TLG 2141 003 :: Publius Herennius DEXIPPUS :: Fragmenta

Publius Herennius DEXIPPUS Hist.
(Atheniensis: A.D. 3)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 667–687.

  • Frr. 1–32
  • dup. 2141 002
  • frr. 9–13, 14a, 15, 22, 25 verba Latina solum.

Citation: Fragment — (line)

t1a-2a

ΤΑ ΜΕΤΑ ΑΛΕΞΑΝΔΡΟΝ.

1a

Photius cod. 82: Ἄρχεται δὲ (sc. Δέξιππος) ἐν τοῖς μετὰ Ἀλέξανδρον ἀπ’ αὐτῆς τῆς τοῦ βασιλέως τε‐ λευτῆς, καὶ διέξεισιν ὅπως εἰς τὸν ἀδελφὸν Ἀλεξάνδρου τὸν Ἀριδαῖον, ὃς ἦν ἐκ Φιλίνης τῆς Λαρισσαίας τῷ
5Φιλίππῳ γεγενημένος, ἡ τῶν Μακεδόνων ἀρχὴ πε‐ ριέστη εἰς αὐτόν τε καὶ εἰς τὸν μέλλοντα Ἀλεξάνδρου παῖδα τίκτεσθαι ἐκ Ῥωξάνης (ἐν γαστρὶ γὰρ ἔχουσα καταλέλειπτο) καὶ εἰς τοὺς ἀμφὶ Περδίκκαν, οἳ κρίσει τῶν Μακεδόνων ἐπετρόπευον αὐτοῖς τὴν ἀρχήν.667
10Διέξεισι καὶ ὅπως ἡ τοῦ Ἀλεξάνδρου διενεμήθη ἀρχή. Τὰ μὲν οὖν τῆς Ἀσίας οὕτω· Πτολεμαῖος ὁ Λάγου Αἰγύπτου πάσης καὶ Λιβύης καὶ τῆς ἐπέκεινα γῆς, ὁπόση Αἰγύπτῳ συνάπτει, ἄρχειν ἐτάχθη· ὁ δὲ τῷ βασιλεῖ Ἀλεξάνδρῳ ἐπὶ τῇ σατραπείᾳ ταύτῃ τεταγμέ‐
15νος Κλεομένης ὕπαρχος Πτολεμαίῳ ἀποκατέστη. Λαο‐ μέδων δὲ ὁ Μυτιληναῖος Σύρων ἡγεῖσθαι ἀπεφάνθη, καὶ Φιλώτας μὲν Κιλικίας, Πίθων δὲ Μηδίας, Εὐ‐ μένης δὲ Καππαδοκίας τε καὶ Παφλαγονίας καὶ τῶν ἐπὶ τὸν Εὔξεινον πόντον κατιόντων μέχρι καὶ εἰς Τρα‐
20πεζοῦντα, Ἀντίγονος δὲ Παμφυλίων καὶ Κιλίκων μέ‐ χρι Φρυγίας, Καρῶν δὲ Ἄσανδρος, Μένανδρος δὲ Λυ‐ δῶν, Λεώνατος δὲ τῆς ἐφ’ Ἑλλησπόντῳ Φρυγίας. Καὶ τῶν μὲν Ἀσιανῶν οὕτω· τῶν δ’ Εὐρωπαίων Θρᾴκης μὲν καὶ Χερρονήσου Λυσίμαχος, Ἀντίπατρος δὲ ἐπὶ
25πᾶσι Μακεδόσι καὶ Ἕλλησι καὶ Ἰλλυρίοις καὶ Τριβαλ‐ λοῖς καὶ Ἀγριᾶσι καὶ ὅσα τῆς Ἠπείρου ἐξέτι Ἀλεξάν‐ δρου στρατηγὸς αὐτοκράτωρ ἐτέτακτο. Τὴν δὲ κηδε‐ μονίαν καὶ ὅση προστασία τῆς βασιλείας Κράτερος ἐπε‐ τράπη, ὃ δὴ πρώτιστον τιμῆς τέλος παρὰ Μακεδόσι·
30Περδίκκας δὲ τὴν Ἡφαιστίωνος χιλιαρχίαν. Ἦσαν δὲ ἄρχοντες Ἰνδῶν μὲν ἁπάντων Πῶρος καὶ Ταξίλης· ἀλλ’ ὁ μὲν Πῶρος οἳ ἐν μέσῳ Ἰνδοῦ ποταμοῦ καὶ Ὑδά‐ σπου νέμονται, Ταξίλης δὲ τῶν λοιπῶν. Πίθων δέ τις τῶν τούτοις ὁμόρων ἡγεῖτο, πλὴν Παροπαμισαδῶν.
35Οἱ δὲ συνάπτοντες Ἰνδοῖς, ὅσοι ὑπὸ τοῖς Καυκασίοις ὄρεσι νέμονται, Ὀξυάρτῃ τῷ Βακτρίῳ, ὃς ἦν Ῥωξά‐ νης πατὴρ, εἰς ἀρχὴν ἀπενεμήθησαν· ἧς ἐτέχθη παῖς μετὰ τὸν τοῦ πατρὸς Ἀλεξάνδρου θάνατον, ᾧ τὸ Μα‐ κεδόνων πλῆθος τοῦ πατρὸς τὴν προσηγορίαν Ἀλέξαν‐
40δρον ἔθεντο. Ἀραχωσίων δὲ καὶ Γαδρωσίων ἐπῆρχε Σιβύρτιος, καὶ Στασάνωρ ὁ Σόλιος Ἀρείων καὶ Δράγ‐ γων ἡγεῖτο. Φιλίππου δὲ ἦν ἀρχὴ Σογδιανοὶ καὶ Ῥα‐ δαφέρνους (l. Φραταφέρνους) Ὑρκανία καὶ Νεοπτο‐ λέμου (deb. Τληπολέμου) Καρμανία. Πέρσαι δὲ ὑπὸ
45Πευκέστῃ ἐτάχθησαν. Τὴν δὲ Σογδιανῶν βασιλείαν Ὀρώπιοσ(?) εἶχεν, οὐ πάτριον ἔχων ἀρχὴν, ἀλλὰ δόντος αὐτοῦ Ἀλεξάνδρου· ἐπεὶ δὲ τύχη τις αὐτῷ συνέπεσεν, ἐπαναστάσεως αἰτίαν φεύγοντι, παραλυθῆναι τῆς ἀρχῆς, τότε κοινῶς (ἐκεῖνος?) αὐτῶν τὴν ἀρχὴν εἶχε. Βαβυλω‐

1a

(50)

νίων δὲ καὶ τῆς μέσης τῶν ποταμῶν Τίγρητος καὶ Εὐ‐ φράτου, τῶν μὲν Σέλευκος, τῆς δὲ Μεσοποταμίας Ἀρ‐ χέλαος ἦρχε. Τοσόσδε ἀριθμὸς ἐθνῶν τε καὶ ἔθνεσιν ἀρχόντων ἦν, ὅτε Περδίκκας μετὰ τὴν Ἀλεξάνδρου τε‐ λευτὴν τὰς ἀρχὰς ἔνειμε. Καὶ τὰ ἄλλα διέξεισιν ἐν
55πολλοῖς, ὡς κἀν τούτοις. Ἀρριανῷ κατὰ τὸ πλεῖστον σύμφωνα γράφων.

1b

Schol. Lucian.: [Περδίκ‐ κας, Πτολεμαῖος καὶ Σέλευκος] Οὗτοι οἱ τρεῖς διάδο‐ χοι ἦσαν Ἀλεξάνδρου, καὶ ὁ μὲν Περδίκκας συνδιῴκει Ἀριδαίῳ τῷ βασιλεύοντι μετ’ Ἀλέξανδρον, ἀσθενεῖ ὄντι,
5τὴν βασιλείαν, ὁ δὲ Πτολεμαῖος ἦρχεν Αἰγύπτου, καὶ Σέλευκος τῶν περὶ Βαβυλῶνα τόπων, ὡς ἱστορεῖ Δέ‐ ξιππος.

2a

Exc. Vatican. De sentent.:
*** τὸ αὔχημα, ὃ κέκτηται μὴ καταλύσασα, πρὸς δὲ τῷδε καὶ ἄρχειν ἑτέρων δικαιοῦσα, καὶ γινώσκουσα ὡς πολυπραγμο‐668
5σύνῃ μὲν βεβαιοῦται ἀρχὴ πᾶσα, ἀπραγμοσύνῃ δὲ φθείρεται· ἕλοιτό τε ἂν οὐδαμῶς τις, ἀνδρὶ ἐοικὼς προτιμᾶσθαι ἑτέρων ἀξιοῦντι καὶ μεῖζον ἐς τὸ κοινὸν φρονεῖν, καταλύειν εἰς ἑαυτὸν τὴν κοινὴν εὔκλειαν, εἰ μὴ τῷ συμβάντι ἐξωσθῇ. Μηδὲ
10τὸν μὲν ἀντίπαλον δόξαι ἐπιθεραπεύειν, παρορᾶν δὲ τό τε ἡμέτερον φρόνημα καὶ τὴν ἐκ τοῦ θεοῦ ὑπουργίαν, ἣν χρὴ πεύσαντες δι’ αὐτῶν νοήσασθαι· περιέσται γὰρ ὑμῖν τὸ τῆς δαιμονίας σπουδῆς μὴ ἀναξίους φανῆ‐
15ναι, καὶ τά τε ἕτοιμα ἐς τὸ ὑπακούειν οἰκειώσασθαι, καὶ τὰ ἔτι μέλλοντα σὺν ἐκπλήξει τοῦ ἀδήλου προσ‐ άγεσθαι. Σωφροσύνη δὲ ἀνδρῶν τοῖς τε ἐκ τῆς τύχης προφαινομένοις εὖ χρήσασθαι, καὶ ἅμα συνέσει ἐς τὰς πράξεις ἰόντας μὴ παριέναι τῶν κοινῶν τὸ ἐφεστηκὸς,
20μηδὲ μεταστάντων εἰς μεταμέλειαν ἥκειν τοῦ παρο‐ φθέντος. Ἀρετὴ ἡ μὲν πρωτίστη ἐν τῷ τὰ κράτιστα εὖ γνῶναι, δευτέρα δὲ ἡ ἐν ἔργοις. Ἀμφοῖν δὲ ὁ παρὼν καιρὸς δεῖται, καὶ τοῦ γε πράττειν ἑτοιμοτάτου, ὡς ἥ γε ἄνευ τοῦ προμηθοῦς σὺν τῷ ὀκνεῖν μέλλησις χρη‐
25στὸν μὲν οὐδὲν ἤνεγκε, τοὺς δὲ χρησαμένου πολλάκις ἐπ’ οὐδενὶ μετρίῳ ἔσφηλε. Ταπειναὶ μὲν οὖν φύσεις οὐκ εὐπαράκλητοι ἐς σπουδὴν τῶν ἀρίστων, διότι παρα‐ δειγμάτων τε καλῶν ἀμοιροῦσιν ἰδίων τε καὶ πατέρων τῶν ἑαυτῶν, καὶ τῇ σφῶν μὲν ἀνανδρείᾳ ῥᾳθυμοτέραις
30κέχρηνται ταῖς ἐπιτηδεύσεσιν. Οἷς δὲ ἡ ἀρετὴ διά τε αὐτῶν καὶ προπατόρων ἐκτήθη, φόβου αἰσχύνης μᾶλλον ἢ ὄκνου ἐς τοὺς κινδύνους ἡττῶνται, καὶ ἐθελοντεὶ τὸν τῶν καλῶν πόνον ὑφίστανται. βʹ. Ὅτι φέρει αἰσχύνην ὁμοίως θράσει τε ἀλογίστῳ
35τῆς μὴ προσηκούσης εὐκλείας ὀρέγεσθαι, καὶ διαδοχὴν ἔργων ἀρίστων ἀνανδρίᾳ ἐν ἑαυτῷ καταλῦσαι. γʹ. Ὅτι οὐ ταὐτὸν εὐβουλία καὶ ὄκνος· ὁ μὲν γὰρ σὺν τῷ περιδεεῖ διαμέλλει, ἡ δὲ τὰ κράτιστα ἑλομένη ὥρμησεν ἐς τὰ ἔργα.
40 δʹ. Ὅτι τοῖς ἀνδρείᾳ χρωμένοις ἐς τὰ ἔργα τὸ θεῖον συνέπεται. εʹ. Ὅτι ἰσχυρότατον στάσις ταράξαι εὐεξίαν καὶ εὐταξίαν φθεῖραι πόλεώς τε καὶ στρατοπέδων. —Ἔνθα δὴ καὶ ἄλλα τῶν ἀνελπίστων ἄνθρωποι κατεργάζονται·
45τόλμῃ γὰρ πρὸ δυνάμεως πιστεύσαντες ἐπὶ τοῖς πολέ‐ μοις—τῶν ἀεὶ μοχθούντων. —Ἀνέγκλητοι δὲ σύμ‐ μαχοι, κἂν ἐλάττους ὦσιν, ἅμα προθυμίᾳ συμφορώτε‐ ροι ἢ πλήθει περιόντες, ὕποπτοι ὑπελείποντο. ϛʹ. Ὅτι τοὺς πραγμάτων μεγάλων προστασίαν ἐξ

2a

(50)

