TLG 2178 001 :: Cassius LONGINUS :: Ars rhetorica Cassius LONGINUS Phil.
Rhet., Dionysius Cassius Longinus Ars rhetorica Citation: Walz page — (line) | ||
552t | ΛΟΓΓΙΝΟΥ | |
1 | ΤΕΧΝΗ ΡΗΤΟΡΙΚΗ | |
---|---|---|
552 | .... καὶ ἡ τῶν πιθανῶν ἰδέα καὶ προσαγωγὸς τοῦ δι‐ καστοῦ. οὐ γὰρ μικρόν ἐστιν εἰπεῖν, ἀδελφός εἰμι, πα‐ τήρ εἰμι καὶ υἱός εἰμι· ταῦτα γὰρ πρός τι, καὶ γείτων καὶ ἐχθρὸς ἦν, καὶ οὐχ ὅμοιος, καὶ κρείττων ἦν, καὶ ἀδυνα‐ | |
5 | τώτερος καὶ νεώτερος καὶ εὐνούστερος καὶ τραχύτερος, ἢ καὶ πρεσβύτερος, καὶ προσφιλέστερος, καὶ πλουσιώτε‐ ρός τι εἰπεῖν, καὶ κακουργότερος, καὶ τἆλλα ἐκ τούτων εὔδηλα, πολλὰ δ’ ἂν εἴη. Ἔτι τοίνυν καὶ τὸ καὶ χωρία καὶ πραγμάτων ὑπο‐ | |
10 | δοχάς. γίνονται δὲ κἀν τούτοις τὰ δίκαια, καὶ παρὰ τὰ χωρία τὸ ἄδικον· οὐκ ἐχρῆν ἐνταῦθα ἀποκτεῖναι, καὶ ἑτέρωθι δεινὸν τὸ πραχθὲν καὶ ἐν τούτῳ τῷ χωρίῳ γενό‐ μενον· οἷον ἐν ἐκκλησίᾳ, ἐν τῷ ἱερῷ, κατὰ τὴν ἐμὴν οἰ‐ κίαν· ἔστι δὲ ὅτε καὶ τὸ ἐν ἐρημίᾳ δεινότερον, καὶ τὸ ἐν | |
15 | ὄρει χαλεπώτερον. Ἀθήνησιν, ἐν Λακεδαίμονι, παρὰ βαρβάροις, ἐν νηΐ, ἂν τύχῃ, ἐπ’ ἄλλου χωρίου. καὶ λοι‐ πὸν εἰδείης ἂν ἀπὸ τῶν τόπων ἐννοίας παρατίθεσθαι δι‐ καίας εἰς τὸ προκείμενον καὶ ψυχαγωγούσας. Ὁ χρόνος δὲ διαιρούμενος οὐδὲ ἀριθμῆσαι ῥᾴδιον | |
20 | ὅσα σοι συντελεῖ· τὸ γὰρ κατὰ χρόνον πότερα νῦν οὐκ ἐχρῆν, ἀλλὰ πέρυσι καὶ προπέρυσιν, ὅτε ἔδωκεν ὁ νόμος, γράφεσθαι, καὶ μετὰ τοῦτο ἔξεστι. χρόνον δὲ ὁρίζω καὶ τὴν ἑορτήν, Διονύσια, Παναθήναια, πόλεμον, εἰρήνην, | |
ἡλικίαν νεωτέρου καὶ πρεσβυτέρου, συμπόσιον, νύκτα | 299 | |
25 | σκοτεινήν, ἐπισέληνον, χειμῶνα, ἑτέραν ὥραν· καὶ ὁ καιρὸς ἐν χρόνου μοίρᾳ, καὶ τὸ πρότερον καὶ τὸ νῦν καὶ τὸ μέλλον. | |
553 | Ἀλλὰ καὶ τὸ ἔχειν οὐ σμικρόν ἐστιν ἐν τούτοις, ὅτι ξίφος εἶχεν, ὑποδήματα εἶχε, χρυσίον, ἐσθῆτα, ἀσπίδα, δόρυ, πάντα ὅσα σκεύη κέκληται. Τὸ δὲ κεῖσθαι σχῆμα μὲν δηλοῖ, ῥᾴδιον δὲ καὶ ἀπὸ | |
5 | τούτου συλλέγειν ἀφορμὰς τῶν λόγων· δευρὶ τὴν χεῖρα, ἀλλ’ οὐ δευρὶ μετήνεγκεν, οὕτως ἤσθητο, οὕτως ἐνεώρα μοι, ὀρθὸς ἦν, [καὶ] προσεκεκύφει τῇ γῇ· πλάγιοι ἦσαν καὶ τὰ γυμνὰ ἐδείκνυσαν, ὥστε βάλλεσθαι· πλαγίους τοὺς ἵππους εἶχον, ὥστε μὴ ἀμύνεσθαι· ἀπέστραπτο, | |
10 | οὐκ ἄρα προσέσχεν· κατὰ νώτου με εἶχεν· ὕπτιος ἦν, πῶς οὖν ἑώρα; ταῦτα οὖν λογιζόμενος καὶ τὰ ὅμοια τού‐ τοις δόξεις τι λέγειν περὶ τοῦ πράγματος καὶ πίστεις παρέχεσθαι τῆς ἀληθείας. Τὸ δὲ ποιεῖν αἴτιόν ἐστιν· ἄνευ γὰρ αἰτίας οὐδὲν | |
15 | ἄν ποτε γένοιτο· διαιροῦμεν δὲ τὰς αἰτίας, ἑκών, ἐξ ἀνάγκης, δι’ αἰσχροκέρδειαν, δι’ ἀηδίαν, τῇ χειρὶ ἐποίησε, τοῖν ποδοῖν, τῷ ὀφθαλμῷ, τῇ κεφαλῇ, ξίφει, δόρατι, βέλει, κακίᾳ, ἁπλότητι, τῷ αὐτομάτῳ. Τὸ δὲ πάσχειν τοῦτο πολλαχῆ διαιροῦμεν, ὅτι πέπον‐ | |
20 | θας εἰς τὸ σῶμα, εἰς τὴν ψυχήν, εἰς τὰ ἐκτός, εἰς δόξαν, εἰς χρήματα, εἰς πάντα. παθεῖν οὐκ ἐδύνατο, ἔστιν οἷον παθεῖν, ἔστιν οἷον μὴ παθεῖν, καὶ γὰρ ἀπαθῆ τινά ἐστι. λάμβανε οὖν τὰ ἐναντία κἀν τῷ πάσχειν εἰς ἀφορμὰς λό‐ γων τῶν πρὸς ζήτησιν συντεινόντων. | |
554 | Ἑτέρα διαίρεσις ἥδε λόγους ἐνδίδωσιν ἡ κατὰ τὰς αἰ‐ σθήσεις γινομένη· καὶ γὰρ ἀπὸ τούτων μέθοδος εὑρέ‐ σεως γίνεται, καὶ πραγματεύου τὰς πίστεις λαμβάνειν ἀναλογιζόμενος, ὧν εἶδες ὁμοίων ἢ ἀνομοίων τῷ ζητου‐ | |
5 | μένῳ, καὶ προσεικάζων τὰς δόξας ἀναλόγως ὧν ἤκουσας. τὰ γὰρ παραδείγματα καὶ τὰ ἐνθυμήματα ἐξ ὧν ἠκούσα‐ μεν ἔρχεται, ἢ ὧν ἐπάθομεν ἢ [ὧν] ἐποιήσαμεν ἁπτόμε‐ νοι γευόμενοι πᾶσαν αἴσθησιν αἰσθανόμενοι. Πρὸς τούτοις ἕτερον εἶδος διαιρέσεως τόδε ἀνυστι‐ | 300 |
10 | κώτατον εἰς εὕρεσιν, τὰ συμβεβηκότα καὶ τὰ συνυπάρ‐ χοντα τοῖς προσώποις τε καὶ πράγμασι διαβλέπειν, τύ‐ χας, τέχνας, ἡλικίας, γένη, πλούτους, τρόπους, ἤθη, δόξας, ἀδοξίας, πράξεις, ἀργίας, καὶ ὅσα ἄλλα πρὸς τού‐ τοις ὑπάρχει ἑκάστῳ· ἔτι τῶν πραγμάτων τρόπους, κοι‐ | |
15 | νωνίας, ἐρημίας, καταμονὰς σὺν ἑτέροις, τίνι ὅμοια, τίνι ἀνόμοια, τίνι τὰ αὐτὰ τίνα ὄντα, ἐν τίσιν ὄντα, πό‐ θεν ἀρχόμενα, παυόμενα, τίνας ἔχοντα τὰς αἰτίας, τίνας ἀνάγκας, φανερὰς καὶ ἀφανεῖς [αἰτίας], καὶ ὅσα ἂν αὐ‐ τὸς εὕροις. πάντα μέντοι εἰς ταῦτα ἀνενεχθήσεται· | |
20 | ὑπαρχέτω δὲ καὶ τούτοις ἥ τε τῶν τελικῶν κεφαλαίων θέσις ἐπὶ τῷ ζητήματι, καὶ τὸ ἐφαρμόζειν τὰ τελικὰ καὶ γενικὰ καὶ τυπώδη τοῖς εἰδικωτάτοις καὶ ἐμπεριεχομέ‐ νοις τοῖς ἀμφισβητουμένοις πράγμασι. ταῦτα γὰρ πρὸς ἄλληλα διαιρούμενα τὰ γένη καὶ εἴδη τῶν ζητημάτων, | |
25 | καὶ τὰ ἐν ὀργάνων μοίρᾳ καθεστηκότα, καὶ ὀργάνων αἱ καλούμεναι πίστεις καὶ τόποι πίστεων καὶ ἀφορμαὶ πολ‐ λὴν ἀφθονίαν ἐγείρουσι λόγων. Ἐπειδὴ δὲ εἴρηται καὶ περὶ τούτων ἀποχρώντως τε καὶ μετρίως, μνημονευτέον ἐστὶ τῶν ἐπιλόγων, ὧν ἡ | |
30 | μὲν δύναμις καὶ τὸ ἔργον ἀναμνῆσαι τὰ εἰρημένα ταῖς | |
555 | ἐπανόδοις, αὐξῆσαί τε τὸ ὁμολογηθὲν εἴτε κρεῖττον εἴτε [καὶ] χεῖρον τοῖς μερισμοῖς καὶ τῇ παραθέσει τῶν ὁμοίων καὶ τῶν ἐναντίων· ὅταν γὰρ ἀποδειχθῇ τι πρᾶγμα, οὕτω τὸ πρᾶγμα αὔξεται. χρηστέον δὲ τοῖς ἐπιλόγοις ὥσπερ | |
