TLG 2148 001 :: ARISTODEMUS :: Fragmenta

ARISTODEMUS Hist.
(p. 4 B.C./a. A.D. 2)

Fragmenta

Source: FGrH #104. : 2A:493–503.

fr. 1: Cod. Paris. suppl. gr. 607

Citation: Volume-Jacoby#-F — fragment — (line)

2a,104,F

1

COD. PARIS. SUPPL. GR. 607 f. 83 v—85 r; 86 v—87 v: (1) ** αἰτησάμενος γὰρ μίαν ἡμέραν μόνην ἔπεμψε κρύφα Σίκινον τὸν ἑαυτοῦ παιδαγωγὸν πρὸς Ξέρξην, ἐγκελευσάμενος αὐτῶι ἐπιτίθεσθαι τοῖς Ἕλλησιν καὶ ναυμαχεῖν, δηλῶν τὸν μέλλοντα δρασμὸν ἀπὸ Σαλαμῖνος. ὁ
5δὲ Ξέρξης νομίσας τὸν Θεμιστοκλέα μηδίζοντα ταῦτα ἀπεσταλκέναι, ἔπεμψε τὰς ναῦς ἐπὶ Σαλαμῖνα καὶ ἐκυκλώσατο τοὺς Ἕλληνας εἰς τὸ μένειν αὐτούς. (2) ἐσπούδασεν δὲ ὁ Ξέρξης ζεῦγμα κατασκευάσας πεζῆι ἐπιβῆναι ἐπὶ τὴν Σαλαμῖνα ὃν τρόπον διῆλθε [ἐπὶ] τὸν Ἑλλήσποντον, καὶ μέρος τι ἔχων ἧκεν κατὰ τὸ Ἡράκλειον· ἐπειδὴ δὲ ἀδύνατον ἦν τὸ πᾶν γεφυρωθῆναι,
10καθεζόμενος ἐπὶ τοῦ Πάρνηθος ὄρους (ἐγγὺς δὲ ἦν τοῦτο) ἑώρα τὴν ναυμαχίαν. (3) ἤρξαντο δὲ τοῦ ναυμαχεῖν Ἀμεινίας Ἀθηναῖος, υἱὸς μὲν Εὐφορίωνος, ἀδελφὸς δὲ Κυνεγείρου καὶ Αἰσχύλου τοῦ τραγωιδοποιοῦ.
ἐνίκων μὲν οὖν πάντες οἱ Ἕλληνες, ἐκπρεπέστερον δὲ οἱ Ἀθηναῖοι. (4) συνεστηκυίας δὲ τῆς μάχης ὁ Ξέρξης ἱκανὰς μυριάδας ἐπεβίβασεν εἰς2
15τὴν πλησίον νησῖδα παρακειμένην τῆι Σαλαμῖνι, ὀνομαζομένην Ψυτ〈τ〉ά‐ λειαν, ἐκπληττόμενός τε τοὺς Ἕλληνας καὶ βουλόμενος τὰ προσφερόμενα ναυάγια τῶν βαρβάρων ἀνασώζεσθαι. Ἀριστείδης δὲ Ἀθηναῖος, υἱὸς Λυσιμάχου, καλούμενος δίκαιος, ἐξωστρακισμένος ἐκ τῶν Ἀθηνῶν καὶ ὑπάρχων ἐν Αἰγίνηι τότε, συμμαχῶν καὶ αὐτὸς τοῖς Ἕλλησιν παρεγένετο
20πρὸς Θεμιστοκλέα καὶ στρατὸν αὐτὸν ἤιτησεν εἰς τὸ ἀμύνασθαι τοὺς ἐν τῆι Ψυτ〈τ〉αλείαι· ὁ δὲ καίπερ ἐχθρὸς αὐτῶι γεγονὼς ὅμως ἔδωκε. λαβὼν δὲ Ἀριστείδης ἐπέβη εἰς τὴν Ψυττάλειαν καὶ πάντας τοὺς βαρβάρους ἐφόνευσε, καὶ μέγιστον τοῦτο τὸ ἔργον ἐπεδείξατο ὑπὲρ τῶν Ἑλλήνων. (5) διασημότερον δὲ ἠγωνίσα[ν]το τῆι ναυμαχίαι καὶ ἠρίστευσεν Ἀμεινίας,