ἀρχῆς ἑλομένους οὐδὲ ἐθέλοντας ἔστι κινδύνων ἔξω καὶ πολέμων εἶναι· νομίζοντες γὰρ οἱ ἐν τῷ παρόντι ἰσχύον‐ τες τῶν ἀρετῇ διαφερόντων οὐκ ἀκινδύνους τὰς ἡσυχίας, σὺν τῷ περιδεεῖ τοῦ μήποτε ὑπ’ αὐτῶν ἀχθῆναι, καὶ μὴ κινουμένοις ἐπέρχονται, βεβαιο‐
55τάτην σφίσιν ἀσφάλειαν εἶναι νομίζοντες, εἰ κἀν ταῖς δοκούσαις ἀπραγμοσύναις τὰ ἰσχυρὰ προκαταλήψονται. Ἄριστον δὴ τὸ μέλλον δέος ἔστω τοῦ πα‐ ρόντος ἐν ἀσφαλεῖ θέσθαι, καὶ μὴ ἀναμείναντας προ‐ παθεῖν κακῶς οὐκ ἀπὸ τοῦ ἴσου ἀμύνεσθαι· βέλτιον
60γὰρ τὸ μὴ συμβησόμενον προελπίσαντας φυλάξασθαι, ἢ ἀπραγμοσύνης ἐλπίδι τὸ ἄνανδρον * αὐτὸν θεραπεύ‐ σαντας καὶ τὴν παροῦσαν ἀρχὴν ἀποθεμένους, ἐν τοῖς δεινοῖς ἀσθενείᾳ ἐνδοῦναι. Προφυλακὴ δὲ τοῦ μέλλοντος ἄδειαν κτᾶται.669
65 ζʹ. Ὅτι ἐν τοῖς πολέμοις μάλιστα αἱ τῆς τύχης πλεονεξίαι ἄλλοτε ἐπ’ ἄλλους ὁρμὴν ἔχουσι, κατὰ τὸ ἀεὶ συμβαῖνον περιήκουσαι. Κάλλιόν τε ὑμῖν ὑπὲρ τοῦ ποιῆσαι μᾶλλον ἢ παθεῖν αἱρεῖσθαι τὸ ἀγώνισμα. Κα‐ λοῖς δὲ ἔργοις ἀεὶ συνέπεται καλὸς ἔπαινος, ὡς τά γε
70ἐναντία φήμην ἀναξίαν ὑμῶν ἔχει τῆς εὐκλείας. Ταῦτα τοῦ Ὑπερίδου. ηʹ. Ὅτι [οὐ] χρὴ ταῖς ἡδίσταις ἀκροάσεσιν ἀγομέ‐ νους συνεῖναι ταῖς δυσχερείαις ἐπὶ τῶν πράξεων, ἀλλ’ ἕως περ ἔστι τις ἄδεια, βουλῇ χρωμένους τὸ βέλτιον
75αἱρεῖσθαι, μηδὲ σφαλέντας μεταμέλειαν ἔχειν τοῦ γνω‐ σθέντος. Ἀμαθία γὰρ οὐκ ἐπαινεῖται, διότι καὶ σφάλ‐ λεται· εὐβουλία τε ἄριστον, ἐπειδὴ ξύνεσίς ἐστι τοῦ μέλλοντος· τό τε γὰρ συμφέρον λογισμῷ ἐπέγνω, καὶ τὸ ἐναντίον προμαθοῦσα ἐφυλάξατο. Αἱ δὲ ὀξεῖαι καὶ
80ἀπερίσκεπτοι ἐγχειρήσεις ταχείας καὶ τὰς μεταμελείας ἤνεγκαν. Ἥ τε τῶν λόγων ἰσχὺς, ἐλπίδων μὲν καὶ ἐπιθυμιῶν νικηθεῖσα, ἐς μὲν τὴν παραυτίκα πειθὼ εὖ συγκεῖσθαι ἔδοξεν, ἔργῳ δὲ οὐ συνήνεγκεν. Ὀρέγεται δὲ εἰρήνη μὲν τοῦ εὖ γνῶναι, πόλεμος δὲ μάλιστα· κἂν
85τύχῃ μὲν τοῦ προσήκοντος, ἐλάχιστα ἢ οὐδὲν ἂν σφάλ‐ λοιτο, διαμαρτὼν δὲ πλείστῳ καὶ παντὶ χρῷτ’ ἂν τῷ ἐναντίῳ. Παραινῶ δὲ τοῖς ... θʹ. Ἐλπίσαμεν ..μη.. ἐπὶ μεγάλαις ... εἰσαῦθις φι‐ λίας διδόντες.
90 ιʹ. Ὅτι ἐν τοῖς .. πολέμοις τὸ μὲν χρηστὸν ἑτέρων, τὸ δὲ δυσχερὲς ἴδιον [τῶν] διακινδυνευ[όντων] γίνε‐ ται. Ἄμεινον δὴ .. ὑπερφρονήσαντας ἐκδέξασθαι .. πεῖ‐ ραν. Εἰ δέ τις θράσει ἀλογίστῳ .. [ἰέ]ναι πρὸς πόλεμον ἡγεῖται, εἰ τὴν Ἀλεξάνδρου [συμ]φορὰν ... σκεψάσθω
95τὸ .. πεῖραν φοβερόν .. καὶ τὴν .. παρασκευάζει .. δοκεῖ καὶ ὁ ἐπι..το διαφερόντως .. κινδύνους εὔτολμος .. τι προμηθὲς μαλακίαν ἡγοῦντο ... τὸ δὲ .. ὄντος καὶ ἡ δόξα .. πρὸς μὴ βουλόμενον ἐκ .. καὶ τὸν τοῦ ἐπικινδυν.. καὶ ἐκ τοῦ δὲ .. διότι οὗτος .. ῥώμῃ καὶ παρασκευῇ [ὑπὲρ]

2a

(100)

τῆς αὐτῶν ἐλευθερώσεως μείζονα ἀνθρωπίνης ἐλπίδος ἐννοήσαντες πρᾶξαι ἐπεχείρησαν. Ἀρετῇ γὰρ καὶ παρασκευῇ τῆς Μακεδόνων δυνάμεως ἀναμφιλόγως πάντας ἀνθρώπους ὑπερβαλλούσης, οἱ δὲ, καίπερ ἀρρωστίᾳ τῇ οἰκείᾳ οὐδὲ τῶν πολεμίων τοῖς προσοίκοις
105ἀξιόμαχοι νομιζόμενοι, προθυμίᾳ τῇ σφετέρᾳ καὶ πόθῳ τῆς παλαιᾶς εὐπραξίας ἐς τὸ ἂν τοῖς [ἀντιστῆ‐ ναι? Ν.] Μακεδόσι κατὰ παρασκευὴν ὡρμήθησαν .. χρὴ δὲ .. μὲν προπαθόντας καὶ ὡς ἀπὸ τῆς ὁμοίου ἀ.. τοῖς.. νήσας καὶ δωρεὰς ἐοικυίας ἀντιδιδόναι καὶ ὑπο ..
110αὖθις ζήλῳ τῶν προσγενομένων ἐφεδρεύειν ἐν τῷ εὖ ποιεῖν. ιαʹ. Ὅτι πιστοῦται εὔνοια συμμάχων, μάλιστα δὲ τοὺς προϋπάρξαντας χάριτος, ἧς κα.. τοὺς τὴν μετου‐ σίαν ἥξειν .. τῶν ὁμοίων ἐπὶ τὰς εὐεργεσίας τρέπονται·
115χρεῶσται .. τοῖς ἐπαγγελθεῖσι παρ’ ἡμῶν ἤδη τιθέμε‐ νοι .. μὴ συναινεῖν· καὶ πρεσβευομένοις παρὰ τοὺς βασι‐ λεῖς σπουδῇ πάσῃ συν.. ἡμῶν καὶ τῶν ..ελλει.. τὰ δὲ πλήθη ὡς τῶν τοῦτον .. πρέσβεων βουλομένοις τὴν εὐθὺς ἡκίστους ὄντες .. ἐφ’ ἑαυτὸν ..
120 ιβʹ. Ὅτι οἱ δει.. συγχωρήσεως οὐ δεῖται .. σφετερω‐ θέντες εἰ δοξάζετε .. τὸ αὐτὸ πεῖραν .. ἑτοίμως .. σοὶ δὲ γνώριμον .. ὃς ἐπιτάττομεν .. ὡς αὐτῶν πραγμάτων συμφορ.. κάλλιστα .. καιροῦ τυχοῦσιν καὶ εἰ .. σὺν μὲν τῷ .. τούτου βλαβερᾶς .. ἐπ’ ἀμφοτέροις καὶ σὺν τῷ δι‐
125καίῳ καὶ ἅμα συμφέροντι .. ἀσφάλειαν βεβαίως ὄντες· πολέμου δὲ παρασκευὴ φυλακὴ εἰρήνης βεβαιοτάτη· τὰ γὰρ .. μέχρι τούτου οὐκ ἀν.. δὲν πράξειν.
ιγʹ. Ὅτι .. οἱ κρατήσαντες ἡττηθῆναι ...670

t2b-16a

ΧΡΟΝΙΚΑ

2b

Eunapius in Exc. De sent.: Δεξίππῳ τῷ Ἀθηναίῳ κατὰ τοὺς Ἀθήνησιν ἄρχοντας, ἀφ’ οὗ παρὰ Ἀθηναίοις ἄρχοντες, ἱστορία συγγέγραπται, προσαριθμουμένων
5τῶν Ῥωμαϊκῶν ὑπάτων καὶ πρό γε αὐτῶν ὑπάτων καὶ ἀρχόντων ἀρξαμένης τῆς γραφῆς. Τὸ δὲ ἓν κεφά‐ λαιον τῆς ἱστορίας τὰ μὲν ἀνωτέρω καὶ ὅσα τὸ ποιητι‐ κὸν νέμεται γένος, ἐφεῖναι καὶ ἐπιτρέψαι τῷ πιθανῷ καὶ μᾶλλον ἀναπείθοντι τὸν ἐντυγχάνοντα, τὰ δὲ
10προϊόντα καὶ ἐπὶ πλέον μαρτυρούμενα συνενεγκεῖν καὶ κατακλεῖσαι πρὸς ἱστορικὴν ἀκρίβειαν καὶ κρίσιν ἀληθε‐ στέραν. Βιάζεται γοῦν καὶ συναριθμεῖται τὸν χρόνον εἴς τε τὰς Ὀλυμπιάδας περιγράφων καὶ τοὺς ἐντὸς ἑκά‐ στης Ὀλυμπιάδος ἄρχοντας. Πρόθυρα δὲ κάλλους ἀνά‐
15μεστα προθεὶς τῆς συγγραφῆς, καὶ προϊὼν τά τε ἔνδον ἐπιδείξας σεμνότερα, τὸ μὲν μυθῶδες καὶ λίαν ἀρχαῖον ἀφαιρεῖ, καὶ ἀφίησιν ὥσπερ φάρμακον παλαιὸν καὶ ἀδόκιμον εἰς τοὺς συντεθεικότας· Αἰγυπτίους δὲ χρόνους ἀναλεγόμενος καὶ συνωθούμενος ἐπὶ τὰ πρῶτα καὶ τε‐
20λεώτερα τῶν παρ’ ἑκάστοις ἀρχῶν, τοὺς ἡγεμόνας καὶ πατέρας τῆς ἱστορίας ἐκτί‐ θησιν, ἔνδηλος ὢν καὶ σχεδόν τι μαρτυρόμενος, ὅτι τῶν ἀπιστουμένων ἕκαστον ἕτερος προλαβὼν εἴρηκεν. Καὶ περιφέρει γε τὴν ἱστορίαν ἐκ πολλῶν καὶ παντοδαπῶν
25τῶν ταῦτα εἰρηκότων ὥσπερ ῥωπόν τι καὶ ποικίλον καὶ χρήσιμον εἰς ἓν μυροπώλιον τὴν ἰδίαν ἐξήγησιν κατα‐ κεκλεισμένην καὶ συνηγμένην. Πάντα δὲ, ὅσα πρός τε τὸ κοινὸν ἁπάντων ἀνθρώπων ἀξιόλογα καὶ κατ’ ἄνδρα δι’ ἀρετὴν περιττοῦ τινος ὀνόματος τετυχηκότα, λάβρως
30ἐπιδραμὼν καὶ διαθέμενος τῷ λόγῳ, τελευτῶν εἰς Κλαύδιον καταλύει τὴν συγγραφὴν, καὶ Κλαυδίου τῆς βασιλείας ἔτος τὸ πρῶτον, ἐς ὃ καὶ τῆς βασιλείας ἤρχετο καὶ ἐτελεύτα, ἐνιαυτὸν ἄρξας Ῥωμαίοις ἕνα· οἱ δὲ καὶ ἕτερον αὐτῷ χαρίζονται. Εἶτα Ὀλυμπιάδας καταλογί‐
35ζεται τόσας καὶ τόσας καὶ ὑπάτους καὶ ἄρχοντας ἐπὶ ταύταις, τὴν χιλιάδα τῶν ἐτῶν ὑποβαλὼν, ὥσπερ ἀγωνιῶν, εἰ μὴ πολλῶν λίαν ἐτῶν ἀποδοίη λόγον τοῖς ἐντυγχάνουσιν. Ἐγὼ δὲ ὁ τοῦτο τὸ ἔργον εἰς νοῦν βαλόμενος, ὑπ’
40αὐτοῦ Δεξίππου ταῦτα ἔχων ἐκδιδάσκεσθαι καὶ συλλαμ‐ βάνειν, ὅσος καὶ ἡλίκος ὁ κίνδυνος κατὰ τὸν ἐνιαυτὸν ἕκαστον ἱστορίαν γράφειν, καὶ πρὸς τοὺς ἐντυγχάνοντας ὁμολογεῖν, ὅτι ταῦτα οὐκ ἔστιν ἀληθῆ κατὰ τοὺς χρό‐ νους, ἀλλὰ τῷ μὲν οὕτως, τῷ δὲ ἑτέρως ἔδοξε, καὶ
45περιφανῶς ἑαυτοῦ κατηγορεῖν, ὥσπερ ἐκεῖνος, ὅτι χρονικὴν ἱστορίαν γράφων πλανωμένην τινὰ καὶ με‐ στὴν τῶν ἀντιλεγόντων ὥσπερ ἀπρόεδρον ἐκκλησίαν ἐκτίθησι τὴν γραφὴν, ὀξέως δὲ καὶ τῆς Βοιωτίας ἀκούων παροιμίας, ὅτι οὕτως αὐλεῖν οὐ πρέπει, κἀκεῖνα προσ‐

2b

(50)

ελογιζόμην, ὅτι τέλος ἱστορίας καὶ σκοπὸς ἄριστος τὰ πραχθέντα ὅτι μάλιστα δίχα τινὸς πάθους εἰς τὸ ἀληθὲς ἀναφέροντα γράφειν, οἱ δὲ ἀκριβεῖς λογισμοὶ τῶν χρό‐ νων, ὥσπερ ἄκλητοι μάρτυρες αὐτομάτως ἐπεισιόντες, εἰς ταῦτα ὠφελοῦσιν οὐδέν ...
55Κωλύει μὲν γὰρ ἴσως οὐδὲν καὶ περιττόν τι
μαθεῖν, ἄλλως τε καὶ, ὥς φησιν αὐτὸς Δέξιππος, τῶν μὲν χρονικῶν ἢ πάντων ἢ τῶν πλείστων διαπεφωνη‐ μένων, τῶν δὲ ὑπερόρων καὶ φανερῶν πράξεων συμπε‐ φωνημένων.671

3

Syncellus: Ἡρακλειδῶν κάθοδος Ὕλ‐ λου τοῦ πρεσβυτέρου παιδὸς Ἡρακλέους ἡγουμένου τῆς κατὰ Πελοποννησίων μάχης, ἥτις ἐπεκράτησεν ἱκανοῖς ἔτεσι μεταξὺ Πελοποννησίων καὶ τῶν Ἡρακλειδῶν.
5Τότε Ῥόδος ἡ νῆσος οἰκίζεται παρὰ Λακεδαιμονίων, ὡς Δέξιππος ἱστορεῖ, μετοικησάν‐ των ἐκ Πελοποννήσου διὰ τὴν τῶν Ἡρακλειδῶν ἐπί‐ θεσιν.