5 | καὶ τοῖς προοιμίοις πολλαχῆ· καὶ γὰρ ἐν τοῖς καθ’ ἕκα‐ στον ἀποδεικνυμένοις τὸ εἶδος αὐτῶν χρήσιμον, καὶ | |
πρὸς τῷ τέλει τοῦ λόγου δραστήριον καὶ καταπρακτικόν, τόν τε δικαστὴν παροξύνει δοῦναι ψῆφον ἣν βούλεται, ἢ τοὐναντίον ὡς ὁ φεύγων παραιτεῖται. αὔξει δὲ μάλιστα | 301 | |
10 | ἡ αἰτία καὶ τὸ τέλος, ἐὰν ἐξετάσῃς τὰ συμβαίνοντα ἐξ ἑκά‐ στου καὶ τὰς ἀρχὰς τῶν πραγμάτων· αὐτὸ γὰρ ἕκαστον κατὰ μόνας μικρόν, ἕτερον δὲ ἐξ ἑτέρου δεικνύων, ὡς ἀποβαίνειν πέφυκεν, αὐξήσεις καὶ τὰ μὴ γενόμενα, γε‐ νέσθαι δὲ ὅμως δυνάμενα τῷ πράγματι προστιθείς. δῆ‐ | |
15 | λον δὲ ὅτι καὶ καθαιρεῖται τοῦ πράγματος τὸ μέγεθος καὶ ἡ ἀξία τῷ ἐναντίῳ, ὅταν ἐλέγχῃς τὴν αὔξησιν τοῦ κατη‐ γοροῦντος καὶ τοὺς λόγους καὶ τὰ παλαίσματα τῆς τέχνης, ἀφαιρῶν μὲν αὐτοῦ τὰ μὴ γενόμενα, μόνα δὲ τηρῶν τὰ πεπραγμένα, καὶ ταῦτα ἐλαττῶν τοῖς σμικροτέροις ἀπεί‐ | |
20 | καζε καὶ δείκνυε, ὅτι οὕτως ἂν πᾶν παντὶ ὅμοιον γένοιτο καὶ τὸ σμικρότατον τῷ μεγίστῳ, εἴ τις τὰ μὴ συμβάντα διεξίοι, καὶ λογίζοιτο ὡς γεγονότα, καὶ τῶν αὐτῶν τιμη‐ μάτων καὶ κολάσεων πάντα δεήσεται· τοῦτο δὲ τῶν ἀδι‐ κωτάτων, μίαν τιμωρίαν εἶναι πᾶσι τοῖς ἀδικήμασι. | |
25 | τοιαῦτα πρὸς τὴν αὔξησιν λεκτέον, καὶ διὰ τούτων τὸ πρᾶγμα σμικρότατον ποιεῖν ἐπιχειρητέον, ἐξ ὧν τὴν ὀρ‐ γὴν τῶν δικαζόντων τιθασσεύοντες ἐκλύσομεν. αἱ δὲ | |
556 | ἀφορμαὶ αἱ τῶν πίστεων τοῖς ἐπιλόγοις ἐκ τῆς αὐτῆς διαιρέσεως ἧς διῃρήκαμεν, (καὶ ὅτι μὲν) μέγα ἐστὶν ἢ μικρὸν καὶ φαῦλον τὸ πρᾶγμα τοῦτο κατασκευάζειν ἐν τοῖς ἐπιλόγοις εἰώθαμεν, τὸ δὲ εἰ γεγένηται ἢ μή, δεῖται | |
5 | ἑτέρων ἀποδείξεων καὶ τῆς πρώτης ψήφου τὸ τοιοῦτον καὶ τοῦ πρώτου λόγου. ΠΕΡΙ ΟΙΚΟΝΟΜΙΑΣ. Περὶ δὲ τῆς οἰκονομίας καὶ διοικήσεως προοιμίων καὶ διηγήσεων καὶ πίστεων καὶ ἐπιλόγων ἀναγκαῖον προει‐ | |
10 | πεῖν τοσοῦτον, ὅτι τοῖς μὲν προοιμίοις πλείοσιν ἐν τοῖς | |
μεγάλοις πράγμασι καὶ διαβεβλημένοις χρηστέον· ἐὰν δὲ ὑπὲρ μικρῶν καὶ φαύλων ὁ λόγος ᾖ, μικρὸν ἔστω τὸ προοίμιον. χρηστέον δὲ τοῖς προοιμίοις καὶ πρὸ τῶν παραδόξων ἐπιχειρημάτων, καὶ πρὸ παντὸς τοῦ μέλλον‐ | 302 | |
15 | τος δόξειν οὕτω πως ἔχειν, κἀν ταῖς ἀρχαῖς κἀν ταῖς τε‐ λευταῖς τῶν κατασκευαζομένων, ὡς ἂν ἀφορίζῃς καὶ διαρθροῖς τὰ εἰρημένα, καὶ τὸν λόγον ἀναλαμβάνῃς με‐ ρίζων ταῖς τῶν προοιμίων ἐμβολαῖς τὰ ζητούμενα· πιθα‐ νώτατον γὰρ τοῦτο καὶ ῥητορικώτατον τὸ γένος τῶν λό‐ | |
20 | γων ὃ κέκληται προοίμιον, ἡ παρασκευὴ καὶ θεραπεία τῶν ἀκροωμένων. ὅτῳ δὲ ἂν λόγῳ μὴ προσῇ ταῦτα, στέ‐ ρεται τῆς πιθανότητος ἀναισθησίαν ἐνδεικνύμενος τοῦ λέγοντος καὶ πολλὴν ἀμαθίαν, εἰ μήτε ὧν πάσχουσιν οἱ ἀκούοντες μήτε ὧν αὐτὸς λέγει πραγμάτων κριτὴς γίνε‐ | |
25 | ται δι’ ὧν αἱ τῶν προοιμίων ἔννοιαι παρίστανται πραϋ‐ νόντων, ἐπαγγελλομένων ἐπαγωγήν, συγγνώμην ἡμῖν αἰτουμένων, προτυπουμένων τὰ μέλλοντα καὶ προκα‐ θισταμένων τὴν ἀκρόασιν ἐξ ὧν ἂν ὑπείπωμεν. Ἀλλὰ καὶ περὶ διηγήσεως λεκτέον, ὅτι καὶ διὰ πλειό‐ | |
557 | νων καὶ ἐλαχίστων εἴποις ἂν τὴν δήλωσιν τῶν πραγμά‐ των, ἂν μὲν ᾖ πολλὰ πράγματα, διὰ πολλῶν, ἂν δὲ ὀλίγα, δι’ ἐλαχίστων. ἐπεκδιδάξεις γὰρ εἰς προτάσεις ἄγων καὶ πολλὰς διηγήσεις τὰς ἐπὶ μέρους κατ’ εἶδος | |
5 | ὀνομάζων ἐν τοῖς προοιμίοις ὃ μέλλεις ἀποδεικνύειν καὶ διηγεῖσθαι· εἰ γὰρ πάντα ἅμα ἀθρόως ἐρεῖς, ταράξεις τε καὶ ταραχθήσῃ. Ἐν δὲ τοῖς κεφαλαίοις τοῖς τῶν πίστεων καὶ τοῖς εἴ‐ δεσι τούτων πρῶτα θήσεις καὶ τελευταῖα τὰ πάντων κρά‐ | |
10 | τιστα, καὶ ἐξελέγξεις τὰ τῶν ἀντιδίκων, τὰ σαθρὰ καὶ ἀσθενῆ τῶν εἰρημένων ὑπ’ ἐκείνων προτάττων, καὶ ὅσα ῥᾳδίως λῦσαι δυνήσῃ, προτενεῖς δὲ οὐχ ὁμοίως ἐκείνοις, ἀλλ’ οἷόν τε μάλιστα εὐεπιχείρητον εἶναί σοι· εἰ γὰρ ἀπὸ | |
τῶν ἰσχυροτάτων ἄρχοιο τῶν ἐχθρῶν ὄντων ἀλύτων, ἢ | 303 | |
15 | τὰ σμικρότατα σαυτοῦ προτάττοις, διαβεβλήσῃ πρὸς τοὺς ἀκούοντας, νήφοντος τοῦ δικαστοῦ καταρχὰς καὶ μέγιστα, καὶ σαφῶς ἀκοῦσαι θέλοντος. Ἡ δὲ φύσις τῶν ἐπιλόγων ἀντιστρόφως τοῖς προοι‐ μίοις ἔχουσα εὑρίσκεται. τὰ γὰρ αὐτὰ καὶ προοιμιαζομέ‐ | |
20 | νοις πολλάκις καὶ προτρέπουσι τοὺς δικαστὰς πρέπει κατὰ τὸ σχῆμα τῶν ἐπιλόγων· διενήνοχε δὲ ὅμως τῷ μέ‐ τρῳ. πλείω γὰρ ὡς τὸ πολὺ ἐπὶ τῶν ἐπιλόγων ἐγχωρεῖ πρὸς τοὺς δικαστὰς εἰπεῖν ἢ διὰ τῆς ἀρχῆς καὶ τῆς παρα‐ σκευῆς. καὶ καταρχὰς μὲν ἐπαγγελίαν ἔχει καὶ μερισμὸν | |
25 | τῶν κεφαλαίων τὸ προοίμιον· καὶ τὴν μὲν ἐπαγγελίαν ἔχει τῆς ἀποδείξεως, τὸν δὲ μερισμὸν εὐμαθείας ἕνεκα. τῷ δὲ ἐπιλόγῳ τοιοῦτον μὲν οὐδέν, αὔξησις δὲ καὶ ἀνά‐ μνησις τῶν ἤδη λεχθέντων καὶ τῆς ὑποθέσεως τῆς ἐκ τῶν προοιμίων συντετελεσμένης. | |
30 | ΠΕΡΙ ΛΕΞΕΩΣ. | |
558 | Οὐκ ἐλάχιστον δὲ μέρος τῆς μεθόδου τῆς κατὰ τὴν ῥητορικὴν τέχνην τὸ τῆς λέξεώς ἐστι· τὰ γὰρ ἐνθυμή‐ ματα καὶ πάντα τὰ μέρη τοῦ λόγου φαίνεται τοιαῦτα τοῖς ἀκούουσιν, ὁποῖά ποτ’ ἂν εἴη τὰ τῶν λέξεων. φῶς γὰρ | |
