TLG 2127 001 :: TROILUS :: Prolegomena in Hermogenis artem rhetoricam

TROILUS Soph., fiq Troilus Gramm.
(Sidonius Constantinopolitanus: A.D. 4–5)

Prolegomena in Hermogenis artem rhetoricam

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 6. Stuttgart: Cotta, 1834 (repr. Osnabrück: Zeller, 1968): 42–55.

  • Prolegomena: pp. 42–54
  • Apospasma [Sp.]: pp. 54–55

Citation: Page — (line)

42

(1t)

ΤΡΩΙΛΟΥ ΣΟΦΙΣΤΟΥ
2tΠΡΟΛΕΓΟΜΕΝΑ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ
3tΕΡΜΟΓΕΝΟΥΣ.
4Ἐπειδὴ σὺν θεῷ τῆς ῥητορικῆς ἀρχόμεθα τέχνης,
5τινὲς δὲ πέρα τοῦ δέοντος αὐτὴν ἐπαινοῦντες ἔλεγον ἐπιστήμην, ἕτεροι δὲ ἐπιτυγχάνοντες τοῦ σκοποῦ τέχνην ὠνόμαζον, ἄλλοι δὲ παρὰ τὸ προσῆκον μεμφόμενοι ἐμ‐ πειρίαν ἐκάλουν, φέρε ζητήσαντες μάθωμεν, τί ἐπιστή‐ μη καὶ τί τέχνη καὶ τί ἐμπειρία ἐστὶ, καὶ ἕκαστον τού‐
10των ἀπὸ τριῶν προσώπων διασαφηνίσωμεν, ἀπό τε ὅρου καὶ ἰδίου καὶ παραδείγματος. Ἐπιστήμη τοίνυν ἐστὶ γνῶσις τοῦ ὑποκειμένου πράγματος, καθὸ ἔχει φύσεως, γνῶσις δὲ διὰ τὸ γινώσκειν· ἀλλ’ ἐπειδὴ καὶ αἱ τέχναι τοῦτο ἐπίστανται, πρόσκειται τὸ, καθὸ ἔχει φύσεως,
15ἀποφαίνων, ὡς οὐ τὰ φαινόμενα, ἀλλὰ καὶ τὰ ἐν βάθει διερευνῶσα τὰς φύσεις ἐπίσταται κυρίως τῶν πραγμά‐
των· ἴδιον δὲ αὐτῆς ἐστι τὸ μετὰ λόγου πάντα ποιεῖν42

43

καὶ μηδέποτε σφάλλεσθαι, ἀλλ’ ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν καὶ ὡσαύτως ἐχόντων λέγειν· οἷον οὐ σήμερον ὁ ἀστρονόμος φήσει τὴν σελήνην τοὺς δώδεκα οἴκους τῶν ζωδίων διϊέναι, ἀλλὰ δι’ ὅλου τοῦ μηνὸς, αὔριον δὲ,
5οὐκ ἄλλα, ἀλλὰ ταῦτα μᾶλλον φθεγγόμενος ἑκάστοτε. Παράδειγμα δὲ αὐτῆς ὁ γραμματιστὴς ἤτοι ὁ χαμαιδι‐ δάσκαλος· ἀεὶ γὰρ τὴν διδασκαλίαν ποιεῖται μηδὲν με‐ τατρέπων τῶν εἰθισμένων, καὶ τοσαῦτα περὶ τῆς ἐπι‐ στήμης. Τέχνη δέ ἐστι σύστημα ἐκ καταλήψεων ἐγγε‐
10γυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ σύστημα δέ ἐστι τῶν πολλῶν ὀργάνων συνδρομή· χωρὶς γὰρ αὐτῶν ἀδύνατον τέχνην συνίστασθαι· ἐκ καταλή‐ ψεων δὲ καλῶς τούτῳ πρόσκειται· κατὰ μικρὸν γὰρ ἐφ‐ ευρέθησαν τὰ συστηματικὰ τῶν τεχνῶν· οἷον ἡ τεκτονικὴ
15πελέκει ἐκέχρητο, μετὰ ταῦτα δὲ καὶ σκεπάρνῳ, νομί‐ ζουσα λίαν ἐπιτηδειότερον εἶναι, καὶ ὅσα πρὸς τὴν τέ‐ χνην ὑπῆρχεν ἁρμόδια· κατάληψις δέ ἐστιν ἡ ἐξ αἰσθή‐ σεως μετὰ λόγου τοῦ ὑποκειμένου μάθησις· ὅταν γὰρ αἰσθανώμεθα καὶ τὴν αἰτίαν γνῶμεν, τότε αὐτὴν τὴν
20κατάληψιν γνωσόμεθα, ἐμπειρίαις γεγυμνασμέναις οἱονεὶ μελέταις μεμελετημένοι· εἰ γὰρ ἐφεύρωμέν τι καὶ μὴ συνεχῶς μελετήσωμεν, ἀνόνητα γίνεται πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. Τοῦτό φησι διὰ τὰς ματαιοτέχνας καὶ κακοτεχνίας·
25ἐκεῖναι γὰρ καὶ σύστημα ἔχουσι καὶ ἐκ καταλήψεών εἰσι καὶ ἐμπειρίαις γεγυμνασμέναι, ἀλλ’ οὐ κοινωφελεῖς· ματαιοτεχνία δέ ἐστιν ἡ τῶν θαυματοποιῶν ἤτοι ψηφο‐ παικτῶν, τοὺς μετιόντας ὠφελοῦσα, βλάπτει δὲ τὸν βίον τοὺς θεατὰς τῶν πρακτέων ἀποπλανῶσα· κακοτεχνία δέ
30ἐστιν ἡ τῶν φαρμάκων νομιζομένη τέχνη, βλάπτουσα
τὸν μετιόντα δεινῶς καὶ τὸν βίον· ἴδιον δὲ τῆς τέχνης43