4

Idem: Ἀλέξανδρος οὖν κʹ ἄγων ἔτος, κατὰ Δέξιππον, πᾶσαν ἄσκησιν ἠσκημένος σωματικὴν, αὐτοῦ τε γνησιώτατος Ἀριστοτέλους γεγονὼς τοῦ δαι‐ μονιῶντος φοιτητὴς, ἐπὶ τὴν πατρῴαν παρῆλθε βασι‐
5λείαν.

5

Syncellus: Ἐν τούτοις τοῖς χρόνοις ἐφάνη τὸ ὄρνεον ὁ Φοῖνιξ, καθὼς ἱστοροῦσιν Αἰγύπτιοι, πρὸ χνδʹ ἐτῶν φανεὶς, ὡς καὶ Δέξιππος συμφωνεῖ.

t6-7

E LIBRO DECIMO.

6

Stephan. Byz. v. Δυρράχιον: Δέξιππος δὲ ἐν Χρο‐ νικῶν ιʹ φησὶν οὕτω· «Καὶ Μακεδόνων τὴν μὲν Ἐπί‐ δαμνον, εἰς ὕστερον δὲ Δυρράχιον μετονομασθεῖσαν, πόλιν τῆς Μακεδονίας μεγάλην καὶ εὐδαίμονα οὖσαν,
5κατὰ κράτος αἱροῦσιν.

7

Idem: Σουκχαῖοι, ἔθνος Μαυρούσιον, ὡς Δέξιππος Χρονικῶν δεκάτῳ.

8

(t)

E LIBRO DUODECIMO.
1Idem: Ἕλουροι, Σκυθικὸν ἔθνος, περὶ ὧν Δέξιπ‐
πος ἐν Χρονικῶν ιβʹ.672

9

Lampridius in Alexandro Severo c. 49: Dexip‐ pus dicit eum cuiusdam Martiani filiam duxisse, eundemque ab eo Caearem nuncupatum: verum quum vellet insidiis occidere
5Alexandrum Martianus, detecta factione, et ipsum interemptum et uxorem abiectam. Idem dicit fuisse patruum Antoninum Heliogabalum Alexandri, non sororis uxoris eiusdem filium.

10

Jul. Capitol. in Gordianis c. 9: Appellato igitur Gordiano imperatore, iuvenes qui auctores huius fa‐ cinoris erant, statuas Maximini deiecerunt, ima‐ gines perfregerunt, nomen publicitus eraserunt;
5ipsum etiam Gordianum Africanum appellarunt. Addunt quidam Africani cognomentum Gordiano id‐ circo inditum, non quod in Africa imperare coepisset, sed quod de Scipionum familia originem traheret. In plurimis autem libris invenio et hunc Gordianum
10et filium eius pariter imperatores appellatos, et Antoninos cognominatos; alii vero Antonios. Post hoc Carthaginem ventum cum pompa regali et fa‐ sciis laureatis; filiusque legatus patris, exemplo Scipionum, ut Dexippus Graecae historiae auctor
15ait, gladii potestate succinctus est.

11a

Idem ib. c. 19: Cordus dixit uxorem eum (Gor‐ dianum iuniorem) nunquam habere voluisse. Con‐ tra Dexippus putat eius filium esse Gordianum tertium, qui post hoc cum Balbino et Pupieno sive
5Maximo puerulus adeptus est imperium.

11b

Id. c. 23: Dexippus quidem asseverat ex filio Gordiani tertium Gordianum esse natum.

11c

Idem ibid. c. 2: Gordiani non, ut quidam im‐ periti scriptores loquuntur, duo sed tres fuerunt, idque docente Arriano scriptore Graecae historiae, docente item Dexippo Graeco auctore, potuerunt
5addiscere, qui, etiamsi breviter, ad fidem tamen omnia persecuti sunt.

12a

Idem in Maximo et Balbino c. 1: Quum igitur duo consulares et eminentes quidem viri, Maximus et Balbinus (quorum Maximus a plerisque in hi‐ storia reticetur, et loco eius Pupieni nomen infertur,
5quum et Dexippus et Arabianus Maximum et Bal‐ binum dicant electos contra Maximinum post Gor‐ dianos, quorum alter bonitate, virtute alter ac severitate, clari habebantur) ingressi essent cu‐ riam ...

12b

Idem ibid. c. 15: Dexippus Graecorum scriptor Maximum et Balbinum imperatores dicit factos contra Maximinum post Gordianos duos et a Ma‐ ximo victum Maximinum, non a Pupieno.

12c

Ibid. c. 7: Sane quod nullo in loco tacendum est, quum et Dexippus et Arrianus et multo alii Graeci scripserunt, Maximum et Balbinum impe‐ ratores contra Maximinum factos, Maximum au‐
5tem cum exercitu missum, et apud Ravennam bel‐ lum parasse, Aquileiam autem nisi victorem non vidisse: Latini scriptores non Maximum, sed Pu‐ pienum contra Maximinum apud Aquileiam pu‐ gnasse sicerunt, eundemque vicisse: qui error unde
10natus sit scire non possum, nisi forte idem est Pupienus qui et Maximus.

13

Jul. Capitolinus in Maximino iun. c. 6: Deni‐ que quum caput Maximini pilo circumferretur, et ex hoc ingens gaudium esset, prope par erat, quod et filii caput pariter portaretur. Addit Dexippus
5tantum odium fuisse Maximini, ut, interfectis Gordianis, viginti viros senatus creaverit, quos opponeret Maximino: e quibus fuerunt Balbinus et Maimus, quos contra eum principes fecerunt. Idem addidit in conspectu Maximini iam deserti
10a militibus Anolinum praefectum praetorio ipsius et filium eius occisum.

14a

Idem in Maximo et Balbino c. 16: Sub his pu‐ gnatum a Carpis contra Moesos fuit, et Scythici belli principium et Histriae excidium eo tempore; ut autem Dexippus dicit, Histricae civitatis. De‐
5xippus Balbinum satis laudat, et dicit forti animo militibus occurrisse atque interfectum; ut mortem non timeret: quem in omnibus disciplinis instru‐
ctum fuisse dicit. Maximinum vero negat eiusmodi virum fuisse, qualem Graeci plerique dixerunt.673
10Addit praeterea, contra Maximum Aquileiensium tantum odium fuisse, ut de crinibus mulierum sua‐ rum arcubus nervos facerent, atque ita sagittas emitterent. Dexippus et Herodianus, qui horum principum historiam persecuti sunt, Maximum et
15Balbinum fuisse principes dicunt delectos a senatu contra Maximinum post interitum duorum Gordia‐ norum in Africa, cum quibus etiam puer tertius Gordianus electus est.

14b

Euagrius Histor. Eccl. V, 24: Καὶ Δεξίππῳ δὲ πλεῖστα περὶ τούτων πεπόνηται, ἀπὸ μυθικῶν ἀρ‐ ξαμένῳ καὶ λήξαντι ἐς τὴν Κλαυδίου τοῦ μετὰ Γαλιη‐ νὸν βασιλείαν· ᾧ συναπείληπται περὶ ὧν Κάρποι καὶ
5ἕτερα βάρβαρα ἔθνη κατὰ τὴν Ἑλλάδα καὶ Θρᾴκην καὶ Ἰωνίαν διαπολεμοῦντες ἔπραξαν.

15

Trebellius in Triginta tyrannis c. 32: Docet Dexippus, Titum tribunum Maurorum, qui a Maxi‐ mino inter privatos relictus fuerat, timore vio‐ lentae mortis, ut alii dicunt, invitum vero et a mi‐
5litibus coactum ut plerique assserunt, imperasse, atque hunc intra paucos dies post vindicatam de‐ fectionem, quam consularis vir Magnus Maximino paraverat, a suis militibus interemptum. Impe‐ rasse autem mensibus sex.

16

Syncellus: Σκύθαι περαιωθέντες οἱ λε‐ γόμενοι Γότθοι τὸν Ἴστρον ποταμὸν ἐπὶ Δεκίου πλεῖ‐ στοι τὴν Ῥωμαίων ἐπικράτειαν κατενέμοντο. Οὗτοι τοὺς Μυσοὺς φεύγοντας εἰς Νικόπολιν περιέσχον· Δέ‐
5κιος δὲ ἐπελθὼν αὐτοῖς, ὡς Δέξιππος ἱστορεῖ, καὶ τρισ‐ μυρίους κτείνας ἐλαττοῦται κατὰ τὴν μάχην, ὡς καὶ τὴν Φιλιππούπολιν ἀπολέσαι ληφθεῖσαν ὑπ’ αὐτῶν καὶ Θρᾷκας πολλοὺς ἀναιρεθῆναι. Ἐπανιοῦσι δὲ Σκύθαις ἐπὶ τὰ σφέτερα ὁ αὐτὸς Δέκιος ἐπιθέμενος ἀναιρεῖται
10ἐν Ἀβρύτῳ, τῷ λεγομένῳ φόρῳ Θεμβρωνίῳ, σὺν τῷ παιδὶ διὰ νυκτὸς ὁ θεομάχος. Οἵ τε Σκύθαι μετὰ πλεί‐ στων αἰχμαλώτων καὶ λαφύρων ἐπανέρχονται. Καὶ τὰ στρατόπεδα βασιλέα πάλαι τινὰ γενόμενον ὕπατον Γάλλον ἀναγορεύουσιν ἅμα Βολουσιανῷ τῷ Δεκίου
15παιδί· οἳ καὶ βασιλεύουσι, κατὰ Δέξιππον, μῆνας ιηʹ πράξαντες οὐδὲν ἀξιόλογον· κατὰ δὲ ἄλλους τινὰς ἔτη γʹ καὶ καθ’ ἑτέρους ἔτη βʹ.

16a

Cram. Anecd. Paris. II: Μέχρι τούτου τὴν τῶν Ὀλυμπιάδων ἀναγραφὴν εὕρομεν. Καὶ ὁ μὲν Εὐσέβιος ταῦτα. Ἄλλοι δὲ χρονογράφοι καὶ
5Δέξιππος ὁ Ἀθηναῖος καὶ τῶν ἐφεξῆς Ὀλυμπιάδων τῶν τε ἐν αὐταῖς νικησάντων μέμνηται. Ἀμέλει τὴν χρονικὴν ἱστορίαν ὁ Δέξιππος μέχρι τῆς διακοσιοστῆς ἑξηκοστῆς δευτέρας Ὀλυμπιάδος συγ‐ γράψας, Διονύσιον Ἀλεξανδρέα φησὶν ἐπὶ ταύτης νι‐
10κῆσαι.

t17-25

ΣΚΥΘΙΚΑ.

17

Exc. De sentent.: *** τύχας ἀνδρῶν καὶ καταστάσεις πόλεων καὶ ἐθνῶν νεωτερίζουσαι ἐλάττους τε ὁμοίως καὶ δια‐ φερόντως περὶ εἰρήνην πόλεμον συμβαίνουσιν ἄγοντος
5τοῦ χρόνου μηδεμιᾶς· ἀλλὰ μετατρέποντος ἄλλῃ ἄλ‐ λους πρός τε τὸ ἄμεινον· καὶ μὴν τὰ γιγνόμενα ἐν τοῖς ἀνθρωπείοις ἄριστοι γνώμην οἱ μὴ χαλε‐ ποὶ δέξασθαι τὰς ἐξαλλαγὰς τῶν ἡμερῶν καὶ χρόνων· μηδὲ ἐτῶν τούτους ὅσοι πολέμου τε καὶ στρατοπέδων
10ἐξηγοῦνται μνήμῃ προγενομένων ἔχειν ἐπὶ τὰ συμφο‐ ρώτατα ἑκάστους καὶ τοῖς προσπίπτουσιν κακου..της τῶν ἱστορηθέντων νεωτέρων τε καὶ παλαιοτέρων .. πρὸς δὲ τοὺς κατα.. κατ’ ἀνθρώπους ἧς ἀπορῇ λύσις .. ἡ γὰρ ἰσχύοντας
15κατὰ τῶν τι.. τῷ συνενέχοντι ἐν ..η αποκνήμη.. ὡς
ἁλίσκεσθαι δέον.674