25τῶν δὲ βαρβάρων γυνὴ Ἁλικαρνασὶς τὸ γένος, ὄνομα δὲ Ἀρτεμισία, ἥτις διωκομένης τῆς νεὼς αὐτῆς καὶ κινδυνεύουσα ἀπολέσθαι τὴν ἔμπροσθεν ναῦν ἰδίαν οὖσαν ἐβύθισεν· ὁ δὲ Ἀμεινίας δόξας σύμμαχον εἶναι τῶν Ἑλλήνων, ἀπετράπη τοῦ διώκειν. ὁ δὲ Ξέρξης θεασάμενος τὸ γενόμενον εἶπεν· ‘οἱ μὲν ἄνδρες μοι γυναῖκες γεγόνασιν, αἱ δὲ γυναῖκες ἄνδρες.‘
30(6) ἠρίστευσαν δὲ τῶν Ἑλλήνων ἐκπρεπέστερον μετὰ Ἀθηναίους Αἰγινῆται, οἵτινες κατὰ τὸ στενὸν τοῦ πορθμοῦ κατατάξαντες ἑαυτοὺς πολλὰς τῶν βαρβάρων νῆας φευγούσας εἰς τὸ στενὸν παραδεχόμενοι ἐβύθιζον. (7) ἡττηθέντων δὲ τῶν βαρβάρων καὶ φυγόντων οἱ Ἕλληνες ἐβούλοντο λύειν τὸ ἐπὶ τοῦ Ἑλλησπόντου ζεῦγμα καὶ καταλαμβάνεσθαι Ξέρξην ἐν
35τῆι Ἑλλάδι, Θεμιστοκλῆς δὲ οὐκ οἰόμενος ἀσφαλὲς εἶναι οὐδὲ τοῦτο, δεδοικὼς μήποτε, ἐὰν ἀπογνῶσι τὴν σωτηρίαν οἱ βάρβαροι, φιλοκινδυνώτερον ἀγωνίσονται ἐξ ὑποστροφῆς, ἀντέπρασσε. κεκυρωμένων δὲ οὐδὲν ἰσχύων ἔπεμψε κρύφα Ξέρξηι δηλῶν ὅτι μέλλουσιν οἱ Ἕλληνες λύειν τὸ ζεῦγμα· ὁ δὲ φοβηθεὶς ἔφευγεν. (8) ἐν δὲ τῆι ναυμαχίαι τῆι περὶ Σαλαμῖνα
40καὶ οἱ θεοὶ συνεμάχησαν τοῖς Ἕλλησιν. Δίκαιος γὰρ ὁ Θεοκύδους, ἀνὴρ Ἀθηναῖος, ἔφη θεάσασθαι ἐν τῶι Θριασίωι πεδίωι κονιορτὸν ὡς δισμυρίων ἀνδρῶν ἀναφερόμενον ἀπ’ Ἐλευσῖνος, βοώντων τὸν μυστικὸν Ἴακχον· τὸν δὲ κονιορτὸν νεφωθέντα ἐμπεσεῖν ἐς τὰς ναῦς τῶν Ἑλλήνων. (2) φεύγοντος δὲ τοῦ Ξέρξου Μαρδόνιος, υἱὸς Γωβρύου τοῦ καὶ αὐτοῦ
45ἐπιθεμένου τοῖς 〈μά〉γοις, συμπ〈επει〉κ̣ὼ̣ς̣ καὶ αὐτὸς Ξέρξην στρατεῦσαι ἐπὶ τὴν Ἑλλάδα, ἠιτιᾶτο τὸ πολὺ πλῆθος τῶν βαρβάρων ὡς αἴτιον γεγονὸς τῆς ἥττης ὑπέσχετό τε νικήσειν τοὺς Ἕλληνας, εἰ λάβοι στρατοῦ μυριάδας λ.
(2) λαβὼν δὲ ὁ Μαρδόνιος ἔπεμψε πρῶτον πρὸς Ἀθηναίους Ἀλέξανδρον τὸν Μακεδόνα, τὸν Φιλίππου πρόγονον, ὑπισχνούμενος δώσειν αὐτοῖς μύρια493