5 | ὥσπερ τῶν νοημάτων τε καὶ ἐπιχειρημάτων ὁ τοιοῦτος λόγος, ἀποσαφῶν τοῖς δικασταῖς τὴν πιθανότητα τῆς πίστεως· οὐ τοίνυν ἀμελητέον αὐτῶν, ἀλλ’ ὡς ἔνι μά‐ λιστα φυλακτέον παραδείγμασι χρωμένους τοῖς ἄριστα τῶν ῥητόρων τούτῳ τῷ μέρει χρησαμένοις, καὶ περικαλ‐ | |
10 | λῶς τε καὶ ποικίλως τὴν ἐξαγγελίαν ἠσκημένοις· πλέον γὰρ οὐδ’ ὁτιοῦν ἔσται τῆς ἀγχινοίας καὶ τῆς ὀξύτητος τῆς ἐπὶ τῇ κρίσει καὶ διαιρέσει καὶ περισκέψει τῆς γνώμης καὶ τῶν καθ’ ἕκαστον λογισμῶν, εἰ μὴ συνθεῖναι τῇ βελ‐ τίστῃ λέξει τὰ νοήματα, καὶ ῥυθμοῖς χρήσῃ πρεπωδεστά‐ | |
15 | τοις ἐκλέξει τε καὶ θέσει τῶν ὀνομάτων καὶ [πλήθει] ῥη‐ μάτων. πολλὰ γὰρ τὰ κηλοῦντα τὸν ἀκροατὴν ἄνευ τῆς διανοίας καὶ τῆς πραγματικῆς κατασκευῆς καὶ τῆς ἠθι‐ κῆς πιθανότητος· τὸ γὰρ μουσικὸν καὶ εὔτακτον τῆς ἑρ‐ μηνεύσεως ἔμφυτον ἅπασι καὶ τοῖς ἀγελαίοις ζῴοις, οὔτι | 304 |
20 | γε πολιτικῷ τε καὶ λογικῷ καὶ τάξεως αἴσθησιν εἰληφότι. | |
559 | εἰ τοίνυν τὸ μουσικόν τε καὶ ἐναρμόνιον καὶ ῥυθμικὸν ξύμμετρόν τε καὶ ξυμμελὲς ἐξεργάσαιο καὶ διαπονήσαις εἰς τὸ ἀκριβέστατον, τῶν μὲν ἀφαιρῶν μέρη, τοῖς δὲ προσάπτων, ἐν καιρῷ καὶ χρείᾳ καὶ καλλονῇ διαμετρῶν | |
5 | τὸ δέον, ἔσται σοι πιθανώτατος ὁ λόγος καὶ ῥητορικώτα‐ τος, οἵα τε ἡ παρ’ Ὁμήρῳ ποίησις μὴ παρὰ φαῦλον ἡγη‐ σαμένῳ μηδὲ ἐν εὐτελεῖ, [ἀναγνωστέον ἐν εὐτελεῖ· ἑκά‐ τερον γὰρ αὐτῶν ἔχει λόγον εὐπρεπῆ·] τὸ τοιοῦτον, καὶ παρ’ Ἀρχιλόχῳ τῷ Παρίῳ. καὶ γὰρ οὗτος ἤσκηται· ἔτι | |
10 | δὲ καὶ τὸ τῶν τραγῳδοποιῶν φῦλον καὶ τὸ τῶν κωμῳ‐ δῶν, μελοποιῶν τε καὶ τῶν τοιούτων, τό τε τῶν σοφι‐ στῶν, ὅπου μηδὲ τοῖς φιλοσοφοῦσιν ὑπερεώραται καὶ παρημέληται· τῷ μὲν γὰρ Πλάτωνι καὶ τῷ Ξενοφῶντι Αἰσχίνῃ τε καὶ Ἀντισθένει περιττῶς διαπεπόνηται καὶ | |
15 | ἱκανῶς ἠκρίβωται. τῶν δὲ ῥητόρων τῷ κορυφαίῳ ταύτην εἶναι συμβέβηκε τὴν ἀρετήν, καὶ παρὰ τοῦτο κρατεῖν ἂν δοκοίη τῶν ἑτέρων τῶν ἐκ ταὐτοῦ γένους. Τὸ δὲ ἔργον αὐτῆς σαφῶς τε καὶ καθαρῶς διελθεῖν γνωρίμως τε καὶ γνωστῶς τοῖς ἀκούουσι, καὶ παρὰ τοῦτο | |
20 | μηδὲν ἐλλιπεῖν τῆς σεμνότητος, ἀλλὰ δοκεῖν μὲν κατὰ τὰ αὐτὰ τοῖς πολλοῖς συντιθέναι τὰ μόρια καὶ τὰ σημαίνον‐ τα τὰ πράγματα τῆς διανοίας σύμβολα, συγκεκρᾶσθαι δὲ τῷ γνωστῷ καὶ τὸ ξένον, ἔτι δὲ τὸ καινόν τε καὶ περι‐ | |
560 | καλλὲς τῆς ἀφηγήσεως· δεῖ γὰρ δύο τούτους ποιήσασθαι σκοπούς, τὴν δήλωσιν τοῦ πράγματος καὶ τὸ μεθ’ ἡδο‐ νῆς δηλοῦν. οὐ γὰρ ψυχαγωγήσεις μὴ γοητεύων μετά | |
τινος χάριτος καὶ ἡδονῆς μεταβολῇ τε καὶ ποικιλίᾳ τῶν | 305 | |
5 | ὀνομάτων· εἰ δὲ ὑπερβαίνοις ἀκαίρως ἀπαρτῶν τὸν λό‐ γον μιᾶς λέξεως καὶ μετατιθεὶς τὴν ἀκολουθίαν, πρὸς ὀργὴν ἥξεις καὶ πρὸς ἀχθηδόνα, καὶ ἀμφίβολον τὴν λέξιν καὶ μεγάλας ἐλλείψεις ἔχουσαν, κἂν ὑπὲρ τὸν καιρὸν ἡ περίοδος περιγράφηται, καὶ τοὺς ὅρους μείζονας τοῦ | |
10 | μέτρου λαμβάνειν. πεφύλαξο δὲ τοῖς λίαν ἀρχαίοις καὶ ξένοις τῶν ὀνομάτων καταμιαίνειν τὸ σῶμα τῆς λέξεως καὶ τὴν ὑφὴν τῆς παρασκευῆς. οὐκ ἀχρεῖον δὲ οὐδὲ τῶν Ἰσοκράτους παραγγελμάτων ἐντρέπεσθαι, μὴ τραχύνειν τὸν λόγον τῇ παραθέσει καὶ συμπλοκῇ τῶν καλουμένων | |
15 | φωνηέντων, ἃ τὴν κρᾶσιν οὐκ ἀνέχεται καὶ τὸν λόγον | |
561 | οὐχ ὁμοίως συνυφαίνειν ἔοικεν, οὔτε λείως τε καὶ ἀπταί‐ στως εἰς τὴν ἀκοὴν παρίησιν, ἀλλ’ ἐπιλαμβάνεται τοῦ πνεύμονος καὶ ἐπίσχει τὸ πνεῦμα τῆς φωνῆς. τῆς δ’ εὐ‐ ρυθμίας τὸ γνώρισμα δῆλον τῷ συνειθισμένῳ τὸ τῶν | |
5 | εὐρύθμων καὶ ἀποτετορνευμένων καὶ στρογγύλων ἀπο‐ δέχεσθαι λόγων, καὶ τετριμμένῳ τὰ ὦτα πρὸς τὴν σύν‐ θεσιν τῶν τε σεμνῶν καὶ ἀρχαίων λόγων, ὧν κατέλεξα τοὺς εὑρετὰς καὶ πρώτους φήναντας τὰ παραδείγματα τῆς καλλιλογίας. ἴδοις δ’ ἂν αὐτοὺς προσέχων τὴν γνώ‐ | |
10 | μην παρὰ μέρη διῃρημένους τὴν κατὰ τὴν εὐφωνίαν ἐπι‐ μέλειαν. ἢ γὰρ προσέθεσάν τι μόριον τῷ κοινῷ καὶ ἁπλῶς καὶ ἀργῶς λεγομένῳ καὶ κατὰ τοὺς πολλοὺς καὶ ἰδιώτας [τῷ δημοσιεύοντι λόγῳ καὶ παρὰ πᾶσι λεγομέ‐ νῳ]· τὸ γὰρ παίζεις παντὸς εἰπεῖν καὶ τοῦ προστυχόν‐ | |
15 | τος, παίζεις δὲ ἔχων τινὰ ἴδιον τύπον φωνῆς καὶ δια‐ λέκτου παρίστησι· πολλὰ δέ ἐστι τῶν προστιθεμένων ἐκ περιουσίας, καὶ πάντα σχεδὸν τὰ μέρη τοῦ λόγου μέχρι καὶ γραμμάτων· ἐπιβάλλουσι δὲ καὶ δύο μέρη πολλάκις καὶ πλείονα. καὶ περὶ τούτων τηρητέον ἔστι σοι καὶ φυ‐ | |
20 | λακτέον τῆς φωνῆς τὸν τύπον· σαυτοῦ γὰρ οὐ θήσεις | |
οὐδὲ εἰσοίσεις ἴδιον νόμον, ὧν δεῖ προσνέμειν· οὐ γὰρ ἐφ’ ἡμῖν ὁ νόμος τῶν λόγων, ἀλλ’ ἡμεῖς ἐπὶ τῷ νόμῳ. ἢ | 306 | |
562 | κατὰ ἀφαίρεσιν ἐν ἀρχῇ τε καὶ ἐπιμελείᾳ ἐπιβάλλεται. καὶ ποικίλον τι καὶ περιττῶς ἔχον φαίνεται, καθάπερ ὅταν λέγω, καὶ χαλκοῦν μὲν ἔστησαν τόνδε, καὶ σίτησιν ἔδο‐ σαν, καὶ τῆς γῆς τεμόντες, καὶ τὰ πρὸς ἡμᾶς οὕτως | |
5 | [ἔχουσι]. λείπειν δ’ ἀξιοῦσι προθέσεις, συνδέσμους, ἅπαντα τὰ μέρη, καὶ σύνδυο τῶν μερῶν τοῦ λόγου. Τὸ δ’ αὖ τῆς ἀλληγορίας κοσμεῖ τὸν λόγον ἐν τῷ μεταβάλλειν τοὔνομα καὶ δι’ ἑτέρου καινοτέρου τὸ αὐτὸ σημαίνειν· τὸ γὰρ πεπατημένον καὶ πεπλυμένον καὶ μυ‐ | |
