TLG 2130 002 :: ARETHAS :: Fragmenta in epistulam ad Romanos (in catenis)

ARETHAS Philol. Scr. Eccl., Archiepiscopus
(Patrensis Constantinopolitanus Caesariensis (Cappadociae): A.D. 9–10)

Fragmenta in epistulam ad Romanos (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 653–659.

Citation: Page — (line)

653

(t1)

Röm 1,16
1 Οὐ ῥήματος ἀλλὰ καιροῦ; καὶ γὰρ πρώτοις Ἰουδαίοις τὸ εὐαγγέλιον ἐξηχήθη, καθ’ ὅτι καὶ ἐξ Ἰουδαίων ὁ Χριστός, καὶ ἐν Ἰουδαίᾳ τὰ τῆς ἐπιδημίας αὐτοῦ.
3tRöm 1,18
4Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ’ οὐρανο. ἡ αἰτιο‐
5λογία αὕτη πρὸς τὸ ἀνωτέρω εἴρηται. ἐπειδὴ γὰρ δικαιοσύνην ἔφη θεοῦ ἀποκαλύπτεσθαι ἐκ πίστεως εἰς πίστιν, ἡ δὲ δικαιοσύνη τοῦτό ἐστιν, ἡ ἑκάστῳ πρὸς ἀξίαν ἀπονέμουσα, διὰ τοῦτό φησιν ὅτι ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ’ οὐρανο, ὡς εἰ ἔλεγεν· ζητεῖς τὰ τῆς κατηγγελμένης ἡμῖν δικαιοσύνης θεοῦ
10ἔργα; εὑρήσεις ἀφ’ ὧν ἀποδίδωσιν ἑκάστῳ εἰς ὕστερον κατὰ τὰ ἔργα αὐτοῦ· πρότερον δὲ τὰ ἀπὸ τῆς ὀργῆς τοῦ θεοῦ βραβευόμενα τοῖς ἀξίοις προτίθησι διὰ τὴν τηνικαῦτα ἐπιπολάζουσαν ἀσέλγειαν καὶ ἀκαθαρσίαν ἧς καὶ τὰ εἴδη διέξεισιν, εἶτα δὲ καὶ τὰ ἀπὸ τῆς εὐμενείας, οὕτω πως φάσκων· τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθο.
15ἐπαναλαβὼν γὰρ πάλιν τὸν λόγον ἀποδίδωσι συντομώτερον τί τὰ κατ’ ἀξίαν ἑκάστῳ ἀποδιδόμενα.
16tRöm 1,19
17 Οὐκ εἶπεν ‹ἡ γνῶσις τοῦ θεοῦ›, ἀλλὰ τὸ γνωστόν· διὰ γὰρ τοῦ γνωστοῦ ἡ περὶ θεοῦ γίνεται γνῶσις. γνώσει μὲν γὰρ ἁπλῶς γινώσκεται τὰ γνωστά, ἡ αἰσθητή, φημί, κτίσις, ἐκ τούτων δὲ ὁ θεός·
20ἐκ γὰρ μεγέθους καὶ κάλλους κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται.
21tRöm 2,7
22 Τὸ ἑξῆς οὕτως· τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ ζητοῦσι ζωὴν αἰώνιον, δόξαν καὶ τιμὴν καὶ ἀφθαρ‐
σίαν. τὸ δὲ καθ’ ὑπομονὴν ἀντὶ τοῦ κατὰ προσδοκίαν φησίν· ὡς653

