TLG 2130 004 :: ARETHAS :: Fragmenta in epistulam ii ad Corinthios (in catenis)

ARETHAS Philol. Scr. Eccl., Archiepiscopus
(Patrensis Constantinopolitanus Caesariensis (Cappadociae): A.D. 9–10)

Fragmenta in epistulam ii ad Corinthios (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 660–661.

Citation: Page — (line)

7t2 Kor 2,1—2
8 Τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν. εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς. ἀντιπίπτον λύει διὰ τούτων· ἵνα γὰρ μήτις λέγῃ· εἰ
10βαρὺς εἶ καὶ φορτικὸς ἐπιδημῶν τῷ τῇ λύπῃ καταβαπτίζειν ἡμᾶς οὐδ’ ὅλως παραγίνεσθαι δεῖ. φησὶν οὖν· καὶ μὴν διὰ τοῦτο παραγίνεσθαι δεῖ σημεῖον ποιούμενόν με τῆς πρὸς ἐμὲ ἀγάπης ὑμῶν τὸ τὴν ἐπιτίμησίν μου δριμέως ὑμῶν καθικνεῖσθαι. ἀναγκαίως οὖν πρὸς τοὺς ἀγαπῶντάς με φοιτητέον, ἵνα καὶ κοινωνήσω τοῦ κέρδους ὑμῖν. ἐπεὶ γὰρ ἡ λύπη ὑμῶν
15αὕτη χαρά μοι καὶ εὐφροσύνη ἀνυπέρθετος, ἀποδοτέον ὑμῖν ἐμαυτόν· ὡς ἂν συναγαλλομένους ὑμᾶς ἕξω τῆς ἀπὸ τῆς ὑμετέρας ἐγγινομένης μοι λύπης χαρᾶς συνθιασώτας λαμβάνων ὑμᾶς. Εἴπερ ἡ τούτων λύπη χαρᾶς αὐτῷ πρόξενος, κοινὴ δὲ ἡ τοῦ διδασκάλου χαρὰ πρὸς τοὺς μαθητάς, πῶς κεκριμένως αὐτῷ ἡ παραί‐
20τησις τῆς πρὸς αὐτοὺς ἐνδημίας; ἀλλά φαμεν ὅτι ἔτι ἀτελέστερον αὐτῶν διακειμένων συμπεριφέρεται τῇ ἀσθενείᾳ τῶν μαθητῶν, καὶ τοῖς φαινο‐ μένοις αὐτοῖς συνδιατίθησι τὸν λόγον, ἕλκων αὐτοὺς πανταχόθεν ὡς ἂν δύνηται καὶ ἐπισπώμενος πρὸς τὸ πειθήνιον ἑαυτῷ.
23t2 Kor 5,4
24Οὐχὶ διότι δεδοίκαμεν τὸν θάνατον, ἐπέρχεται δὲ ἡμῖν. διὰ τοῦτο
25στενάζομεν, ἀλλὰ στενάζομεν τὴν μετὰ δόξης ἀφθαρσίαν ἐπενδύσασθαι ἐπιποθοῦντες.
26t2 Kor 12,4
27Τὸ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι ἀκριβέστερον οἶμαι ἐπὶ τοῦ
μή τινα ἀνθρώπων δύνασθαι τοιαῦτα λαλῆσαι ἐκλαβεῖν—ὡς καὶ ἐν τοῖς660

661

Εὐαγγελίοις φησὶ περὶ αὐτοῦ τοῦ κυρίου, ὅτι ἦν κατ’ ἐξουσίαν διδάσκων ἀλλ’ οὐχ ὡς οἱ γραμματεῖς—ἢ ἐπὶ τοῦ μὴ πρὸς ἕτερον ἐκλαλῆσαι τὰ ἠκουσμένα. εἰ γὰρ τοῦτο, πῶς αὐτὸς οὗτος ὁ μηδενὶ ταῦτα ἐξειπεῖν διατεινόμενος, πολλὰ τούτων ἐν ταῖς προκειμέναις ἐπι‐
5στολαῖς παρατίθεται; τῷ γὰρ Χριστῷ μὴ κατὰ τὴν ἐν σαρκὶ ἐπιδημίαν μαθητευθεὶς πῶς φησιν· ἐγὼ παρέλαβον ἀπὸ τοῦ κυρίου, καὶ περὶ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, καὶ ἄλλα τοιαῦτα. ἀλλ’ οὐκ ἂν ἄλλοτε ταῦτα ἢ τότε ἤκουσεν. πῶς οὖν ἂν οὐκ ἐξῆν αὐτῷ ἐρεῖν, εἴρηκεν; οὐ τὸ μὴ ἄλλοις οὖν μὴ ἐξεῖναι ἐρεῖν
10τὰ ἠκουσμένα λέγει, ἀλλὰ τοιαῦτα εἶναι ταῦτά φησιν, καὶ οὕτως τὸ μεγαλεῖον τοῦ μυσταγωγοῦντος ἐπιφαίνοντα ὡς μόνου θεοῦ μεγα‐ λοπρεπείας αὐτὰ καὶ εἶναι καὶ οἰηθῆναι, ἀλλ’ οὐκ ἀνθρωπίνης εὐτελείας
καὶ ταπεινότητος.661