10 | ριόλεκτον πρὸς κόρον ἄγει, καθάπερ τῶν σιτίων καὶ ὅσα πρὸς τὴν ὄψιν ἢ τὴν ἄλλην αἴσθησιν τὰ κοινὰ καὶ τὰ συνήθη καταφρονεῖται, καὶ τῆς αἰσθήσεως, καὶ τοῦ κατὰ τὴν αἴσθησιν πνεύματος οὐκ ἐπιστρέφει τὴν ἀντίληψιν. δεῖ δὲ ἐκ τῆς ἀκοῆς τὸν δικαστὴν λίχνοις τε καὶ ἡδείαις | |
15 | ὥσπερ καρυκείαις καὶ ὀψοποιΐαις, σκευασίαις τε καὶ προαγωγαῖς ἐπισπᾶσθαι καὶ προσάγεσθαι, ποιεῖσθαι δὲ τοῦτο χρὴ τοῖς θεραπευτικοῖς τε καὶ κολακευτικοῖς ὀνό‐ μασι· ταῦτα γάρ ἐστι τῆς πειθοῦς φάρμακα, θήρατρα χαρίτων καὶ μουσικῆς τῆς ἐπὶ τὸ πείθειν ἠσκημένης. οὐ | |
20 | γὰρ ὅμοιον, οὐδὲ κατὰ μικρὸν [ἀνόμοιον] τὸ ἀηδὲς „ἀγλευκὲσ“ εἰπεῖν, „ἀτερπέσ“ τε καὶ „οὐκ ἐν χάριτι,“ | |
563 | καὶ τὸ καλὸν „περικαλλὲσ“ εἰπεῖν, καὶ τὸ λίαν „μάλα ἀνυτικῶς,“ [ὡς] καὶ „κομιδῆ“ ποτε· καὶ ἀντὶ τοῦ καλῶς „ὑπέρευγε·“ τό τε ἄτοπον „ὑπερφυές,“ καὶ τὸ δεινὸν „σχέτλιον,“ καὶ τὸ ὅπου „ἵνα“ καὶ „ᾗ, ὡς ᾗ [διεβαίνομεν] | |
5 | πρὸς τὸ τῆς Ἀγρίας διαβαίνομεν,“ τό τε παραιτήσασθαι „παρέσθαι,“ καὶ „ἀντιβολῆσαι“ δὲ τὸ δεηθῆναι, καὶ τὸ ἁπλῶς „ἐν βραχεῖ“ καὶ „ἁμηγέπη“ τὸ μετρίως. Πιστέων δ’ ἐστὶ τῶν κομιδῆ ξένων καὶ τὴν γνῶσιν ἐν αὑτοῖς οὐκ ἐχόντων, οὐ μὴν ἐκείνων γε τῶν περὶ τὴν | |
10 | πτῶσιν κεκαινοτομημένων, ἢ τὰς ἐγκλίσεις τῶν ῥημά‐ των, ἢ τὰς διαθέσεις ἢ τὰς μεταλλάξεις τὰς περὶ τοὺς χρόνους, ἢ τὰ πνεύματα καὶ τοὺς τόνους. τοιγάρτοι λεκτέον „ἀφείλετό με,“ καὶ „χάριν τὴν σήν.“ καὶ „θαυ‐ μάζω σοῦ“ καὶ „καταφρονῶ σε“ καὶ „ἐθάρρει τούτους.“ | 307 |
15 | καὶ „οὐδέν σε δεῖ τοῦ ἐπιτηδεύματος,“ καὶ „ὁτιὴ τί,“ καὶ „αὐτὴ καὶ εἴσεισι.“ καὶ „εἶεν, μακάριοι ἐκεῖνοι·“ καὶ „ὡς εἰδεῖεν οἱ θεοί.“ καὶ ἀνύσας ἱκανῶς, καὶ ἀφθόνως τοῦ πνεύματος ἐνδόντας· καὶ ψεύδοντ’ ἀλλ’ οὐ τοσούτου | |
564 | πνεύματος, οἷον ἥκιστα, καὶ τὰ τοιαῦτα ὅσα καὶ ἐν χρείᾳ, οἷα „ταὐτόν, κατ’ ἀρχάς, ἔμπαλιν.“ οἱ δὲ χρόνοι καὶ οὗτοι διαφέρουσι, Θεμιστοκλέα καὶ ψιμύθιον καὶ κώ‐ μυθα. τί δ’, οὐχὶ καὶ οἱ τόνοι; καὶ ὡσαύτως καὶ λίαν | |
5 | οἰκείαν δευτέραν ἀπὸ τοῦ τέλους· καὶ παραλείπω μύρια, τί γάρ με δεῖ πάντα λέγειν δείγματος ὅσον δεόμενον; ὃ δ’ ἴσως ἀναγκαῖον· ἐκλέλειπται γὰρ τὸ παράδειγμα τὸ περὶ τοὺς ἀριθμοὺς οἷον „καὶ οὔπω εἶχον διὰ πάσης τὰ καταστρώματα.“ καὶ „εἰπέ μοι· ταῦτα δ’ ἂν λέγωσι.“ | |
10 | καὶ „αἱ ἅμαξαι, ἵνα ἀντὶ τείχους ᾖ,“ καὶ „τὴν Φιλίππου ῥώμην διεξιέναι, ὅτι μοι δοκεῖ πάνθ’ ὅσα ἂν εἴποι τις ὑπὲρ τούτων,“ καὶ ἐπὶ θάτερα τὰ γνωριμώτατα „ὑμεῖς δὲ ὁ δῆμος.“ πολιτεύω δὲ καὶ ἐπολίτευον καὶ μεταπέμπω καὶ διενόουν, καὶ ποιοῦμαι καὶ προωρώμην καὶ ἱππάζο‐ | |
15 | μαι καὶ ὁρῶμαι παρὰ τὸ κοινὸν εἴρηται πασχόντων ὥσ‐ περ οὐχὶ ποιούντων. ἔτι δὲ καὶ πρὸς τούτοις ἡ μετάθεσις τῶν λεγομένων, ὅταν τῆς συνήθους χώρας ἐκπέσῃ καὶ τῇ πεπατημένῃ κόσμον περιάπτῃ, ὡς ἐὰν λέγωμεν, „οὐ‐ δὲν δι’ ἄλλο.“ καὶ „τούτου περὶ ἑνόσ“ καὶ „τοῦ Διὸς | |
565 | τῷ νεῷ,“ καὶ „ἄλλο τι ἤ,“ καὶ „τάχα ἴσως,“ καὶ „ὑστέρα τοίνυν δεκάτη.“ πολλὰ δὲ καὶ ἄλλα εὑρήματα, δείγματος δὲ εἵνεκα ταυτὶ παρεθέμην· ἄκαιρον γὰρ εἰ πάντα λέξε‐ ται καὶ περὶ πάντων ἐπέξειμι μηδὲν παριείς. ἡ γὰρ ἐκ‐ | |
5 | βολὴ τοῦ λόγου γένοιτ’ ἂν ἀσύμμετρος πολλῶν ἐπῶν εἰς τοῦτο τὸ μέρος καὶ συγγραμμάτων πλειόνων εἰ ἐθελή‐ σειας δοθῆναι δυναμένων. ἀλλ’ ἐμοὶ προκείμενόν ἐστι καὶ σκοπός τις οὗτος καὶ κανών, ὑπόμνημα ποιῆσαι τῆς τέχνης, ὡς ἔνι μάλιστα ἐν βραχυτάτοις, τοῖς συγγεγονόσι | 308 |
10 | καὶ πολλάκις καὶ συνεχῶς περὶ αὐτῶν ἀκηκοόσι, καὶ τοῖς βιβλίοις οὐκ ἀνασκήτως οὐδ’ [ἂν] ἀμελετήτως τηρεῖν ἔχουσιν, ὧν τὴν μέθοδον ἐν τύποις κατετάξαμεν· εἰ δέ τις καὶ μὴ πλησιάσας μηδὲ τῶν πλειόνων ἀκούσας ὑπ’ εὐφυΐας τε καὶ συνέσεως, δεξιότητός τε τῆς γνώμης εἰς | |
15 | ἐπίσκεψιν ἥξει κατὰ τὰ προειρημένα τῆς τέχνης, δύναιτ’ ἂν ἀφ’ αὑτοῦ τὸ ἀκόλουθον περαίνειν, καθάπερ ἐμβὰς ἴχνεσί τισι καί πως ὁδοῦ λαμβανόμενος. Τὸ κόμμα δὲ περιόδου μέρος ἂν εἴη τὸ ἐλάχιστον. οἷον „πολλάκις ἐθαύμασα, τίσι ποτὲ λόγοις Ἀθηναίους | |
20 | ἔπεισαν οἱ γραψάμενοι Σωκράτην, ὡς ἄξιος εἴη θανάτου | |
566 | τῇ πόλει·“ τῶν γὰρ κώλων τὰ μὲν βραχύτερα τούτου, τὰ δὲ μείζω ὑπάρχει ὄντα. ὥσπερ ἀμέλει καὶ τῶν περιό‐ δων αἱ μὲν μείζους, αἱ δὲ ἐλάττους, καὶ τῶν περικοπῶν ὡσαύτως. τοῦ γὰρ λόγου μέγεθος λαμβάνοντος καὶ τὰ | |
5 | μέρη τοῦ λόγου συνεπαύξεται. ἔστιν οὖν τὸ μὲν κόμμα ἐκ δυοῖν λέξεων ἢ τριῶν, τὸ δὲ κῶλον διπλάσιον ἢ κατὰ τοῦτο, καθάπερ διττῶν ἄρθρων μετέχον. ὠνόμασται γὰρ ἐκ μεταφορᾶς τῶν ἐν τοῖς ζῴοις κώλων· ἡ δὲ περικοπὴ ἐκ δύο κώλων καὶ τριῶν ἐστι κατὰ λόγον τῶν εἰρημένων | |
10 | μερῶν καὶ αὐτὴ συντιθεμένη· ὥσπερ γὰρ τῶν ποδῶν οἱ μὲν ἁπλοῖ τυγχάνουσιν ὄντες, οἱ δὲ διπλοῖ συντιθέμενοι ἐκ τούτων, οὕτω καὶ τῶν κομμάτων καὶ τῶν κώλων καὶ τῶν περικοπῶν τὰ μὲν μῆκος ἔχει σύνθετον, τὰ δὲ ἐπι‐ τετμημένον. μικρᾶς μὲν περιόδου [κῶλα] μικραὶ καὶ | |