654

ἐπὶ πᾶν γὰρ παρὰ τῇ γραφῇ τὸ ὑπομένειν ἀντὶ τοῦ προσδοκᾶν λαμ‐ βάνεται, ὡς τὸ ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ τὸ καθάπερ ὑπέμειναν τὴν ψυχήν μου ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς.
4tRöm 2,13
5 Γράμμα μὲν νομικὸν οὐκ ἔχουσι τὰ ἔθνη, τὰς δὲ πράξεις ὥσπερ τινὰ γράμματα τῇ ψυχῇ περιφέρουσιν· ὥστε μὴ μεταφρονείτω ὁ τῆς μὲν Μωϋσέως ἀκούων βίβλου, αὐτῇ δὲ μὴ πειθόμενος.
7tRöm 2,15
8 Κἀνταῦθα τὸ καὶ παρέλκεται· ἡ γὰρ συνείδησίς ἐστιν ἡ μεταξὺ ἀλλήλων τῶν λογισμῶν δοκιμαζομένη καὶ συγκαταθεμένη.
9tRöm 2,27
10 Τὸ τελοῦσα εἰ μὲν τοῖς πρὸ αὐτοῦ διασταλῇ τῇ στιγμῇ, σημαίνει τὸ ἡ ἀκροβυστία κατὰ τὸν νόμον ζῶσα, μὴ νόμῳ ὑποκειμένη· εἰ δὲ τοῖς κάτω, τῆς στιγμῆς πρὸς τὸν νόμον τιθεμένης τὸ τελοῦσα τότε ἀντὶ τοῦ ἀποφαίνουσα λαμβάνεται.
13tRöm 3,9
14Τὰ ἀκριβέστερα τῶν ἀντιγράφων καὶ ἀρχαιότερα οὐκ ἔχει
15προεχόμεθα, ἀλλὰ τί οὖν κατέχομεν περισσόν; Δύο σημαίνειν δύναται τὸ προεχόμεθα· ἤτοι τὸ περισσότερον κατακρίνεσθαι, ἐπεὶ καὶ ἔνοχόν φαμεν τὸν κατάκριτον· σημαίνειν δὲ δύναται καὶ τὸ προκεκρίσθαι, καθό φαμεν· προέχει ὅδε τῷδε εἰς ἀρετήν. κατὰ μὲν οὖν πρῶτον βούλεται δηλοῦν τὸ προεχόμεθα τὸ κατα‐
20κεκρίσθαι ἐπὶ τοιαύτῃ ἐννοίᾳ. τί οὖν; πρὸ παντὸς ἔθνους κατάκριτοι Ἰουδαῖοι, ἅτε τῇ δόσει τοῦ νόμου πάντων ἐθνῶν προτετιμημένοι μέν, μηδενὸς δὲ τούτων βελτιωθέντες; καί φησιν· οὐ πάντως· ἐξ ὁμοτίμου γὰρ πάντες ἥμαρτον, καὶ οὐκ ἂν ἔχοιεν ἡμῶν οἱ μὴ κατὰ νόμον κατα‐ καυχᾶσαι, ὡς αὐτοὶ μᾶλλον ἡμῶν ἐπ’ ἀρετῇ εὐδοκιμηκότες. κατὰ δὲ τὸ
25δεύτερον σημαινόμενον καθαίρειν βούλεται τὴν αὐθάδειαν Ἰουδαίων ἐπὶ τῇ τοῦ νόμου ὑποδοχῇ, καὶ δείκνυσιν ὡς οὐδὲ προτιμητέοι τῶν ἄλλων ἐθνῶν Ἰουδαῖοι διὰ τὸν νόμον, ἐπὰν καὶ αὐτοὶ ὁμοίως τοῖς
ἄλλοις τῆς τοῦ θεοῦ χρηστότητος ἐπιδεεῖς.654

655

(t1)