2a,104,F

1

(50)

τάλαντα καὶ γῆν ὅσην αὐτοὶ βούλονται τῆς Ἑλλάδος τηρήσειν τε ὑποσχόμενος καὶ τὴν ἐλευθερίαν αὐτοῖς καὶ τὴν αὐτονομίαν, εἰ ἕλοιντο μένειν ἐφ’ ἑαυτῶν καὶ μὴ συμμαχεῖν τοῖς Ἕλλησιν. ἐπειδὴ δὲ ὁ Ἀλέξανδρος παρεγένετο εἰς τὰς Ἀθήνας καὶ ταῦτ’ ἐδήλωσεν, οἱ Ἀθηναῖοι οὔτε τοὺς λόγους προσεδέ‐ ξαντο ὑβρίσαντές τε τὸν Ἀλέξανδρον ἀπεπέμψαντο. (3) ὁ δὲ Μαρδόνιος
55ἀποτυχὼν ἐν τούτοις ἐπῆλθεν εἰς τὰς Ἀθήνας καὶ τὰ ἔτι περιλειπόμενα μέρη προσενέπρησεν, παραγενόμενός τε εἰς τὰς Θήβας ἅμα τῶι στρατῶι ἐνταῦθα ἐστρατοπεδεύσατο, οἱ δὲ Ἕλληνες ἐστρατοπεδεύσαντο ἐν Πλαταιαῖς· τὰ δὲ μεταξὺ Θηβ[αι]ῶν καὶ Πλαταιῶν στάδιά ἐστιν π. συνπαρετάσσοντο δὲ Μαρδονίωι Βοιωτῶν μυριάδες δ. (4) εἶχον δὲ τὸ μὲν δεξιὸν κέρας
60Πέρσαι καὶ Μαρδόνιος, τὸ δὲ εὐώνυμον οἱ μηδίσαντες Ἕλληνες. τῶν δὲ Ἑλλήνων οἱ μὲν Ἀθηναῖοι εἶχον τὸ δεξιόν, τὸ δὲ εὐώνυμον Λακεδαιμόνιοι. μετέστησαν δὲ [αὐτοὺς] 〈Ἀθηναίουσ〉 οἱ Λακεδαιμόνιοι, φήσαντες [αὐτοὺς Ἀθηναίους] ἐμπειροτέρους εἶναι πρὸς τὸ μάχεσθαι Πέρσαις. ἐν δὲ τούτωι Μαρδόνιος δεδοικὼς μάχεσθαι Ἀθηναίοις μετέστησέ τε τὴν φάλαγγα 〈καὶ
65αὐτόσ〉, καὶ οὕτως συνέβη τοῖς Λακεδαιμονίοις καὶ ἀκουσίοις μάχεσθαι τοῖς Πέρσαις. ἐστρατήγει δὲ Λακεδαιμονίων μὲν Παυσανίας ὁ Κλεομβρότου, Ἀθηναίων δὲ Ἀριστείδης ὁ δίκαιος. γενομένης δὲ τῆς συμβολῆς τῶν Περσῶν, Ἀθηναῖοι ἐπεβοήθησαν τοῖς Λακεδαιμονίοις καὶ ἐνίκησαν. (5) ἐνταῦθα Μαρδόνιος ἔπεσεν γυμνῆι τῆι κεφαλῆι μαχόμενος, ἀναιρεθεὶς ὑπὸ Ἀειμνήστου
70ἀνδρὸς Λακεδαιμονίου. ἠρίστευσε δὲ ἐνταῦθα καὶ Ἀριστόδημος ὁ ὑποστρέψας ἀπὸ Θερμοπυλῶν καὶ κληθεὶς διὰ τοῦτο ὁ τρέσας. διὸ Λακεδαιμόνιοι οὐκ ἔδωκαν αὐτῶι τὸ γέρας τῆς ἀριστείας, ἡγησάμενοι τὸ μὲν πρῶτον γενό‐ μενον περὶ τὴν λειποταξίαν γνώμης εἶναι, τὸ τελευταῖον δὲ περὶ τὴν ἀριστείαν τύχης.
75 (3) ἐπειδὴ δὲ ἔπεσεν ὁ Μαρδόνιος, οἱ Πέρσαι ἔφυγον εἰς τὰς Θήβας, οἱ δὲ Ἕλληνες ἐπελθόντες δώδεκα μυριάδας αὐτῶν ἐφόνευσαν. ἑξάκις δὲ μυρίων ἐπιστρεφόν〈των〉 ἐπὶ τὴν οἰκείαν, Ἀλέξανδρος ὁ Μακεδών, ἰδίαι (?) πρεσβευσάμενος πρὸς τοὺς Ἀθηναίους περὶ ὧν ἀπεστάλη ὑπὸ Μαρδονίου, πάντας αὐτοὺς γενομένους κατὰ Μακεδονίαν ἐφόνευσεν, ἀπολογού‐
80μενος ὅτι ἄκων ἐμήδισεν. (2) καὶ οἱ ἐν ταῖς ναυσὶν δὲ Ἕλληνες ἐδίωκον τὸ ναυτικὸν τὸ Ξέρξου, πλεύσαντές 〈τε〉 σταδίους δ (?) τοὺς ἀπὸ Σαλαμῖνος εἰς Μίλητον κατέλαβον τὰς ναῦς τῶν βαρβάρων καὶ ἕτοιμοι ἦσαν ναυμαχεῖν. οἱ δὲ βάρβαροι οὐ πιστεύοντες ταῖς ναυσὶ διὰ τὸ πεπειρᾶσθαι τῆς Ἀθηναίων ἐμπειρίας494
85ἐξέβησαν καὶ ἐστρατοπεδεύσαντο περὶ Μυκάλην, ὅπερ ἐστὶν ὄρος τῆς Μιλησίας. καὶ οἱ Ἕλληνες δὲ ἀποβάντες συνέβαλον αὐτοῖς καὶ 〈ὑπὲρ〉 τὰς δ μυριάδας ἐφόνευσαν τάς τε ναῦς ἐρήμους παρέλαβον, 〈κατὰ τὴν αὐτὴν ἡμέραν〉 γιγνομένης τε τῆς μάχης τῆς ἐν Πλαταιαῖς καὶ νικώντων τῶν περὶ Μυκάλην Ἑλλήνων. (3) ἐστρατήγει δὲ 〈ἐπὶ〉 τῆς Μυκάλης Λακεδαι‐
90μονίων μὲν Λεωτυχίδας ὁ βασιλεύς, Ἀθηναίων δὲ Ξάνθιππος ὁ Ἀρίφρονος, ὁ Περικλέους πατήρ. (4) οἱ δὲ ἐν ταῖς Πλαταιαῖς Ἕλληνες μετὰ τὸ νικῆσαι ἔστησαν τρόπαια, καὶ ἑορτὴν ἤγαγον Ἐλευθέρια προσαγορεύσαντες, Θηβαίους τε, καθὼς ὤμοσαν, ἐδεκάτευσαν.
95
τέλος τοῦ ** | τὸ * (4) Ἀπὸ δὲ τῆς Περσικῆς στρατείας ἐπὶ τὸν Πελοποννησ〈ιακὸν πόλεμον ὑπὸ τῶν Ἑλλήνων (?)〉 ἐπράχθη τάδε. (1) ἐπειδὴ ἐξήλασαν τοὺς Πέρσας οἱ Ἕλληνες 〈ἐκ τῆς Εὐρώπης, ἀπο〉φυγόν〈των〉 τῶν ἀπολει〈φθέντων β〉α〈ρβά〉ρων εἰς Σηστόν, οἱ