15 | περικοπαί, μεγάλης δὲ μεγάλαι. Ἡ δὲ περίοδος ἐνθύμημά πώς ἐστιν ἀπηγγελμένον, | |
ῥυθμοῖς εὐτάκτοις κώλοις τε καὶ περικοπαῖς, κατ’ ἀλλή‐ λας συμμέτροις. καὶ αὐτὴ δὲ ἡ περίοδος κέκληται ἐκ μεταφορᾶς ἤτοι τῶν ἀγώνων τῆς περιόδου, οἳ τῷ ἱκνου‐ | 309 | |
20 | μένῳ χρόνῳ ἐπιτελούμενοι τὸ ἴσον ἀεὶ ἀφεστᾶσιν ἀλλή‐ λων, ἢ ἀπὸ τῶν χορευόντων περὶ τοὺς βωμοὺς καὶ τὴν περίμετρον τοῦ βωμοῦ καὶ τὸν κύκλον περιλαμβανόν‐ των ἀπὸ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον καθισταμένων, ἕως ἂν πληρώσαντες τύχωσι τοῦ κύκλου τὴν χορείαν. | |
25 | τῶν δὲ περιόδων καὶ τὰς ἀσυμμέτρους τοῖς μέρεσι | |
567 | περιόδους ὁμοίως καλεῖν εἰώθαμεν, τῆς κατὰ τὸ ἐνθύ‐ μημα διανοίας ἐκτετελεσμένης· ὅσα δὲ σχήματα τῶν ἐν‐ νοιῶν ὠνόμασται, οἷον προδιόρθωσις, ἐπιδιόρθωσις, ἀποσιώπησις, παράλειψις, εἰρωνεία, ἠθοποιΐα, ἅπαντα | |
5 | ταῦτα οὔ μοι δοκεῖ δικαίως σχήματα καλεῖσθαι, ἀλλ’ ἔννοιαι καὶ ἐνθυμήματα καὶ λογισμοὶ τοῦ πιθανοῦ χάριν καὶ πίστεων εἴδη· τὰ μὲν γὰρ προοιμίων ἔχει δύναμιν, προδιόρθωσίς τε καὶ ἐπιδιόρθωσις, ἡ δὲ παράλειψις τὸ ἀξιόπιστον ἐνδείκνυται, καὶ μέρη ἂν εἴη τῆς παθητικῆς | |
10 | τε καὶ ἠθικῆς ἀποδείξεως τῇ τῆς ὑποκρίσεως ἀρετῇ πρέ‐ ποντα, ὅθεν ἤδη καὶ περὶ ταύτης λεκτέον, οἷόν τέ ἐστι καὶ τίς ἡ δύναμις αὐτῆς. ΠΕΡΙ ΥΠΟΚΡΙΣΕΩΣ. Ὑπόκρισίς ἐστι μίμησις τῶν κατ’ ἀλήθειαν ἑκάστῳ | |
15 | παρισταμένων ἠθῶν καὶ παθῶν καὶ διάθεσις σώματός τε καὶ τόνου φωνῆς πρόσφορος τοῖς ὑποκειμένοις πράγμασι. δύναται δὲ μέγιστον εἰς πίστιν, καὶ τὸν ἀκροα‐ τὴν ἄγειν ἐπίσταται λαμβάνουσα ταῖς ἐπιβουλαῖς τε καὶ γοητείαις, παραγωγαῖς τε καὶ παρακρούσεσιν. ἡ μὲν | |
20 | γὰρ πίστις τε καὶ ἀπόδειξις [καὶ] μετ’ ἀνάγκης ἄγει, ἡ δ’ ὑπόκρισις ἀπάτῃ δελεάζουσα καθέλκει τὴν γνώμην τοῦ κριτοῦ πρὸς τὸ δοκοῦν τῷ λέγοντι, διόπερ εἰκότως ὁ | |
Δημοσθένης αὐτὴν ἔντιμον ἦγε, καὶ πολλὰ κατὰ τῆς | 310 | |
568 | δυνάμεως ταύτης εἴρηκεν ἐγκώμια, τρὶς μὲν περὶ αὐτῆς ἐρωτηθείς, τριπλᾶ δὲ αὐτῇ δοὺς τὰ νικητήρια καὶ ποιή‐ σας πρώτην τε καὶ δευτέραν καὶ τρίτην. εἰ γὰρ στερή‐ σεται λόγος τὰ ἄλλα πάντα ἔχων πλεονεκτήματα καὶ | |
5 | πρὸς τὸ πείθειν ἱκανῶς συγκεκροτημένος ταῖς ἀποδεί‐ ξεσι καὶ σαφῶς τε καὶ καθαρῶς τῇ λέξει διακείμενος, τοῦ κατὰ τὴν ὑπόκρισιν πλάσματος, οὐκ ἂν ἔχοι πρακτικῶς παρὰ τῶν δικαστῶν. φαίνεται γὰρ ἀμυδρός τε καὶ ἀσθε‐ νὴς καὶ ἀχάριστος, ἀτερπής τε καὶ ἀγλευκής, καὶ τὸν | |
10 | δικαστὴν ἐνοχλῶν, ἐλαύνων μᾶλλον ἢ καὶ τὴν ψῆφον παρακαλῶν. ἄσκει δὲ αὐτὸ θεώμενος τοὺς ἐν τοῖς ἀλη‐ θινοῖς πράγμασιν ὁτιοῦν λέγοντας καὶ μετὰ τοῦ πάσχειν τριβομένους καὶ διατεινομένους ἐν τῷ διαλέγεσθαι, ἢ τοὐναντίον ἀνιεμένους καὶ πραϋνομένους καὶ πράξεως | |
15 | μετρίως μεταλαμβάνοντας. διαπλάττει γὰρ αὐτοὺς καὶ σχήματός πως μετέχειν ποιεῖ καὶ τόνου φωνῆς αὐτὰ τὰ πράγματα. πεπονθὼς γὰρ οὗτος αὐτὸς αὑτῷ κατὰ τὴν ἀλήθειαν οὕτω τῷ τέχνην συνισταμένῳ καὶ βουλομένῳ τὸ δέον μαθεῖν ὑποκρίνεται. δυνήσῃ δὲ καὶ παρὰ τῶν | |
20 | τῆς τραγῳδίας ὑποκριτῶν καὶ κωμῳδίας τῶν ἀρίστων, παρ’ ὅσον ποιεῖ τὴν εὔνοιαν ἢ τὴν ἀηδίαν ἑκάτερον αὐτῶν τό τε ἐν ὑποκρίσει καὶ ἄνευ ταύτης, καταμανθά‐ νειν. ὡς δὲ ἐν τύποις περιλαβεῖν, θυμουμένῳ μὲν ἐπί‐ τροχον ποιεῖσθαι τὸν λόγον συμφέρει καὶ πρέπει, καὶ | |
25 | τὴν φωνὴν ὀξεῖαν ἔχειν καὶ τὸ φθέγμα ἁπλούστερον, καθισταμένῳ δὲ τὰς ἀρχὰς πρᾷον τὸ φθέγμα ποιητέον καὶ ἐπιεικές, ἐπὶ τὸν ὄχλον δέ πως καὶ δεητικὸν καὶ τοιοῦτον οἷον παρακαλοῦντος καὶ ἐν χρείᾳ καθεστηκότος καὶ εὐλαβείας ἢ αἰδοῦς μετέχοντος. αἱ δὲ πίστεις τοῦ | |
30 | πνεύματος τὸν ῥυθμὸν ὑπαλλαττέτωσαν, καὶ τὸ τῶν ἐνθυμημάτων εἶδος ἐπιστρεφῆ ποιείτω τὸν λόγον, καὶ | |
569 | τὸ σχῆμα τοῦ σώματος μετὰ τῆς χειρὸς σύντονον καὶ δριμὺ [βλέπειν ἄμεινον καὶ] βλέποντα πρὸς τοὺς δικα‐ στάς, καὶ συναποκλινόμενον αὐτὸν ταῖς τῆς πειθοῦς μεταβολαῖς. εἰ δέ τι ἀποδείξαις, καὶ καιρὸν ἄγοντα μά‐ | 311 |
5 | θοις τὸν δικαστὴν τοῖς ἐλέγχοις καὶ παραδεδεγμένον τὴν πιθανότητα τῆς ἀποδείξεως, σχετλιάζειν ἡ φύσις παρα‐ καλεῖ καὶ καταπλήττειν τὸν ἀντίδικον τῷ πεπλασμένῳ τούτῳ φθέγματι, οἰκείῳ τῶν εὑρηκότων ὄντι τὴν ἀλή‐ θειαν. ἐπικλάζειν γοῦν φιλοῦσι καὶ θέλγουσι καὶ αἱ | |
10 | κύνες τῇ τῶν ἰχνῶν εὑρέσει καὶ περιχαρείᾳ δηλοῦσιν ἔχειν ἐγγὺς τὸ πάλαι ζητούμενον· ἐπαίρεται δὲ καὶ μι‐ κρὸς παῖς οὗ γλίχεται τυχών. ταῦτα δὲ μὴ παρέργως βούλου θεωρεῖν, ἀλλὰ συλλέγειν εἰς τὸν ἑαυτοῦ λόγον, ἴδιον εἶδος πίστεων δι’ ἀπάτης εὐαγώγου πεπορισμένον | |
15 | ἀσυλλογίστῳ πάθει τοῦ πρὸς ταῦτα πειρωμένου. οἰκτι‐ ζόμενον δὲ δεῖ μεταξὺ λόγου τε καὶ ᾠδῆς τὸν ἦχον ποιή‐ σασθαι, οὔτε γὰρ διαλεγόμενός ἐστιν· ἀναπείθει γὰρ οἶκτος ἐξᾴδειν, ὅθεν ἀρχαὶ μουσικῆς χαρμονή τε καὶ λύπη, τοῦ φθέγματος ἐπεγειρομένου πρὸς τὴν μεταβο‐ | |