44

τὸ μετὰ λόγου πάντα ποιεῖν καὶ μηδέποτε σφάλλεσθαι, μήτινος τῶν ἔξωθεν ἐμποδίζοντος· καὶ τὸ παράδειγμα φανερὸν τὸ λεγόμενον· οἷον ὁ τέκτων κατασκευάζει θρό‐ νον, καὶ τὰ ἀπὸ τῆς τέχνης καταπληρώσας τοῦ ξύλου
5σεσηπότος διαφθείρει τὸ ἐγχείρημα. Ἐμπειρία δέ ἐστιν ἄλογος τριβὴ ἐκ παρατηρήσεως γινομένη· ἴδιον δὲ αὐ‐ τῆς ἐστιν τὸ ἀλόγως πράττειν πάντα καὶ μηδέποτε ἐπι‐ τυγχάνειν, εἰ μὴ ἐκ τοῦ παραδόξου· παράδειγμα δὲ αὐ‐ τῆς ἐστιν ὁ ἐπιδίφριος ἰατρός· θεασάμενος γὰρ λογικὸν
10ἰατρὸν νέῳ παρέχοντα ὕδωρ ψυχρὸν πυρέττοντι ἐπὶ κε‐ καυμένῃ χολῇ ἐν θέρει καὶ ὑγείαν ποιήσαντα κατὰ τὸν ἰατρικὸν λόγον τὸν λέγοντα, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, παρέσχεν ἀπαραφυλάκτως μὴ σκοπήσας τὴν αἰ‐ τίαν, καὶ πολλοὺς μὲν ἀναιρεῖ, ἕνα δὲ σώσει ἐκ τοῦ πα‐
15ραδόξου· καὶ τοσαῦτα περὶ τῆς ἐπιστήμης καὶ τέχνης καὶ ἐμπειρίας ἐμάθομεν. Μάθωμεν δὲ καὶ, τί ἐστι δια‐ πόρισμα, καί φαμεν εἶναι κέρδος λογικὸν ἐκ τῶν φθα‐ σάντων ἀναφυόμενον, τουτέστιν ἐκ τῆς προλαμβανούσης ἐνθυμήσεως· ζητοῦμεν γὰρ, διὰ τί πρώτην τετάχαμεν
20τὴν ἐπιστήμην, δευτέραν δὲ τὴν τέχνην, τρίτην δὲ τὴν ἐμπειρίαν· καὶ λέγομεν, ὅτι πρώτην μὲν τετάχαμεν τὴν ἐπιστήμην, ὡς ἄπταιστον καὶ μετὰ λόγου πάντα ποιοῦ‐ σαν, καὶ μηδέποτε ἁμαρτάνουσαν· τὴν δὲ τέχνην δευ‐ τέραν ἐτάξαμεν, ὡς ἄπταιστον καὶ αὐτὴν οὖσαν, ὅσον
25τὸ ἐφ’ ἑαυτῇ καὶ μετὰ λόγου πάντα ποιοῦσαν· διὰ δὲ τὸ συμβαίνειν αὐτήν ποτε ἁμαρτάνειν διά τινος τῶν ἔξωθεν προσπιπτόντων, τούτου χάριν δευτέραν αὐτὴν προτετάχαμεν, τρίτην δὲ τὴν ἐμπειρίαν, ὡς ἄλογον οὖ‐ σαν τριβὴν καὶ ἁμαρτάνουσαν. Γνόντες οὖν λοιπὸν,
30τί ἐστιν ἐπιστήμη, καὶ τί τέχνη καὶ τί ἐμπειρία, μά‐ θωμεν καὶ πόσαι διαφοραὶ τεχνῶν· καί φαμεν, ὡς
τῶν τεχνῶν διαφοραί εἰσι τρεῖς· αἱ μὲν γάρ εἰσι λογι‐44

45

καὶ αἵτινες θεωρητικαὶ λέγονται, αἱ δὲ πραγματικαὶ, αἱ δὲ μικταί· καὶ τῶν μικτῶν αἱ μὲν ἐπίσης δέονται λόγου καὶ πράξεως, αἱ δὲ πλείονος πράξεως, ἧττον δὲ λόγου, οἷον ἡ λογικὴ τέχνη ἐστὶ ποιητική· ὁ γὰρ ποιη‐
5τὴς σκεπτόμενος μηδεμιᾶς παρεπομένης πράξεως τὴν οἰ‐ κείαν κατέστησε τέχνην· πρακτικαὶ δέ εἰσιν, ὡς ἡ οἰκο‐ δομικὴ καὶ ἡ τεκτονική· ὁ γὰρ οἰκοδόμος καὶ ὁ τέκτων ἐν τῷ κατασκευάζειν τι τῶν οἰκείων ἐγχειρημάτων οὐ φθέγγονται· καὶ μήτις εἴποι, τί οὖν οὐ μετὰ λόγου πάν‐
10τα ποιοῦσι; καί φαμεν, ὅτι ναί· ὁ γὰρ λόγος λέγεται καὶ ἐπ’ αἰτίας, λέγεται καὶ ἐπὶ τοῦ προφορητικοῦ κατὰ τὸν κοινωνοῦντα τῆς αἰτίας τὸν τρόπον· αἱ δὲ πρακτι‐ καὶ πάντα κατασκευάζουσι· μικτὴ δέ ἐστιν αἴσθησις με‐ τὰ λόγου καὶ πράξεως καὶ ἡ κιθαρῳδία· ὁ γὰρ κιθαρῳ‐
15δὸς ἃ λέγει τῇ φωνῇ, ταῦτα καὶ τῇ λύρᾳ φθέγγεται μη‐ δὲν παραλιμπάνων, κιθαρῳδίαν δὲ εἶπον καὶ οὐ κιθαρι‐ στὴν, διὸ πρακτική ἐστιν ἔχουσα πλεῖστον μὲν τῆς πρά‐ ξεως, ἧττον δὲ τοῦ λόγου· καὶ ἡ ἰατρικὴ πλείστῃ κέχρη‐ ται τῇ πράξει, ὀλίγῳ δὲ λόγῳ, διὰ τὸ τὰς αἰτίας ἀπο‐
20δοῦναι· φλεβοτομῶν γὰρ καὶ τέμνων καὶ διακαίων πλεί‐ στῃ πράξει κέχρηται, ὀλίγῳ δὲ λόγῳ διὰ τὸ τὰς αἰτίας ἀποδοῦναι, καὶ τὰ πολλὰ, ἃ ποιεῖ μηχανώμενος πρὸς τὴν κτῆσιν τῆς ὑγιείας, πράξεώς εἰσι· πλείονος τοίνυν λόγου, ἥττονος δὲ πράξεως, ὥσπερ ἡ γραμματική· ὁ γὰρ γραμ‐
25ματικὸς πολλῇ χρησάμενος τῇ ἐξηγήσει ἔστιν ὅτε καὶ πράξει ὀλίγῃ κέχρηται, στίζων ἢ τονίζων· καὶ τοσαῦτα περὶ τῆς τῶν τεχνῶν ἐροῦμεν διαφορᾶς. Ἰτέον δ’ ἐπὶ τὸ ζητῆσαι, εἰ ἔστι ῥητορικὴ καὶ τί ἐστι καὶ ὁποῖόν τί ἐστιν· ἀλλ’ ἐπειδή τινες ἀναιροῦσιν αὐτὴν, χρὴ τὸν λό‐
30γον αὐτὸν ἐξετάσαι, ἐρωτῆσαι δὲ οὕτως· ἡ ῥητορικὴ πε‐45