Röm 5,5
1 Ἐντεῦθεν, οἶμαι, καὶ ὁ μακάριος Γρηγόριος ὁ θεολόγος ἀφορμὴν εἰληφὼς φάσκει τὸ εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας καὶ ὅσα ἑξῆς.
3tRöm 5,14
4Ἡ βασιλεία ἐν τῇ ἑκουσίῳ τῶν ὑποκειμένων γίνεται ὑποταγῇ,
5ὥσπερ καὶ ἡ τυραννὶς ἐν τῇ ἀκουσίῳ. ἐπεὶ τοίνυν οὐδεὶς ἀνεχαίτιζε νόμος τὸ ἁμαρτάνειν, εἰκότως καὶ βασιλεύειν ὁ δι’ ἁμαρτίας τὸ κράτος λαβὼν θάνατος λέγεται· τοῦ νόμου γὰρ παρεισελθόντος καὶ τὸ ἁμαρτητικὸν ὅλον καὶ οἷον ὑποδείξαντος, οὐκέθ’ ὁμοίως ἀδεῶς ἄνθρω‐ ποι ἐξημάρτανον οὐδὲ μὴν κατὰ τὸ ἑκούσιον πάντη. τοῦ δι’ ἑκουσίου
10ἀνῃρημένου τοῦ τὴν βασιλείαν τῷ θανάτῳ κατωρθωκότος, εὐλόγως καὶ οὗτος ἀποσυλᾶσθαι τοῦ κράτους ἀπήρξατο. πῶς; καθ’ ὅτι καὶ ὁ νόμος οὐ μάτην τὴν ἁμαρτίαν ἀνέστελλεν, ἀλλὰ τὸν τοῦ θανάτου προοδοποιῶν ὄλεθρον. εἰ γὰρ ἡ ἁμαρτία ἐν παραδείσῳ τὸν θάνατον ἀνεβλάστησεν, πάντη που δῆλον ὡς τὸ τὴν ἁμαρτίαν κωλύον τῆς ἐξουσίας ἀποστερεῖν
15ἐπείγεται τὸν ἐκ ταύτης ἰσχύσαντα. οὐκοῦν μετὰ νόμον ὁ θάνατος οὐ βασιλεύων ὡρᾶτο, ἀλλ’ ἢ ἄρα τυραννῶν.
16tRöm 5,20
17 Ἵνα πλεονάσ. οὐδὲν λυμανεῖται τῷ σημαινομένῳ καὶ κατ’ αἰτιολογίαν ὁ σύνδεσμος κείμενος· πρὸς γὰρ τῇ φυσικῇ γνώσει τῶν αἱρετέων καὶ μὴ ἔτι καὶ τὸ ἐκ νόμου παρεισελθὸν ἀκριβές, ἄπειρον ὅσον
20τὸ ἁμαρτητικὸν ἡμῖν προαπέδειξεν. τῶν βαρυτέρων μὲν τῇ φυσικῇ κρίσει ἀνειργομένων μόνων ἁμαρτημάτων, τῷ νόμῳ δὲ καὶ τῶν κουφοτέρων εἰς ὄγκον ἁμαρτημάτων καταλογιζομένων, ἵνα οὖν τὸ πλῆθος ὅσον φανερωθῇ τῶν παραπτωμάτων, εἰκότως παρεισῆλθεν ὁ νόμος, ὡς ἂν καὶ πᾶν τὸ διαστραφὲν θεραπευθείη τῆς ἰατρείας πρὸς
25τὸ φανὲν μόνον ἐπαγομένης τοῦ κάμνοντος.
25tRöm 6,10
26 Ἔστι καὶ οὕτως νοῆσαι τὸ χωρίον· ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτί, ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζ, ζῇ τῷ θε. ὥσπερ οὐ διὰ τὴν οἰκείαν ἀπέθανεν ἁμαρτίαν ὁ μὴ ἁμαρτίαν εἰδώς, ἀλλὰ τὸ κοινὸν τῇ φύσει ὀφείλημα ἐκτιννύς, ὑπείκειν παραχωροῦντος τοῦ
30συνημμένου θεοῦ τῇ σαρκὶ τῷ τοῦ προπάτορος ὑπάγεσθαι κατακρίματι,
οὕτω καὶ νῦν, φησί, ζῇ τοῦ συνουσιωμένου αὐτῇ φύσει θεοῦ τὸ ὀφειλό‐655

