TLG 2119 003 :: CHRISTODORUS :: Testimonium CHRISTODORUS Epic. Testimonium Citation: Volume-Jacoby#-T — fragment — (line) | ||
3a,283,T1 | SUDA s. Χριστόδωρος· Πανίσκου, ἀπὸ Κοπτοῦ πόλεως τῆς Αἰγύπτου, ἐποποιός. ἤκμαζεν ἐπὶ τῶν Ἀναστασίου τοῦ βασιλέως χρόνων. ἔγραψεν Ἰσαυρικὰ ἐν βιβλίοις ἕξ (ἔχει δὲ τὴν Ἰσαυρίας ἅλωσιν τὴν ὑπὸ Ἀναστασίου τοῦ βασιλέως γενομένην)· Πάτρια Κωνσταντινουπόλεως ἐπικῶς βιβλία ιβ. Πάτρια Θεσσαλονίκης ἐπικῶς βιβλία κε· | |
5 | Πάτρια Νάκλης (ἔστι δὲ πόλις περὶ Ἡλιούπολιν, ἐν ἧι τὰ καλούμενα Ἄφακα)· Πάτρια Μιλήτου τῆς Ἰωνίας· Πάτρια Θράλλεων· Πάτρια Ἀφροδισιάδος· Ἔκφρασιν τῶν ἐν τῶι | |
---|---|---|
Ζευξίππου ἀγαλμάτων· καὶ ἄλλα πολλά. | 3 |