46

ρὶ ἰδίων διαλαμβάνει ἢ περὶ κοινῶν; καὶ εἰ μὲν περὶ ἰδίων εἴποις, φασὶν, ὡς οὐ πολιτική, διὰ μέσου γὰρ ἀναι‐ ροῦντες ὅπερ δοκεῖ εἶναι ἀναιροῦσιν· εἰ δὲ περὶ κοινῶν εἴποις, πάλιν λέγουσι, περὶ ἑνὸς κοινοῦ διαλαμβάνει ἢ
5περὶ πάντων· καὶ εἰ μὲν περὶ ἑνὸς εἴποις, φασὶν, ὡς οὐκ ἔστι τέχνη, εἰ δὲ περὶ πάντων, ἐρωτῶσιν, ἆρα ὡς ἀγνοοῦσα διαλαμβάνει, ἢ ὡς ἐπισταμένη; καὶ εἰ μὲν ὡς ἀγνοοῦσα, οὐ προσδεκτέον αὐτὴν, εἰ δ’ αὖ πάλιν ἐπι‐ σταμένη εἴποις, ἐροῦσιν, ὡς ἡ αὐτὴ περιττὴ ὑπάρχει, ἢ
10ἄλλαι τέχναι περιτταί· πρὸς οὓς ἐροῦμεν ἀναλύοντες αὐ‐ τοὺς, ὅτι ἡ ῥητορικὴ καὶ περὶ ἰδίων καὶ περὶ κοινῶν καὶ περὶ μικτῶν διαλαμβάνει, καὶ περὶ ταῦτα καταγίνεσθαι μάρτυς ὁ Δημοσθένης γράψας δημοσίους καὶ ἰδιωτικοὺς καὶ μικτὸν λόγον κατὰ Μειδίου· περὶ ἑνὸς τοίνυν ἢ περὶ
15πάντων διαλαμβάνειν πέφυκεν· εἰ δὲ ἐρωτήσουσιν ἡμᾶς τὸ πῶς πάλιν περὶ πάντων διαλαμβάνει, ἄρα οὐκ ἀγνοεῖ ἀλλ’ ἐπίσταται, πρὸς τοῦτό φασιν, ὡς εἰ τοσαῦτα ἐπί‐ σταται ἡ ῥητορικὴ, ἢ αὐτὴ περιττὴ τυγχάνει ἢ ἄλλαι τέ‐ χναι περιτταί· ἐρωτηθεὶς δέ τις τὸ πῶς ἐπίσταται ταῦτα
20ἡ ῥητορικὴ, εἰ μὲν εἴποι, δυνάμει, ὡς ὁ ποιήσας φιλοσό‐ φων γνώμας, τὸ γὰρ δυνάμει παρ’ αὐτοῖς διττόν ἐστιν· οἷον κατ’ ἐπιτηδειότητα καὶ καθ’ ἕξιν καὶ πάλιν τὸ ἐν‐ εργείᾳ διττὸν ἢ καθ’ ἕξιν ἢ κατ’ ἐπιτηδειότητα, οἷόν τι, φιλόσοφον τὸ νεογενὲς παιδίον· αὐξανόμενον γὰρ
25δύναται ἐπιτηδεῦον τὴν ἐπιστήμην ἀσκῆσαι· καθ’ ἕξιν δὲ δυνάμει γραμματικὸς ὁ καθεύδων, ἔχει γὰρ ἐν τῷ νῷ μεμελετημένην τὴν τέχνην καὶ τὸ ἐνεργείᾳ τῷ καθ’ ἕξιν ὅμοιόν ἐστι, καὶ τὸ καθ’ ἕξιν τῇ δυνάμει· τὸ κατὰ προ‐ χείρησιν δέ ἐστιν, ὁπηνίκα τὸν ὕπνον ἀποκρουσάμενος
30ὁ γραμματικὸς ἐξηγήσεται· ἐρωτῶμεν οὖν, πῶς ἐπίστα‐46

