TLG 2157 003 :: MAGNUS :: Fragmentum

MAGNUS Hist.
(Carrhaeus: A.D. 4)

Fragmentum

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 4–6.

Fr. 1

Citation: Fragment — (line)

1

(t)

(DE JULIANI BELLO PERSICO.)
1 Malalas Chron.: Καὶ κα‐ τιὼν ὁ αὐτὸς βασιλεὺς Ἰουλιανὸς κατὰ Σαββουραρσά‐ κου, βασιλέως Περσῶν, κατέφθασεν ἐν Ἱεραπόλει καὶ πέμψας κατεσκεύασε πλοῖα ἐν Σαμοσάτοις, πόλει τῆς
5Εὐφρατησίας, τὰ μὲν διὰ ξύλων, τὰ δὲ διὰ βυρσῶν, ὡς ὁ σοφώτατος Μάγνος ὁ χρονογράφος ὁ Καρρηνὸς, ὁ συνὼν αὐτῷ Ἰουλιανῷ βασιλεῖ, συνεγράψατο. Ἀπὸ δὲ Ἱεραπόλεως ἐξελθὼν ἦλθεν ἐν Κάρραις τῇ πόλει· κἀκεῖθεν εὗρε δύο ὁδοὺς, μίαν ἀπάγουσαν εἰς τὴν Νίσι‐
10βιν πόλιν, οὖσάν ποτε Ῥωμαίων, καὶ ἄλλην ἐπὶ τὸ Ῥωμαϊκὸν κάστρον τὸ λεγόμενον Κιρκήσιον, κείμενον εἰς τὸ μέσον τῶν δύο ποταμῶν τοῦ Εὐφράτου καὶ τοῦ
Ἀβορρᾶ· ὅπερ ἔκτισε Διοκλητιανὸς, βασιλεὺς Ῥω‐ μαίων. Καὶ μερίσας τὸν στρατὸν ὁ αὐτὸς βασιλεὺς πέμ‐4
15πει ἐπὶ τὴν Νίσιβιν ὁπλίτας ἄνδρας μυρίους ἑξακισχι‐ λίους μετὰ δύο ἐξάρχων Σεβαστιανοῦ καὶ Προκοπίου. Καὶ κατέφθασεν ὁ αὐτὸς Ἰουλιανὸς τὸ Κιρκήσιον κά‐ στρον· καὶ ἐάσας καὶ ἐν τῷ Κιρκησίῳ κάστρῳ, ὅσους εὗρεν ἐγκαθέτους στρατιώτας ἑξακισχιλίους, προσθεὶς
20αὐτοῖς καὶ ἄλλους ὁπλίτας ἄνδρας τετρακισχιλίους μετὰ ἐξάρχων δύο Ἀκκαμέου καὶ Μαύρου. Καὶ ἐξῆλθεν ἐκεῖ‐ θεν, καὶ παρῆλθε τὸν Ἀβορρὰν ποταμὸν διὰ τῆς γεφύ‐ ρας, τῶν πλοίων φθασάντων εἰς τὸν Εὐφράτην ποταμόν· ὧντινων πλοίων ὑπῆρχεν ὁ ἀριθμὸς διακοσίων πεντή‐
