TLG 2115 056 :: HIPPOLYTUS :: Contra Beronem et Heliconem [Sp.] HIPPOLYTUS Scr. Eccl. Contra Beronem et Heliconem [Sp.] Citation: Page — (line) | ||
321(9t) | Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου Πόρτου ἤγουν τοῦ λιμένος | |
10t | Ῥώμης καὶ μάρτυρος τῆς ἀληθείας ἐκ τοῦ κατὰ Βήρωνος | |
---|---|---|
11t | καὶ Ἡλίκονος τῶν αἱρετικῶν περὶ θεολογίας καὶ σαρκώ‐ | |
12t | σεως κατὰ στοιχεῖον λόγου, οὗ ἡ ἀρχή· „Ἅγιος, ἅγιος, ἅγιος | |
13t | κύριος σαβαὼθ“ ἀσιγήτῳ φωνῇ βοῶντα τὰ σεραφὶμ τὸν | |
14t | θεὸν δοξάζουσιν. | |
15 | Ἀπειροδυνάμῳ γὰρ θελήσει τοῦ θεοῦ καὶ γέγονε πάντα καὶ σώζεται τὰ γενόμενα κατὰ τοὺς ἑαυτῶν εὐκρινῶς ἕκαστα συντηρού‐ μενα λόγους, αὐτῷ τῷ κατὰ φύσιν ἀπειροδυνάμῳ θεῷ καὶ ποιητῇ τῶν ὅλων τῆς θείας αὐτοῦ θελήσεως, ᾗ τὰ πάντα πεποίηκέ τε καὶ κινεῖ τοῖς ἑαυτῶν ἕκαστα φυσικοῖς διεξαγόμενα νόμοις, ἀκινήτου | |
20 | συνδιαμενούσης. τὸ γὰρ ἄπειρον κατ’ οὐδένα τρόπον ἢ λόγον ἐπι‐ δέχεται κίνησιν, οὐκ ἔχον ὅπου καὶ περὶ ὃ κινηθήσεται. τροπὴ γὰρ τοῦ κατὰ φύσιν ἀπείρου κινεῖσθαι μὴ πεφυκότος ἡ κίνησις. διὸ καὶ καθ’ ἡμᾶς ἀληθῶς γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας ὁ τοῦ θεοῦ λόγος, ἐνεργήσας τε καὶ παθὼν ἀνθρωπίνως, ὅσα τῆς φύσεώς ἐστιν | |
25 | ἀναμάρτητα, καὶ φυσικῆς σαρκὸς περιγραφῆς ἀνασχόμενος δι’ ἡμᾶς, τροπὴν οὐχ ὑπέμεινε, μηδενὶ παντελῶς. ὃ ταυτόν ἐστι τῷ πατρί, γενόμενος ταυτὸν τῇ σαρκὶ διὰ τὴν κένωσιν. ἀλλ’ ὥσπερ ἦν δίχα σαρκός, πάσης ἔξω περιγραφῆς μεμένηκε καὶ διὰ σαρκὸς θεϊκῶς ἐνεργήσας, ἅπερ θεότητός ἐστιν, ἀμφότερα δεικνὺς ἑαυτόν, δι’ ὧν | |
30 | ἀμφοτέρως, θεϊκῶς δή φημι καὶ ἀνθρωπίνως, ἐνήργησε, κατ’ αὐτὴν | |
τὴν ὄντως ἀληθῆ καὶ φυσικὴν ὕπαρξιν θεὸν ἄπειρον ὁμοῦ καὶ περί‐ | 321 | |
322 | γραπτον ἄνθρωπον ὄντα τε καὶ νοούμενον, τὴν οὐσίαν ἑκατέρου τελείως τελείαν ἔχοντα μετὰ τῆς αὐτῆς ἐνεργείας ἤγουν φυσικῆς ἰδιό‐ τητος. ἐξ ὧν μένουσαν ἀεὶ κατὰ φύσιν δίχα τροπῆς τὴν αὐτῶν ἴσμεν διαφοράν, ἀλλ’ οὐχ, ὥς τινές φασι, κατὰ σύγκρισιν, ἵνα μὴ | |