2a,104,F

1

(100)

Ἀθηναῖοι προσέμενον προσπολεμοῦντες, ** καὶ Παυσανίας ὁ Κλεομβρότου, ὁ τῶν Λακεδαιμονίων στρατηγός, 〈οὐ〉 κατὰ φιλοτιμίαν τὴν ὑπὲρ τῶν Ἑλλήνων, ἀλλὰ διὰ προδοσίαν· συντεθειμένος γὰρ ἦν Ξέρξηι προδώσεσθαι αὐτῶι τοὺς Ἕλληνας ἐπὶ τῶι λαβεῖν θυγατέρα παρ’ αὐτοῦ πρὸς γάμον. ὃς ἐπηρμένος τῆι τε ἐλπίδι ταύτηι καὶ τῶι εὐτυχήματι τῶι ἐν Πλαταιαῖς
105οὐκ ἐμετρ〈ι〉οπάθει ἀλλὰ πρῶτον μὲν τρίποδα ἀναθεὶς τῶι ἐν Δελφοῖς Ἀπόλλωνι ἐπίγραμμα ἔγραψε πρὸς αὑτὸν τοιοῦτον·
Ἑλλήνων ἀρχηγὸς ἐπεὶ στρατὸν ὤλεσε Μήδων
Παυσανίας Φοίβωι μνῆμ’ ἀνέθηκε τόδε. (2) τῶν δὲ ὑποτεταγμένων αὐτῶι πικρῶς ἦρχε καὶ τυραννικῶς, τὴν μὲν
495
110Λακωνικὴν δίαιταν ἀποτεθειμένος, ἐπιτετηδευκὼς δὲ τὰς τῶν Περσῶν ἐσθῆτας φορεῖν καὶ Περσικὰς τραπέζας παρατεθειμένος πολυτελεῖς, ὡς ἔθος ἐκείνοις. (5) κατὰ δὲ τοῦτον τὸν χρόνον Ἀθηναῖοι, ἐμπεπρησμένης αὐτῶν τῆς πόλεως ὑπὸ Ξέρξου καὶ Μαρδονίου, ἐβουλεύοντο τειχίζειν αὐτήν, οἱ
115δὲ Λακεδαιμόνιοι οὐκ ἐπέτρεπον αὐτοῖς, πρόφασιν μὲν ποιούμενοι ὁρμητή‐ ριον εἶναι τὰς Ἀθήνας τῶν ἐπιπλεόντων βαρβάρων, τὸ δὲ ἀληθὲς φθονοῦντες καὶ μὴ βουλόμενοι πάλιν αὐξηθῆναι· οὓς Θεμιστοκλῆς συνέσει διαφέρων κατεστρατήγησεν, 〈ἀκριβῶς γιγνώσκων〉 αὐτῶν τὸν φθόνον. (2) ἐγκελευ‐ σάμενος γὰρ τοῖς Ἀθηναίοις τειχίζειν τὴν πόλιν ὤιχετο εἰς Λακεδαίμονα
120ὡς πρεσβεύων, λόγων τε γιγνομένων παρὰ τοῖς Λακεδαιμονίοις ὅτι Ἀθηναῖοι τειχίζουσι τὴν πόλιν, ἀντέλεγεν Θεμιστοκλῆς. ὡς δὲ οὐκ ἐπίστευον οἱ Λακεδαιμόνιοι, ἔπεισεν αὐτοὺς πρέσβεις πέμψαι τινὰς ἐξ αὐτῶν εἰς τὰς Ἀθήνας τοὺς γνωσομένους εἰ κτίζοιτο ἡ πόλις. τῶν δὲ Λακεδαιμονίων ἑλομένων ἄνδρας καὶ πεμψάντων, Θεμιστοκλῆς κρύφα ὑπέπεμπε τοῖς
125Ἀθηναίοις κατέχειν παρ’ ἑαυτοῖς τοὺς ἀπεσταλμένους τῶν Λακεδαιμονίων ἄνδρας, ἕως ἂν αὐτὸς ὑποστρέψηι εἰς τὰς Ἀθήνας. (3) πραξάντων δὲ τοῦτο τῶν Ἀθηναίων, οἱ Λακεδαιμόνιοι αἰσθόμενοι τὴν ἀπάτην Θεμιστο‐ κλέους, οὐδὲν διέθεσαν αὐτὸν δεινόν, δεδοικότες περὶ τῶν ἰδίων, ἀλλ’ ἀποδόντες αὐτὸν ἐκομίσαντο τοὺς ἰδίους. (4) ἐν δὲ τῶι μεταξὺ χρόνωι
130ἐτειχίσθησαν αἱ Ἀθῆναι τὸν τρόπον τοῦτον. ὁ μὲν τοῦ ἄστεως περίβολος ἑξήκοντα σταδίων ἐτειχίσθη, τὰ δὲ μακρὰ τείχη φέροντα ἐπὶ τὸν Πειραιᾶ ἐξ ἑκατέρου μέρους σταδίων μ, ὁ δὲ τοῦ Πειραιῶς περίβολος σταδίων π (ἔστι δὲ ὁ Πειραιεὺς λιμὴν εἰς δύο διηιρημένος, κέκληται δὲ αὐτοῦ τὸ μέν τι μέρος Μουνυχία, τὰ δεξιὰ δὲ ἄκρα τοῦ Πειραιῶς Ἠετιώνεια καλεῖται·
135ὄχθος δέ ἐστιν ἐν Πειραιεῖ, ἐφ’ οὗ τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἵδρυται). τὸ δὲ Φαληρικὸν τεῖχος ἐκτίσθη σταδίων λ· πλατὺ δὲ ὥστε δύο ἅρματα ἀλλήλοις συναντᾶν. καὶ ἡ μὲν τῶν Ἀθηναίων πόλις οὕτως ἐτειχίσθη. (6) ὁ δὲ Θεμιστοκλῆς διὰ τὴν ὑπερβάλλουσαν σύνεσιν καὶ ἀρετὴν φθονηθεὶς ἐξεδιώχθη ὑπὸ τῶν Ἀθηναίων καὶ παρεγένετο εἰς Ἄργος.
140(2) Λακεδαιμόνιοι δὲ ἀκούσαντες τὰ περὶ τῆς ἐγκεχειρισμένης προδοσίας
Παυσανίαι, πέμψαντες αὐτῶι τὴν σκυτάλην μετεκαλοῦντο αὐτὸν ὡς ἀπο‐ λογησόμενον. (3) ὁ δὲ Παυσανίας ἐλθὼν εἰς τὴν Σπάρτην ἀπελογήσατο, καὶ ἀπατήσας τοὺς Λακεδαιμονίους, ἀπολυθεὶς τῆς αἰτίας ὑπεξῆλθεν καὶ πάλιν ἐνήργει τὴν προδοσίαν. (7) ἐν δὲ τούτωι οἱ Ἕλληνες ἀφιστά‐496
145μενοι ἀπὸ τῶν Λακεδαιμονίων διὰ τὸ πικρῶς τυραννεῖσθαι ὑπὸ τοῦ Παυσανίου προσετίθεντο τοῖς Ἀθηναίοις, καὶ οὕτως ἤρξαντο πάλιν οἱ Ἀθηναῖοι φόρους λαμβάνοντες αὔξεσθαι· ναῦς τε γὰρ κατεσκεύαζον 〈καὶ κοινὸν τῶν Ἑλληνικῶν χ〉ρημάτων θησαυροφυλάκιον ἐποιήσαντο ἐν Δήλωι, 〈ὕστερον δὲ (?) ............ τάλ〉αντα ἐκ τῆς Δήλου τὰ συναχθέντα

2a,104,F

1

(150)