25κοντα. Καὶ συναθροίσας τὸν ἴδιον αὐτοῦ στρατὸν, ἔχων μεθ’ ἑαυτοῦ Ἀνατόλιον μάγιστρον καὶ Σαλούστιον ἔπαρ‐ χον πραιτωρίων καὶ τοὺς στρατηλάτας αὐτοῦ, ἀνελθὼν ἐν ὑψηλῷ βήματι δι’ ἑαυτοῦ προσεφώνησε τῷ στρατῷ, ἐπαινῶν αὐτοὺς καὶ προτρεπόμενος προθύμως καὶ σω‐
30φρόνως ἀγωνίσασθαι κατὰ Περσῶν. Καὶ εὐθέως ἐμβαί‐ νειν εἰς τὰ πλοῖα ἐπέτρεψεν, εἰσελθὼν καὶ αὐτὸς ὁ βα‐ σιλεὺς εἰς τὸ εὐτρεπισθὲν αὐτῷ πλοῖον, καὶ προηγεῖσθαι αὐτῶν προσκουλκάτορας προσέταξεν ἄνδρας γενναίους ἐκ τοῦ ἀριθμοῦ τῶν λαγκιαρίων καὶ ματτιαρίων χιλίους
35πεντακοσίους, κελεύσας βαστάζεσθαι καὶ τὰ σίγνα αὐ‐ τοῦ καὶ τὸν κόμητα Λουκιανὸν, ἄνδρα πολεμι‐ κώτατον, εἶναι σὺν αὐτῷ, ὅστις καὶ πολλὰ κάστρα Περσικὰ παρὰ τὸν Εὐφράτην κείμενα καὶ ἐν μέσῳ τῶν
40ὑδάτων ἐν νήσοις ὄντα ἐπόρθησε καὶ τοὺς ἐν αὐτοῖς ὄν‐ τας Πέρσας ἀνεῖλε. Βίκτορα δὲ καὶ Δαγαλάιφον κατέ‐ ταξεν ὄπισθεν τῶν λοιπῶν πλοίων εἶναι καὶ φυλάττειν τὰ πλήθη. Καὶ κατῆλθεν ὁ βασιλεὺς μετὰ τοῦ στρατοῦ παντὸς διὰ τῆς μεγάλης διώρυγος τοῦ Εὐφράτου τῆς
45μισγούσης τῷ Τίγρητι ποταμῷ· καὶ εἰσῆλθεν εἰς τὸν αὐτὸν Τίγρητα ποταμὸν, ὅπου μίγνυνται οἱ δύο ποτα‐ μοὶ καὶ ἀποτελοῦσι λίμνην μεγάλην. Καὶ παρέβαλεν εἰς τὰ Περσικὰ ἐν τῇ χώρᾳ τῶν λεγομένων Μαυζανιτῶν πλησίον Κτησιφῶντος πόλεως, ἔνθα ὑπῆρχε τὸ Περσι‐