5 | τὸν αὐτὸν ἑαυτῷ κατὰ τὸ αὐτό, παρ’ ὃ δεῖ, μείζονα καὶ μείονα λέγωμεν· ὁμοφυῶν γάρ, οὐχ ἑτεροφυῶν, αἱ συγκρίσεις. θεῷ δὲ ποιητῇ τῶν ὅλων ποιητόν, ἀπείρῳ τε περατόν, καὶ ἀπειρίᾳ πέρας κατ’ οὐδένα συγκρίνεται λόγον, ἀεὶ κατὰ πάντα φυσικῶς ἀλλήλων, ἀλλ’ οὐ συγκριτικῶς, διαφέροντα, κἂν ἄρρητός τις καὶ ἄρρηκτος εἰς | |
10 | μίαν ὑπόστασιν ἀμφοτέρων γέγονεν ἕνωσις, πᾶσαν παντὸς γεννητοῦ παντελῶς διαφεύγουσα γνῶσιν. τὸ γὰρ θεῖον, ὡς ἦν πρὸ σαρκώσεως, ἔστι καὶ μετὰ σάρκωσιν κατὰ φύσιν ἄπειρον, ἄσχετον, ἀπαθές, ἀσύγ‐ κριτον, ἀναλλοίωτον, ἄτρεπτον, αὐτοσθενὲς καὶ τὸ πᾶν εἰπεῖν ὑφεστὸς οὐσιῶδες μόνον ἀπειροσθενὲς ἀγαθόν. | |
15t | Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. βʹ | |
16 | Γέγονεν οὖν ἀληθῶς κατὰ τὰς γραφὰς μὴ τραπεὶς ὁ τῶν ὅλων θεὸς ἄνθρωπος ἀναμάρτητος, ὡς οἶδεν αὐτὸς μόνος, ὑπάρχων τεχνίτης φυσικὸς τῶν ὑπὲρ ἔννοιαν, κατ’ αὐτὴν ἅμα τὴν σωτήριον σάρκωσιν τῆς ἰδίας θεότητος ἐμποιήσας τῇ σαρκὶ τὴν ἐνέργειαν οὐ περιγραφο‐ | |
20 | μένην αὐτῇ διὰ τὴν κένωσιν, οὐδ’ ὥσπερ τῆς αὐτοῦ θεότητος, οὕτω καὶ αὐτῆς φυσικῶς ἐκφυομένην, ἀλλ’ ἐν οἷς ἂν σαρκωθεὶς θεϊκῶς ἐνήργησε, δι’ αὐτῆς ἐκφαινομένην. οὐ γὰρ γέγονε φύσει θεότης μετα‐ βληθεῖσα τὴν φύσιν ἡ σὰρξ γενομένη τῇ φύσει θεότητος σάρξ, ἀλλ’ ὅπερ ἦν, καὶ θεότητι συμφυεῖσα μεμένηκε τὴν φύσιν καὶ τὴν ἐνέρ‐ | |
25 | γειαν, καθὼς εἶπεν ὁ σωτήρ· „τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενήσ“. καθ’ ἣν ἐνεργήσας τε καὶ παθών, ἅπερ ἦν ἀναμαρτήτου σαρκός, τὴν ὑπὲρ ἡμῶν ἐπιστώσατο κένωσιν θεότητος θαύμασι καὶ σαρκὸς παθήμασι φυσικῶς βεβαιουμένην. διὰ γὰρ τοῦτο γέγονεν ἄνθρωπος ὁ τῶν ὅλων θεός, ἵνα σαρκὶ μὲν παθητῇ πάσχων ἅπαν | |
30 | ἡμῶν τὸ τῷ θανάτῳ πραθὲν λυτρώσηται γένος, ἀπαθεῖ δὲ θεότητι διὰ σαρκὸς θαυματουργῶν πρὸς τὴν ἀκήρατον αὐτοῦ καὶ μακαρίαν ἐπαναγάγῃ ζωὴν καὶ τὰ κατ’ οὐρανοὺς ἅγια τάγματα τῶν νοερῶν οὐσιῶν στομώσῃ πρὸς ἀτρεψίαν τῷ μυστηρίῳ τῆς αὐτοῦ σωματώσεως, ἧς ἔργον ἡ τῶν ὅλων ἐστὶν εἰς αὐτὸν ἀνακεφαλαίωσις. μεμένηκεν | |