656

μενον ἀποκαταστήσαντος ταύτῃ. τί τοῦτο; τὸ ὥσπερ ἁμαρτίας διετηρήθη ἀνέπαφος, οὕτως καὶ τοῦ ἐκ ταύτης ἐπιτιμίου γενέσθαι ἀδούλωτον, δι’ ὃ καὶ τῶν δεσμῶν τοῦ θανάτου ἀπέδρα καὶ πρὸς παλινζωΐαν ἀνέδραμεν. καὶ ἐπειδὴ τούτων ἁπάντων οὐκ ἄλλο ἢ τὸ ἐν τῷ Χριστῷ θεῖον παραίτιον,
5διὰ τοῦτο ζῆν λέγεται τῷ θε, ὡς εἴ τις ἐρεῖ· εἰ διὰ τὸ σαρκὸς μετασχεῖν τὸν θεάνθρωπον ἡ τῆς σαρκὸς αὐτὸν κατέδραμε τυραννίς— καὶ ταῦτα οὐκ ἐνδίκως· οὐ γὰρ ὑπήχθη τῷ αἰτιάματι τοῦ θανάτου— εἰκότι ἂν λόγῳ καὶ διὰ τὸ θεὸν τὴν σάρκα ταύτην περιβεβλῆσθαι τὸ τοῦ θεοῦ ἀείζωον ταύτην κατακληρονομεῖν. ἄλλως τε· καὶ ἵνα ᾖ καὶ εἰς
10ὑπόδειγμά τε καὶ ἀπαρχὴν τῶν κατ’ ἐκείνην, εἰ καὶ μὴ πάντη τὴν ἁμαρτίαν ἀποσκευαζομένην, οἳ καὶ εἰς ὀφειλόμενον ἀναβιώσονται, εἰ καὶ ἀφάτῳ τοῦ λύτρον τὸ οἰκεῖον αἷμα σπείσαντος συμπαθείᾳ, καὶ τοῖς μηδὲν πεπονηκόσιν ἡ τῆς παλινζωΐας χάρις προσνέμεται.
13tRöm 6,11
14Ἀντὶ τοῦ οἱ διὰ τὴν ἁμαρτίαν ὑπαγόμενοι τῷ θανάτῳ, διὰ τὴν ἐν
15Χριστῷ ζῶντες δικαιοσύνην· ἀκολουθότερον γὰρ τοῦτο τῇ προσαπο‐ δεδομένῃ ἐννοίᾳ καὶ τῷ τοῦ λόγου εἱρμῷ.
16tRöm 6,12
17 Εἰ θνητὸν τὸ σῶμα, ἀνόνητον τὸ ταῖς ἐπιθυμίαις ὑπείκειν αὐτῷ, ὡς εἰς οὐδὲν πονούντων τῶν καθυπηρετούντων, ἀλλὰ ταὐτὸν πασχόντων τοῖς καθ’ ὕδατος γράφουσι καὶ καθ’ ὁδοῦ σπείρουσιν.
19tRöm 6,17—19
20 Δύναται καὶ εἰς ἐγκώμιον αὐτῶν εἶναι τοῦτο ὡς καὶ τὸ ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμ. ἐπειδὴ γάρ, φησίν, ὑπηκούσατε ἐκ καρδίας, κατὰ πόδας ὑμῖν καὶ ὁ ἀξιόχρεως μισθὸς ἐπακολουθεῖ. τίς οὗτος; τὸ κατὰ πάσης ἐξηχηθῆναι τῆς γῆς τὸ δοκίμιον ὑμῶν, καὶ τύπον ὑμᾶς ὑπάρξαι τοῖς λοιποῖς καὶ κανόνα τῷ
25τοῦ Χριστοῦ εὐαγγελίῳ εὐάρμοστον.656