18

Exc. De strategem. c. IV Ἐκ τῶν Δεξίππου. Πολιορκία Μαρκιανουπόλεως. Μαρκιανούπολιν, τὸ δὲ ὄνομα Τραϊανοῦ τοῦ βασι‐ λέως τὴν ἀδελφὴν ἐνδεδωκέναι τῇ πόλει λέγουσιν οἱ
5ἐγχώριοι· ταύτην δὴ οὖν τὴν πόλιν οἱ Σκύθαι ὡς δὴ κατὰ κράτος ἁλώσιμον εἶναι νομίσαντες, ἀπεῖχον μὲν τῆς εὐθὺ προσβολῆς, λίθους δὲ ὅτι πλείστους παρεφό‐ ρουν πρὸ τοῦ τειχίσματος, ὡς χύδην καὶ σωρηδὸν κα‐ τανενημένοις ἀφθόνως ὑπάρχειν χρῆσθαι· (2) ᾤοντο γὰρ
10φόνον τε πολὺν ἐπὶ τοῦ τείχους οὕτω συμβήσεσθαι, καὶ τῶν πολεμίων ἐν τῷ φυλάσσεσθαι μᾶλλον ἢ ἐν τῷ ἐπιχειρεῖν ὄντων, ῥᾳστώνῃ τὴν πόλιν αἱρήσειν. (3) Τοῖς δὲ ἐν τῷ ἄστει πάλαι τε παρεσκεύαστο ὅσα εἰς πολιορ‐ κίαν ἐπιτήδεια, καὶ Μάξιμος, ἀνὴρ γένος μὲν τῶν
15ἀπόρων μεταβου* φιλοσοφίᾳ δὲ ἄρα συζῶν, οὐ μόνον στρατηγοῦ, ἀλλὰ καὶ στρατιώτου ἀγαθοῦ ἔργα ἐν τῷ τότε ἕτοιμος ὢν ἐπιδείκνυσθαι, ἐπεθάρρυνέ τε ἑκάστους καὶ παρῄνει, (4) ὅτε δὴ ἐκ χειρὸς ἀκροβολίζοιντο οἱ πολέμιοι, τοῦ ἀμύνεσθαι ἀπεχομένους ὑπὸ ταῖς ἐπάλ‐
20ξεσιν ἱσταμένους ἔχειν σφῶν αὐτῶν φυλακὴν, τάς τε ἀσπίδας προϊσχομένους καὶ ὅσα δύναται στέγειν καὶ ἀποκρούεσθαι τὰς τῶν ἐναντίων βολάς. (5) Ὡς δὲ ἱκα‐ νῶς ἔχειν ἐδόκει τοῖς βαρβάροις τῆς τῶν λίθων παρα‐ σκευῆς, ἀθρόοι περιχυθέντες ἐν κύκλῳ τὸ τεῖχος, οἱ
25μὲν ἀκόντια μεθίεσαν, οἱ δὲ λίθοις ἠκροβολίζοντο τοὺς ἐπὶ τῶν ἐπάλξεων, καὶ συνεχείᾳ [ἐχρῶντο] τῶν μεθιε‐ μένων, ὡς χαλάζῃ τῇ πυκνοτάτῃ προσεοικέναι κατὰ τὸ ἐπάλληλον τῆς φορᾶς. (6) Οἱ δέ γε εἴσω τοῦ ἄστεως, σφάς τε αὐτοὺς κατὰ τὸ δυνατὸν καὶ τὸ τεῖχος ἐφύλασ‐
30σον· ἀπεῖχον δὲ τοῦ ἀμύνεσθαι, ᾗπερ αὐτοῖς προσε‐ τέτακτο. (7) Ὡς δὲ ἐπ’ οὐδενὶ ἔργῳ λαμπρῷ ἥ τε τῶν λίθων ἐκενώθη τοῖς βαρβάροις παρασκευὴ, καὶ ὅσα ἐκ χειρὸς ἢ ἀπὸ τόξου ἀκόντια, ἥ τε ἐλπὶς αὐτοῖς τοῦ σὺν οὐδενὶ πόνῳ τὴν πόλιν αἱρήσειν ἀνάλωτο, ἀθυμίᾳ δὴ
35εἴχοντο, καὶ τῶν στρατηγῶν ἀνακαλεσάντων ἀπῄε‐ σαν, οὐ πόρρω τῆς πόλεως τὴν στρατοπεδείαν ποιούμε‐ νοι· καὶ γὰρ ἦν τῆς ὥρας ἀμφὶ ἡλίου δυσμάς. (8) Δια‐ λιπόντες δὲ ἡμέρας οὐ μάλα συχνὰς καὶ ἐπελθόντες αὖ‐ θις καὶ περιστάντες ἐν κύκλῳ τὸ τεῖχος ἠκροβολίζοντο·
40ὅτε δὴ Μάξιμος τοῖς ἐν τῷ ἄστει καιρὸν εἶναι τῆς ἐπι‐ θέσεως ἐπηγγέλλετο. (9) Γίνεται δὴ οὕτω· καὶ ἀνα‐ θαρρήσαντες διὰ τὴν ἐν τῇ προτέρᾳ τῶν βαρβάρων ἄπρακτον ἀναχώρησιν, βοήν τε ἦραν καὶ λίθους καὶ ἀκόντια, ὡς εἶχον, μεθίεσαν· (10) οἷα δὴ οὖν πυκνῶν ἀλ‐
45λήλοις ἐφεστηκότων τῶν βαρβάρων καὶ διὰ τὸ ἀπροσ‐ δόκητον τοῦ ἀντίπαλον ἂν σφίσιν ἄνωθέν τι ἀπαντῆσαι οὐκ ἐς τὸ ἀκριβὲς πεφραγμένων, [πρὸς δὲ καὶ ἀθρόαις ταῖς βολαῖς, καὶ ταῦτα ἐκ μετεώρου βαλλομένων,] καὶ διὰ τὸ πλῆθος τῶν ἐναντίων, οὐδὲ ἐθέλοντας ἦν

18

(50)

ἁμαρτεῖν τοὺς ἀπὸ ἄστεως. (11) Βιαζόμενοι δὴ οὖν οἱ Σκύθαι καὶ μὴ ἀντιδρᾶν ἔχοντες τοὺς Μυσοὺς, διά τε τὰς ἐπάλξεις καὶ τὴν ἐκ τῶν θυρῶν καιροφυλακὴν, ἀπαγορεύοντες πρὸς τὰς πληγὰς, καὶ ὡς οὐκ ἦν αὐτοῖς
περαιτέρω καρτερεῖν, ἀνεχώρησαν ἄπρακτοι.675

19

Exc. De senten.: Ὅτι Δέκιος, βασιλεὺς Ῥωμαίων .. εἶχεν τὴν Θρᾴ‐ κιον δύναμιν .. ὀρρωδῶν [μή τι νεώ]τερον γένηται περὶ τῆς ἀρχῆς τὴν κατάστασιν .. ἐπιστολῆς .. εἰς αὐτοὺς
5ἐπεξιέναι τοῖς πολεμίοις .. βουλόμενον τῆς δι’ ἀνθρώπους οὐκ ἐμφαιν..ους ἄγειν· μὴ περαιτέρω πράσσοντες ἄν‐ θρωποι ἀπο.. οὐκ εὐκαίρου προθυμίας τὴν πεῖραν λά‐ βωσι .. πρὸς τὴν .. ἐπικουρίαν παραγίνεσθαι. Καὶ ὁ μὲν .. βασιλέως ἡμεροδρόμου φέρων τὴν ..
10 Πρίσκῳ, ὃς δὴ τῆς τῶν ..ων.. ἐπί τε εἰρήνης τὰ πολλὰ ἐχρημάτισε .. τὰ τοῦ πολέμου· τὸ δὲ .. ὃς δὲ τότε πόλεμος ... ἐμήνυσαν. Καὶ ἐπεὶ ἠθροίσθησαν .. ἐδήλου γὰρ ἡ γραφὴ τάδε. «Ὅτι ποθοῦμεν .. ὦ ἄνδρες .. ἀσφαλὲς ὄψει τῶν ὁρών‐
15των ..μενον. Ἐπεὶ δὲ .. μὲν .. πορευόμενοι .. δὲ κατὰ πολλὰ σκεδασθέντες .. ἀναγκαῖον διδαχῇ· ἅμα τῇ .... πράττοντες ἂν ὑμεῖς ... ἐμοί· εἴ γε .. διὰ τί .. εἴ τις ὑμῶν διαμέλλοιτο· ἐξαγγέλλεται γὰρ .. νεότητι οὐ κατὰ καιρὸν θαρροῦντας, καὶ τούτῳ ἔκπληξιν ἐς τοὺς ἐναντίους
20ἕξειν νομίζοντας, οἷα δὴ πολέμων ἀπειράτους, εὐτολ‐ μότερον αὐτοῖς μᾶλλον ἢ προμηθέστερον παρὰ τὴν ἀπου‐ σίαν τῶν προαγωνισμάτων συνίεσθαι. Καὶ ἔστι μὲν ἁπάντῃ ὑπαίτιος ὑμῶν ἡ ἐπιχείρησις διότι καὶ ὑπὲρ καλῶν ἔργων· συνευξαίμην δ’ ἂν καὶ πείρᾳ
25δύνασθαι συμφορωτάτους γενέσθαι. Ἐπέσκεμμαι δὲ ὡς ἐν τοῖς πολέμοις τὸ ἀνδρεῖον μετὰ μὲν ἐμπειρίας ἰσχυρὸν, ἄνευ δὲ τούτου ἀσθενές· καὶ θρασύτης λογι‐ σμῶν ἄμοιρος ἡ δὲ (ἤδη?) σὺν τῷ μὴ κατὰ καιρὸν εὐ‐ τόλμῳ ἔσφηλε. Κράτιστοι δὲ οἱ συνέσει τὸ διάφορον
30τῶν ἐκβησομένων εἰδότες μᾶλλον ἢ θυμῷ ἐς τὰς μάχας καθιστάμενοι. Παραινῶ μὴ δὴ ἐς τὸ ἕτοιμον τῆς γνώμης καὶ τοῦ πλήθους τὸ ἀβέβαιον ἰδόντας, τοῦ κοινοῦ τῆς ἀσφαλείας ὑφέσθαι· ἀποκινδυνεύσεται γὰρ ὑμῖν σω‐ τηρία οὕτως ἐς μηδὲν δέον, καὶ θράττεσθαι ἡ διά‐
35νοια ὑμῶν δόξει μᾶλλον ἢ ἐπιβούλιος περὶ τῇ πάσῃ πόλει τοῦ ἐκβησομένου ἔχουσα τὴν πεῖραν. Ὑπαίτιος δὲ ὁμοίως ὅ τε ἀνανδρίᾳ τὸν ἐφεστηκότα ἀγῶνα ἐξι‐ στάμενος, καὶ ὁ θρασύτητι ἐς τοὺς [μὴ] προσήκοντας
κινδύνους ἰὼν, [παρὸν] βίον σὺν ἀσφαλείᾳ σώζεσθαι.676
40Λογισμῷ δὲ πιστεύων ἀνὴρ βεβαιότερος ἢ ἀμαθίας σχήματι πρὸς τὰς ἀδήλους φορὰς τῶν πραγμάτων ἐξορμώμενος. Αἵ τε ἐν τοῖς πολέμοις συντυ‐ χίαι ἢ κατὰ τὸ ἀναγκαῖον τὴν τόλμαν διδόασιν ἐξιοῦ‐ σιν ἐς τοὺς κινδύνους, ἢ ἀδείας περιουσίᾳ τὴν μετὰ τοῦ
45ἀσφαλοῦς σύνεσιν παρέχονται, ὡς μὴ σὺν δέει τι μᾶλ‐ λον ἠπειγμένως ἢ προμηθείᾳ πρᾶξαι. «Λογιζόμενοι δὲ τάδε μὴ ἴτε πρὸς ἄνδρας ἐς ἀγῶνα κατ’ ἐρημίαν τῶν συλληψομένων ἐχυρᾷ δυνάμει ἐξιόν‐ τας καὶ πολλῇ μὲν ἵππῳ, πολλοῖς δὲ

19

(50)

ὁπλίταις καὶ ψιλοῖς παρεσκευασμένους, ἔτι δὲ πεῖραν πολεμικὴν φοβεροὺς καὶ σωμάτων ὄψει δεινοὺς, καὶ ὅπλων ἀνασείσει, ἀπειλαῖς τε καὶ βοῆς μεγέθει ἱκανω‐ τάτους προεκφοβῆσαι τοὺς πρῶτον ἐς αὐτοὺς ἰόντας. Μὴ δὴ πρὸς τούσδε ἀποκινδυνεύσητε, ἐξὸν ἀπὸ τῶν
55τειχῶν σὺν ἀσφαλείᾳ ἀμύνεσθαι. Καὶ γὰρ ἡ ἐλπὶς τοῖς πρῶτον ἐς μάχην ἰοῦσιν ἰσχυρόν τι ἔδοξεν εἶναι καὶ προσαγωγότατον εἰς κατόρθωσιν· ἀλλ’ ἐν τοῖς περιφα‐ νεστάτοις ὤφθη*, ὅταν τῷ ἀληδ.. μάχη‐ ται. Εὔδηλον δὲ δήπου, οἶμαι, ὡς κἂν τοῖς ἐξ ἴσου οὖ‐
60σιν ἄνευ στρατηγοῦ κατὰ μόνας ἀποκινδυνεύειν σφα‐ λερώτατον· τὸ δὲ ὑπὸ ἡγεμόνι τε ἄγεσθαι καὶ ἐς κοινω‐ νίαν ἥκειν ἑτέροις τοῦ κινδύνου ἔν τε ἐνθυμήσεσι κἀν τοῖς ἔργοις ἀσφαλέστατον, ῥᾳδίαν ἔχον τὴν παρὰ τοῦ πέλας ἐπανόρθωσιν. Κρεῖττόν τε σὺν ἑτέρῳ κατορθοῦν‐
65τας δόξης ἔλαττον ἔχειν, ἢ δίχα τοῦ προμηθοῦς κατὰ μόνας ἐπιχειρήσαντας σφαλῆναι. Καὶ ἀπόντος μὲν πολὺ ἀπὸ σφῶν τοῦ ἐπιβοηθήσοντος, οἷα δὴ μονωθέντας, δρᾶσαί τι σὺν εὐχερείᾳ σύγγνωμον· ἀνδρῶν δὲ οὐκ ἄπωθεν ὄντων ἄριστα πολέμῳ ὡμιληκότων καὶ πεῖραν
70παρασχομένων τοῦ νικᾶν, καὶ ταῦτα τὸ ἀδεὲς ἐς τοὺς κινδύνους ἐν τῷ διὰ μέσου ἐκ τῆς τῶν τειχῶν ὀχυρότη‐ τος ἔχοντας, πρᾶξαί τι παρὰ τὴν τοῦ ἄρχοντος καταί‐ νεσιν, κἄν τῳ ἄμεινον ἐκβῇ, οὐκ ἀνεπίκλητον ἐφάνη διά τε τὸ δυσπειθὲς τὸ περὶ τὸν προστάξαντα, καὶ ὅτι σὺν
75τῷ ἀμφιβόλῳ τοῦ κινδυνεύματος ἐπεχειρήθη. «Εἰ δέ τις προαστείων τε καὶ ἐνδιαιτημάτων τέρψεως ἀποστερούμενος ἄχθεται, καὶ ὅσα πλούτου ἐγκαλλωπί‐ σματα, γνώτω τὸ μὲν ἀλγεινὸν εἰς ὀλίγον τε καὶ ἐν ὀλίγῳ τὴν αἴσθησιν οἶσον, οἷα δὴ ἐν οἰκοδομαῖς κείμενον, καὶ
80ἡμῶν οὐ διὰ μακροῦ ἐπιστησομένων, ὡς κωλῦ‐ σαί τε τὸν παντελῆ τούτων ἀφανισμὸν καὶ ἀναλαβεῖν αὐτὰ δαψίλειαν τῆς ἐκ τούτου χορηγίας οὐκ ἀδυνάτων, τὸ δὲ τῆς σφετέρας σωτηρίας ἐπικίνδυνον οὐκ ἰασόμενος. Ὅθεν τῇ παραυτίκα ἀχθηδόνι τὸ εἰς ἅπαν ἀσφαλὲς ἀντιτιθεὶς
85οὔτω λογιζέσθω, διότι μηδὲ ἐς πάντας, ἀλλ’ ὅσοι δυ‐ νατοὶ τὸ λυπηρὸν τὴν ἀναφορὰν ἔχει, παρ’ οἷς πλούτῳ ἰσχύουσι καὶ ἄνευ τοῦ ἡμετέρου ταχεῖα τῶν ἀφαιρεθέν‐ των ἡ διόρθωσις. Παυστέον δὴ οὖν ὑμῖν τῆσδε τῆς ὁρμῆς, εἰ μήτε ἑαυτοῖς ἐπιβούλως καὶ ἐς τὸν ἄρχοντα
90ἐναντίως πράσσετε, καὶ εἴσω τειχῶν μενετέον. Ἡμᾶς δὲ οὔτε τῇ παρασκευῇ οὔτε ταῖς γνώμαις τῆς τῶν κοι‐ νῶν σωτηρίας ἀφεστηκότας ὀλίγων ἡμερῶν ἐπιστησο‐ μένους ἅμα τῇ δυνάμει ἐλπίζετε, καὶ εἴσω τειχῶν τὰ ἐς τὴν τοῦ ἔξωθεν ἀγῶνος κατόρθωσιν ἡμῖν μελήσει. Προα‐
95ποδείκνυται δὲ οὐ πόρρω τοῦ ἀληθοῦς εἶναι τὸ ἐπάγ‐ γελμα ἐκ τῶν πρὸς Νικοπόλει πραχθέντων, εἴ γε μὴ
μεγαληγορεῖσθαι δεήσει. Χρὴ δὲ ἐν τοῖς μεγίστοις τῶν ἀγώνων τούτοις συμβούλοις τε ἅμα καὶ βοηθοῖς χρῆ‐ σθαι, οἳ ἂν ἐν τοῖς φθάνουσιν ἔργοις σαφῆ τοῦ συμφέ‐677