20 | λὴν τῆς λέξεως· οὔτε δὴ* ἔοικεν, ἀλλὰ πίπτει μεταξὺ τούτων. δρόμος δὲ οὐ πρέπων ἐν τῷ τοιούτῳ μέρει, πλὴν εἰ τοὺς ἐπιλόγους δεήσειεν οὐ κατ’ οἶκτον, ἀλλὰ κατὰ τὸ θυμοειδὲς διατίθεσθαι. Ταῦτα ἱκανῶς ἐχέτω, τὰ δ’ ἄλλα ἐκ τούτων ὁ μαθὼν | |
25 | λήψεται, καὶ οὐκ ἂν ὅ γε εὐφυὴς ἀπόρως ἔχοι τῶν τού‐ τοις ἑπομένων, ποιητικός τε ὢν καὶ ἐξεργαστικὸς καὶ ἀπὸ βραχείας ἀφορμῆς ἐπὶ πολὺ τείνων τὴν διάνοιαν, καὶ ἐφ’ ὅσον προσήκει τῷ μέλλοντι τελέῳ γενέσθαι ῥήτορι. | |
30 | ΠΕΡΙ ΜΝΗΜΗΣ. | |
570 | Μνήμης δὲ ὅτι οὐδέν ἐστι σπουδαιότερον ἀνθρώποις ὡς ἔπος εἰπεῖν, τίς ἂν ἀντιλέξειε νοῦν ἔχων; οἱ δὲ καὶ | |
τὴν λήθην ἐπαινοῦσιν, ὡς Εὐριπίδης ὦ πότνια λήθη τῶν κακῶν, | 312 | |
5 | ὀνομάζων· ἐγὼ δὲ λήθην μὲν καὶ ἔξοδον μνήμης ἤ τι ἢ οὐδὲν ἐπωφελεῖν κρίνω, τὰ δὲ μέγιστα καὶ κυριώτατα βλάπτειν τοῦ βίου καὶ παραιρεῖσθαι καὶ στερεῖν τῆς εὐδαιμονίας· τὸ γὰρ εὐμισητότατον τῶν ἁμαρτημάτων τε καὶ ἀδικημάτων, τὴν ἀχαριστίαν, ἐπιλειπούσης τῆς | |
10 | τοῦ μνημονεύειν δυνάμεως συμβαίνουσαν εὑρήσομεν· ὁ δὲ μεμνημένος τὴν χάριν οὔτε ἄδικος οὔτε ἀχάριστος· νόμων γε μὴν ἐπιλαθομένους καὶ τῶν σωφρονιζόντων ἡμᾶς δογμάτων, ἀναγκαῖόν ἐστι φαύλους τε καὶ μοχθη‐ ροὺς καὶ ἀναιδεῖς γενέσθαι, πᾶσά τε ἄνοια καὶ ψυχῆς | |
15 | ἀμαθία διὰ λήθην ἐμπίπτει. ὁ δὲ ἄκρως μνημονευτικός τε καὶ μνήμων διαφερόντως σοφός· ὅθεν καὶ τοῦτο ὀρ‐ θῶς ἐστιν εἰρημένον, οὐ μνημονεύω μὴ λίαν ἡ μὲν τοῦ σοφοῦ, καὶ σοφὸς ὁ πολλὰ εἰδὼς φύσει. τῶν δὲ τῆς ψυχῆς ἀρετῶν, εὐμαθείας, ἀγχινοίας, συνέσεως, μνή‐ | |
20 | μης, μεγαλοπρεπείας, εὐεπείας, τὸ ζηλοῦν δύνασθαι καὶ ἀκριβῶς ἀπομιμεῖσθαι καὶ ἀπομάττεσθαι τοὺς τύ‐ πους τῶν λόγων, οὓς ἄν τις ἐπιδείξειε καὶ θαυμάσειε, | |
571 | καὶ τὸ τοῖς διδασκάλοις παραπλησίως τε καὶ ὅτι ἐγγυτά‐ τω λέγειν, ταῦτα ξύμπαντα μιᾶς ἔχεται φύσεώς τε καὶ δεινότητος καὶ πλεονεξίας τῆς [ἐκ] τοῦ μνημονεύειν ἑτοίμως ἔχειν. ἡ γὰρ κρᾶσις τῆς ψυχῆς σύμμετρος οὖσα | |
5 | καὶ δικαία κατὰ τὴν ἁρμονίαν τῶν δυνάμεων, καὶ οἷον κηρὸς εἰργασμένος εὔπλαστος μὲν καὶ εὐάγωγος καὶ μὴ σκληρὸς μηδ’ ἀντίτυπος μηδὲ ἀτέραμνος, μηδὲ αὖ μαλα‐ κός τε καὶ διαρρέων, ὡς συγχεῖσθαι τοὺς τύπους καὶ ἐξιτήλους γίνεσθαι συμπιπτόντων τῶν χαρακτήρων καὶ | |
10 | τῶν γραμμάτων, ἀναλαμβάνει καθάπερ ἐκμαγεῖον καὶ διατυποῦται ῥᾳδίως ὑπὸ τῶν φαντασμάτων τορνευόμε‐ νός τε καὶ γραφόμενος, ἐναργέσιν ὥσπερ καὶ κοίλοις | |
γράμμασι καὶ νεοχαράκτοις σημείοις τῆς ἐπιστήμης. πάντα γὰρ πᾶσιν εἰκάζων ὁ ἀγχίνους καὶ ταχέως ἐπι‐ | 313 | |
15 | βάλλων διὰ τῆς ζητήσεως ἀπεμνημόνευσε καὶ ἔμαθεν ἐξευρεῖν τῆς ἀπορίας τὴν μηχανὴν καὶ συνεῖδε τὸ δέον. διόπερ μοι δοκεῖ καὶ ὁ Πλάτων τὰς μαθήσεις ἀναμνήσεις λέγειν. οὐδὲν γὰρ ἄλλο ἢ ὥσπερ ἀναμιμνησκόμενοι περὶ ὧν δοκοῦμεν μὴ μεμαθηκέναι μηδὲ ἐγνωκέναι καταλαμ‐ | |
20 | βάνομεν τὸ ζητούμενον· πῶς δ’ ἂν ἠβούλετό τις ζητεῖν, ἅτε συνειδὼς αὑτῷ μὴ μαθών, εἰ μὴ προσεδόκα μνήμῃ τινὶ ταῦτα ἀνευρήσειν. ἡ δὲ εὕρεσις ἄρα τοῦτό ἐστι, πεί‐ ρας ἀνάμνησις, καὶ ἀφ’ ὧν ἔπαθέ τις καὶ ᾔσθετο συλλο‐ γισμὸς καὶ ὁμοίου καὶ ἀναλόγου ἢ μείζονος ἢ μικροτέ‐ | |
25 | ρου παράθεσις. ἃ γὰρ αἱ αἰσθήσεις προὔλαβον καὶ ἡ | |
572 | ψυχὴ παρὰ τῶν αἰσθήσεων ἔλαβε, ταῦτα μεμυκότα κεῖ‐ ται καὶ ἠρεμοῦντα καὶ σχολάζοντα τοῖς νωθροῖς καὶ λήθης γέμουσιν, ὥσπερ ἐν διφθέραις εὐρῶτος ἢ πηλοῦ μεμιασμέναις καὶ ἐπαληλιμμέναις, τοῖς δὲ εὐφυεστέροις | |
5 | καὶ γονιμωτέροις καὶ αὐτῷ τούτῳ γνωμονικωτέροις, καθάπερ ἐν χαλκοῖς γραμματείοις σηπεδόνος κεχωρισμέ‐ νοις καὶ διὰ χρόνον γιγνομένης ἐπηρείας, εἰς τὴν σωτη‐ ρίαν τῶν τύπων ἀμίαντα καὶ ἄχραντα διὰ τέλους σώζε‐ ται. μνήμη μὲν γάρ ἐστι σωτηρία φαντασιῶν, καὶ αἰ‐ | |
10 | σθήσεως παρελθούσης παρουσία, καὶ κτῆσις πρὸς τὸ πρόχειρον τῆς χρήσεως. ἡ δὲ ἀνάμνησις ἐπιβολὴ φαν‐ τασίας παρελθούσης, ὡς παροιχομένης. ἔστι δέ τι καὶ μεταξὺ τοῦ εἰδέναι τε καὶ μή, ὃ δεῖται ὑπομνήσεως. καὶ ἔστιν ὑπόμνησις ὡς ἐξιούσης τῆς ἐπιστήμης ἀνανέωσις | |
15 | καὶ ἀνάληψις, ὧν προείμεθα λήθης χάριν. καὶ τῶν μὲν γνῶσις, τῶν δὲ ἀνάληψις εἰς τὸ ὁλόκληρον τῆς ἐπιστή‐ μης. ὁ δὲ ἐπιλανθανόμενος τῶν ἐσκεμμένων ἰδιώτης ἄχρηστος, καὶ πάντα κληθεὶς δικαιότερον ἢ ῥήτωρ. ὅπου γε καὶ Δημοσθένην τῆς μνήμης ἐπιλειπούσης ἐπι‐ | |
20 | λελοίπει καὶ ἡ δύναμις τῶν λόγων, καὶ συνόλως ἡ τέχνη· τῆς γὰρ μνήμης ἐκπλαγείσης ὑπὸ τοῦ δέους πᾶσα τέχνη φροῦδος, [φησὶν] ὁ Θουκυδίδης· φόβος γὰρ μνήμην ἐκπλήσσει, λέγει που, καὶ ὀρθῶς λέγει. γένοιο δ’ ἂν μνήμων διαίτης τρόπῳ σώφρονι καὶ φύσεως εὐτυχίᾳ | 314 |
573 | καὶ θεῶν ἐπιπνοίᾳ καὶ φιλομαθίᾳ ἰδίᾳ καὶ φιλονεικίᾳ τοῦ μεμνῆσθαι θέλειν. κινδυνεύει τε πᾶς φιλομαθής, κἂν ἐλλείπῃ τῆς μνήμης, [μελέτῃ] διὰ τέχνης πόθου δημιουργοῦ καὶ φροντίδος ἐξεργάζεσθαι τὸ μνημονεύειν· | |
5 | πόθος μὲν γὰρ ἀρχὴ φροντίδος. μέριμνα δὲ καὶ φροντὶς ἐκδεξαμένη τοῦ πόθου τὴν καταβολὴν καὶ τῆς ἐπιθυμίας τὴν γένεσιν ἐρρωμένην οὖσαν, ὃ δὴ ἔρως κέκληται, συνιστᾷ τῆς μνημοσύνης τὴν οὐσίαν. αἰσθανομένη γὰρ ἡ ψυχὴ τοῦ καλοῦ μαθήματός τε καὶ θεάματος, ἢ τοὐ‐ | |
