα ἡ Ἑλλὰς ἐσιδηροφόρουν“. | 327 |
23 | Ὅτι ἐπὶ δεινῷ λόγῳ οὐ χρὴ τοῖς γυμνοῖς χρῆσθαι τῶν ὀνομάτων, ἀλλὰ τοῖς δι’ ἐμφάσεως τὸ βούλημα ση‐ μαίνουσιν. | |
24 | Ὅτι ῥητορικῆς ἔργον τὰ μὲν σμικρὰ μεγάλως λέ‐ γειν, τὰ δὲ μεγάλα σμικρῶς, καὶ τὰ μὲν καινὰ παλαιῶς, | |
τὰ δὲ παλαιὰ καινῶς. | 328 |