19

(100)

ροντος ἐπιδείξωνται τὴν δήλωσιν, ἐμπειρίαν ἔργων καὶ πρὸς ....

20

Exc. De strategem. c. V: Ἐκ τῶν Δεξίππου. Πολιορκία Φιλιππουπόλεως. Τὴν Φιλιππούπολιν, ἔστι δὲ ἡ πόλις αὕτη μεθόριος μὲν τῆς Θρᾳκῶν καὶ Μακεδόνων γῆς, κεῖται δὲ ἐπὶ τῷ
5Ἕβρῳ ποταμῷ, οἰκιστὴν δὲ αὐτῇ γενέσθαι λέγουσι Φίλιππον τὸν Ἀμύντου, Μακεδόνων ἄρχοντα, ἀφ’ οὗ δὴ καὶ τὸ ὄνομα τῇ πόλει ἐγένετο· (2) ταύτῃ δὴ οἱ Σκύ‐ θαι ὡς ἀρχαιοτάτῃ καὶ μεγίστῃ προσέβαλλον ἐς πο‐ λιορκίαν. Ἐπολεμεῖτο δὲ αὐτοῖς ὁ πόλεμος ὧδε.
10(3) Ὑπερφέροντες τῶν κεφαλῶν τὰς ἀσπίδας τῶν μεθιε‐ μένων ἐν σκέπῃ εἶναι, κύκλῳ τῆς πόλεως περιῄεσαν, καταθεώμενοι ὅπῃ εὐαποτείχιστον ἢ καὶ ἐπίβατον ἐν τῇ προσαγωγῇ τῶν κλιμάκων ὑπάρχοι διὰ στενότητα ἢ καὶ χθαμαλότητα τῶν τειχῶν. (4) Καὶ τὸ μὲν πρῶ‐
15τον ἐποιοῦντο προσβολὰς ἐπ’ ἀκροβολισμοῖς καὶ το‐ ξείαις· οἱ δὲ ἄνωθεν ἠμύνοντο καρτερῶς, ὅπῃ πελά‐ ζοιεν οἱ πολέμιοι. (5) Αὖθις δὲ αὖ τῆς πόλεως ἐπείραζον, κλίμακας πηξάμενοι καὶ μηχανάς· τὰ δὲ μηχανήματα ἦν ξύλα πεπηγότα τετράγωνα, ἐπιτεχνήματα οἰκίσκοις
20ἐμφερῆ· καὶ αὐτῶν βύρσας ὑπερτείνοντες, ὡς παντὸς τοῦ μεθιεμένου ἀβλαβῶς ἔχειν προσπίπτοντες ταῖς πύ‐ λαις, σφῶν δὲ τὰς ἀσπίδας προβεβλημένοι, καὶ μετα‐ κινοῦντες αὐτὰ τροχοῖς καὶ μοχλίαις. (6) Οἱ δέ τινες ξύλα προμήκη, σιδήρῳ καταπεφραγμένα, ὡς μὴ ἀπο‐
25θραύεσθαι ἐν τῇ προσβολῇ, μετεωρίζοντες ἐπείρων ἀναράσσειν τῷ τείχει· ἕτεροι δὲ κλίμακας προσερεί‐ δοντες τὰς μὲν ἐπ’ εὐθὺ πεπηγυίας, τὰς δὲ ὑποτρόχους, κινουμένας ἐπὶ θάτερα· αἳ δὴ ὅτε προσάγοιντο, κάλοις ἀπ’ ἄκρων τῶν κλιμάκων ἠρτημένοις ἀνέπτυσσον ὡς
30ὀρθουμένας ἐπιβάλλειν τοῖς τείχεσιν. (7) Ἦσαν δὲ οἳ καὶ πύργους ξυλίνους τῷ τείχει ὑποτρόχους ἐπῆγον, ὡς ὅτε πελάσαιεν, ἐπιβολῇ γεφυρῶν τὴν διάβασιν ἀπὸ τούτων ἐξ ἰσοπέδου ποιήσοντες. Καὶ ἥδε μὲν αὐτοῖς ἀφθονία μηχανημάτων. (8) Ἀντήρκουν δὲ πρὸς ἕκαστα
35οἱ Θρᾷκες, τὰ μέν τινα τῶν μηχανῶν λίθοις μεγάλοις ἁμαξιαίοις συναράσσοντες αὐτοῖς ἀνδράσι, τὰ δὲ καὶ καταπιμπράντες δᾳσὶ καὶ θείῳ καὶ πίσσῃ· τῶν δὲ κλι‐ μάκων κατεκυλίνδουν δοκοὺς ἐγκαρσίας καὶ λίθους, ὡς ὑπὸ τῇ βιαίᾳ φορᾷ τάς τε ἀσπίδα τῶν ἐπαγόντων καὶ
40τὰς κλίμακας ἐν τῇ ἐμβολῇ ἀποθραύεσθαι. (9) Ὡς δὲ οὐδὲν ἐπλεονέκτουν ταῖς μηχαναῖς οἱ πολέμιοι, ἀθυμίᾳ δὴ εἴχοντο, καὶ βουλὴν τιθεμένοις ᾗ δεῖ πολεμεῖν, ἐδό‐ κει χώματα χοῦν μετέωρα πρὸς τὴν πόλιν, ὡς εἶναι σφίσιν ἐπίσου πρὸς τοὺς ἐναντίους μάχεσθαι. (10) Ἔχουν
45δὲ ὧδε· ξύλα ἐκ τῶν πέριξ οἰκοδομημάτων συνεφόρουν, καὶ προβαλλόμενοι πρὸ σφῶν τὰς ἀσπίδας, ἐνέβαλλον αὐτὰ εἰς τὴν τάφρον κατ’ εὐθὺ καὶ παράλληλα, ὅπῃ συμβαίνει. (11) Ποιήσαντες δὲ ταῦτα, χοῦν καὶ ὅλην
παντοίαν ἐπεφόρουν μεταξὺ τοῦ χείλους ἑκατέρου τῆς678

20

(50)

τάφρου. Καὶ οὕτω ταχεῖαν εἰργάσαντο τοῦ χώματος τὴν αὔξησιν. (12) Ὁρῶντες δὲ τὸ πραττόμενον οἱ Θρᾷ‐ κες, καὶ ὅτι πρὸς σφὰς τὸ χῶμα ἀντετειχίζετο, ξύλα πηξάμενοι καὶ τούτοις σανίδας προσαρτήσαντες, πρό‐ βλημα μετέωρον ἐπὶ τῷ τειχίσματι ἤγειρον. (13) Καὶ
55ἐπὶ τῷδε ἐμηχανήσαντο τοιόνδε· καθῆκαν ἀπὸ τοῦ τεί‐ χους νύκτωρ ἀπὸ κάλων, ὑπ’ αὐτό που τὸ ἡσυχάζον, ἄνδρα εὔτολμόν τε καὶ γενναῖον, δόντες αὐτῷ φέρειν ἐπὶ τὸ χῶμα δᾷδα ἡμμένην καὶ σκεῦος, ἵνα πίττα τε ἦν καὶ θεῖον καὶ τὰ τοιαῦτα. (14) Ἐμβάλλει δὴ οὖν
60τὸ πῦρ τοῖς ἀνέχουσι τὸ χῶμα ξύλοις, καὶ ἀθρόα γί‐ νεται καέντων τοῦ χώματος ἡ κατάπτωσις. (15) Ἐπεὶ δὲ καὶ ἐν τούτοις μεῖον εἶχον οἱ Σκύθαι, ἐδόκει αὐτοῖς κτείνειν τὰ ἀρχεῖα τῶν ὑποζυγίων καὶ τῶν αἰχμαλώ‐ των ὅσοι νόσῳ ἢ χρόνῳ διὰ γῆρας ἐκακοπάθουν· κτεί‐
65νατες [δ’] ἐνέβαλον εἰς τὴν τάφρον, καὶ ὕλην παντοίαν ἐπεφόρουν. Τὰ δὲ σώματα ἄρτι τριταῖα γινόμενα ὕψος οὐ μέτριον παρεῖχον ἐξοιδοῦντα τῷ χώματι. (16) Οἱ δὲ Θρᾷκες μέρος τι τοῦ τείχους διακόψαντες, ὅσον ἐς μέγεθος πυλίδος στενῆς, εἰσεφόρουν κατὰ τοῦτο
70παρὰ σφὰς ὅσαι νύκτες τὸν χοῦν· ὡς δὲ πάντῃ ἄποροι τῇ γνώμῃ ἐγίνοντο οἱ βάρβαροι, ἐδόκει ἀναχωρεῖν.
Καὶ τοῦτο τῇ πολιορκίᾳ τέλος τοῖς Σκύθαις ἐγένετο.679

21

Exc. De sentent.: ».. καὶ καρτερίᾳ οἱ πόλεμοι μᾶλλον ἢ πλήθει κρί‐ νονται. Ἡμῖν δύναμίς τε οὐ φαύλη (δισχίλιοι γὰρ οἱ σύμπαντες ἠθροίσθημεν), καὶ τὸ χωρίον ἐρυμνότατον,
5ὅθεν ὁρμωμένους χρὴ τοὺς πολεμίους κακοῦν σποράσι τε ἐπιτιθεμένους καὶ τὰς παρόδους αὐτῶν ἐνεδρεύοντας· ἐξ ὧν κρατοῦσι μὲν ἡμῖν τῷ τρόπῳ τούτῳ ῥώμη ἔσται, καὶ δέος οὐ μέτριον παρέξομεν τοῖς ἐναντίοις· συνιστα‐ μένων δὲ ἀντιστησόμεθα, προ... ὅπλων οὐ φαῦλον τὸ
10ἐρυμνὸν τοῦ χωρίου καὶ τήνδε τὴν ὕλην ἔχοντες. Οἵ τε ἐναντίοι ἐκ διαφόρων προσβάλλοντες οἷα οὐ πάντῃ κα‐ ταφανέσι ταράξονται, οὐκ ἐν τῷ ἴσῳ τρόπῳ τοῖς πρό‐ σθεν πολεμήσουσι, τάξιν τε αὑτῶν λύοντες καὶ οὔθ’ ὅπου τὰ τοξεύματα καὶ ἀκόντια μετιέναι χρὴ εἰδότες,
15καὶ τῶν τε ἀφιεμένων ἀτυχήσουσι, καὶ ὑφ’ ὑμῶν ἔτι μᾶλλον κακώσονται. Ἡμεῖς τε τῇ ὕλῃ πεφραγμένοι ἐπίσκοπα καὶ ἐξ ὑπερδεξίων μεθήσομεν, καὶ ἀσφαλέστε‐ ροι μὲν εἰς τὸ δρᾶν ἐσόμεθα, οὐ ῥᾷστοι δὲ βλάπτεσθαι. Περὶ δὲ αὖ τῆς ὁμόθεν μάχης, εἰ δὴ καὶ αὐτῆς δεήσαι,
20ἐκεῖνο χρὴ λογίζεσθαι, ὡς οἱ μέγιστοι κίνδυνοι μεγίστας καὶ προθυμίας παρέχονται, καὶ ἐν τῷ ἀπόρῳ τῆς σω‐ τηρίας ἡ ἀντίτασις ἑτοιμοτέρα, καὶ πολὺ τὸ ἀνέλπιστον ἐξέβη, βιαζομένων τε ὑπὲρ τοῦ ἀμηχάνου καὶ ἀμυνομέ‐ νων ὑπὲρ τῶν σπουδῆς ἀξίων τιμωρίας ἐλπίδι. Οὐδὲ γὰρ
25ἔστιν ὅτῳ ἂν πρὸ ἡμῶν μείζους γένοιντο ὑποθέσεις τῆς ἀγανακτήσεως, οἷα δὴ γενῶν τῶν ἡμετέρων καὶ πόλεως ὑπὸ τῶν ἐναντίων κατεσχημένης. Συνεπίθοιντο δὲ ἂν αὐτοῖς καὶ ὅσοι ἀνάγκῃ ἄκοντες συστρατεύουσιν ὅτε τὴν ἡμετέραν ἔφοδον αἴσθοιντο, ἐλευθερίας τῆς σφετέρας
30ἐλπίδι. «Πυνθάνομαι δὲ καὶ τὴν βασιλέως δύναμιν τὴν ναυ‐ τικὴν οὐχ ἑκὰς εἶναι ἀρήξουσαν ἡμῖν, ᾗ συνταχθέντας συνεισβαλεῖν κράτιστα. Καὶ ἐπὶ τῷδε ἡγοῦμαι ὡς καὶ τοὺς Ἕλληνας ἐς τὸ αὐτὸ τοῦτο πρόθυμον ἐπάξο‐
35μεν. Αὐτὸς δὲ δὴ ὢν οὐκ ἔξω κινδύνου οὐδὲ εὐτυχέ‐ στερον πράττων ἐπὶ ταῦτα ἴεμαι, ἀρετῆς ἐπιθυμῶν καὶ διακινδυνεύων, τὰ τιμιώτατα δὲ θέλων περιποιή‐ σασθαι καὶ ἐς ἐμαυτὸν μὴ καταλῦσαι τῆς πόλεως τὴν ἀξίωσιν. Καὶ παραινῶ ὧδε γινώσκειν. Ἔπεισι μὲν
40ἡ τελευτὴ πάντας ἀνθρώπους καταλῦσαι τὸν βίον, ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν ἆθλον κάλλιστον καὶ δόξαν ἀΐδιον φέρων. Εἰ δέ τινα καὶ ἐπὶ τοῖς εἰρημέ‐ νοις τὸ τῆς πόλεως πταῖσμα ἐκπλήσσει, καὶ δι’ αὐτὸ ἄθυμός ἐστιν, ἴστω τάς τε πλείστας τῶν πόλεων ἐξ ἐνέ‐
45δρας ὑπὸ τῶν πολεμίων ᾑρημένας ..... καὶ τῶν ἀντι‐ στάντων αὐτοὺς τὸ ἀντίπαλον ἐρημωθέντας ..ον δὲ τοῦ βαρβαρικοῦ ἐπιτίθεσθαι. Καὶ τῷ ... ἀνθισταμένῳ συνοι‐ σόμεθα ...ον τῇ παρόδῳ χρήσονται ἀθρόον .... ἱκανοὶ εἴημεν· ἀναχωρήσομεν ἐς τὸ μετέωρον σὺν ἀσφαλείᾳ ....