1

(50)

κὸν βασιλεῖον· καὶ ἐπικρατὴς γενόμενος Ἰουλιανὸς ὁ βασιλεὺς ἐσκήνωσεν ἐν τῇ πεδιάδι τῆς αὐτῆς πόλεως Κτησιφῶντος, βουλόμενος μετὰ τῆς ἰδίας συγκλήτου καὶ ἕως Βαβυλῶνος εἰσελθεῖν καὶ παραλαβεῖν τὰ ἐκεῖσε. Ὁ δὲ βασιλεὺς Σαββουραρσάκιος ὑπονοήσας ὅτι διὰ τῆς
55Νισίβεως ἤρχετο ὁ βασιλεὺς Ῥωμαίων Ἰουλιανὸς, ὥρ‐ μησε κατ’ αὐτοῦ μετὰ τοῦ πλήθους αὐτοῦ παντός. Ἀπαγγελθέντος δὲ αὐτῷ ὅτι ὄπισθεν αὐτοῦ ἐστιν ὁ βα‐ σιλεὺς Ῥωμαίων Ἰουλιανὸς παραλαβὼν τὰ Περσικὰ μέρη, καὶ ὅτι ἔμπροσθεν αὐτῷ ἀπαντῶσιν οἱ στρατηγοὶ
60τῶν Ῥωμαίων καὶ πλήθη πολλὰ, καὶ γνοὺς ὅτι ἐμε‐ σάσθη, φεύγει εἰς τὴν Περσαρμενίαν, δόλῳ πέμψας δύο συγκλητικοὺς αὐτοῦ καὶ αὐτοὺς κατὰ ἰδίαν βούλησιν ῥινοτομήσας πρὸς Ἰουλιανὸν τὸν βασιλέα Ῥωμαίων, ἵνα πλανήσωσιν αὐτὸν, πρὸς τὸ μὴ καταδιωχθέντα αὐτὸν
65φθασθῆναι. Οἱ δὲ ῥινοτομηθέντες Πέρσες ἦλθον πρὸς τὸν βασιλέα Ῥωμαίων προδοῦναι, φασὶν, θέλον‐ τες τὸν βασιλέα Περσῶν, ὡς τιμωρησάμενον αὐτούς. Ἀπατηθεὶς δὲ παρ’ αὐτῶν ἐπομνυμένων ὁ αὐτὸς βασι‐ λεὺς Ἰουλιανὸς ἠκολούθησεν αὐτοῖς μετὰ τοῦ ἰδίου στρα‐
70τεύματος· καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν ἔρημον καὶ ἄνυ‐ δρον ἐπὶ μίλια ρνʹ, πλανήσαντες αὐτοὺς, τῇ εἰκάδι πέμπτῃ τοῦ Δαισίου τοῦ καὶ Ἰουνίου μηνός. Καὶ εὑρὼν (εὗρον?) ἐκεῖ τείχη παλαιὰ πεπτωκότα πόλεως λεγο‐ μένης Βουβίων, καὶ ἄλλο δὲ χωρίον, ἑστώτων μὲν τῶν
75οἰκημάτων, ἔρημον δὲ ἦν, ὅπερ ἐλέγετο Ἀσία· ἔνθα ἐλθὼν ὁ βασιλεὺς Ἰουλιανὸς καὶ ὁ πᾶς στρατὸς τῶν
Ῥωμαίων ἐκεῖ ἐσκήνωσεν. Ἐν αὐτοῖς δὲ τοῖς τόποις γενόμενοι ἐλίποντο τροφῶν, καὶ οὐδὲ τοῖς ἀλόγοις ὑπῆρχε βοτάνη· ἦν γὰρ ἐρημία· καὶ γνοὺς ὁ πᾶς στρατὸς Ῥω‐5
80μαίων ὅτι ἀπατηθεὶς ὁ βασιλεὺς ἐπλάνησεν αὐτοὺς καὶ εἰς ἐρήμους ἤγαγε τόπους, εἰς πολλὴν ἀταξίαν ἐτρά‐ πησαν. Τῇ δὲ ἑξῆς ἡμέρᾳ μηνὶ Ἰουνίου κϛʹ, ἀγαγὼν τοὺς πλανήσαντας αὐτὸν Πέρσας ἐξήτασεν αὐτούς· καὶ ὡμολόγησαν λέγοντες ὅτι «ὑπὲρ πατρίδος καὶ τοῦ βασι‐
85λέως ἡμῶν, ἵνα σωθῇ, ἐδώκαμεν ἡμᾶς ἑαυτοὺς εἰς θά‐ νατον, καὶ ἐπλανήσαμεν ὑμᾶς· ἰδοὺ οἱ δοῦλοί σου ἀπε‐ θάνομεν.» Καὶ ἀπεδέξατο αὐτοὺς μὴ φονεύσας αὐτοὺς, ἀλλὰ δοὺς λόγον αὐτοῖς, ἵνα ἐκβάλωσι τὸν στρατὸν ἐκ τῆς ἐρήμου χώρας. Καὶ περὶ ὥραν δευτέραν τῆς αὐτῆς
90ἡμέρας ὁ βασιλεὺς Ἰουλιανὸς παριὼν τὸ στράτευμα καὶ δυσωπῶν αὐτοὺς μὴ ἀτάκτως φέρεσθαι ἐτρώθη ἀδήλως· καὶ εἰσελθὼν εἰς τὸν ἴδιον παπυλεῶνα διὰ τῆς νυκτὸς
τελευτᾷ, ὡς ὁ προγεγραμμένος Μάγνος ἐξέθετο.6