35 | οὖν καὶ σαρκωθεὶς κατὰ τὴν φύσιν θεὸς ὑπεράπειρος, τὴν ἑαυτῷ | 322 |
323 | συγγενῆ καὶ κατάλληλον ἔχων ἐνέργειαν, τῆς μὲν θεότητος οὐσιωδῶς ἐκφυομένην, διὰ δὲ τῆς αὐτοῦ παναγίας σαρκὸς ἐν τοῖς θαύμασιν οἰκονομικῶς ἐκφαινομένην, ἵνα πιστευθῇ θεὸς εἶναι, δι’ ἀσθενοῦς φύσει σαρκὸς αὐτουργῶν τὴν τοῦ παντὸς σωτηρίαν. | |
5t | 〈Τοῦ αὐτοῦ〉 ἐκ τοῦ αὐτοῦ λόγου. γʹ. | |
6 | Κἀμοὶ γάρ, ἵνα τρανώσω παραδείγματι τὸ περὶ τοῦ σωτῆρος λεχθέν, ὁ φυσικός μου λόγος συγγενής ἐστι καὶ κατάλληλος ὄντι λο‐ γικῷ τε καὶ νοερῷ τὴν ψυχήν, ἧς κατὰ φύσιν ἐστὶν αὐτοκίνητος ἐνέργειά τε καὶ πρώτη δύναμις ἀεικίνητος ὁ λόγος φυσικῶς αὐτῆς | |
10 | πηγαζόμενος, ὃν ῥηματίσας τε καὶ γραμμαῖς εὖ χαράξας γλώσσῃ μὲν ὀργανικῶς, ὅτε δεῖ, προφέρω καὶ γράμμασι τεχνικῶς διὰ τῶν ἀνομοίων μὴ τραπέντα. οὐ γὰρ γλώσσης καὶ γραμμάτων ὁ φυσικός μου λόγος ἐστί, κἂν δι’ αὐτῶν αὐτοῦ ποιοῦμαι τὴν προφοράν, ἀλλ’ ἐμοῦ τοῦ κατὰ φύσιν λαλοῦντος καὶ δι’ ἀμφοῖν αὐτὸν ὡς ἐμὸν | |
15 | ἐκφωνοῦντος, τῆς μὲν νοερᾶς μου ψυχῆς φυσικῶς ἀεὶ πηγαζόμενον, διὰ δὲ τῆς σωματικῆς μου γλώσσης ὀργανικῶς, ὡς ἔφην, ὅτε χρή, προφερόμενον. ὥσπερ οὖν ἐφ’ ἡμῶν, ὅσον εἰκάσαι τὸ παντελῶς ἀνείκαστον, διὰ τῆς σωματικῆς ἡμῶν γλώσσης ἀτρέπτως ἡ κατὰ φύσιν τῆς ψυχῆς λογικὴ προσφέρεται δύναμις, οὕτω καὶ ἐπὶ τῆς | |
20 | ὑπερφυοῦς τοῦ θεοῦ σωματώσεως διὰ τῆς αὐτοῦ παναγίας σαρκός, ἐν οἷς ἂν θεϊκῶς ἐνήργησε, δίχα τροπῆς ἡ παντοκρατορικὴ καὶ τῶν ὅλων ποιητικὴ τῆς ὅλων θεότητος ἐνέργεια διεδείκνυτο, πάσης ἐκτὸς κατὰ φύσιν περιγραφῆς διαμένουσα, κἂν διὰ σαρκὸς διέλαμπε φύσει πεπερασμένης. οὐ γὰρ πέφυκε περιγράφεσθαι γεννητῇ φύσει τὸ κατὰ | |