10 | ναντίον τοῦ χείρονός τε καὶ χαλεπωτέρου, προσέσχε τὸν νοῦν, καὶ δεινὴν ἔλαβεν ὠδῖνα τοῦ πράγματος, ὥστε καὶ παραμένειν μέχρι παντὸς ἐθέλειν. ἐξ ὧν ἡ φροντὶς εἰσεγείρεται, σφύζοντος καὶ σφαδάζοντος καὶ πηδῶντος ἐν αὐτῇ τοῦ τῆς φαντασίας μέρους. ὁ δὲ ῥᾴθυμος ἀμ‐ | |
15 | βλύς τε καὶ νωθρὸς καὶ βραδύς, μόλις τε ᾔσθετο τοῦ γεγονότος, καὶ μετὰ τὴν αἴσθησιν ἐγκατέλιπεν, εἰ μή τις αὐτὸν ἐπεγείρειεν θεῶν, ἢ ἑαυτὸν τοσοῦτον εὔφλεκτον καὶ εὐαίσθητον ἐξεργάσαιτο καὶ τρίβοι τοὺς τύπους ταῖς τῆς ἀναμνήσεως καὶ μελέτης καὶ μερίμνης ἐπιβολαῖς. τὸ | |
20 | γὰρ πολλάκις ἐθέλειν ἀκούειν καὶ λέγειν ὧν ἤκουσεν ἢ κατέλαβε δι’ ἑτέρας ἡστινοσοῦν αἰσθήσεως, τοῦτο ἀπερ‐ γάσεται τὸ μεμνῆσθαι κινουμένης ἀεὶ καὶ βάθος λαμβα‐ νούσης διὰ τῆς κινήσεως τῆς ἐναπομορχθείσης φαντα‐ σίας εἰς τὴν τῆς ψυχῆς ὑποδοχήν. ὡς γὰρ τὰ τρίμματα | |
25 | τῶν ἁμαξιτῶν κοιλαίνεται καὶ βάθος ἴσχει ταῖς πολλαῖς καὶ συνεχέσι καὶ καταγινομέναις τῶν τροχῶν ἐπιβολαῖς, | |
574 | οὕτω καὶ κατὰ τὴν ψυχήν τι συμβαίνει. τὸ δ’ εἰς ἅπαξ | |
καὶ πρῶτον καὶ μέχρι τινὸς καὶ ἕως τούτου λίαν ἐπιπο‐ λαίους ποιεῖ τοὺς τύπους. οὕτω μὲν οὖν μνήμης περιέ‐ σῃ, καὶ εἰ μὴ τύχοις φύσει μετειληφώς. | 315 | |
5 | Ἤδη δὲ καὶ Σιμωνίδης καὶ πλείους μετ’ ἐκεῖνον μνή‐ μης [γνώμης] ὁδοὺς προὐδίδαξαν, εἰδώλων παράθεσιν καὶ τόπων εἰσηγούμενοι πρὸς τὸ μνημονεύειν ἔχειν ὀνο‐ μάτων τε καὶ ῥημάτων· τὸ δέ ἐστιν οὐδὲν ἕτερον ἢ τῶν ὁμοίων πρὸς τὸ δοκοῦν καινὸν παραθεώρησις καὶ συζυ‐ | |
10 | γία πρὸς ἄλλο. τὸ γὰρ γνώριμον τοῦ γνωστοῦ τύπος τις καὶ ἴχνος καὶ λαβαὶ καὶ ἀφορμαί, καὶ τοῦτον τὸν τρόπον καὶ τὰς τῶν βαρβάρων φωνὰς συλλαβεῖν ἐστιν ἀντιτι‐ θέντα τῷ γνωρίμῳ τὸ ἀντ’ αὐτοῦ, καὶ τοὺς τύπους τῶν πραγμάτων καταβλέποντα. ὁ δὲ τόπος τῆς μνήμης [εἰς] | |
15 | ἀφορμὴν ἔδωκεν, ὅτι μηδὲν ἄνευ τόπου, καὶ τὸ μέρος τοῦ λείποντος καὶ ὅλου. ὥσπερ γὰρ οἱ τὸ ἴχνος ἀνευρόν‐ τες κύνες καὶ τὴν χώραν τῶν ἰχνῶν κατὰ πόδας διώκουσι τὸ θηρίον, καὶ μόνον οὐκ ἔχειν ὑπολαμβάνουσιν, οὕτω δὴ καὶ τῷ σπουδάζοντι μνημονεύειν καὶ σώζειν τὰ μαθή‐ | |
20 | ματα θέλοντι τὰ μέρη τῶν μαθημάτων ἐστὶ θεωρητέον καὶ τὰ συμβεβηκότα αὐτοῖς, ἵν’ ὅπου τύχοι προσβαλὼν ἐκεῖθεν αὐτῷ τὸ μνημονεύειν ὑπάρξαι. τοιγαροῦν καὶ τὰ μέτρα μᾶλλον μεμνήμεθα τῶν ἄνευ μέτρου πεποιημέ‐ νων, ὅτι δὴ τὸ τοῦ ῥυθμοῦ καὶ τῆς εὐταξίας ἀνάλογον | |
25 | μνημονεύοντες καὶ τὰ καθ’ ἕκαστα τῶν ῥημάτων ἀνι‐ χνεύομεν κατὰ πόδας ζητοῦντες τὸ λεῖπον ἐξ ὧν προει‐ λήφαμεν. τὸ δὲ μέγιστον ἐν τούτοις, μελετᾶν ἀεὶ καὶ ἀπιστεῖν ὡς εἰδότι καὶ φοβεῖσθαι μὴ διαρρυέν σε τὸ μά‐ | |
575 | θημα οἰχήσεται. τὸ γὰρ ποιοῦν ἐπιλήσμονας ὑπόληψίς ἐστι τοῦ δοκεῖν εἰδέναι τὸ ἅπαξ ὀφθὲν ἢ λεχθὲν ἢ ἀκου‐ σθέν, καὶ τὸ προσδοκᾶν ὅτι καὶ εἰς νέωτα καὶ μετὰ χρό‐ νον μοι παραμενεῖ, μή τι γε δὴ τρίτην ὕστερον ἡμέραν | |
5 | ἢ τετάρτην ἢ πέμπτην. ἔχει δὲ οὐχ οὕτως· ἀλλ’ οἴχεται | |
καὶ κατὰ μικρὸν διαφθείρεται καὶ δαπανᾶται μὴ μελε‐ τώμενον. δεινὴ δὲ πρόφασις λήθης καὶ τὸ γεγράφθαι πού σοι τὰ μαθήματα καὶ ἐπὶ σχολῆς ἔχειν, ἐντυχόντα γνῶναι, καὶ ἀναλαβεῖν τὸ ἐκβεβλημένον. δεῖ δὲ οὐχ | 316 | |
10 | οὕτως, ἀλλ’ ἡγεῖσθαι μηδὲν ἐκείνων γεγράφθαι, μηδ’ ἐπί σοι καθεστηκέναι διαναγνόντι καὶ ἐπιλεξαμένῳ μα‐ θεῖν οἴου μηδὲ εἰδέναι γράμματα, τό γε ἐπὶ μνήμῃ, καὶ οὕτως ἔσῃ φροντιστὴς περὶ τὰ ἐγνωσμένα, καὶ μελετη‐ ρότατος εἰς μαθήματα. ἀμέλει τίς ἂν ἐπιλάθοιτο τοῦ | |
15 | ὀνόματος τῆς μητρὸς ἢ τοῦ πατρὸς ἢ τῆς πατρίδος ἢ τοῦ σφετέρου; [ἃ] δῆλον ὅτι δι’ οὐδὲν ἄλλο, ἢ ὅτι ἡ με‐ λέτη τούτων ἀέναος γίνεται καὶ καθημερινή τε καὶ διὰ τέλους. τίς δέ ἐστιν ὅστις ἐρωμένης ἢ παιδικῶν ἐξελά‐ θετο, καὶ ὧν οὗτοι λέγουσιν ἢ πράττουσι; κἂν ληροῦντες | |
20 | τύχωσι, καὶ ὁτιοῦν φλυαροῦντες εἴπωσι, τοῦτο φρον‐ τίδι βεβαιωσάμενος περιφέρει καὶ μελέτῃ μακρᾷ τῷ πρὸς ἐκείνοις εἶναι τὴν γνώμην καὶ μετ’ ἐκείνων διαιτᾶσθαι. διὸ καὶ σοφούς τε καὶ ποιητικοὺς ὡς εἰκὸς ἀποτελεῖ ἡ μνήμη ὑποτρεφομένη. ἅμα τε γὰρ ἔσπασέ τι τῆς ἐπιθυ‐ | |
576 | μίας, καὶ ἐγέννησε τὸ μνημονεύειν ποθῶν ἀπερχόμενον τὸ φανὲν κεχαρισμένον, καὶ σοφώτερος αὑτοῦ γεγενη‐ μένος καὶ ποιεῖν εἰς τὰ παιδικὰ ὀρέγεται καὶ γλίχεται τοῦ καλοῦ, καθάπερ τέως μελετηρὸς ὤν, νυνὶ δὲ πτε‐ | |
5 | ρωθεὶς ὑπὸ μνημοσύνης, κἂν εἰ τύχοι ζωγραφικὸς ὢν ἢ πλαστικός, εἴδωλον ὁμοιότατον ἐκ τῆς μνήμης τῆς περὶ τῶν παιδικῶν συμπλάσεται καὶ διατυπώσει. νυστά‐ ζειν γὰρ αὐτὸν οὐκ ἐᾷ καὶ παριέναι τὰ μέρη τοῦ κάλλους ὁ πόθος ἐγκείμενος, οὐδὲ ἀμελῶς θεωρεῖν. οὐδὲ φιλάρ‐ | |
10 | γυρος τῶν δραχμῶν ἐπιλήσεται τούτων ὧν ἀπέθηκεν εἰς τὸ ταμιεῖον φέρων, διὰ φροντίδος ἔχων ἃ διηρίθμησε καὶ συνήθροισε. φροντίζων δὴ καὶ σὺ περὶ ταῦτα ἃ μαν‐ θάνεις, εἰ βούλει μαθεῖν, καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ, | |