47

ται δυνάμει, εἰ φήσειε κατ’ ἐπιτηδειότητα; φαμὲν, ὡς οὐκ ἐπίσταται, εἰ δὲ καθ’ ἕξιν, φαμὲν, ὡς τοῦτο κατὰ προχώρησιν γίνεται· καὶ συμβαίνει τὴν ῥητορικὴν τῇ ἐπιστήμῃ τῶν πάντων καθ’ ἕξιν ἐχούσῃ πρὸς ἐξήγησιν
5καὶ διδασκαλίαν τούτων ἐκφέρεσθαι, καὶ πάλιν ἐντεῦ‐ θεν ἡ αὐτὴ ἀπορία κατασκευάζεται, λέγουσα, ὅτι αὕτη περιττὴ ἢ ἄλλαι τέχναι· πρὸς τοῦτό φασιν· ὡς τὴν χρῆ‐ σιν αὐτῶν ἐπίσταται, οὐ μέντοι τὴν ἐργασίαν, καὶ τίνι διαφέρει τῆς πολιτικῆς φιλοσοφίας, εἴγε τὴν χρῆσιν γι‐
10νώσκει τὴν ἐνέργειαν ἀγνοοῦσα· ἐπειδὴ δὲ πολιτικῆς ἐμνήσθημεν φιλοσοφίας, μάθωμεν, τί ἐστι, καὶ ἐροῦμεν, ὅτι ἐπιστήμη τοῦ πράττειν τά τε κοινὰ καὶ τὰ ἴδια ἐπ’ ἐξουσίας ἐννόμου· τί δὲ ἐπίσταται; διοικεῖν τά τε κοινὰ καὶ τὰ ἴδια πράγματα ἐπ’ ἐξουσίας ἐννόμου· εἰ γάρ τις
15ἔννομος καὶ ἐξουσίαν ἔχει, οὐ κέχρηται δὲ τοῖς νόμοις, τύραννος γίνεται, καλῶς τῶν φιλοσόφων λεγόντων, ὡς εἰ μὴ φιλόσοφοι βασιλεύσουσιν καὶ βασιλεῖς φιλοσοφή‐ σουσιν, οὐχ ἕξει καλῶς τὰ πράγματα· διαφέρει τοίνυν ἡ πολιτικὴ φιλοσοφία τῆς ῥητορικῆς, ὅτι ἡ πολιτικὴ κα‐
20θολικὰς ἔχει τὰς ἀρχὰς, καθολικὰ καὶ τὰ τέλη, ὥς φη‐ σιν, χρὴ τὴν καλῶς οἰκουμένην πόλιν στρατηγοὺς ἔχειν, ταξιάρχας, ἱππάρχους καὶ ναυπηγοὺς καὶ ὅσα τοιαῦτα· ἡ δὲ ῥητορικὴ καθολικὰς ἔχει τὰς ἀρχὰς, μερικὰ δὲ τὰ τέλη· οἷόν φησιν ἡ ῥητορικὴ στρατηγῶν δεῖσθαι τὴν
25πόλιν, εἶτα τὸ γενικὸν ἀφεὶς διορίζει Πάχητα καὶ Ναυ‐ σικλέα, καί τινας τοιούτους. Καὶ τίνι διαφέρει τῆς ἐμπειρίας, εἴγε τὰ τέλη μερικὰ ἔχει; καί φαμεν, ὡς εἰ ἡ ἐμπειρία ἄλογός ἐστι καὶ μερικὰς ἔχει τὰς ἀρχὰς, με‐ ρικὰ καὶ τὰ τέλη. Ἐπειδὴ δὲ ἀνεμάθομεν, ὡς ἔστι ῥη‐
30τορικὴ, ἀνελόντες τοὺς ἀνατρέποντας αὐτὴν, φέρε δὴ ζητήσωμεν, παρὰ τίνι καὶ πῶς γέγονε τέχνη· πᾶν γὰρ πρᾶγμα ἢ φύσει ἐστὶν ἢ φύσει καὶ τέχνῃ· τέχνῃ δὲ μό‐
νον οὐδέποτε, οἷον ἡ πέτρα ἡ μὴ λατομηθεῖσα φύσει47

48

ἐστί· λατομηθεῖσα δὲ καὶ καλλωπισθεῖσα πρὸς οἰκοδο‐ μίαν φύσει καὶ τέχνῃ ἐστίν· ἡ οὖν ῥητορικὴ φύσει ἦν παρὰ τῷ θεῷ καὶ τοῦτο Ὅμηρος προφητεύσας ἐδήλω‐ σεν εἰπών·
5
Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο. τὸ δὲ ἀγορεῦσαι καὶ ἐκκλησίαν συνάγειν ῥητορικῆς ἴδι‐ όν ἐστιν· ἀπὸ δὲ τῶν θεῶν εἰς τοὺς ἥρωας ἦλθε, καὶ τοῦτο πάλιν ἐδήλωσεν Ὅμηρος προσάψας τῷ Μενελάῳ τὸ συμβουλευτικὸν διὰ τοῦ εἰπεῖν·
10
Παῦρα μὲν, ἀλλὰ μάλα λιγέως ἀγόρευε· τὸ δὲ πανηγυρικὸν τῷ Νέστορι, ἐν οἷς λέγει·
Τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· ταῦτα δ’ ἐγκωμιαστικά εἰσι· πλὴν δείκνυσιν, ὡς χρεία τὸν ἐγκωμιάζοντα καὶ γλυκὺν εἶναι κατὰ προφορὰν καὶ πει‐
15θήνιον, ἔνθα φησί·
Καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσι· τὸ δικανικὸν ἀποδιδοὺς τῷ Ὀδυσσεῖ, δεικνὺς ὡς τοὺς ἀγωνιστὰς δεῖ πολλῶν εὐπορεῖν δικαιωμάτων· καὶ διὰ τούτων ἀπέδειξε τὴν ῥητορικὴν ὡς ἐκ τᾶν θεᾶν κατ‐
20ελθοῦσαν. Δεῖ δὲ ἡμᾶς μαθεῖν τὸ πῶς γέγονε φύσει καὶ τέχνῃ· καί φαμεν, ὡς ἐκ τῶν περιστατικῶν· εἰσὶ δὲ ταῦτα, τόπος, χρόνος, τρόπος, αἰτία καὶ πρόσωπον· ἕτε‐ ροι δὲ προστιθέασι καὶ τὸ πρᾶγμα, οἱ δὲ καὶ τὴν ὕλην· καὶ ποιοῦσι τὰ πέντε ἑπτὰ, οὓς οὐκ ἀποδεχό‐
25μεθα· φαμὲν οὖν, πῶς γέγονε φύσει καὶ τέχνῃ ἡ ῥητο‐ ρικὴ οὕτως· Ἱέρων καὶ Γέλων Σικελίας γεγόνασι τύραν‐ νοι· ἔσχον δέ τινα Κόρακα τῷ ὀνόματι παραδυναστεύ‐ οντα, ὃς ἐποίει τὴν διοίκησιν τῶν πολλῶν παρ’ αὐτοῖς· μεταπεσούσης δὲ τῆς τυραννίδος εἰς δημοκρατίαν, ἑώρα
30γὰρ, ὡς οὐ δύναται πείθειν ἅπαντα τὸν δῆμον καθά‐48