μετεκόμισαν εἰς τὰς Ἀθήνας καὶ κατέθεντο ἐντὸς ἐν ἀκροπόλει. (8) ὁ δὲ Παυσανίας ὑπάρχων ἐν Βυζαντίωι ἀναφανδὸν ἐμήδιζεν καὶ κακὰ διετίθει τοὺς Ἕλληνας. διεπράξατο δέ τι καὶ τοιοῦτον. ἦν ἐπι‐ χωρίου τινὸς θυγάτηρ Κορωνίδου ὄνομα, ἐφ’ ἣν ἔπεμψεν ὁ Παυσανίας ἐξαιτῶν τὸν πατέρα· ὁ δὲ Κορωνίδης δεδοικὼς τὴν ὠμότητα τοῦ Παυσα‐
155νίου ἔπεμψεν αὐτῶι τὴν παῖδα. ἧς καὶ παραγενομένης νυκτὸς ἐς τὸ οἴκημα, κοιμωμένου τοῦ Παυσανίου, καὶ παραστάσης, περίυπνος γενόμενος ὁ Παυσανίας δόξας τε κατ’ ἐπιβουλήν τινα εἰσεληλυθέναι ἐπαράμενος τὸ ξιφίδιον ἐπερόνησε τὴν κόρην καὶ ἀπέκτεινε. καὶ διὰ τοῦτο εἰς μανίαν περιέστη, καὶ γενόμενος φρενομανὴς ἐκεκράγει, ὡς δὴ μαστιγούμενος ὑπὸ
160τῆς κόρης· πολλοῦ δὲ χρόνου διαγενομένου ἐξιλάσατο τοὺς δαίμονας τῆς παιδὸς καὶ οὕτως ἀποκατέστη. (2) τῆς δὲ προδοσίας οὐκ ἐπαύετο ἀλλὰ γράψας ἐπιστολὰς Ξέρξηι Ἀργιλίωι ἀγαπωμένωι ἑαυτοῦ δίδωσι ταύτας, ἐγκελευσάμενος κομίζειν πρὸς Ξέρξην. ὁ δὲ Ἀργίλιος δεδοικὼς περὶ αὑτοῦ, ἐπειδὴ γὰρ οὐδὲ οἱ πρότεροι πεμφθέντες ἀπενόστησαν, πρὸς Ξέρξην οὐ
165παρεγένετο, ἐλθὼν δὲ εἰς Σπάρτην τοῖς ἐφόροις ἐμήνυσε τὴν προδοσίαν, ὑπέσχετο δὲ κατάφωρον δείξειν τὸν Παυσανίαν. καὶ συνθέμενος περὶ τούτων ἦλθεν εἰς Ταίναρον ἔν τε τῶι τοῦ Ποσειδῶνος τεμένει ἱκέτευεν· οἱ δὲ ἔφοροι παραγενόμενοι καὶ αὐτοὶ εἰς τὸ αὐτὸ τέμενος καὶ διπλῆν σκηνὴν κατασκευάσαντες ἐν αὐτῆι ἔκρυψαν ἑαυτούς. (3) οὐκ ἐπιστάμενος δὲ ὁ
170Παυσανίας ταῦτα, ἀκούσας δὲ τὸν Ἀργίλιον ἱκετεύοντα, παρεγένετο πρὸς αὐτὸν καὶ ἀπεμέμφετο ἐπὶ τῶι μὴ κομίσαι τὰς ἐπιστολὰς πρὸς Ξέρξην,
ἄλλα τέ τινα τεκμήρια διεξήιει τῆς προδοσίας. οἱ δὲ ἔφοροι ἀκούσαντες τῶν ῥηθέντων παραχρῆμα μὲν οὐ συνελάβοντο αὐτὸν διὰ τὸ εἶναι ἅγιον τὸ τέμενος ἀλλ’ εἴασαν ἀπελθεῖν, ὕστερον δὲ αὐτὸν ἐλθόντα εἰς Σπάρτην497
175ἐβούλοντο συλλαμβάνεσθαι· ὁ δὲ ὑπονοήσας εἰσέδραμεν εἰς τὸ τῆς Χαλκι‐ οίκου Ἀθηνᾶς τέμενος καὶ ἱκέτευεν. (4) τῶν δὲ Λακεδαιμονίων ἐν ἀπόρωι ὄντων διὰ τὴν εἰς τὸν θεὸν θρησκείαν, ἡ μήτηρ τοῦ Παυσανίου βαστάσασα πλίνθον ἔθηκεν ἐπὶ τῆς εἰσόδου τοῦ τεμένους, προκαταρχομένη τῆς κατὰ τοῦ παιδὸς κολάσεως· οἱ δὲ Λακεδαιμόνιοι κατακολουθήσαντες αὐτῆι ἐνωι‐
180κοδόμησαν τὸ τέμενος, καὶ λιμῶι διαφθαρέντος τοῦ Παυσανίου, ἀνελόντες τὴν στέγην, ἐξείλκυσαν τοῦ ναοῦ ἔτι ἐμπνέοντα τὸν Παυσανίαν καὶ ἐξέρριψαν. (5) διὰ δὲ τοῦτο λοιμὸς αὐτοὺς κατέσχεν· θεοῦ δὲ χρήσαντος, ἐπὰν ἐξι‐ λάσωνται τοὺς δαίμονας τοῦ Παυσανίου, παύσασθαι τὸν λοιμόν, ἀνδριάντα αὐτῶι ἀνέστησαν, καὶ ἐπαύσατο ὁ λοιμός. (9) ζητήσεως δὲ οὔσης παρὰ
185τοῖς Ἕλλησι τίνας δεῖ προγραφῆναι αὐτῶν τῶν συμμεμαχηκότων ἐν τῶι Μηδικῶι πολέμωι, ἐξεῦρον οἱ Λακεδαιμόνιοι τὸν δίσκον, ἐφ’ οὗ κυκλοτερῶς ἐπέγραψαν τὰς ἠγωνισμένας πόλεις, ὡς μήτε πρώτους τινὰς γεγράφθαι μήθ’ ὑστέρους. (10) Λακεδαιμόνιοι δέ, ἐπειδὴ τὰ τοῦ Παυσανίου ἐπονειδίστως ἐκε‐
190χωρήκει, τοὺς Ἀθηναίους ἔπειθον λέγοντες ἐν ταῖς Παυσανίου ἐπιστολαῖς κοινωνὸν εὑρηκέναι τῆς προδοσίας Θεμιστοκλέα. ὁ δὲ Θεμιστοκλῆς δεδοικὼς τοὺς Λακεδαιμονίους οὐκ ἔμεινεν ἐν τῶι Ἄργει ἀλλὰ παρεγένετο εἰς Κέρ‐ κυραν κἀκεῖθεν εἰς Μολοσσοὺς πρὸς Ἄδμητον βασιλέα, ὄντα καὶ ἐχθρὸν αὐτῶι πρότερον. (2) τῶν δὲ Λακεδαιμονίων παραγενομένων πρὸς τὸν
195Ἄδμητον καὶ ἐξαιτούντων αὐτόν, ἡ γυνὴ τοῦ Ἀδμήτου ὑπέθετο Θεμιστοκλεῖ ἁρπάσαι τὸν τοῦ βασιλέως παῖδα καὶ καθεσθῆναι ἐπὶ τῆς ἑστίας ἱκετεύ‐ οντα. πράξαντος δὲ τοῦ Θεμιστοκλέους, ὁ Ἄδμητος κατελεήσας αὐτὸν οὐκ ἐξέδωκεν ἀλλ’ ἀπεκρίθη τοῖς Πελοποννησίοις μὴ ὅσιον εἶναι ἐκδοῦναι τὸν ἱκέτην. (3) ὁ δὲ Θεμιστοκλῆς οὐκ ἔχων ὅπου ὑποστρέψει ἐπὶ τὴν Περσίδα

