TLG 2130 006 :: ARETHAS :: Fragmentum in epistulam i ad Timotheum (in catenis) ARETHAS Philol.
Scr. Eccl., Archiepiscopus Fragmentum in epistulam i ad Timotheum (in catenis) Citation: Page — (line) | ||
16t | 1 Tim 5,11 | |
---|---|---|
17 | Ἤτοι κατατρυφήσωσιν, κατασπαταλήσωσιν, ὥσπερ καὶ ἀλλαχοῦ φησιν· ἡ γὰρ σπαταλῶσα ζῶσα τέθνηκεν. πῶς δὲ κατασπατα‐ λῶσι τοῦ Χριστοῦ; οἱονεὶ ἁρμοσθῆναι τῷ Χριστῷ. διὰ τοῦ δῆθεν | |
20 | ἡρμόσθαι καὶ μόνῳ προσανέχειν τῷ ἑαυτῶν νυμφίῳ ἐκεχειρίαν ἄγουσι παντὸς ἔργου, ἀργαὶ δὲ διατελοῦσαι ἀγυρτικὸν μετίασι βίον ἐκεῖνα ἐνεργοῦσαι ἃ καὶ παρατίθεται, φλυαρίας καὶ περιεργίας τόπων καὶ πραγμάτων ἐπιτηδεύσεις. στρῆνος δέ ἐστιν ὡς ἓν ἀνθ’ ἑνὸς ἐρεῖν, | |
στέρησις νοῦ τοῦ προσήκοντος. | 661 |