49

περ ἕνα τῶν τυράννων, ἐμηχανᾶτο τὰ προοίμια, ἵνα δι’ αὐτῶν ἐφελκύσηται τὸν ἀκροατὴν πρὸς εὔνοιαν, εἶτα πρὸς κατασκευὴν, ἵνα ἀνέλῃ αἰτίαν λυποῦσαν αὐτὸν, εἶτα τὴν προκατάστασιν, εἰσβολὴν καὶ ἀρχὴν, καὶ προ‐
5οίμιον οὖσαν ἐπὶ τὴν κατάστασιν, τὴν δὲ κατάστασιν ψιλὴν τῶν πραχθέντων ἔκθεσιν, τοὺς δὲ ἀγῶνας ἀπό‐ δειξιν καὶ πίστιν τῶν ψιλῶς διηγηθέντων, εἶτα τὴν παρέκθεσιν ἀπόδειξιν οὖσαν τοῦ κρινομένου βίου· ἐσκό‐ πει γὰρ ὡς ἐπὶ ἑνὶ καὶ μόνῳ ἐγκλήματι ποιήσασθαι τὴν
10κατηγορίαν, τὸ ὁ φεύγων ἀπολυθήσεται, καὶ διὰ τοῦτο τὴν παρέκβασιν ἐπενόησε, τοὺς δ’ ἐπιλόγους ἀνακεφα‐ λαίωσιν τῶν εἰρημένων διὰ τοῦτο ὡς εἰκὸς τοὺς δικα‐ στὰς πολλὰ ἀκούσαντας εἰς λήθην ἐλθεῖν· καὶ οὕτω κατὰ μικρὸν τέχνην ἡμῖν φύσει οὖσαν ἀπέδειξε τὴν ῥη‐
15τορικὴν διὰ τῶν πέντε περιστατικῶν· ὁ χρόνος γὰρ, με‐ τὰ τὴν κατάλυσιν τῆς τυραννίδος τῶν τυράννων, εἶτα ὁ τόπος, ἡ Σικελία· τὸ πρόσωπον, ὁ Κόραξ· ἡ αἰτία, διὰ τὸ μὴ δύνασθαι αὐτὸν ὁμοίως πείθειν ἅπαντα τὸν δῆμον, καθάπερ ἕνα τῶν τυράννων· ὁ τρόπος δὲ διὰ
20τῶν ἐπινοηθέντων αὐτῶν μερῶν τοῦ λόγου· ἐντεῦθεν προῄει βοῶν καὶ παρακαλῶν κ.τ.λ. T. V. p. 215. v. 24 —p. 216. v. 11. Ἐπειδὴ οὖν ἔγνωμεν ὅ τί ἐστιν ἡ ῥητο‐ ρικὴ, μάθωμεν καὶ τί ἐστιν, ἀλλὰ πρότερον αὐτῇ ὁρι‐ σώμεθα τὸν περιεχόμενον ὅρον, τουτέστι τοῦ ὅρου τὸν
25ὁρισμὸν ὁρισώμεθα· ἰστέον γὰρ, ὡς αὐτὴν τὴν προσ‐ ηγορίαν εἴληφεν ἀπὸ τοῦ διαχωρίζειν καὶ ἄρτια διαστέλ‐
λειν ἑτέροις τισὶν, ὥσπερ ὅρον καλοῦμεν τὰ ὁροθέσια49

50

τῶν χωρίων, τὰ διαμετρούμενα καὶ ποιοῦντα γνῶ‐ ναί τινα τῶν χωρίων. ὅρος τοίνυν ἐστὶ λόγος σύντομος, δηλωτικὸς τῆς ἑκάστου φύσεως· λόγος μὲν πρὸς ἀντι‐ διαστολὴν τοῦ ὀνόματος· τὸ γὰρ ὄνομα συστολή ἐστι
5τοῦ λόγου· ὁ δὲ λόγος ἐξάπλωσίς ἐστι τοῦ ὀνόματος, οἷον ὥσπερ ἐὰν εἴπω, τί ἐστιν ἄνθρωπος; ἐξαπλῶ καὶ λέγω, ζῶον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· εἰ δὲ συστεῖλαι ταῦτα θελήσω καὶ εἴπω, ὡς τί ἐστι ζῶον λο‐ γικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν, λέγω ἄνθρω‐
10πος· σύντομος, πρὸς ἀντιδιαστολὴν τῶν διαφηγημα‐ τικῶν· οἷον ὥσπερ ὁ Ὅμηρος φέρει τὸν Ὀδυσσέα λέγοντα·
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσε. καὶ τὰ ἑξῆς· ἐπειδὴ τὰ ἀποφθέγματα, οἷον τὸ γνῶθι σαυτὸν, λόγοι εἰσὶ σύντομοι· τὸ τῆς ἑκάστου φύσε‐
15ως δηλωτικὸς, τοῦ ὁρισμοῦ· τὰ γὰρ ἀποφθέγματα, σύντομα ὄντα, τουτέστι τῆς ἑκάστου φύσεως δηλωτικὰ οὐκ εἰσὶν ὅροι· καὶ τοσαῦτα περὶ τῆς ἐξηγήσεως τοῦ λό‐ γου εἰπόντες ὁριζόμεθα τὴν ῥητορικὴν, ὡς ἡ ῥητορική ἐστι δύναμις ἀνασκευαστικὴ καὶ κατασκευαστικὴ, δικαίων
20τε καὶ ἀδίκων πραγμάτων, ἀλλὰ τοῦτον οὐ προδεχόμεθα τὸν ὅρον· ἑκάστη γὰρ τέχνη ἐστὶ καὶ τὸ καλὸν καὶ τὸ κακὸν ἐπισταμένη, καὶ ᾧ τινι βούλεται κέχρηται τὴν οἰ‐ κείαν ἰσχὺν συνιστῶσα· ἀλλ’ οὐκ ἀποδεκτέον τοῦτον κοι‐ νὸν ὄντα οὐ μόνον τῆς ῥητορικῆς, ἀλλὰ καὶ ἄλλων· ὁ
25δὲ Ἀριστοτέλης οὕτως ὁρίζεται, ῥητορική ἐστι δύνα‐ μις τοῦ περὶ ἑκάστου ἐνδεχομένου πιθανοῦ· ἰστέον γὰρ, ὡς πᾶς ὅρος θέλει συνίστασθαι ἐκ γένους καὶ συστατι‐ κῶν διαφορῶν· διὰ τί; ἐπειδὴ πᾶν πρᾶγμα καὶ κοινό‐ τητα ἔχει καὶ διαφορὰν κατὰ τὸν φιλόσοφον λόγον, ἡ
30δὲ κοινότης ἐν τῷ γένει· καὶ τοῦτο διαλαβὼν ἐν ταῖς συ‐ στατικαῖς ἐμφέρεται διαφοραῖς· ἐνταῦθα οὖν δύναμίς
ἐστι γένος, μάλιστα δὲ δύναμις, οἷον ὁ πλοῦτος, τὸ ξί‐50