οὐκ ἐπιλήσῃ τὸ σύνολον, ἀλλ’ ἕξεις ἐπὶ τὴν χρείαν ἕτοι‐ | 317 | |
15 | μα [ὑπόγυον], αὐτὰ καὶ πρὸ ὀλίγου τεθεραπευκὼς καὶ περὶ αὐτῶν διειλεγμένος. ἐὰν δὲ ἀνῇς, οἰχήσεται. πτε‐ ρόεντα γοῦν οἱ ποιηταὶ τὰ ἔπη καὶ τὰ ῥήματα λέγουσιν, ὅτι τοῖς οὐκ ἀπρὶξ ἐχομένοις ἀναστάντα πέτεται. αἰνίτ‐ τεται δὲ καὶ ὁ κατατετρῆσθαι δοκῶν πίθος, καὶ τὸ ἐν | |
20 | Ἅιδου κόσκινον, ὅτι μηδὲν στέγειν δυνάμεθα τῶν εἰς τὴν ψυχὴν εἰσιόντων, ἀλλ’ ἀπορρυτόν ἐστιν ἄνωθεν, ὥσπερ ἀπορρέοντός τινος ἀεὶ δεῖ τὸ ἐπεισρέον εἶναι. Ἀντιφῶν τε ἐν ταῖς ῥητορικαῖς τέχναις τὸ μὲν τὰ παρόν‐ τα ἔφη καὶ ὑπάρχοντα καὶ παρακείμενα αἰσθάνεσθαι | |
25 | κατὰ φύσιν εἶναι ἡμῖν, παρὰ φύσιν δὲ τὸ φυλάττειν αὐτῶν ἐκποδὼν γενομένων ἐναργῆ τὸν τύπον. ὅθεν ἐπειδὴ παρὰ φύσιν ἐστὶν τὸ μνημονεύειν, ἡ φροντὶς καὶ | |
577 | ἡ ἄσκησις κράτιστον. ἀκροώμενος οὖν τῶν τε ἀποστο‐ ματιζόντων ἤτοι τὰ ἐσκεμμένα ἢ τοὺς αὐτοσχεδίους λό‐ γους καὶ τῶν ἀναγνωσμάτων, πρῶτον μὲν τὴν ἰδέαν τοῦ λεγομένου περιλάμβανε, τοῦτο δέ ἐστιν ἡ περιβολὴ τῆς | |
5 | ἐννοίας καὶ ὁ κύκλος καὶ τὸ ἄρθρον τὸ περιγράφον καὶ ἀφορίζον τὰ μέρη τῶν μερῶν, οἷον εἰ μὲν προοίμιον εἴη, τίς ὁ λόγος τε καὶ ἡ ὑπόθεσις τῆς προοιμιακῆς ἐπιχειρή‐ σεως, τοῦ αʹ, τοῦ βʹ, τοῦ γʹ, τῶν ἄλλων ἐφεξῆς, καὶ τὸ διὰ τί εἴληπται λάμβανε. δεσμὸς γάρ ἐστι τῆς μνήμης | |
10 | σοι καὶ φυλακτήριον [καὶ] τὸ τοιοῦτον εἶδος λαβόντι. τὸ γὰρ διὰ τί τὸ κῦρος τῆς ἐπιστήμης καὶ τέχνης. ὡσαύτως γε μὴν καὶ περὶ τῆς διηγήσεως δηλώσεως οὔσης, εἴτε ἄνωθεν ἐξαρχῆς εἴτε καὶ πόθεν ἤρξατο καὶ τίνος χάριν, καὶ ταῦτα ἐπίκρινε. ὅταν δὲ ἅπτηται τῶν πίστεων, ἡγου‐ | |
15 | μένων τε καὶ ἀναγκαίων διάκρισιν ποιοῦ, καὶ τί τὸ κεφάλαιον τὸ ἰδικώτατόν ἐστιν αὐτῶν, καὶ πρὸς τί βλέ‐ πων λέγει καὶ πραγματεύεται. τὰ γὰρ καθ’ ἕκαστον τῶν ἐπιχειρημάτων ἐκ τούτων σοι παραστήσεται, μικροῦ | |
δέω λέγειν ὅτι καὶ αὐτὰ τὰ ῥήματα· ὅταν δ’ ἐκβοήσῃ τι | 318 | |
20 | καλὸν καὶ καίριον καὶ περιττὸν καὶ συνέσεως ἀξίας ἐχό‐ μενον, διότι τοιοῦτόν ἐστιν οὐκ ἀχρεῖον λαβεῖν εἰς ἀπο‐ μνημόνευσιν. ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τῶν ἐπιλόγων· ἢ γὰρ αὔξει τὸ πρᾶγμα ἢ [μὴ] ταῖς ἐπανόδοις συστρέψας ἐν βραχεῖ διδάσκειν οἴεται δεῖν τὰ διὰ πολλῶν ἠνυσμέ‐ | |
25 | να. μαρτύριον δὲ πρὸς τοῖς εἰρημένοις οὐκ ἐλάχιστόν ἐστι τῆς μνήμης τὸ ἔργον ἡμέτερον εἶναι καὶ ἐφ’ ἡμῖν | |
578 | τὸ τοὺς διαλυομένους, ὅταν καὶ ἀπαλλαττώμεθα ἀπ’ ἀλλήλων παραπέμποντες ἢ προπεμπόμενοι, κελεύειν ἀλλήλων μεμνῆσθαι ἀπελθόντας· τοῦτο γὰρ σημαίνει τὸ ῥῆμα, ὅτι εἰ βουληθείημεν μὴ ἀμελεῖν τοῦ μεριμνᾶν, | |
5 | καὶ ἄποθεν ἀλλήλων μνημονεύοιμεν ἄν. τὰ δὲ ἐγκλήματα καὶ τὸ ἐπιτιμᾶν τοῖς μὴ μεμνημένοις οὐ σαφῶς εἰς τοῦτο φέρει τὸ δέον ἐπιμέλειαν ἔχειν μνημοσύνης καὶ τοῦ ἄπο‐ θεν ὄντος; ὅσα γοῦν οὐκ ἐφ’ ἡμῖν, ταῦτα οὐκ ἂν εἴη δίκαιον ἐπιτιμᾶν, οὐκ ἀμορφίαν, οὐ πήρωσιν, οὐδὲν | |
10 | τῶν ἄλλων ὅσαπερ οὐκ ἐφ’ ἡμῖν. [ΠΕΡΙ ΤΩΝ ΤΕΛΙΚΩΝ Ὅτι τὰ τελικὰ καλούμενα κεφάλαια, περὶ ὧν ἡ σκέ‐ ψις, σύμπασιν ἐν τοῖς τρισὶν εἴδεσι τῶν λόγων ζητεῖσθαι δύναται. αἱ μὲν γὰρ συμβουλαὶ διττῶς διανέμονται καὶ | |
15 | ταύτης τῆς τιμῆς τυγχάνουσι· καὶ φέρε εἴπωμεν συμ‐ βουλίαν. κατατρέχοντος τοῦ Φιλίππου συνεχῶς τὴν Χερρόνησον γράφει Δημοσθένης διορύξαι τὸν ἰσθμὸν αὐτῆς· λέγεις γὰρ οὕτω. παράνομα ταῦτ’ ἐστιν, ὦ Δημόσθενες, ἃ γράφεις· καινὰ γὰρ καὶ ἄτοπα καὶ πα‐ | |
20 | ρὰ τὸν τῆς φύσεως νόμον καὶ μὴ δόξαντα τοῖς προ‐ γόνοις μηδὲ τῷ θεῷ Διΐ, καὶ γὰρ ἂν ἔθηκε νῆσον, εἴ‐ περ ἠβούλετο. ἀλλ’ εἰ καὶ παράνομα, συμφέροντα μέν‐ | |
τοι πρακτέα· τὰ γὰρ καινὰ ἐὰν σώζῃ τὴν Χερρόνησον, πῶς οὐκ ἀναγκαῖα; τὰ δ’ ἀναγκαῖα πῶς ἐν Χερρονήσῳ | 319 | |
25 | καὶ τὴν ὑπὲρ αὐτῶν δαπάνην ὑποστῆναι; οὐ βοηθεῖν, | |
579 | ἐν ᾧ τὸ πρέπον κατασκευάσεις· ἢ καὶ ἑτέρῳ τρόπῳ βοη‐ θεῖν οἷόν τέ ἐστιν αὐτοῖς, ὅτι χαλεπὸν πορίσασθαι δύ‐ ναμιν, οὐδὲ δυνατὸν τὴν ἐκείνῳ παραταξαμένην· εἰ οὔτε ῥᾴδιον, οὔτε εὔπορον, οὔτε δυνατὸν ὅλως διορύξαι | |
5 | τὴν Χερρόνησον· δεῖ γὰρ ἀμυθήτων χρημάτων, καὶ διχῆ δαπανᾶν εἰς τοὺς προαγωνιζομένους καὶ εἴργοντας τὴν Φιλίππου δύναμιν ἀπὸ τῶν ἐργαζομένων καὶ τῶν δια‐ σκαπτόντων, καὶ εἰς αὐτοὺς τοὺς ὀρύττοντας καὶ μεταλ‐ λεύοντας τὸ χωρίον, οὐκ ὀλίγους οὐδ’ εὐαριθμήτους. ὁ | |
10 | δὲ χρόνος ὅσος; εἰ δὲ καὶ πέτρᾳ ἐπιτύχοιεν δυσκατερ‐ γάστῳ καὶ ἀντιτύπῳ; εἰ δὲ χαλεπήνειεν καὶ τὸ δαιμό‐ νιον, ὡς βίαιόν τι ποιούντων ἡμῶν καὶ ἀθέμιτον, καὶ παρὰ τοὺς νόμους τῶν θεῶν; ἐν ᾧ ὅτι πανταχόθεν οὔτε ἀσύμφορον, οὔτε ὁλόκληρον ἐργῶδες τὸ ἐγχείρημα, ἀλλὰ | |
15 | καὶ ὀλίγα ἀρκέσει χρήματα· κἂν εἰ πολλὰ εἰσάπαξ ἀνα‐ λώσωμεν, τὸν δὲ ἅπαντα ἐν ἀσφαλεῖ τὰς πόλεις ἕξομεν καὶ ὀχυρῷ, ἐν ᾧ ὅτι ἐν θαλάττῃ πάντων ἀνθρώπων ἀμείνους ἐσμέν, καὶ ὅσα ἐν ταῖς νήσοις ἔχομεν, ἄληπτα ταῦτα καὶ ἀχείρωτα ἄλλοις. καρπωσόμεθα οὖν καὶ Χερ‐ | |
20 | ρόνησον, ὡς Λῆμνον, ὡς Σκῦρον.] | 320 |