TLG 2130 001 :: ARETHAS :: Epigrammata

ARETHAS Philol. Scr. Eccl., Archiepiscopus
(Patrensis Constantinopolitanus Caesariensis (Cappadociae): A.D. 9–10)

Epigrammata

Dup. 2130 034 (pp. 137–139)

Citation: Book — epigram — (line)

15

.

32

(p1)

ΑΡΕΘΑ ΔΙΑΚΟΝΟΥ
1Εἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος, ἀλλά γ’ ἄρ’ ἤρκεσε λύσσῃ ἑῆς κακότητος ὁ δαίμων πᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτήν·
5θῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ, οὐδ’ ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον, ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς· τῷ γέ με πένθος ἄτλητον μαλερῷ τηκεδόνος δάμασε πυρσῷ· τρεῖς πρὸς ἐείκος’ ἐποιχομένην ἐνιαυτοὺς
10 ἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθλης ἡμετέρης· ἔνθ’ ὕφηνον γενετῆρες ἅπασι γηραλέοι θρῆνον τιλλόμενοι πολιὴν καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννης μνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης.

15

.

33

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Τὸ σεμνὸν ἦθος, τὴν φιλάνθρωπον χάριν, τὸ πρὸς τεκόντας τοῦ τρόπου πειθήνιον —αἰδὼς γὰρ ἦγεν ὡς διδάσκαλος μέγας παρών—, τὰ λαμπρὰ τοῦ γένους γνωρίσματα
5καὶ τὰς φιλάνδρους ἐνστάσεις πρὸς τὴν φύσιν
κλονοῦσαν ἀστήρικτα χηρείας βίᾳ, ἀντεμπλοκῇ δὲ κρειττόνων ἡττωμένην —ἀφ’ ὧν τὰ φαιδρὰ στέμματα πρὸς ἀξίαν μόνανδρον ἐκλάμποντα—, τὴν παρρησίαν
10Ἄννης ἀμαυροῦν οὐ δυνήσεται τάφος· πάντων γὰρ αὐτῆς οὐδαμῶς λάθοι στόμα καλὸν φερούσης νουθέτημα τῷ βίῳ· εἰ δ’ οὖν, λαλήσει καὶ γραφὴ πάντων πλέον αὕτη παρ’ αὐτὸν τὸν τάφον τεθειμένη.

15

.

34

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Δρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶν Φεβρωνία ἑῆς σύμβολα συμπαθίης, εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησιν· οὐδὲ γὰρ οὐδ’ αὐτοῦ τῆς σφετέρης ἐς ἅπαν
5ψυχαὶ λήθονται μεγαθύμων εὐεργείης· ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότου ἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μιν Χριστοῦ, τόν ῥα νυὸν σεμνὸν ἕλ’ ἀφθορίης λαμπάδ’ ἐλαίῳ φαιδρύνουσα φιλοπτωχείης·
10ἧς τόδε σῆμ’ ὕπνου γνῶθι πολυχρονίου.