51

φος, τὸ κάλλος· δύναμις δὲ ἡ ῥητορικὴ, διότι εἰς ἑκά‐ τερον ἐπιχειρηματική ἐστιν, ἐπί τε τὸ δίκαιον, οὐ μὴν ἀλλὰ καὶ τὸ ἄδικον· τοῦτό ἐστι τὸ δύναμις τοῦ περὶ ἑκάστου πράγματος ἐνδεχομένου πιθανοῦ· καλῶς οὖν λέ‐
5λεκται· οὐ γὰρ ἀδύνατος μεταχειρίζεσθαι, ἀλλ’ ἐνδεχο‐ μένη πεῖσαι· ἰστέον δὲ, ὡς ὅτι οὐκ ἀποδεχόμεθα οὐδὲ τὸν παρόντα Ἀριστοτελικὸν ὅρον, ἡμαρτημένος γάρ ἐστιν· ἄλλοι δὲ ὁρίζονται οὕτως· ὅτι ῥητορική ἐστιν ἐπι‐ στήμη τοῦ εὖ λέγειν, ἀλλ’ οὐκ ἀποδεκτέον οὐδὲ τὸν ὅρον
10τοῦτον, καθότι εὐθέως περὶ τὸ γένος ἁμαρτάνει· οὐ γὰρ ἐπιστήμην δεῖ καλεῖν αὐτήν· ὁ δὲ Πλάτων διαβάλλων αὐτὴν καὶ κακίαν ἀποδεικνὺς οὕτως ὡρίζετο· ῥητορική ἐστι πολιτικῆς μορίου εἴδωλον τοῦ δικαστικοῦ· ἐκ τοι‐ αύτης προφάσεως ὁρμωμένην τὴν πολιτικὴν σοφίαν εἰς
15δύο τινὰ διαιρεῖσθαι ἔφη, ὧν τὰ δύο τὴν νομοθετικὴν καὶ δικαστικήν φημι περὶ τὴν ψυχὴν εἶναι, τὴν δὲ γυμνα‐ στικὴν ἰατρικὴν εἶναι περὶ τὸ σῶμα· τὴν δὲ νομοθετι‐ κὴν τὴν ἐνοῦσαν ἐν τῇ ψυχῇ φυλάττειν φησὶ τὴν δικα‐ στικὴν, τὴν ἀποῦσαν ὑγείαν ἐκ τῆς ψυχῆς ἀνακαλούμε‐
20νοι τῷ φόβῳ τῶν νόμων· τὰ γὰρ δέοντα ἀποτρεπόμεθα τῶν κακῶν· εἰ δέ τις παρεκτραπεὶς πλημμελήσει, ἡ δι‐ καστικὴ εὐθέως διὰ σωφρονισμῶν καὶ κολάσεων περιποι‐ εῖται τὴν διαφθαρεῖσαν ὑγείαν· οὕτως καὶ ἐπὶ τοῦ σώ‐ ματος ἡ μὲν γυμναστικὴ τὴν ἕξιν τοῦ σώματος φυλάτ‐
25τει, ἡ δὲ ἰατρικὴ τὴν ἀποῦσαν ὑγείαν ἀνακαλεῖται· ἐκ τῶν τεττάρων οὖν τούτων ἔφασκεν εἶναι τὴν σοφιστικὴν, ἥτις ἐστὶν ἡ πολιτικὴ σοφία· καὶ τὴν μὲν σοφιστικὴν τῆς νομοθετικῆς, τὴν δὲ ῥητορικὴν τῆς δικαστικῆς, τὴν δὲ κομμωτικὴν τῆς γυμναστικῆς καὶ τὴν μαγειρικὴν τῆς
30ἰατρικῆς· ὥσπερ γὰρ ἡ νομοθετικὴ διὰ νόμων ἀποτρέπει
τὰ ἄδικα, οὕτως καὶ ἡ σοφιστικὴ διὰ μύθων καὶ μαρ‐51