21

(50)

μένων ἐπιθησόμεθα, κἀν τούτῳ τῶν ἐναντίων αἱ ἀπο‐ ρίαι πρὸς ἡμῶν ἔσονται. «Συστήσεσθαι δὲ ἡμῖν καὶ ἐκ τῆς τύχης τὸ εἰκὸς ἄγει· ἥ τε γὰρ ὑπόθεσις δικαιοτάτη, καθ’ ἣν ἀμυνούμεθα τοὺς προαδικήσαντας, καὶ τὸ δαιμόνιον ταύτῃ ὡς ἐπὶ
55πολὺ βραβεύει τὰ ἀνθρώπεια, προθυμότατον ὂν συμφο‐ ρὰς ἐλαττῶσαι καὶ ἐς τὰ ἀμείνω συνάρασθαι. Καλὸν δὴ γνωρίσαι τὸ πάτριον ἡμῶν σχῆμα, καὶ αὐτοὺς τοῖς Ἕλλησιν ἀρετῆς καὶ ἐλευθερίας γενέσθαι παράδειγμα,
καὶ παρά τε τοῖς οὖσι καὶ τοῖς ἐπιγιγνομένοις εὐκλείας680
60ἀειμνήστου μετασχεῖν, ἔργῳ δεικνύντας, ὡς καὶ ἐν ταῖς συμφοραῖς τὸ φρόνημα τῶν Ἀθηναίων οὐχ ἥττη‐ ται. Σύνθημα δὲ τοῦ πολέμου παῖδας καὶ τὰ φίλτατα ποιησάμενοι καὶ τὸ ταῦτα διασώσασθαι, ἐς τὴν ἀντί‐ στασιν συνταττώμεθα, θεοὺς ἐφόρους ἀρωγοὺς ἐπικα‐
65λεσάμενοι.» Καὶ ὁ μὲν τοιαῦτα εἶπεν· οἱ δὲ Ἀθηναῖοι τοῖς τε λεχθεῖσι πολὺ ἐπερρώσθησαν (δυνατὰ ἐς τὴν ἀντίστασιν τὰ εἰρημένα), καὶ ἐπὶ τούτῳ ἐξηγεῖσθαι σφῶν αὐτῶν ἠξίουν. Ὅτι τῶν τὰ ἄριστα προελομένων ἡ προθυμία, κἂν
70τὸ ἔργον μὴ συνακολουθήσῃ, ἐπαινεῖται. Ὅτι ἀλγεινοτέρα ἀνδρὶ ἀρχὴν ἔχοντι τοῦ παντὸς ἡ ἀποτυχία μᾶλλον ἢ ἑκάστῳ ἡ καθ’ αὑτὸν κάκωσις· τῷ γὰρ ἰδίῳ περιγραφὴ ἡ τύχη τοῦ συμβάντος, εἰς δὲ τὸν ἄρχοντα προσχωρεῖ τοῦ συνενεχθέντος ἡ αἴσθησις.
75Ῥοπὴ δὲ οὐκ ἐλαχίστη πεπειθὼς τῇ (sic) γνώμῃ παρα‐ πλησίως ἔχειν· καὶ τὸ εἰκὸς τούτου οὐκ ἀπε..γεῖν ἐπ’ εὐνοίᾳ. Καὶ παρίσταται δ’ ἐμοὶ ἀπὸ τῶν αὐτῶν θαρρεῖν, ἀφ’ ὧν καὶ τὸ δυσχερὲς ὡρμήθη. Ὅτι φησὶν ὁ Δέξιππος πρὸς τοὺς Ἕλληνας δημη‐
80γορῶν· «Καὶ μή τῳ παραστῇ ὡς .. τῆς σωτηρίας ὑμῶν με.. ὀψὲ περι.. τὴν ..ην. Ἔγνων τε γὰρ τὰ κοινῇ λυ‐ σιτελῆ .. ἄλλος καὶ πρᾶξαι .... ἐπαίτιος ὅτου ἐστὶν ἐπι‐ σκέψασθαι τὰ συνοίσοντα καὶ .... ἀνὴρ ἐκ τοῦ δικαίου τὴν ἀρχὴν ἔχων καὶ πολιτεύων ἄριστα πειθοι***

22

Trebellius in Claudio c. 12: Quo (Claudio) ad deos atque ad sidera demigrante, Quintillus frater eiusdem ... suscepit imperium. Sub hoc barbari qui superfuerant, Anchialo vastata, conati sunt Nico‐
5polim etiam obtinere. Sed illi provincialium virtute obtriti sunt. Quintillus autem ab brevitatem tempo‐ ris nihil dignum imperio gerere potuit. Nam septi‐ madecima die, quod se gravem et serium contra mi‐ lites ostenderat ac verum principem pollicebatur, eo
10genere quo Galba, quo Pertinax, interemptus est. Et Dexippus quidem Quintillum non dicit occisum, sed tantum mortuum: nec tamen addidit morbo, ut dubium sentire videatur.

23

Exc. De strateg. c. VI: Ἐκ τῶν Δεξίπ‐ που. Σίδης πολιορκία. Ἐπολιόρκουν οἱ Σκύθαι τὴν Σίδην· πόλις δὲ αὕτη τῶν ἐν Λυκίᾳ. Ὡς παρασκευή τε πᾶσα ἦν ἄφθονος
5εἴσω τείχους καὶ πλῆθος ἀνδρῶν οὐ νωθρῶς ἁπτομένων τοῦ ἔργου, μηχανὰς ἐποιοῦντο, καὶ προσῆγον τῷ τεί‐ χει. (2) Οἱ δὲ καὶ πρὸς ταύτας ἀντήρκουν, καθιέντες ὅσα κωλύματα. Πύργους δ’ ἐπὶ τούτῳ ξύλου ἰσομε‐ τρήτους τῷ τείχει κατεσκεύαζον καὶ ἐκίνουν ὑποτρόχους
10ὡς ἐγγὺς ἵστασθαι. (3) Προεβέβληντο δὲ τῶν πύργων οἱ μὲν σίδηρον ἐπὶ λεπτὸν ἐληλασμένον καὶ ἐπὶ πολὺ τῶν ξύλων καταπεπηγότα, οἱ δὲ δέρριν καὶ ὅσα πυρὶ
οὐχ ἁλώσιμα. (4) Ἀντεμηχανήσαντο δὲ καὶ οἱ ἐκ τοῦ ἄστεως τοιόνδε· σανίδας μεγάλας ὀρθίας προστησάμε‐681
15νοι καθ’ ὅ τι ἔμελλον οἱ ἐναντίοι ποιήσασθαι τὴν προσ‐ αγωγὴν τῶν μηχανῶν, (5) καὶ αὖ ἐγκάρσια ξύλα καὶ ἰκρία ταύταις παραπήξαντες, μέσαις αὐταῖς ἐτεκταί‐ νοντο θυρίδας, ὅσον εἰς ὑποδοχὴν ἀνδρὸς τὴν ἄχρι στέρνου, ὡς ὑπερέχοντας αὐτῶν κατὰ ὕψος ἐκ μετεώ‐
20ρου ἔχειν ἀμύνασθαι. (6) Ποιήσαντες δὲ ταῦτα ἐκ μετεώρου καθίεσαν ἀρτῶντες κύκλῳ ἐφεστρίδας τε καὶ νάκη, ὡς ἂν τὰ τοιαῦτα προβλήματα μήτε εὔφλεκτα εἴη καὶ τῇ ἁπαλότητι αὐτῶν κατέχοι τὰ προσπηγνύ‐ μενα, οὐκ ἀντικόπτοντα τῇ βίᾳ πληγῆς. Γενομένης
25δὲ πείρας ἐπὶ τούτοις ἑκατέρωθεν καὶ μάχης κρατερᾶς, ὡς ἄπρακτος ἦν τοῖς Σκύθαις ἡ διατριβὴ καὶ οὐδὲ ἓν προὐχώρει εἰς ἐλπίδας, ἀνεχώρουν.

24

Exc. De legat.: Ὅτι Αὐρηλιανὸς κατὰ κράτος νικήσας τοὺς Ἰουθούγγους (*) Σκύθας, καὶ κατὰ τὴν τοῦ Ἴστρου περαίωσιν ἐς τὴν ἀποφυγὴν πολλοὺς τούτων ἀνελὼν, οἱ λειπόμενοι ἐς
5σπονδὰς ἧκον καὶ πρεσβείαν ἐστείλαντο. Τὴν δὲ αἴτη‐ σιν τῆς εἰρήνης ἐδόκει μὴ σὺν τῷ ἄγαν περιδεεῖ καὶ καταπεπληγότι ἐκ τῆς ἥττης ποιεῖσθαι, ὡς ἂν ὑπάρχοι σφίσι καὶ τῶν πρόσθεν φοιτώντων χρημάτων παρὰ Ῥω‐ μαίων ἡ ἀποδοχὴ, μὴ ἐς τὸ ἀδεὲς πάντῃ τῶν ἐναντίων
10καθισταμένων. Ὁ δὲ Ῥωμαίων βασιλεὺς Αὐρηλιανὸς ὡς ἐπύθετο ἀφιγμένην τὴν Ἰουθούγγων πρεσβείαν, ἐς τὴν ὑστεραίαν φήσας χρηματιεῖν περὶ ὧν ἥκουσι, διέ‐ ταττε τοὺς στρατιώτας ὡς ἐς μάχην, ἐκπλήξεως εἵνεκα τῶν ἐναντίων. Ἐπεὶ δὲ καλῶς εἶχεν αὐτῷ ἡ διακό‐
15σμησις, ἐπὶ ὑψηλοῦ βήματος μετέωρος βέβηκε, καὶ ἁλουργίδα ἀμπέχων, τὴν πᾶσαν τάξιν ἐποίει ἀμφ’ αὐ‐ τὸν μονοειδῆ. Παρεστήσαντο δὲ καὶ τῶν ἐν τέλει ὅσοι ἀρχάς τινας ἐπιτετραμμένοι, σύμπαντες ἀφ’ ἵππων. Κατόπιν δὲ βασιλέως τὰ σήματα ἦν τῆς ἐπιλέκτου
20στρατιᾶς· τὰ δέ εἰσιν ἀετοὶ χρυσοῖ καὶ εἰκόνες βασί‐ λειοι καὶ στρατοπέδων κατάλογοι γράμμασι χρυσοῖς δηλούμενοι· ἃ δὴ σύμπαντα ἀνατεταμένα προὐφαίνε‐ το ἐπὶ ξυστῶν ἠργυρωμένων. Ἐπὶ δὲ τούτοις ὧδε δια‐ κοσμηθεῖσιν Ἰουθούγγους ἠξίου [παρελθεῖν]. Τοὺς δὲ
25συνέβη θαμβήσασθαι ἰδόντας καὶ ἐπὶ πολὺ σιγῇ ἔχειν. Ἐπεὶ δέ σφισιν ἐκ τοῦ βασιλέως ἀπεδόθη λέγειν, διά τινος ἑρμηνέως ἔλεξαν τοιάδε· «Οὔτε τῇ ἐπὶ καιροῦ συμ‐ βάσῃ κακοπραγίᾳ ἡμῶν παρὰ τὸ εἰκὸς καταπεπληγό‐ τες, οὔτε δυνάμεως ἐνδεῶς ἔχοντες ἢ καὶ πολέμων
30ἄπειροι καθεστηκότες, ἀσθενείας εὐπρεπείᾳ κατὰ τὸ ἡμῖν αὐτοῖς μόνοις συμφέρον ἐς τὴν εἰρήνην σπεύδο‐ μεν· ἀλλὰ περίεστι μὲν ἡμῖν τοσοῦτον τῆς ἐν τοῖς πο‐ λέμοις περιουσίας πλήθους εἵνεκα καὶ ἰσχύος, ὥστε μέρει ἐλαχίστῳ τὰς πρὸς Ἴστρῳ πόλεις ἐπελθόντες
35Ἰταλίαν μικροῦ πᾶσαν κατειλήφαμεν, ἱππικῷ μὲν στρατεύσαντες ἐς μυριάδας δʹ, καὶ τούτων οὐ μιγάδων οὐδὲ ἀσθενῶν, ἀλλὰ Ἰουθούγγων καθαρῶς, ὧν πολὺς ἐφ’ ἱππομαχίᾳ λόγος. Ἀσπίδα δὲ ἄγομεν διπλασίαν δυνάμεως τῆς ἱππικῆς, οὐδ’ ἐν τούτοις ταῖς ἑτέρων ἐπι‐
40μιξίαις ἐπισκιάζοντες τοῦ σφετέρου στρατοῦ τὸ ἀναντα‐
γώνιστον. Ἔχοντες δὲ καὶ οὕτω παρασκευῆς διακρίνε‐ σθαι, οὐ διαγινώσκομεν ἐς ἀντιλογίαν ἥκειν τῆς συμφο‐ ρᾶς πέρι. Οὐ διὰ τὸ μὴ κατὰ κράτος νενικῆσθαι, κατὰ δὲ τὸ ἄδηλον τοῦ ἐκβησομένου εἰρήνην πολέμου προτι‐682
45μῶμεν, εἰκάζοντες καὶ ὑμῖν ὡς γένοιτ’ ἂν διὰ γνώμης πρὸς Ἰουθούγγους εὖ παρασχὸν τῆς πρόσθεν διαφορᾶς συμβῆναι, οἷα δὴ ὑπούσης καὶ παλαιᾶς ἀμφοῖν τοῖν γενοῖν πρὸς ἄλληλα πίστεως ἐς τὸ ἡσυχάζειν, δι’ ἣν χρὴ τὴν ἐπὶ καιροῦ διαφορὰν ἀπερίσκεπτον ἐν τῷ πα‐