2a,104,F

1

(200)

ἔπλει. ἐκινδύνευσε δὲ καὶ πλέων ἁλῶναι καὶ παραληφθῆναι. Νάξον γὰρ πολιορκούντων τῶν Ἀθηναίων ἡ ναῦς τοῦ Θεμιστοκλέους χειμῶνος ἐπιγενο‐ μένου προσήγετο τῆι Νάξωι· ὁ δὲ Θεμιστοκλῆς δεδοικὼς μήποτε συλληφθῆι ὑπὸ τῶν Ἀθηναίων ἠπείλησε τῶι κυβερνήτηι ἀναιρήσειν αὐτόν, εἰ μὴ ἀντέχοι τοῖς πνεύμασιν. ὁ δὲ κυβερνήτης δείσας τὴν ἀπειλὴν ὥρμησεν
205ἐπὶ σάλου νύκτα καὶ ἡμέραν καὶ ἀντέσχε τοῖς ἀνέμοις· καὶ οὕτω Θεμι‐
στοκλῆς διασωθεὶς παρεγένετο εἰς τὴν Περσίδα. (4) καὶ Ξέρξην μὲν οὐ κατέλαβε ζῶντα, Ἀρταξέρξην δὲ τὸν υἱὸν αὐτοῦ· ὧι οὐκ ἐνεφανίσθη ἀλλὰ διατρίψας ἐνιαυτὸν καὶ μαθὼν τὴν Περσικὴν γλῶσσαν, τότε παρεγένετο πρὸς τὸν Ἀρταξέρξην, καὶ ὑπέμνησεν αὐτὸν τῶν εὐεργεσιῶν, ἃς ἐδόκει498
210κατατεθεῖσθαι εἰς τὸν πατέρα αὐτοῦ Ξέρξην, λέγων καὶ τῆς σωτηρίας αὐτῶι γεγενῆσθαι αἴτιος, ὑ̣π̣ο̣δείξας λύ〈σο〉ντας τοὺς 〈Ἕλλ〉ηνας τὸ ζεῦγμα. ὑπέ‐ σχετο δέ, εἰ λάβοι στρατὸν παρ’ αὐτοῦ, χειρώσασθαι τοὺς Ἕλληνας. (5) ὁ δὲ Ἀρταξέρξης προσσχὼν τοῖς εἰρημένοις ἔδωκεν αὐτῶι στρατὸν καὶ τρεῖς πόλεις εἰς χορηγίαν, Μαγνησίαν μὲν εἰς σῖτον, Λάμψακον δὲ εἰς οἶνον,
215Μυοῦντα δὲ εἰς ὄψον. λαβὼν δὲ Θεμιστοκλῆς καὶ παραγενόμενος εἰς Μαγνη‐ σίαν, ἐγγὺς ἤδη γενόμενος τῆς Ἑλλάδος μετενόησεν, οὐχ ἡγησάμενος δεῖν πολεμεῖν τοῖς ὁμοφύλοις· θύων δὲ τῆι Λευκοφρύνηι Ἀρτέμιδι, σφαττομένου ταύρου ὑποσχὼν φιάλην καὶ πληρώσας αἵματος ἔπιεν καὶ ἐτελεύτησεν. (11) οἱ δὲ Ἕλληνες 〈οὐ〉 γνόντες ταῦτα ἐξεδίωκον τὸν στρατὸν τὸν
220ἅμα τῶι Θεμιστοκλεῖ, καὶ παραγενόμενοι δὲ ἔγνωσαν καὶ ἀντεπεστράτευον τῶι Ἀρταξέρξηι εὐθέως τε τὰς Ἰωνικὰς καὶ τὰς λοιπὰς πόλεις Ἑλληνίδας ἠλευθέρουν Ἀθηναῖοι. (2) Κίμωνος δὲ τοῦ Μιλτιάδου στρατηγοῦντος ἀνέ‐ πλευσαν ἐπὶ τὴν Παμφυλίαν κατὰ τὸν λεγόμενον Εὐρυμέδοντα ποταμὸν καὶ ἐναυμάχησαν Φοίνιξι καὶ Πέρσαις καὶ λαμπρὰ ἔργα ἐπεδείξαντο, ἑκατόν
225τε ναῦς ἑλόντες αὐτάνδρους ἐπεζομάχησαν· καὶ δύο τρόπαια ἔστησαν, τὸ μὲν κατὰ γῆν τὸ δὲ κατὰ θάλατταν. (3) ἔπλευσαν δὲ καὶ κατὰ Κύπρον καὶ ἐπ’ Αἴγυπτον. ἐβασίλευσε δὲ τῆς Αἰγύπτου Ἴναρος υἱὸς Ψαμμητίχου, ὃς ἀποστὰς Ἀρταξέρξου βοηθοὺς ἐπηγάγετο αὑτῶι τοὺς Ἀθηναίους, οἵτινες ἔχοντες ϛ ναῦς ἐπολέμησαν ἐπὶ ἔτη ἓξ τοῖς βαρβάροις. (4) μετὰ δὲ ταῦτα
230Μεγάβυξος ὁ Ζωπύρου καταπεμφθεὶς ὑπὸ Ἀρταξέρξου, ὡρμημένων τῶν Ἀθηναίων ἐν τῆι καλουμένηι Προσωπίτιδι νήσωι ἐπί τινος ποταμοῦ, ἐκτρέπει τὸ ῥεῖθρον τοῦ ποταμοῦ ἐποίησέ τε τὰς ναῦς ἐπὶ τῆς γῆς ἀπολειφθῆναι. † ἐκτραπεισῶν δὲ ν νεῶν Ἀττικῶν προσπλεουσῶν τῆι Αἰγύπτωι οἱ περὶ τὸν Μεγάβυξον καὶ ταύτας παρέλαβον καὶ ἃς μὲν διέφθειραν, ἃς δὲ κατέ‐
235σχον. τῶν δὲ ἀνδρῶν οἱ μὲν πλείους διεφθάρησαν, ὀλίγοι δὲ παντάπασιν ὑπέστρεψαν εἰς τὴν οἰκείαν. (12) μετὰ δὲ ταῦτα Ἑλληνικὸς πόλεμος ἐγένετο Ἀθηναίων καὶ Λακε‐
δαιμονίων ἐν Τανάγραι. καὶ οἱ μὲν Λακεδαιμόνιοι ἦσαν τὸν ἀριθμὸν μύριοι τρισχίλιοι, οἱ δὲ Ἀθηναῖοι μύριοι ἑξακισχίλιοι· καὶ νικῶσιν Ἀθη‐499
240ναῖοι. (2) παραταξάμενοι δὲ πάλιν ἐν Οἰνοφύτοις, στρατηγοῦντος αὐτῶν Τολμίδου καὶ Μυρωνίδου, ἐνίκησαν Βοιωτοὺς καὶ κατέσχον Βοιωτίαν. (13) εὐθὺς ἐστράτευσαν ἐπὶ Κύπρον, στρατηγοῦντος αὐτῶν Κίμωνος τοῦ Μιλτιάδου. ἐνταῦθα λιμῶι συνεσχέθησαν, καὶ Κίμων νοσήσας ἐν Κιτίωι πόλει τῆς Κύπρου τελευτᾶι. οἱ δὲ Πέρσαι ὁρῶντες κεκακωμένους
245τοὺς Ἀθηναίους, περιφρονήσαντες αὐτῶν ἐπῆλθον ταῖς ναυσίν· καὶ ἀγὼν γίνεται κατὰ θάλατταν, ἐν ὧι νικῶσιν Ἀθηναῖοι. (2) καὶ στρατηγὸν αἱροῦνται Καλλίαν τὸν ἐπίκλην Λακκόπλουτον, ἐπεὶ θησαυρὸν εὑρὼν ἐν Μαραθῶνι ἀνελόμενος αὐτὸν ἐπλούτησεν. οὗτος ὁ Καλλίας ἐσπείσατο πρὸς Ἀρταξέρξην καὶ τοὺς λοιποὺς Πέρσας. ἐγένοντο δὲ αἱ σπονδαὶ ἐπὶ

