TLG 2115 059 :: HIPPOLYTUS :: Syntagma (fragmentum ap. Chronicon paschale)

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

Syntagma (fragmentum ap. Chronicon paschale)

Citation: Volume — page — (line)

10

.

868

(45t)

EX ALIIS S. HIPPOLYTI SCRIPTIS
46tFRAGMENTA.
49Ἱππόλυτος τοίνυν τῆς εὐσεβείας μάρτυς, ἐπί‐

10

.

868

(50)

σκοπος γεγονὼς τοῦ καλουμένου Πόρτου πλη‐ σίον τῆς Ῥώμης, ἐν τῷ πρὸς ἁπάσας αἱρέσεις συντάγματι ἔγραψεν ἐπὶ λέξεως οὕτως·
Ὁρῶ μὲν οὖν, ὅτι φιλονεικίας τὸ ἔργον. Λέγει γὰρ868

10

.

869

οὕτως· Ἐποίησε τὸ πάσχα ὁ Χριστὸς τότε τῇ ἡμέρᾳ, καὶ ἔπαθε· διὸ κἀμὲ δεῖ ὃν τρόπον ὁ Κύριος ἐποίησεν, οὕτω ποιεῖν. Πεπλάνηται δὲ μὴ γινώσκων, ὅτι [ἐν ᾧ] τῷ καιρῷ ἔπασχεν ὁ Χριστὸς, οὐκ ἔφαγε
5τὸ κατὰ νόμον πάσχα. Οὗτος γὰρ ἦν τὸ πάσχα τὸ προκεκηρυγμένον, καὶ τελειούμενον τῇ ὡρισμένῃ ἡμέρᾳ.
10Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ πρώτῳ λόγῳ τοῦ Περὶ τοῦ ἁγίου Πάσχα συγγράμματος εἴρηκεν οὕτως· Οὐδὲ ἐν τοῖς πρώτοις, οὐδ’ ἐν τοῖς ἐσχάτοις ὡς οὐκ ἐψεύσατο, πρόδηλον, ὅτι ὁ πάλαι προειπὼν, ‹Ὅτι οὐκ ἔτι φάγομαι τὸ πάσχα,› εἰκότως τὸ μὲν δεῖπνον
15ἐδείπνησε πρὸ τοῦ πάσχα, τὸ δὲ πάσχα οὐκ ἔφαγεν, ἀλλ’ ἔπαθεν· οὐδὲ γὰρ καιρὸς ἦν τῆς βρώσεως αὐτοῦ.
21Τοῦ ἁγίου Ἱππολύτου τοῦ ἐπισκόπου καὶ μάρτυρος, ἐκ τῆς πρὸς βασιλίδα τινὰ ἐπιστολῆς. ‹Ἀπαρχὴν› οὖν τοῦτον λέγει ‹τῶν κεκοιμημέ‐ νων,› ἄτε ‹πρωτότοκον τῶν νεκρῶν.› Ὃς ἀναστὰς
25καὶ βουλόμενος ἐπιδεικνύναι, ὅτι τοῦτο ἦν τὸ ἐγηγερ‐ μένον ὅπερ ἦν καὶ ἀποθνῆσκον, δισταζόντων τῶν μα‐ θητῶν, προσκαλεσάμενος τὸν Θωμὰν ἕφη· ‹Δεῦρο, ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα ὀστοῦν καὶ σάρκα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.›
30Τοῦ αὐτοῦ, ἐκ τῆς αὐτῆς ἐπιστολῆς. ‹Ἀπαρχὴν› τοῦτον εἰπὼν, ἐπεμαρτύρησε τῷ ὑφ’ ἡμῶν εἰρημένῳ, ὡς ἐκ τοῦ αὐτοῦ φυράματος σάρκα λαβὼν ὁ Σωτὴρ, ἤγειρε ταύτην, ἀπαρχὴν ποιούμενος τῆς τῶν δικαίων σαρκὸς, ἵν’ οἱ πάντες ἐπ’ ἐλπίδι τοῦ
35ἐγηγερμένου, προσδόκιμον τὴν ἀνάστασιν ἕξωμεν οἱ
πιστεύσαντες.869