25 | φύσιν ἀγέννητον, κἂν συνέφυ αὐτῷ κατὰ σύλληψιν πάντα περιγρά‐ φουσαν νοῦν, οὔτε μὴν εἰς αὐτὸν αὐτῷ φέρεσθαι φύσεώς ποτε καὶ φυσικῆς ἐνεργείας, ἕως ἂν ἑκάτερον τῆς ἰδίας ἐντὸς μένει φυσικῆς ἀτρεψίας. ὁμοφυῶν γὰρ μόνων ἡ ταυτουργός ἐστι κίνησις σημαίνουσα τὴν οὐσίαν, ἧς φυσικὴ καθέστηκε δύναμις, ἑτεροφυοῦς ἰδιότητος οὐσίας | |
30 | εἶναι κατ’ οὐδένα λόγον ἢ γενέσθαι δίχα τροπῆς δυναμένην. | |
31t | Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. δʹ. | |
32 | Τὸ γὰρ μυστήριον τῆς θείας σαρκώσεως ἀποστόλοις τε καὶ προφήταις καὶ διδασκάλοις διττὴν καὶ διάφορον ἔχον διέγνωσται τὴν | |
ἐν πᾶσι φυσικὴν θεωρίαν, ἀνελλιποῦς ὑπάρχον θεότητος καὶ πλήρους | 323 | |
324 | ἐνδεικτικὸν ἀνθρωπότητος ὄν. ἕως ἂν οὐχ εἷς κατὰ τὴν οὐσίαν γνωρίζεται λόγος μιᾶς ἐνεργείας, οὐδέποτε καθ’ ὁτιοῦν ἀμφοτέρων γνωσθήσεται κίνησις. ὁ γὰρ ἀεὶ κατὰ φύσιν ὑπάρχων θεός, ὑπερ‐ απείρῳ δυνάμει γενόμενος, ὡς ἠθέλησεν, ἄνθρωπος ἀναμάρτητος, | |
5 | ὅπερ ἦν, ἔστι μεθ’ ὅσων νοεῖται θεός, καὶ ὅπερ γέγονεν, ἔστι μεθ’ ὅσων νοεῖται θεὸς καὶ γνωρίζεσθαι πέφυκεν ἄνθρωπος, ἑαυτοῦ καθ’ ἑκάτερον ἀεὶ μένων ἀνέκπτωτος, οἷς θεϊκῶς ὁμοῦ καὶ ἀνθρωπίνως ἐνήργησε, τέλειον κατὰ τὸν ἑκατέρου λόγον σώζων ἑαυτῷ φυσικῶς ἀναλλοίωτον. | |
10t | Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. εʹ. | |
11 | Βήρων γάρ τις ἔναγχος μεθ’ ἑτέρων τινῶν τὴν Βαλεντίνου φαντασίαν ἀφέντες χείρονι κακῷ κατεπάρησαν, λέγοντες τὴν μὲν προσληφθεῖσαν τῷ λόγῳ σάρκα γενέσθαι ταυτουργὸν τῇ θεότητι διὰ τὴν πρόσληψιν, τὴν θεότητα δὲ γενέσθαι ταυτοπαθῆ 〈τῇ σαρκὶ〉 διὰ | |
15 | 〈τὴν〉 κένωσιν, τροπὴν ὁμοῦ καὶ φύρσιν καὶ σύγχυσιν καὶ τὴν εἰς ἀλλήλας ἀμφοτέρων μεταβολὴν δογματίζοντες. εἰ γὰρ προσληφθεῖσα ἡ σὰρξ γέγονε ταυτουργὸς τῇ θεότητι, δῆλον ὅτι καὶ φύσει θεὸς μεθ’ ὅσων φυσικῶς νοεῖται θεός· καὶ εἰ γέγονε κενωθεῖσα τῇ σαρκὶ ταυτο‐ παθὴς ἡ θεότης, δῆλον ὅτι καὶ φύσει σὰρξ μεθ’ ὅσων φυσικῶς | |