2a,104,F

1

(250)

τοῖσδε· ἐφ’ ὧι ἐντὸς Κυανέων καὶ Νέσσου (?) ποταμοῦ καὶ Φασηλίδος, ἥτις ἐστὶν πόλις Παμφυλίας, καὶ Χελιδονέων μὴ μακροῖς πλοίοις καταπλέωσι Πέρσαι, καὶ ἐντὸς τριῶν ἡμερῶν ὁδόν, 〈ἢ〉 ἣν ἂν ἵππος ἀνύσηι διωκόμενος, μὴ κατιῶσιν. καὶ σπονδαὶ οὖν ἐγένοντο τοιαῦται. (14) μετὰ δὲ ταῦτα Ἑλληνικὸς πόλεμος ἐγένετο ἐξ αἰτίας τοιαύτης
255Λακεδαιμόνιοι ἀφελόμενοι Φωκέων τὸ ἐν Δελφοῖς ἱερὸν παρέδοσαν Λοκροῖς, καὶ 〈ὕστερον Ἀθηναῖοι〉 ἀφελόμενοι αὐτοὺς ἀπέδοσαν πάλιν τοῖς Φωκεῦσιν. (2) ὑποστρεφόντων δὲ τῶν Ἀθηναίων ἀπὸ τῆς μάχης, στρατηγοῦντος αὐτῶν Τολμίδου, καὶ γενομένων κατὰ Κορώνειαν, ἐπιθέμενοι αὐτοῖς ἄφνω Βοιωτοὶ οὖσιν ἀπαρασκεύοις ἐτρέψαντο αὐτοὺς καί τινας ἐξ αὐτῶν ἐζώγρησαν,
260οὕστινας ἀπαιτούντων Ἀθηναίων οὐ πρότερον ἀπέδοσαν ἢ τὴν Βοιωτίαν ἀπολαβεῖν. (15) καὶ μετὰ ταῦτα εὐθὺς Ἀθηναῖοι περιπλεύσαντες τὴν Πελο‐ πόννησον Γύθειον εἷλον· καὶ Τολμίδης χιλίους ἔχων Ἀθηναίους ἐπιλέκτους διῆλθε τὴν Πελοπόννησον. (2) καὶ πάλιν Εὔβοιαν ἀποστᾶσαν εἷλον Ἀθη‐
265ναῖοι. (3) ἐν δὲ τούτωι τοῖς Ἕλλησι σπονδαὶ τριακοντούτεις ἐγένοντο. (4) τῶι τεσσαρεσκαιδεκάτωι δὲ ἔτει Ἀθηναῖοι Σάμον πολιορκήσαντες εἷλον, στρατηγοῦντος αὐτῶν Περικλέους καὶ Σοφοκλέους. ἐν δὲ τῶι αὐτῶι ἔτει οὕτω λύονται αἱ τῶν λ ἐτῶν σπονδαί, καὶ ἐνίσταται ὁ Πελοποννη‐
σιακὸς πόλεμος.500
270 (16) αἰτίαι δὲ καὶ πλείονες φέρονται περὶ τοῦ πολέμου· πρώτη δὲ ἡ κατὰ Περικλέα. φασὶ γὰρ ὅτι τῶν Ἀθηναίων κατασκευαζόντων τὴν ἐλε‐ φαντίνην Ἀθηνᾶν καὶ ἀποδειξάντων ἐργεπιστάτην τὸν Περικλέα, τεχνίτην δὲ Φειδίαν, ἁλόντος τοῦ Φειδίου ἐπὶ νοσφισμῶι, εὐλαβηθεὶς ὁ Περικλῆς μὴ καὶ αὐτὸς εὐθύνας ἀπαιτηθῆι, βουλόμενος ἐκκλῖναι τὰς κρίσεις ἐπολι‐
275τεύσατο τὸν πόλεμον τοῦτον, γράψας τὸ κατὰ Μεγαρέων ψήφισμα. (2) διαπιστοῦται δὲ ταῦτα καὶ ὁ τῆς ἀρχαίας κωμωιδίας ποιητὴς λέγων οὕτως (Aristoph. Friede 603)·
ὦ 〈λι〉περνῆτες γεωργοί, τἀμὰ δὴ συνίετε
ῥήματ’, εἰ βούλεσθ’ ἀκοῦσαι τήνδ’ ὅπως ἀπώλετο.
280πρῶτα μὲν γὰρ † ἤρξατ’ αὐτῆς Φειδίας πράξας κακῶς· εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης, τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐθάδη τρόπον, ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστ’ ἐκ τοῦ καπνοῦ
285
πάντας Ἕλληνας δακρῦσαι τούς τ’ ἐκεῖ τούς τ’ ἐνθάδε. (3) καὶ πάλιν ὑποβάς (Ach. 524)·
πόρνην † εἰς μέθην ἰοῦσαν Μεγαρίδα
νεανίαι. κλέπτουσι μεθυσοκότταβοι·
κἄιπειθ’ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
290ἀντ〈ἐξ〉έκλεψαν Ἀσπασίας πόρνας δύο. ἐνθένδ’ ὁ πόλεμος ἐμφανῶς κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν. ἐνθένδε μέντοι Περικλέης Ὀλύμπιος ἤστραπτ’, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα,
295 ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους, ὡς χρὴ Μεγαρέας μήτ’ ἐν ἀγορᾶι 〈μήτε γῆι μήτ’ ἐν θαλάττηι〉 μήτ’ ἐν ἠπείρωι μένειν. (4) φασὶ δὲ ὅτι τοῦ Περικλέους σκεπτομένου περὶ τῆς ἀποδόσεως
τῶν λόγων ὑπὲρ τῆς ἐργεπιστασίας Ἀλκιβιάδης ὁ Κλεινίου, ἐπιτροπευόμενος501