657

Τὸ ἀνθρώπινον λέγω τοιοῦτον· ἐπειδὴ οὐχ οἵα τε ἡ ἀν‐ θρωπίνη ζωὴ ἐν ἀπραξίᾳ ὅλως διαβιώσκειν, ἀλλὰ τῇ ἐφ’ ἑκατέρᾳ τῶν πρακτέων ῥοπῇ ταλαντεύεσθαι, τούτου χάριν μετὰ τὸ τὴν ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν ἐπενεγκεῖν τὴν δούλωσιν τὴν ὑπὸ τὴν δικαιοσύνην,
5ἐπήγαγεν τὸ ἀνθρώπινον λέγω. καὶ γὰρ προΐσατο τῷ λόγῳ. καὶ τί; μὴ ὅλως ἐλεύθεροι ἀφείμεθα, ἀλλὰ πάλιν ὑπὸ δουλείαν ἀγόμεθα; καί φησιν· οὐ δύνασθε ἐν ἀργίᾳ διαβιοῦν· ἐργασίας γὰρ ἐν τῇ σαρκίνῃ ζωῇ ὁ καιρός. ὡς ἂν οὖν μὴ ἀναθέντες τῶν ἀπὸ τῆς ἁμαρτίας ἔργων, εἶτα σχολάζοντες πάλιν ὑπὸ τῆς ἁμαρτίας διώκησθε, διὰ τὸ μὴ δύνασθαι τὸ
10βαρὺ τοῦτο καὶ ἀστάθμητον σαρκίον ἀτρεμεῖν πάντη, κάλλιστον τῷ ὄντι τὴν ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν τὴν δούλωσιν διαδέξασθαι τῆς δικαιοσύνης, καὶ τοσαύτην ἐπιδείξασθαι καὶ ὑπὲρ ταύτης σπουδὴν ὅσην καὶ ἐπὶ τῆς ἁμαρτίας. οὐδὲ γὰρ πλέον ζητῶ καίτοι γε χρεών, ἀλλὰ προ‐ μηθῶς τὸ ἀνάλογόν φημι καὶ ᾧπερ ἡ ἀνθρωπίνη ζωὴ καὶ ῥέουσα
15ὑποβάλλεται.
15tRöm 6,23
16 Ὀψώνιον ὁ στρατιωτικὸς λέγεται μισθός. ἐπεὶ τοίνυν οἱ τῇ ἁμαρτίᾳ ὑποταττόμενοι ὡς ὑπὸ στρατηγῷ ἀγόμενοι τῷ διαβόλῳ, τὸ ἐκείνῳ δοκοῦν ἐκτελοῦσιν, εἰκότως ἐπαξίους ἐκείνου καὶ τοὺς μισθούς, ἤτοι τὰ ὀψώνια ἀποφέρονται.
19tRöm 7,5
20Προσυπακουστέον τὸ γνωσθέντα μοι.
20tRöm 9,3
21 Οὐ χωρίζει τοῦτο, συσφίγγει δὲ μᾶλλον αὐτὸν τῷ Χριστῷ καὶ συντήκει καὶ ἑνοῖ· ὁ γὰρ τῷ ἀγαπωμένῳ ἐκθύμως τοὺς συγγενεῖς καταλ‐ λάσσειν εὐχόμενος, εἴ που ἂν αὐτὸς ἀνάσχοιτο τούτου ἀποστατεῖν, ἀλλ’ οὐχὶ τῷ ὁρμαθῷ τῶν φιλτάτων συναγελάζεσθαι ποθεῖ καὶ συντάττεσθαι.
25ὅπερ οὖν αὐτὸν ἀπάγειν τῆς τοῦ διδασκάλου ἀγάπης δοκεῖ, τοῦτο τὰ μάλιστα βεβαιοῖ, καινόν τινα τρόπον τῆς διαστάσεως συσφιγγούσης καὶ συντήκοντος τοῦ χωρίζεσθαι καὶ ἑνοποιοῦντος τοῦ ἀφιστάνοντος.
27tRöm 9,6
28Τὸ διὰ τούτων νοούμενον τοιοῦτον· μηδεὶς ὁρῶν τὴν τῶν ἐθνῶν
εἰσαγωγὴν οἰέσθω τὸν τοῦ θεοῦ λόγον διαπεσεῖν, τὸν ἐξ Ἰσαὰκ μόνου657

