TLG 2120 001 :: PANTELEIUS :: Fragmentum

PANTELEIUS Epic.
(a. A.D. 5)

Fragmentum

Source: Heitsch, E. (ed.), Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 1, 2nd edn. Göttingen: Vandenhoeck & Ruprecht, 1963: 81–82.

Citation: (Line)

ὦ κενεοῦ καμάτοιο καὶ ἀπρήκτου πολέμοιο· ἡμετέρῳ βασιλῆι τί λέξομεν ἀντιάσαντες; ὦ βασιλεῦ, τί μ’ ἔπεμπες ἐπ’ ἀθανάτους πολεμιστάς; βάλλομεν, οὐ πίπτουσι· τιτρώσκομεν, οὐ φοβέονται.
5μοῦνος ἀνὴρ σύλησεν ὅλον στρατόν· ἐν δ’ ἄρα μέσσῳ αἱματόεις ἕστηκεν ἀτειρέος Ἄρεος εἰκών. δένδρον δ’ ὡς ἕστηκε σιδηρείαις ὑπὸ ῥιπαῖς κοὐκ ἐθέλει πεσέειν, τάχα δ’ ἔρχεται ἔνδοθι νηῶν·81
λῦε, κυβερνῆτα, νέκυος προφύγωμεν ἀπειλάς.82