2a,104,F

1

(300)

ὑπ’ αὐτοῦ εἶπεν· ‘μὴ σκέπτου πῶς ἀποδῶις τοὺς λόγους Ἀθηναίοις, ἀλλὰ πῶς μὴ ἀποδῶις.‘ (17) δευτέρα δὲ αἰτία φέρεται καὶ Κερκυραίων καὶ Ἐπιδαμνίων τοιαύτη. Ἐπίδαμνος ἦν πόλις Κερκυραίων ἄποικος, ἡ δὲ Κέρκυρα Κορινθίων. πλημμελούμενοι οὖν κατ’ ἐκεῖνον τὸν καιρὸν καὶ ὑπερη‐
305φανευόμενοι ὑπὸ τῶν Κερκυραίων οἱ Ἐπιδάμνιοι, προσποιησάμενοι συμμά‐ χους τοὺς Κορινθίους ὡς μητροπολίτας, ἐστράτευσαν ἐπὶ Κέρκυραν καὶ ἐπολέμουν. (2) πιεζόμενοι δὲ Κερκυραῖοι τῶι πολέμωι ἔπεμψαν περὶ συμμαχίας πρὸς Ἀθηναίους, ἔχοντες πολὺ ναυτικόν. ὁμοίως δὲ καὶ οἱ Κορίνθιοι ἔπεμψαν πρὸς Ἀθηναίους, ἀξιοῦντες ἑαυτοῖς καὶ μὴ τοῖς Κερκυ‐
310ραίοις βοηθεῖν αὐτούς. οἱ δὲ Ἀθηναῖοι εἵλοντο μᾶλλον βοηθεῖν τοῖς Κερκυραίοις· καὶ ἐναυμάχησαν τοῖς Κορινθίοις οὖσιν ἐνσπόνδοις. καὶ διὰ τοῦτο αἱ σπονδαὶ ἐλύθησαν. (18) τρίτη αἰτία φέρεται τοιαύτη. Ποτίδαια πόλις ἄποικος Κορινθίων ἦν ἐπὶ Θράικης. ἐπὶ ταύτην ἔπεμψαν Ἀθηναῖοι, βουλόμενοι παραλαβεῖν
315αὐτήν. οἱ δὲ Ποτιδαιᾶται προσέθεντο τοῖς Κορινθίοις, καὶ διὰ τοῦτο μάχη ἐγένετο Ἀθηναίων καὶ Κορινθίων, καὶ ἐξεπολιόρκησαν 〈τὴν Ποτίδαιαν〉 οἱ Ἀθηναῖοι. (19) τετάρτη αἰτία φέρεται ἡ καὶ ἀληθεστάτη. οἱ Λακεδαιμόνιοι ὁρῶντες αὐξανομένους τοὺς Ἀθηναίους καὶ ναυσὶ καὶ χρήμασι καὶ ξυμ‐
320μάχοις ***

2a,104,F

2

SCHOL. HERMOG. V 387 Walz: τὸ Κυλώνειον ἄγος. Κύλων εἷς ἦν τῶν ἐνδόξων Ἀθηναίων, ἀνὴρ Ὀλυμπιονίκης. ἐπιθυμήσας τυραννῆσαι τῶν Ἀθηναίων παρεγένετο ἐπὶ θεοῦ χρηστήριον καὶ ἐπηρώτα. τοῦ δὲ θεοῦ ἐπιχρήσαντος ἐν τῆι μεγάληι ἑορτῆι ἐπιθέσθαι τῆι τυραννίδι, ἀγομένων τῶν Ὀλυμπίων, δόξας ταύτην εἶναι
5τὴν μεγάλην ἑορτήν, ἐπέθετο καὶ κατέλαβε τὴν ἀκρόπολιν τῶν Ἀθηναίων. Περικλῆς ἔχων σὺν ἑαυτῶι τοὺς συμπράττοντας ἐπανέστη. ὁ δὲ Κύλων δείσας τὸν Περικλέα συνέθετο, ὅπως ὑπόσπονδος σὺν ἀδείαι κατέλθοι, καὶ γενομένων τῶν σπονδῶν κατήιει ἐκδησάμενος ἀπὸ τοῦ ναοῦ τῆς Ἀθηνᾶς μήρινθον, ὡς δὴ ἱκέτης τῆς θεοῦ. οἱ δὲ περὶ τὸν Περικλέα οὐ κατασχόντες τὴν ὀργὴν ἀπέκτειναν αὐτὸν κατερχόμενον. τοῦτό
10ἐστι τὸ Κυλώνειον ἄγος.

2a,104,F

3

—V 378: ἡ Φύη· Πεισίστρατος διωχθεὶς παρὰ τῶν Ἀθηναίων εὗρε γυναῖκα μεγάλην, ἣν καὶ ἀναβιβάσας εἰς ἵππον ἤγαγεν εἰς Ἀθήνας, λέγων ὡς ἡ Ἀθηνᾶ
ἔστι καὶ κομίζει με αὖθις εἰς Ἀθήνας.502