TLG 2160 002 :: PYRRHUS :: Fragmenta PYRRHUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 461. Frr. 1, 3 Citation: Fragment — (line) | ||
t1-3 | ὙΠΟΜΝΗΜΑΤΑ ΒΑΣΙΛΙΚΑ. | |
1 | Pausanias I, 12, 2: Ἔστι δὲ ἀνδράσι βιβλία οὐκ ἐπιφανέσιν ἐς συγγραφὴν, ἔχοντα ἐπίγραμμα Ἔργων ὑπομνήματα εἶναι. Ταῦτα ἐπιλεγομένῳ μοι μάλιστα ἐπῆλθε θαυμάσαι Πύρρου τόλμαν τε, ἣν μαχόμενος | |
5 | αὐτός [τε] παρείχετο, καὶ τὴν ἐπὶ τοῖς ἀεὶ μέλλουσιν ἀγῶσι πρόνοιαν· ὃς καὶ τότε περαιούμενος ναυσὶν ἐς Ἰτα‐ λίαν Ῥωμαίους ἐλελήθει, καὶ ἥκων οὐκ εὐθὺς ἦν σφίσι φα‐ νερός· γινομένης δὲ Ῥωμαίων πρὸς Ταραντίνους συμ‐ βολῆς, τότε δὴ πρῶτον ἐπιφαίνεται σὺν τῷ στρατῷ, καὶ | |
---|---|---|
10 | παρ’ ἐλπίδα σφίσι προσπεσὼν, ὡς τὸ εἰκὸς, ἐτάραξεν. | |
3 | Dionys. Halic. Ant. Rom. Exc.: Οὐδὲ τόπου φύσις ἄνισος, οὔτ’ ἐπικουρίας τοῖς ἑτέροις ἄφιξις αἰφνίδιος, οὔτ’ ἄλλη τις συμφορὰ καὶ πρόφασις ἀπροσδόκητος ἐπιπεσοῦσα συνέτριψε τὰ Πύρρου πρά‐ | |
5 | γματα, ἀλλ’ ὁ τῆς ἀσεβηθείσης θεᾶς χολὸς, ὃν οὐδ’ αὐ‐ τὸς ἠγνόει Πύρρος, ὡς Πρόξενος ὁ συγγραφεὺς ἱστορεῖ καὶ αὐτὸς ὁ Πύρρος ἐν τοῖς ἰδίοις Ὑπομνήμασι γράφει. Ἐν γὰρ τῇ νυκτὶ, ἐν ᾗ τὴν στρατιὰν ἔμελλεν ἀπάξειν ἐπὶ τὸ ὄρος, ἔδοξε κατὰ τοὺς ὕπνους ἐκπεσεῖν αὐτοῦ | |
10 | πλείονας ὀδόντας, καὶ πλῆθος αἵματος ἐκ τοῦ στόματος φέρεσθαι. Ταραχθεὶς δὲ διὰ τὴν ὄψιν καὶ μεγάλην ἔσε‐ σθαι συμφορὰν μαντευόμενος, ἐβούλετο ἐπισχεῖν τὴν ἡμέραν ἐκείνην. Οὐκ ἴσχυε δὲ νικῆσαι τὴν πεπρωμένην, ἐναντιουμένων τῶν φίλων πρὸς τὴν ἀναβολὴν, καὶ μὴ | |
15 | μεθεῖναι τὸν καιρὸν ἐκ τῶν χειρῶν ἀξιούντων. | 461 |