658

τῷ Ἀβραὰμ ἀνεγείροντα τέκνα καὶ τούτοις μόνοις τὴν κατὰ Χριστὸν χάριν κατακληρονομοῦντα. κατ’ ὀφειλήν, εἴγε καὶ Χριστὸς αὐτὸς οὐκ ἄλλοις ἢ τοῖς ἀπολωλόσιν ἀπεστάλθαι τοῦ Ἰσραὴλ προ‐ βάτοις εὐαγγελίζεται. οὐχ οἷόν τε γὰρ τοῦτο, οὐδὲ δυνατὸν ἐκ‐
5πεσεῖν τὸν λόγον τοῦ θεοῦ τὸν πρὸς Ἀβραάμ· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι μόνοι Ἰσραήλ· καὶ ὅσα ἑξῆς. Οὐχ οἷον δὲ ἀντὶ τοῦ οὐδὲν τοιοῦτό φημι, ὅτι εἴ τινες ἠπίστησαν, ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ καὶ αἱ πρὸς τὸν Ἀβραὰμ ἐπαγ‐ γελίαι καὶ αἱ πρὸς τοὺς υἱοὺς Ἰσραήλ.
10 Οὐχ οἷον δὲ ἀντὶ τοῦ ἀδύνατον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεο, τοῦτ’ ἔστι τοῦτο ἀδύνατον ἐννοεῖν, ὅτι ἐκπέπτωκε ὁ λόγος τοῦ θεοῦ· τὸ γὰρ οἷον οὐ μόνον ὁμοίωσιν σημαίνει ἀλλὰ καὶ τὸ δυνατόν. Πλάτων· «ὡς ἐγὼ οὐδενὶ οἷός τέ εἰμι πείθεσθαι τῶν ἐμῶν, πλὴν τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ ὀρθὸς φαίνηται».
14tRöm 9,22
15Οὐχ ὑπὸ θεοῦ κατηρτισμένος, ἀλλ’ ἑαυτὸν καταρτίσας.
15tRöm 9,24
16Προσυπακουστέον κἀνταῦθα τὸ ἤνεγκεν.
16tRöm 11,12
17 Ἀντὶ τοῦ ἡ ἐκβολὴ αὐτῶν καὶ ὁ σκυβαλισμὸς οὗτος. τί ἄρα ἡ εἰσαγωγὴ αὐτῶν καὶ εἰσοίκησις;
18tRöm 11,16
19Ἀντὶ τοῦ ‹γὰρ› κεῖται ὁ δὲ σύνδεσμος ὡς πολλαχοῦ· περὶ γὰρ τῶν
20προπατόρων ὁ λόγος, περὶ Ἀβραὰμ καὶ τῶν μετ’ ἐκεῖνον.
20tRöm 12,11
21 Ἐν ὑπερθέρμῳ καὶ διακαεῖ προαιρέσει τῷ κυρίῳ δουλεύον‐ τες· οὕτω γὰρ διατεθεικότες ἑαυτοὺς καὶ ταῖς θλίψεσι περιχαρῶς διακεισόμεθα, καὶ ὑπὸ τὴν μένουσαν ἐλπίδα τἄλλα πάντα ῥᾳδίως
ὑποίσομεν.658

659

(t1)

Röm 12,16
1Ἀντὶ τοῦ κοινὸν οἴου τὸ τῷ πλησίον ἐπισυμβάν.
1tRöm 13,11
2 Τοιοῦτό τι λέγει· καὶ τοῦτο, φησί, ποιεῖτε πληροῦντες τὸν νόμον καὶ εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ἡμᾶς ὡς ἐξ ὕπνου ἐγερθῆναι.
4tRöm 13,12
5Ἀντὶ τοῦ προβέβηκεν, ἐπὶ τὸ βραχύτερον χωρεῖ.
5tRöm 15,8
6 Ἀντὶ τοῦ διηκόνησε τῇ περιτομῇ τὸ ὀφειλόμενον αὐτῇ ἀποκαταστή‐ σας. τί τοῦτο; τὸ δι’ αὐτῆς εὐλογηθῆναι πάντα τὰ ἔθνη· ἐν τῷ σπέρ‐ ματι γάρ σου, φησίν, ἐνευλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς. ἐν οἷς οὖν οὐδεὶς τῶν ἄλλων τοῦ σπέρματος Ἀβραὰμ οἷός
10τε γέγονεν ἀποπερᾶναι τοῦτο, διὰ τοῦτο Χριστὸς ὑποδὺς τὴν περιτομὴν καὶ δι’ αὐτῆς πάντα τὸν νόμον πληρώσας οἱονεὶ ὑπούργησε ταύτῃ εἰς τὸ
μὴ διαπεσεῖν τὰς τοῦ θεοῦ πατρὸς ἐπαγγελίας.659