20 | γνωρίζεσθαι πέφυκε σάρξ. τὰ γὰρ ἀλλήλοις ὁμοεργῆ καὶ ταυτουργὰ καὶ ὁμόφυλα πάντως καὶ ταυτοπαθῆ διαφορὰν οὐκ ἐπιδέχεται φύσεως, καὶ φύσεων αὐτοῖς συγκεχυμένων ἔσται δυὰς ὁ Χριστός, καὶ προσ‐ ώπων μεμερισμένων τετράς, τὸ φευκτότατον. καὶ πῶς αὐτοῖς εἷς καὶ ὁ αὐτός, θεὸς ὁμοῦ φύσει καὶ ἄνθρωπος, ὁ Χριστός; ποίαν δὲ | |
25 | κατ’ αὐτοὺς ἕξει τὴν ὕπαρξιν, μεταβολῇ θεότητος γενόμενος ἄνθρωπος καὶ σαρκὸς μεταποιήσει θεός; ἡ γὰρ εἰς ἀλλήλας τούτων μετάπτωσις παντελής ἐστιν ἀμφοτέρων ἀναίρεσις. σκοπείσθω δὴ πάλιν ἡμῖν ἑτέρως ὁ λόγος. | |
29t | Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. ϛʹ. | |
30 | Εὐσεβὲς κεκύρωται δόγμα Χριστιανοῖς, κατ’ αὐτήν τε τὴν φύσιν καὶ τὴν ἐνέργειαν καὶ πᾶν ἕτερον αὐτῷ προσφυὲς ἴσον ἑαυτῷ καὶ ταυτὸν εἶναι τὸν θεόν, μηδὲν ἑαυτῷ τῶν ἑαυτοῦ παντελῶς ἄνισον | |
ἔχοντα καὶ ἀκατάλληλον. εἰ τοίνυν κατὰ Βήρωνα τῆς αὐτῆς αὐτῷ | 324 | |
325 | προσληφθεῖσα φυσικῆς ἐνεργείας γέγονεν ἡ σαρκός, δῆλον ὅτι καὶ τῆς αὐτῆς αὐτῷ γέγονε φύσεως μεθ’ ὅσων ἡ φύσις, ἀναρχίας, ἀγεν‐ νησίας, ἀπειρίας, ἀϊδιότητος, ἀκαταληψίας καὶ τῶν, ὅσα τούτων καθ’ ὑπεροχὴν ὁ θεολογικὸς ὑπερφυῶς ἐνορᾷ τῇ θεότητι λόγος, καὶ | |
5 | τροπὴν ἀμφότερα πέπονθε, μηδετέρου τὸν τῆς ἰδίας φύσεως οὐσιώδη λόγον ἔτι σωζόμενον ἔχοντος. ὁ γὰρ ἑτεροφυῶν εἰδὼς ταυτουργίαν σύγχυσιν ὁμοῦ φυσικὴν καὶ διαίρεσιν αὐτῶν εἰσηγεῖται προσωπικήν, ἀδιαγνώστου παντελῶς τῇ τῶν ἰδιωμάτων μεταβολῇ τῆς φυσικῆς αὐτῶν γενομένης ὑπάρξεως. | |
10t | Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. ζʹ. | |
11 | Εἰ δὲ τῆς αὐτῆς αὐτῷ μὴ γέγονε φύσεως, οὐδὲ τῆς αὐτῆς αὐτῷ ποτε γενήσεται φυσικῆς ἐνεργείας, ἵνα μὴ δειχθῇ τῇ φύσει τὴν ἐνέργειαν ἄνισον ἔχων καὶ ἀκατάλληλον καὶ τῆς αὐτοῦ δι’ ὅλων τῶν ἑαυτοῦ φυσικῆς ἔξω γεγονὼς ἰσότητος καὶ ταυτότητος, ὅπερ ἀσεβές. | |
15t | Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. ηʹ. | |
16 | Εἰς ταύτην δὲ τὴν πλάνην κατήχθησαν κακῶς πεισθέντες, ἰδίαν γενέσθαι τῆς σαρκὸς τὴν δι’ αὐτῆς ἐκφανθεῖσαν ἐν τοῖς θαύμασι θείαν ἐνέργειαν, ᾗ τὸ πᾶν ὁ Χριστὸς οὐσιώσας, καθὸ νοεῖται θεός, συνέχει κρατούμενον. οὐ γὰρ ἔγνωσαν ἀδύνατον εἶναι, θείας ἐνεργείας | |