52

τυριῶν προδήλως τῶν ἀτοπημάτων ἐκτρέπουσα, καὶ πρὸς τὰ λυσιτελοῦντα τοὺς νέους ἐπάγουσα διὰ μύθων· ἔφησε γὰρ τὸν Ἡρακλέα ληφθέντα ὑπὸ τοῦ Ἑρμοῦ ἀπενε‐ χθῆναι ἐπί τινα δύο ὄρη, ὧν τὸ μὲν ἄβατον καὶ τραχὺ
5καὶ ὑψηλὸν ἦν, ἐπὶ δὲ τοῦ ἀκροτάτου καθημένην γυναῖ‐ κά τινα δεῖξαι, ἥτις ἔσχε φυσικὸν κάλλος, ἐπὶ δὲ τῷ ἑτέρῳ ὄρει τόπος ἦν εὐδιάβατος, ἔνθα ἦν κόρη εὔμορ‐ φος, κεκαλλωπισμένη δέ· καὶ διὰ τούτων ἐδήλου τὴν ἀρετὴν καὶ τὴν κακίαν· διὰ μὲν τῆς ἀμόρφου τὴν κα‐
10κίαν, διὰ δὲ τῆς εὐμόρφου τὴν ἀρετὴν, ἣν ἤρατο καὶ Ἡρακλῆς· εἰ δέ τις παριδὼν τὸν μῦθον τὴν κακίαν προ‐ αιρεῖται, ἡ ῥητορικὴ παρεισδύνουσα τῷ τρόπῳ τῆς δι‐ καστικῆς σωφρονίζειν πειρᾶται· οὕτως καὶ ἡ κομμωτικὴ δοκεῖ σώζειν τὴν εὐγένειαν τοῦ σώματος· εἰ δέ τι ἀῤ‐
15ῥώστημα συμβῇ, διαδεχομένῃ ταύτην ἡ μαγειρευτικὴ τὸν τόπον ἐκπληροῖ τῆς ἰατρικῆς· ἐντεῦθεν οὖν ὁρμώμε‐ νος ὁ Πλάτων, ὡς εἴρηται ἀνωτέρω, ὡρίσατο τὴν ῥητο‐ ρικὴν πολιτικῆς μορίου εἶναι εἴδωλον τοῦ δικαστικοῦ, ὃν οὐ παραδεχόμεθα εἶναι τῆς καθ’ ἡμᾶς ῥητορικῆς·
20ἰστέον γὰρ, ὅτι ῥητορικαί εἰσι τρεῖς· μία καὶ πρώτη ἡ πάντη ἀληθὴς, δευτέρα, ἡ ταύτης ἐναντία ἡ πάντη ψευ‐ δὴς, καὶ τρίτη ἡ μέση τούτων ἡ μετέχουσα καὶ ψεύ‐ δους καὶ ἀληθείας, ἥτις ἐστὶν αὕτη, ἣν μεταχειριζό‐ μεθα· ἔστι γὰρ καὶ ψεῦδος ἀγαθὸν, καὶ χωρὶς ψεύδους
25ἐπὶ τὸ πλεῖστον πόλιν οὐκ ἔστιν εὑρεῖν εὐνομουμέ‐ νην· ἄλλοι δὲ οὕτως ὁρίζονται· ῥητορική ἐστι δύναμις τεχνικὴ καὶ θεωρητικὴ καὶ ἑρμηνευτικὴ ἐν πράγματι πο‐ λιτικῷ τέλος ἔχουσα τὸ εὖ λέγειν, καλῶς δὲ ἔχει καὶ οὗτος ὁ ὅρος· οὐ γὰρ δύναμις ἡ ῥητορικὴ, ἀλλὰ τέχνη.
30οἱ δὲ Ἑρμαγόρειοι οὕτως ὡρίσαντο αὐτὴν λέγοντες, ῥητο‐
ρική ἐστι περὶ λόγου δύναμις, τέλος ἔχουσα τὸ πείθειν ὅσον52

53

ἐφ’ ἑαυτῇ· παραλέλειπται δὲ καὶ οὗτος ὁ ὅρος· οὐ περι‐ έχει γὰρ τὸ ὑποκείμενον, τουτέστι τὰ πολιτικὰ πράγμα‐ τα· προστίθεμεν οὖν καὶ τέλειον τὸν ὁρισμὸν ἀποδει‐ κνύομεν οὕτως λέγοντες, ῥητορική ἐστι τέχνη περὶ λό‐
5γου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πείθειν ὅσον ἐφ’ ἑαυτῇ, καὶ τοσαῦτα μὲν περὶ τῶν ὅ‐ ρων εἰρήσθω. ζητῆσαι δὲ λοιπὸν ἄξιόν ἐστι τὸ τρίτον κεφάλαιον αὐτῆς, τὸ ποῖόν τί ἐστιν ἡ ῥητορικὴ, καί φαμεν, ὡς χρήσιμον τῷ βίῳ καὶ ἀγαθὸν, διαιρεῖται γὰρ
10εἰς τρία, εἰς συμβουλευτικὸν, δικανικὸν καὶ πανηγυρι‐ κόν· τὸ γὰρ συμβουλευτικὸν λόγος ἐστὶ προτρεπτικὸς ἢ ἀποτρεπτικὸς, τέλος ἔχον τὸ συμφέρον· δικανικὸν δέ ἐστι τὸ ἀμφισβητικὸν, τέλος ἔχον τὸ δίκαιον· τὸ δὲ πα‐ νηγυρικὸν αὔξησίς ἐστι τῶν προσόντων τινὶ καλῶν ἢ
15κακῶν· πράττομεν δὲ τὸ συμβουλευτικὸν ἐκ τοιαύτης αἰτί‐ ας· τῶν γὰρ πραγμάτων τὰ μέν εἰσι καθ’ αἵρεσιν, τὰ δὲ κατὰ μάχην· προτρεπόμεθα τοίνυν τινὰ πολλάκις αἱρήσεσθαί τι· καὶ εἰ μὲν καταδέξεται, τὸ συμβουλευτι‐ κὸν κατεσκευάσαμεν, εἰ δὲ συστῇ καὶ μαχεσθῇ πρὸς τὸ
20λεγόμενον, τὸ δικανικὸν ἡμῖν εἶδος ἀνακύπτει, μετὰ δὲ ταῦτα λοιπὸν ἐπαινοῦμεν καὶ ψέγομεν καὶ ἀνακύπτει τὸ πανηγυρικὸν ἐκ τῶν προσόντων προσώπων τῶν ἀκρο‐ ατῶν· διαιρεῖται δὲ τὸ δικανικὸν εἰς δύο, εἰς κατηγο‐ ρίαν καὶ ἀπολογίαν, ὁμοίως καὶ τὸ συμβουλευτικὸν εἰς
25δύο, εἰς προτροπὴν καὶ ἀποτροπὴν, εἰς ὁμώνυμον, συμ‐ βουλὴν καὶ παραίνεσιν, τὸ δὲ πανηγυρικὸν εἰς ἐγκώμιον καὶ ψόγον· ἕκαστος γὰρ πανηγυρίζων ἢ ἐπαινεῖ ἢ ψέ‐ γει· χαρακτηρίζονται δὲ τὰ τρία εἴδη ταῦτα ἀπὸ τριῶν τινων· ἀπὸ τόπου, ἀπὸ προσώπου καὶ ἀπὸ τέλους· τό‐
30πος γὰρ τοῦ δικανικοῦ τὸ δικαστήριον· πρόσωπον δὲ ὁ δικαστὴς, τέλος δὲ τὸ δίκαιον· καὶ τὸ συμβουλευτικὸν εἰς τρία· τόπος τὸ συμβουλευτήριον, πρόσωπον ὁ βου‐
λευτὴς, τέλος δὲ τὸ συμφέρον· τοῦ δὲ πανηγυρικοῦ τό‐53

