|
TLG 2130 003 :: ARETHAS :: Fragmenta in epistulam i ad Corinthios (in catenis) ARETHAS Philol.
Scr. Eccl., Archiepiscopus Fragmenta in epistulam i ad Corinthios (in catenis) Citation: Page — (line) | ||
| 12t | 1 Kor 2, 6—9 | |
|---|---|---|
| 13 | Ἡ συνάρτησις τοῦ ὅλου νοήματος οὕτως· σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, οὐ τοῦ αἰῶνος τούτου, ἀλλὰ τὴν ἀπο‐ | |
| 15 | κεκρυμμένην, καθὼς γέγραπται ὅτι ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ἡμῖν δὲ ταύτην τὴν περὶ τούτων ἀποκεκρυμμένων γνῶσιν ὁ θεὸς ἀπεκάλυψεν. | |
| 18t | 1 Kor 4,19 | |
| 19 | Καὶ γνώσομαι οὐ τὸν λόγον τὸν πεφυσιωμένον ἀλλὰ | |
| 20 | τὴν δύναμιν. ἐντεῦθέν τινες βούλονται δεικνύναι τὸν ἐν Κορίνθῳ πεπορνευκότα τὴν μητρίαν ὡς τῶν διδασκόντων ἦν καὶ βαπτιζόντων, οἷς καὶ ὁ Ἐμεσηνὸς συνηγορεῖ Εὐσέβιος. Ἰωάννης γε μὴν ὁ ἀοίδιμος καὶ τὸ στόμα χρυσοῦς ἔν τισιν αὐτοῦ λόγοις καὶ πρεσβυτέρου τοῦτον | |
| περιτίθησιν ἀξιώματι. | 659 | |
660(t1) | 1 Kor 5,9 | |
| 1 | Ἑτέρας ἐπιστολῆς μὴ εὑρισκομένης πρὸς Κορινθίους, καὶ ἐν μηδετέρᾳ τούτων εὑρισκομένου ῥητοῦ οὕτως κειμένου μὴ συνανα‐ μίγνυσθαι πόρνοις, τί ἐροῦμεν; ὅτι ἐν ταύτῃ γέγραπται τοῦτο. ποῦ; ὅτε ἔλεγεν ὅτι μὴ μᾶλλον ἐπένθησαν, ἵνα ἐξαρθῇ ἐκ | |
| 5 | μέσου αὐτῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας· τὸ γὰρ ἀρθῆναι τὸν τοιοῦτον πόρνον ἐκ μέσου αὐτῶν παραγγελία φαίνεται τοῦ μὴ ἀνα‐ | |
| μίγνυσθαι πόρνοις. | 660 | |