20 | φύσεως ἑτεροφυοῦς οὐσίας ἰδίωμα γενέσθαι δίχα τροπῆς, οὐδὲ συνῆκαν, ὡς οὐ πάντως ἴδιόν ἐστι τῆς σαρκὸς τὸ δι’ αὐτῆς μὲν ἐκφαινόμενον, οὐκ αὐτῆς δὲ φυσικῶς ἐκφυόμενον, καίτοι σαφοῦς αὐτοῖς οὔσης καὶ προφανοῦς τῆς ἀποδείξεως. ἐγὼ γὰρ γλώσσῃ λαλῶν καὶ χειρὶ γράφων μίαν καὶ τὴν αὐτὴν δι’ ἀμφοῖν τῆς νοερᾶς μου ψυχῆς ἐκφαίνω | |
25 | διάνοιαν, ἐνέργειαν αὐτῆς ὑπάρχουσαν φυσικήν, μηδενὶ λόγῳ δείξας αὐτὴν γλώσσης ἢ χειρὸς φυσικῶς ἐκφυομένην, μήτε μὴν γενομένην αὐτῶν ἢ λεγομένην διάνοιαν διὰ τὴν δι’ ἀμφοῖν αὐτῆς ἔκφανσιν. γλῶσσαν γὰρ ἢ χεῖρα διανοητικὴν συνετὸς οἶδεν οὐδείς, ὥσπερ οὐδὲ τὴν παναγίαν τοῦ θεοῦ σάρκα διὰ τὸ προσληφθῆναι καὶ τὸ δι’ αὐτῆς | |
30 | ἐκφανθῆναι τὴν θείαν ἐνέργειαν γενομένην κατ’ αὐτὸν φύσει δημι‐ ουργόν, ἀλλ’ εὐσεβῶς ὁμολογεῖ πιστεύων, ὅτι διὰ τὴν ἡμῶν σωτηρίαν καὶ τὸ δῆσαι πρὸς ἀτρεψίας τὸ πᾶν ὁ τῶν ὅλων δημιουργὸς ἐκ τῆς | |
παναγίας ἀειπαρθένου Μαρίας κατὰ σύλληψιν ἄχραντον δίχα τροπῆς | 325 | |
326 | ἐνουσιώσας ἑαυτῷ ψυχὴν νοερὰν μετὰ αἰσθητικοῦ σώματος, γέγονεν ἄνθρωπος φύσει κακίας ἀλλότριος ὁ λόγος θεὸς ὁ αὐτός· θεότητι μὲν τὰ θεῖα διὰ τῆς αὐτοῦ παναγίας σαρκός, οὐκ ὄντα φύσει τῆς σαρκός, ἐνεργῶν, ἀνθρωπότητι δὲ τὰ ἀνθρώπινα, οὐκ ὄντα φύσει | |
5 | θεότητος, ἀνοχῇ πάσχων θεότητος, μηδὲν θεῖον γυμνὸν σώματος ἐνεργήσας, μηδὲν ἀνθρώπινον ὁ αὐτὸς ἄμοιρον δράσας θεότητος, τηρῶν ἑαυτῷ καὶ καθ’ ὃν ἐνήργησεν ἀμφότερα καινοπρεπῆ τρόπον τὸ κατ’ ἄμφω φυσικῶς ἀναλλοίωτον, εἰς πίστωσιν τῆς αὐτοῦ τελείας ἐνανθρωπήσεως τῆς ὄντως ἀληθοῦς καὶ μηδὲν ἐχούσης φαυλότητος. | |
10 | ὁ μὲν οὖν Βήρων οὕτως ἔχων, ὡς ἔφην, ἐνεργείας μονάδι τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα συγχέας ὁμοῦ φυσικῶς λύει τὸν βίον, ἀγνοήσας, μόνης τῆς τῶν ὁμοφυῶν προσώπων ὁμοφυοῦς ταυτό‐ | |
τητος τὴν ταυτουργίαν εἶναι δηλωτικήν. | 326 |