24

(50)

ρόντι καταλύσαντας πρὸς τὸ παλαίτερον καὶ λυσιτελοῦν μετατίθεσθαι ἑκατέροις. Ἔν τε τῷ πολέμῳ οὐκ ἐπὶ πλεῖστον ταῖς καταδρομαῖς ληϊζόμενοι, ἀλλ’ ὅσον ἐς ἀφορμὴν τῶν ἐπιτηδείων ἀγαπῶντες τὴν ἄθροισιν, μέ‐ χρι τῆς γενομένης μάχης ἡσυχίᾳ τὸν καιρὸν διετρίβο‐
55μεν, ὡς τοῖς ἐπιοῦσιν ὑμῖν σὺν τῇ ὑμετέρᾳ δυνάμει τὸ καθ’ αὑτοὺς ἀντιτάξαντες. Ὃ δὴ καὶ νῦν ποιεῖν πα‐ ρεσκευάσμεθα· καὶ τό τε ὑμέτερον πρὸς πάντα κίνδυ‐ νον ἐκ τούτου ἀδεέστερον ἕξει, καὶ τῶν μεγίστων στρα‐ τοπέδων συνελθόντων οὐδ’ ἡτισοῦν ἑτέρα χεὶρ ἀξιόμαχος
60ἡμῖν νομισθήσεται. Εἰ δέ τις τῇ εὐτυχίᾳ τοῦ πολέμου ἐπαιρόμενος ὀλίγωρός ἐστι πρὸς τὴν σύμβασιν, γνώτω οὐ βεβαίῳ πράγματι Θρασυνόμενος, καὶ ὅτι ἐπὶ παντὶ φέ‐ ρον τῆς δοκούσης εὐπραγίας ἡττηθέντας καὶ πρὸς τὴν παροῦσαν τῆς τύχης ἀκμὴν ἀποκλίναντας
65τῶν ἀμεινόνων ἐξηρτῆσθαι μόνων ἐλπίδων, καὶ ὑπὸ τοιαύταις ἀνομίαις τῆς τε πρὸς θάτερον μεταβολῆς ὑπεριδεῖν καὶ συμμαχίαν εὔκαιρον διδομένην παραιτήσαθαι. Πεφύκασί τε αἱ μείζους στρατιαὶ, παρὰ μὲν τὴν πρώτην θάρσει οἰκείας δυνάμεως ἐπαιρόμεναι καὶ
70ἐλαχίστῃ προμηθείᾳ χρώμεναι, σὺν καταφρονήσει τῶν ἀντιπολεμούντων ἐπὶ τὰς μάχας πορεύεσθαι καὶ κατὰ τὸ ἀφύλακτον ὡς ἐπὶ πολὺ τὸ ἧττον ἔχειν, αἱ δὲ τῷ αἰφνιδίῳ καὶ παρ’ ἐλπίδα χωρήσαντι * λογισμῷ τε ἀσφα‐ λεῖ καὶ περιουσίᾳ δυνάμεως βεβαίως χρησάμεναι δυσ‐
75μαχώτατοι τοῖς ἀντιπάλοις γίνεσθαι. Σὺν δὴ τοιαύτῃ ἐλπίδι καὶ ἡμεῖς, διχῇ τὴν δύναμιν διελόντες τὸ πρῶτον, καὶ ἐν τῷ ποταμῷ τὰ πολλὰ τύχῃ μᾶλλον ἢ ἀρετῇ ὑμετέρᾳ σφαλέντες, οὐκ ἀπροσδόκητοί ἐσμεν ἀλλὰ νῦν, ἅμα τῷ τοῦ μέλλοντος προμηθεῖ, οὐχ ὑπόστατοι ὑμῖν
80γενέσθαι. Κράτιστον δὴ τούτων εἵνεκα δι’ εἰρήνης αἱρεῖσθαι ὑμᾶς τὰς ἐκ τῆς ὁμονοίας ὠφελείας, καὶ τὰ τοῦ πολέμου πράγματα σὺν ἡμῖν τίθεσθαι, τῇ τε παρ’ ἡμῖν συμμαχίᾳ ῥωσθέντας πλέον ἔχειν πρὸς τοὺς ἐπιόν‐ τας. Εἰ δὲ ταῦτα ποιεῖν ὧδε κρίνοιτε, ὑπάρχειν ἡμῖν
85δίκαιον καὶ ὅσα ἐν χρυσοῦ ἀσήμου τε καὶ ἐπισήμου δό‐ σεσι καὶ ἀργύρου παρ’ ὑμῶν ἐφοίτα ἐπὶ φιλίας βεβαιό‐ τητι. Ἀπειπαμένων γὰρ, ὅσα ἐχθροὺς ἀμυνόμενοι, καθότι δυνατὸν πολεμήσομεν.» Πρὸς ταῦτα ὁ Ῥω‐ μαίων βασιλεὺς ἔλεξεν ὧδε· «Εἰ μὲν [μὴ] ἐς ἀφανὲς κα‐
90θέντες τὴν γνώμην ὑμῶν, περὶ ὧν πρεσβεύεσθε, ἐδιδά‐ σκετε, οὔθ’ ἡμῖν τοῖς ἐκδεξαμένοις τὸν λόγον χαλεπὴν παρείχετ’ ἂν τὴν ἀπόκρισιν. Ἐπεὶ δὲ τὰ εἰρημένα ἐς μὲν εὐπρέπειαν σύγκειται, ἔργῳ δὲ ἐναντίως ἔχει, πῇ μὲν εἰρήνης μνημονευόντων, ὅτε δ’ αὖθις πόλεμον ἐπα‐
95νατεινομένων ὑμῶν, ὧν συγχεῖν ἐοίκατε ἑκάτερον ἐκ θατέρου, ἀμφίβολον καὶ ἡμῖν καθίσταται πρὸς ὅ τι
χρὴ πρῶτον ἀποκριναμένους μὴ ἁμαρτάνειν. Λέλειπται δέ τι καὶ ἐκ τῶν παρόντων βουλεύσασθαι· χρὴ γὰρ τὼ διττὼ τούτω λόγω διελόντας ἀπαντᾶν πρὸς ἄμφω· εἰ683

24

(100)

μὲν γὰρ καθαρῶς εἰρήνην ἐπαγγέλεσθε, τί δεῖ με‐ μνῆσθαι χρημάτων αἰτήσεως; καίτοι κἀν τούτῳ οὐ σὺν τῷ προχείρῳ ἡ βουλὴ τοῖς νενικηκόσιν πρὸς τὴν ἄρνη‐ σιν ἢ τὴν καταίνεσιν. Εἰ δὲ ἔτι σκοπεῖν ὑμῖν πρὸς τὸ συμφέρον καὶ τὰς ἐκ τοῦ πολέμου πλεονεξίας ἡγεῖσθε
105τὴν σύμβασιν, καὶ ἡττηθέντες ὥσπερ δασμοὺς παρ’ ἡμῶν ἀπαιτήσοντες ἥκετε, τῆς ῥᾳστώνης τὸ τερπνὸν, ὅσον εἰρήνη δίδωσιν, ἐκ παντὸς μεταδιώκειν ἡμᾶς νομί‐ ζοντες, ἔχεσθε τῆς ὁμοίας τῇ πρόσθεν ἐπιχειρήσεως, μηδ’ εἰς εὐεργεσίας λόγον προϊσχόμενοι τοῦ πολέμου
110τὴν κατάλυσιν αἰτεῖτε μισθὸν τῆς συγχωρήσεως, ὠνη‐ τὴν καὶ οὐκ ἐθελούσιον ποιούμενοι τὴν παροῦσαν ἐς τὴν φιλίαν πρόκλησιν. Οὐ γὰρ δὴ πολέμων ἀπείρους ὄντας ἡμᾶς τῷ πλήθει τῆς πολλὰ δὴ κομπασθείσης ὑφ’ ὑμῶν δυνάμεως ἐκπλήξετε· οὐδὲ πλούτῳ λαφύρων Ἰταλικῶν
115ἐπικομιζόμενοι (1), ἀδεῶς ἐπ’ οἴκου πορεύσεσθε· ἀλλὰ δῆλαι μὲν ὑμῶν αἱ πεζαὶ παρασκευαὶ, οὐκ ἄδηλοι δὲ αἱ τῶν ἱππέων, πρὸς ἃς ἐς τρόπον τὸν δυνατὸν ἀντιστη‐ σόμεθα. Τολμῶμέν τε γὰρ μετ’ ἀσφαλείας, καὶ ἀναχω‐ ροῦμεν σὺν προμηθείᾳ, οἷα δὴ λογισμῷ ἡγεμόνι ἐς
120πάντα χρώμενοι, οἷς ἡ ἰσχὺς βεβαιοτάτη, καὶ ἐμπειρίαν πολεμικῶν ἔργων διαφερόντως ἔχοντες. Ὑμεῖς δὲ μετά τε τοῦ προχείρου ἔπιτε, καὶ διαμαρτάνοντες τῶν ἔργων διὰ τὸ μὴ προσκέψασθαι ἐφ’ ἃ δεῖ ἐλθεῖν, πείραι τὴν βλά‐ βην τοῦ προπετοῦς φερόμενοι μεταγινώσκετε. Τοῖς γὰρ
125ζέσει ἐς τὰς πράξεις, μὴ [συνέσει], συμφερομένοις ἀνάγκη τοῦ βελτίστου ἁμαρτάνειν. Καὶ ταχεῖαι μὲν ὑμῶν αἱ ἐπιχειρήσεις, δι’ ὀλίγου δὲ αἱ μεταμέλειαι. Καὶ τὸ σύμ‐ παν κατὰ τὸ εἰκὸς θαύματος ἀπήλλακται, ἀντιπάλους ἡμῖν τυχόντας καὶ ἠθῶν ἀνομοίων καὶ ἐς τὰς γνώμας
130πραττομένων διεστάναι οὐκ ἀποπεποιηκὼς (2), καὶ ὑμᾶς μὲν ἀμαθίᾳ, ἡμᾶς δὲ λόγῳ συνεῖναι, σὺν ᾧ μάλιστα καὶ τὸ κρατεῖν τοὺς ἥσσους τῶν πλειόνων περιγίνεται, συνέσει πρὸ δυνάμεως πιστεύοντας. Τούς τε πλείονας σὺν τῷ ἀλογίστῳ διὰ μάχης ἰόντας κάκιον ἀμανᾶσθαι (3),
135ἔργου πείρᾳ μᾶλλον ἢ λόγου κομπωδεστέρᾳ προσποιή‐ σει διδάσκεσθε, βλέψαντες ἐς τὰ Σκυθῶν πάθη· μετὰ σαφεστάτων γὰρ τεκμηρίων καὶ οὐκ ἀμάρτυρα λέξομεν. Οὗτοι δὴ τριάκοντα μυριάσι στρατοῦ ἐφ’ ἑκατέρας τὰς ἠπείρους σκεδασθέντες πάσῃ τῇ δυνάμει ἡττήθησαν
140πρὸς ἡμῶν, καὶ λαμπρὰ τοῖς νενικηκόσιν ὑπελείποντο τῆς οἰκείας ἀρετῆς ὑπομνήματα, ὧν τὴν εὔκλειαν ἐς τὸ παντελὲς ἕξομεν νῦν τε καὶ ἔπειτα, τῷ χρόνῳ συμπαρα‐ θέουσαν. Τάς τε Ἀλαμανῶν (4) συμφορὰς ἄγειν * σφᾶς τοῦ προχείρου τῷ ἀναρριφθέντι τῆς ἐπιχειρήσεως τα‐
145χυτέραν καὶ δι’ ὀλίγου ἔθεντο τὴν μετάγνωσιν. Ἡμεῖς τε ἐπὶ ταῖς πλημμελείαις ὑμῶν, αἷς εἰς ἡμᾶς ἐπλημμελή‐ σατε, οὐκ ἀποχρῆν ἡγούμεθα ἣν ἐπάθετε τιμωρίαν, εἰ μὴ καὶ τὸν Ἴστρον ὑπερβάντες ἐν ὅροις τοῖς ὑμετέροις τὴν ὀργὴν ὡς προαδικήσαντας ὑμᾶς (5) ἀποπλήσαιμεν.