54

πος τὸ θέατρον, πρόσωπον ὁ πανηγυριστὴς, ἤτοι ὁ ἀκροατὴς, τέλος τὸ καλόν· τρία δέ εἰσιν εἴδη τῆς ῥητο‐ ρικῆς ἐπειδὴ τρία εἰσὶν εἴδη τῆς ψυχῆς, θυμικὸν, λογι‐ κὸν, καὶ ἐπιθυμητικὸν, καὶ τῷ μὲν θυμικῷ ἀναλογεῖ τὸ
5δικανικὸν, τῷ δὲ ἐπιθυμητικῷ τὸ πανηγυρικὸν, τῷ δὲ λογικῷ τὸ συμβουλευτικόν.
6 Τῶν στοχασμῶν οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ διπλοῖ. καὶ τῶν ἁπλῶν οἱ μέν εἰσι τέλειοι, οἱ δὲ ἀτελεῖς, τῶν δὲ διπλῶν οἱ μέν εἰσιν ἀτελεῖς, οἱ δὲ τέλειοι. —
10 αʹ. Τέλειος ἁπλοῦς στοχασμός ἐστιν, οἷον σκηπτοῦ κατενεχθέντος ἐπὶ τὴν Περικλέους οἰκίαν εὕρηνται χίλιαι πανοπλίαι. βʹ. Ἀτελὴς ἐκ μόνων πραγμάτων, οἷον θάπτων τις νεοσφαγὲς σῶμα ἐπὶ ἐρημίας, ἀτελὴς δὲ ἐκ μόνων προσ‐
15ώπων ἁπλοῦς οὐ γίνεται κατὰ Ἑρμογένην στοχασμός· ὁ δὲ Μινουκιανὸς λέγει, ὅτι ἐκ μόνου προσώπου γίνεται ἀτελὴς στοχασμός. γʹ. Διπλοῦς τέλειός ἐστιν, ὅταν δύο πράγματα καὶ δύο πρόσωπα κρινόμενα ἔχῃ, οἷον Αἰσχίνης καὶ Δημοσθένης.
20 δʹ. Διπλοῦς ἀτελὴς ἐκ μόνων τῶν πραγμάτων, ὅταν μόνα τὰ πράγματα κρίνηται· οἷον δύο ῥήτορες πρεσβεύ‐ σαντες παρὰ τύραννον καὶ ἐπανήκοντες ἀλλήλοις ἀντεγ‐ καλοῦσιν δώρων, ἐπειδὴ ὁ μὲν χρυσίον εὕρηται κατορύτ‐ των, ὁ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς.
25 εʹ. Διπλοῦς ἐστιν ἐκ μόνων προσώπων, οἷον ἐπὶ ση‐ μείοις φαρμάκων ἀριστεὺς ἐτελεύτα, μητρυιὰν ἔχων καὶ αἰχμάλωτον παλλακίδα· καὶ ἄλλως ἔστι παρὰ ταῦτα ἕτε‐
ρα εἴδη στοχασμῶν διπλῶν τρία, οὓς καλοῦμεν συνεζευ‐54

55

γμένους, ὁ ἐμπίπτων, ὁ προκατασκευαζόμενος καὶ ὁ συγκατασκευαζόμενος. ϛʹ. Καὶ ὁ μὲν ἐμπίπτων γίνεται, ὅταν ἐν τῇ μετα‐ θέσει τῆς αἰτίας ὁλόκληρόν τι ζήτημα ἐμπέσῃ καὶ ἀνα‐
5γκαῖον, γίνεται καὶ αὐτὸ διελεῖν τελέως, οἷον ἔδει τὸν ἁλόντα προδοσίας δεδέσθαι παρὰ τῷ στρατηγῷ. ζʹ. Προκατασκευαζόμενος δὲ γίνεται, ὅταν πρὸ τοῦ ζητήματος ἀναγκαῖον ἕτερον ᾖ προκατασκευασθῆναί τι πρᾶγμα στοχαστικῶς ὡς ὂν ἢ οὐκ ὄν· πλούσιος στρατη‐
10γὸς πένητος ἐχθροῦ παῖδας ὡς προδιδόντας συνέλαβε καὶ τὰ ἑξῆς. ηʹ. Συγκατασκευαζόμενος δὲ γίνεται, ὅταν τὰ σημεῖα δι’ ἀλλήλων κατασκευάζηται· οἷον ἔδει τοὺς δεσμώτας λελύσθαι τοῖς θεσμοφορίοις· μοιχείαν ὑπονοήσας τις
15πρὸς τὸν οἰκέτην τῆς γυναικός. θʹ. Διαφέρει δὲ τοῦ προκατασκευαζομένου, ὅτι ἐκεῖ μὲν κεχώρισται ἀλλήλων τὰ ζητήματα, ἐνταῦθα δὲ δι’ ἀλ‐ λήλων κατασκευάζεται· πάντα ἔστι δὲ καὶ ὁ ἀπὸ γνώμης, ὃς ψιλῇ τῇ γνώμῃ ἐξετάζεται, φανεροῦ ὄντος καὶ τοῦ πρά‐
20γματος καὶ τοῦ πράξαντος· οἷον ἐν δόξῃ μανίας μητρυιὰ τὸν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγονον ἀπέκτεινε καὶ ἀνενεγ‐
κοῦσα φόνου φεύγει.55