24

(150)

Πόλεμον γὰρ ἐπὶ σπονδαῖς ἀκήρυκτον ἐφ’ ἡμᾶς ἠγεί‐ ρατε, ἐγκλήματα μὲν ὡς εἰς προαδικήσαντας εἰπεῖν οὐκ ἔχοντες, ἐπιθυμίαις δέ τισι καὶ ἐλπίσι κουφισθέντες,
σὺν αἷς ὅμιλος ἀλόγιστος ἐπαίρεται, στρατιᾶς καὶ πο‐ λέμου ἀντιλαμβάνεσθε. Ὅθεν οὐκ ἔξω προσδοκίας ἄγο‐684
155μεν καὶ παρὰ τοῦ θείου ἔσεσθαι ἡμῖν ἀρωγὰ, οἷα δὴ ἡμῶν μὲν θεσμὸν τὸν ἐπὶ σπονδαῖς οὐκ ἀτιμασάντων, Ἰουθούγγων δὲ ἄδικον ὁδόν τε ἐφ’ ἡμᾶς ἐλθόντων, καὶ ὅρκους καὶ πᾶσαν πίστεως βεβαιότητα παρὰ φαῦλον τι‐ θεμένων. Τοῖς τε αὖ φθάνουσι κατορθώμασιν τὸ μέλλον
160λαμβάνοντες, καὶ περὶ τῶν ἐσομένων οὐκ ἀπεικότως πρὸς τοῖς εἰρημένοις χρηστὰ δοξάζομεν. Ἡ μὲν γὰρ ἐπ’ εὐπραγίᾳ ἐλπὶς θάρσος φέρει, φόβον δὲ ἡ ἐπὶ τῷ ἐναντίῳ. Λογισμῷ τε ἡγεμόνι πρὸς τὰς πράξεις χρώ‐ μενοι, τάς τε δόξας τῶν συμβησομένων οὐκ ἀβασανί‐
165στως προσιέμεθα, κἀν τοῖς παροῦσιν, οἷα ἄνδρες ἀθλη‐ ταὶ κινδύνων τῶν ἀρίστων, οὐκ ἐκπληττόμεθα ταῖς τοῦ πολέμου χαλεπότησιν, ἐξ ὧν τὸ ἐλπιζόμενον κέρδος οὐκ ἀσθενὲς καὶ περιττότερον τῆς ἀχθηδόνος. Τὸ γὰρ πλῆ‐ θος ὑμῶν σώμασί τε ἥκιστα ἰσχύει καὶ φρονήμασιν.
170Ἀπείληπται γὰρ Ῥοδανοῦ μὲν εἴσω καὶ τῶν ἡμετέρων ὁρίων· σπανίῳ δὲ ἀγορᾷ συνεχόμενον καὶ τῇ ἄλλῃ ταλαιπωρήσει, τοῖς ἀλγεινοῖς τοῖς μὲν ἤδη σύνεστι, τοῖς δὲ μέλλει. Καὶ προκαμὸν ἐν τῷ ἀεὶ μοχθεῖν ἀτολμότερον ἔσται καὶ χρῆσθαι αὐτῷ παρέξει ἀμαχεὶ
175ὅ τι ἂν βουλώμεθα, ὡς ἂν πρὸς τὴν χρόνιον διατριβὴν ἀπειρηκότι. Ὅθεν ὑμῖν τε τὸ πᾶν περιφανῶς κινδυ‐ νεύεται, καὶ ἡ τῆς εἰρήνης ὑμῶν αἴτησις ἐπ’ εὐπρεπείᾳ τοῦ φόβου σύγκειται, ὅπως ἂν τὸ σφέτερον δέος ἐπηλυ‐ γάζησθε. Ἣν τί δεῖ προσίεσθαι, καλῶς ὑπάρχον παν‐
180ταχόθεν ἀποκλεισθεῖσιν ὑμῖν τῆς οἴκαδε πορείας καὶ οἷον εἴσω πυλῶν ἀπειλημμένοις χρῆσθαι εὖ τε καὶ μὴ, ὅπως ἂν ἔχωμεν πρὸς ὑμᾶς διανοίας;» Ἐπὶ τούτοις λεχθεῖσιν ἐκ τοῦ βασιλέως κατεπλάγησάν τε Ἰουθοῦγγοι, καὶ ὡς οὐδὲν αὐτοῖς κατὰ τὰς ἐλπίδας ἐπράττετο, παντελῶς
185τῶν σπονδῶν ἀπογνώσει ἐχόμενοι παρὰ τοὺς σφετέρους ἀπεχώρησαν. Ὅτι ἐπὶ Αὐρηλιανοῦ οἱ Βανδῆλοι κατὰ κράτος ἡττηθέντες παρὰ Ῥωμαίων πρεσβείαν ἐποιήσαντο πρὸς Ῥωμαίους περὶ διαλύσεως πολέμου καὶ συμβάσεως.
190Καὶ πολλὰ ἀναμεταξὺ εἰπόντων ἀλλήλων, τοῦ τε βασι‐ λέως καὶ τῶν βαρβάρων, διελύθη μὲν ὁ σύλλογος, τῇ δὲ ὑστεραίᾳ τό τε πλῆθος τῶν Ῥωμαίων στρατιωτῶν αὖθις ἠθροίσθη, καὶ ἐρομένου βασιλέως, ὅ τι σφίσι περὶ τῶν παρόντων λῷον εἶναι δοκεῖ, κρίνοντες τὴν εὐ‐
195τυχίαν τὴν ὑπάρχουσαν προμηθείᾳ τῆς ὑπὲρ τῶν ὄντων ἀσφαλείας διασώσασθαι, καὶ βοῇ τὸ βουλόμενον σημαί‐ νοντες, σύμπαντες ἐς τὴν κατάλυσιν τοῦ πολέμου ἐχώ‐ ρησαν. Καὶ οἵδε μὲν ὧδε συνενέχθησαν γνώμῃ· οἱ δὲ τῶν βαρβάρων βασιλεῖς καὶ ἄρχοντες, ἥκοντες καθότι

24

(200)

σφισὶ προειρημένον, ἔδοσαν ὁμήρους σφῶν αὐτῶν, οὐ τὰ δεύτερα ἀξιώσεως καὶ τύχης. Οἵ τε γὰρ βασιλεῖς τοὺς παῖδας ἑκάτεροι διδόασιν ἐς τὴν ὁμηρείαν, ἐνδοιάσαντες οὐδὲν, καὶ ἕτεροι ἅμα αὐτοῖς οὐ μάλα πόρρω ἀξιώσεως. Καὶ ἐπὶ τούτοις ἐχώρησάν τε πρὸς σύμβασιν, καὶ αἱ
205σπονδαὶ ἐγένοντο. Συνεμάχουν δὲ ἀπὸ τῆσδε Ῥω‐
μαίοις Βανδήλων ἱππεῖς εἰς δισχιλίους (*), οἱ μέν τινες αἱρετοὶ ἐκ τοῦ πλήθους ἐς τὴν συμμαχίαν καταλεχθέν‐ τες, οἱ δὲ καὶ ἐθέλοντες ἑκούσιον στρατιὰν ὑποδυόμε‐ νοι. Ὁ δὲ λοιπὸς Βανδήλων ὅμιλος ἐπ’ οἴκου ἐκομίζετο,685
210παρέχοντος τοῦ Ῥωμαίων ἄρχοντος ἀγορὰν ἔστε ἐπὶ τὸν Ἴστρον. Καὶ τὸ μὲν πλεῖστον αὐτοῦ ἀπαθὲς διε‐ σώθη· ὅσοι δὲ παραβάσει τῶν σπονδῶν ἐπὶ λείας συλ‐ λογὴν ἀφθόνως ἀπεσκεδάσθησαν, ἀνῃρέθησαν σύμπαν‐ τες ὑπὸ τοῦ ἡγεμόνος τῶν ξενικῶν στρατοπέδων, οὐ
215μείους γενόμενοι πεντακοσίων. Οἷα γὰρ δὴ διὰ φιλίας τῆς χώρας πορευόμενοι, καὶ θάρσει τῆς γενομένης πρὸς Ῥωμαίους εἰρήνης ἐπαρθέντες, τῆς πάσης τάξεως προεξαίροντες κατά τινας αἰφνιδίους ἐπιδρομὰς προσέ‐ βαλλον γνώμῃ τοῦ ἄρχοντος, καὶ οὐκ ὀλίγα τῆς χώρας
220ἐκακούργου. Καὶ τὸ ἔργον τοῦτο τὸν ἐργασάμενον παρὰ τῷ βασιλεῖ κατατοξευθῆναι *. Οἱ δὲ λοιποὶ Βαν‐ δήλων διεσκεδάσθησαν καὶ ἀπενόστησαν ἐπ’ οἴκου. Βα‐ σιλεὺς δὲ Ῥωμαίων τὴν πλείστην δυνάμεως τῆς πεζικῆς καὶ ἱππικῆς ἐκπέμπει ἐπ’ Ἰταλίας. Καὶ διαλιπὼν οὐ
225μάλα συχνῶν ἡμερῶν, τήν τε ἀμφ’ αὐτὸν τάξιν ἑταιρι‐ κὴν, καὶ ὅση δορυφορία τοῦ ἄρχοντος, τῶν τε συμμά‐ χων ὅσοι ἦσαν Βανδήλων, καὶ τοὺς ὁμηρεύειν αὐτῷ δο‐ θέντας παῖδας ἐπαγόμενος, καὶ αὐτὸς ἐπὶ Ἰταλίας ἐξήλαυνε σπουδῇ διὰ τὴν τῶν Ἰουθούγγων αὖθις πα‐
230ρουσίαν.

25

Jornandes De rebus Get. c. 22: Geberichus primitias regni sui in Vandalica gente extendere cupiens contra Visumar eorum regem, (Asdingorum e stirpe, quUnknown Editorial Character inter eos eminet, genusque indicat
5bellicosissimum, Dexippo historico referente, qui eos ab Oceano ad nostrum limitem vix in anni spa‐ tio pervenisse testatuur prUnknown Editorial Character nimia terrarum immen‐ sitate) ...

t26-32

SEDIS INCERTAE

26

Suidas v. Ἵππος: Δέξιππος· «Ὁ δὲ ἵππος αὐτῷ ἤσκητο ἄρα καὶ ἄνευ ἡνίας ἐλαυνόμενός τε ὠκύτατα φέ‐ ρεσθαι, καὶ βάδην προϊόντος πρᾳότατα ἵστασθαι, καὶ ἐκκλίνοντος, ὅπως περιοίσεται καὶ κυκλώσεται, εὐκαμ‐
5πέστατα ἐπιστρέφειν.»

27

Idem: Παραπολ, ἀντὶ τοῦ πάνυ, παντελῶς. Δέξιππος· «Παραπολὺ ἀπελείποντο τοῦ πείσεσθαι τοῖς εἰσηγουμένοις ἡσυχίαν αἱρεῖσθαι.»

28

Idem: Πατασσούσ, ὑπὸ δειλίας κλονουμένῃ. Δέξιππος· «Ἦν δὲ τοῦ καθηγουμένου πρὸς πᾶν τὸ ἀπαγγελλόμενον ἔκπληξις· ὑπὸ γὰρ ἐμφύτου δειλίας καὶ ἀπειρίας τῶν πολεμικῶν ἀναπεπταμένοις μὲν τοῖς ὠσὶ,
5τεθορυβημένοις δὲ τοῖς ὀφθαλμοῖς, πατασσούσῃ δὲ τῇ καρδίᾳ, ἀεί τι ἀκούσεσθαι ἐλπίζων, τοῖς ἀρχομένοις κα‐ τάδηλος ἦν ὡς φυγῇ χρήσεται.»

29

Idem v. Ἀπὸ δὴ et εὐθαρσῶς: Δέξιππος· «Ἀπὸ δὴ τούτων πάντων ἀναπειθόμενος τῶν πλεονεκτημάτων, πάντα τὸν ἀνθιστάμενον τιθεὶς ἐν δευτέρῳ, εὐθαρσῶς ἐπῄει· συνηνεχθήτην δὴ ἄμφω ἀλλήλοιν.»

30

Idem v. Παραχρῆμα: «Καὶ ὡς ἐν τῷ παρα‐
χρῆμα ὥρμηντό τε ἐξιέναι καὶ ψηφί‐ σματι τὴν στρατείαν ἐκύρωσαν, ὥρμητό τε πᾶς ἐς τὴν ἐπιχείρησιν.» Δέξιππός686
5φησι.

31

Idem v. Ῥωμαίων ἀρχ. «Αὕτη τῆς Ἀσσυρίων καὶ Περσῶν καὶ Μακεδόνων τῶν πρὶν μακρῷ ὑπερῆρεν ὁρισαμένη πέρατα ἑαυτῆς πρὸς μὲν ἕω Ἰνδοὺς καὶ Ἐρυ‐ θρὰν θάλατταν καὶ Νεῖλον καὶ Καταρράκτας καὶ λίμνην
5Μαιῶτιν· ὅσα δὲ πρὸς δυσμὰς * Ὠκεανόν τε αὐτὸν, ὃν δὴ μῦθον εἶναι τοῖς ἔργοις ἐδηλώθη, μηδὲ ἄλλως ἢ πρὸς ψυχαγωγίαν τοὔνομα αὐτοῦ παρὰ τοῖς ποιηταῖς ᾄδε‐ σθαι· εἴγε καὶ ἡ Βρεττανῶν χώρα, ἣν περιρρέων νῆσον ἐργάζεται, νῦν εὑρεθεῖσα ἐν πέρασι τῆς Ῥωμαίων ἀρ‐
10χῆς ἀριθμεῖται. Λεγέτω μὲν οὖν, ὅτῳ δοκεῖ, ὡς ἀναμ‐ φίλογοι τῶνδε πρὸς τὰ παλαιὰ αἱ ὑπερβολαὶ, πλήθει τε χειρὸς τῶν ἐπελθόντων εἰκάζοντι καὶ τόλμαις ἑκατέρων καὶ στρατηγήσεσι καὶ μηχανήσεων ἐπινοίαις καὶ τῶν ἀντιπολεμησάντων ἀρετῇ.» Δέξιππος.
15 «Ὅτι τὴν Ῥωμαίων ἀρχὴ αἴτιον αὐξηθῆναι τὸ φι‐ λόμαχον ἐθνῶν καὶ τὸ εὐσύντακτον τῆς δυνάμεως. Πάντες γὰρ οἱ πρὸς ἑσπέραν θυμικώτεροί εἰσι τῶν ἐπὶ θάτερα κατοικούντων. Περιτ‐ τεύει δὲ Ῥωμαίοις τὸ τεταγμένον ἐν τῷ ἔργῳ καὶ τεχνι‐
20κὸν, ᾧ καὶ Γαλατῶν ἐπεκράτουν, καὶ ἐν τοῖς πρὸς τοὺς ὁμόρους πολέμοις τριβέντες καὶ περιόντες (l. τριβέντες, περιῆσαν) τῶν [μὲν] βαρβάρων τῇ συντάξει, τῶν δὲ Ἑλλήνων φύσει καὶ ἀνδρείᾳ.»

32

Idem v. Σεμνόν. Δέξιππος· «Σεμνὸν γὰρ αὐτὸν ἀπέφαινε τά τε ἄλλα καὶ ὅτι οἱ ὁ πατὴρ εὖ στρατη‐
γήσειε.687