TLG 2115 053 :: HIPPOLYTUS :: Fragmenta in Proverbia

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

Fragmenta in Proverbia

Source: Richard, M. (ed.), “Les fragments du commentaire de S. Hippolyte sur les proverbes de Salomon” [Muséon 78] 1965: 263–271, 273–277, 279–288.

  • frr. 1–14, 16–20, 26, 29–31
  • frr. 30–31 dubia sunt
  • Dup. partim 2115 013

Citation: Fragment — section — (line)

1

.

1

Ἱππολύτου. Ταῦτα εἰς τὸν τῶν Ἰουδαίων δῆμον καὶ τὴν κατὰ Χριστοῦ μιαιφονίαν ἐξείληφεν.

1

.

2

Ὤιοντο γὰρ
αὐτὸν ἐπὶ γῆς μόνον ἔχειν τὸ πολίτευμα.

2vat

1

Ἱππολύτου. Οὐχ ἁπλῶς λήψονται, ἀλλὰ κληρονο‐ μήσουσιν.

2vat

2

Οἱ δὲ ἀσεβεῖς, εἰ καὶ ὑψοῦνται, ἀλλ’ ὥστε μεί‐ ζονα γενέσθαι τὴν ἀτιμίαν αὐτῶν. Ὡς γάρ τις τὸν δυσειδῆ
5καὶ διεστραμμένον, εἰ ὑψώ‐ σειεν, οὐκ ἐδόξασεν, ἀλλ’ ἠτίμωσε πλέον κατάδηλον αὐτοῦ τὸ αἶσχος πλείοσι καταστήσας, οὕτω καὶ ὁ θεὸς
10ὑψοῖ τοὺς ἀσεβεῖς, ἵνα ἐμφανῆ καταστήσῃ τὴν ἐκείνων ἀσχη‐ μοσύνην. Ὑψώθη καὶ Φαραώ, ἀλλ’ ὥστε τὴν οἰκουμένην
κατήγορον ἔχειν.Column end

2pat

1

Καὶ μὴ ἁπλῶς εἶπεν δόξαν λήμψονται, ἀλλὰ κλη‐ ρονομήσουσι σοφοί.

2pat

2

Ἐπειδὴ γὰρ καὶ πολλοὶ τῶν ἀσεβῶν ὑψοῦνται, ἀλλ’ ὥστε μείζονα γενέσθαι τὴν ἀτιμίαν αὐτῶν· καθάπερ
5γὰρ εἴ τις τὸν αἰσχρὸν καὶ δυσειδῆ καὶ διεστραμμένον τὰς ὄψεις ὕψωσεν, οὐκ ἐδόξασεν ἀλλ’ ἠτίμωσεν πλέον τοῖς πλείοσι κατάδηλον αὐτοῦ τὸ
10αἶσχος καταστήσας, οὕτω καὶ ὁ θεὸς ὑψοῖ τοὺς ἀσεβεῖς, ἵνα ἐμφανῇ τὴν ἐκείνων ἀσχημο‐ σύνην. Ὑψώθη καὶ ὁ Φαραώ, ἀλλ’ ὥστε τὴν οἰκουμένην
15κατήγορον ἔχειν.Column end

3

.

1

Ἱππολύτου. Σημειωτέον ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νόμον διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλ‐ ποις ἀδίκως.

3

.

2

Οὗτος δὲ ἐγκαταλιμπάνει νόμον ὁ παραβαίνων αὐτόν.

3

.

3

Νόμον δέ, ἤτοι ὃν
λέγει ἢ ὃν καὶ αὐτὸς ἐφύλαξεν.

4

.

1

Ἱππολύτου. Καὶ πῶς ἐστι περιχαρακῶσαι; Λογισμοὺς αὐτῇ κύκλῳ περίθες ἱερούς. Πολλῆς γάρ σοι δεῖ τῆς ἀσφαλείας, ἐπεὶ καὶ πολλὰ τὰ ἐπιβουλεύοντα τῇ τοιαύτῃ κτήσει.

4

.

2

Εἰ δὲ ἐφ’ ἡμῖν ἐστι τὸ περιχαρακοῦν αὐτήν, αἱ δὲ ἀρεταὶ ἐφ’ ἡμῖν, χάρακες ἄρα εἶεν αἱ ἀρεταὶ αἱ ὑψοῦσαι τὴν γνῶσιν τοῦ θεοῦ.

4

.

3

Οἷον ἄσκησις, μελέτη καὶ ὁ ἄλλος τῶν ἀρετῶν ὁρμαθός, ἃς ὁ τηρῶν τὴν σοφίαν τιμᾷ· μισθὸς δὲ τὸ πρὸς αὐτὴν μετεωρισθῆναι καὶ περιληφθῆναι ὑπ’ αὐτῆς ἐν
τῷ ὑπερκοσμίῳ παστῷ.

5vat

1

Ἱππολύτου. Εἶπε καὶ τὴν αἰτίαν πῶς ἔσται τοῦτο. Ὁδοὺς γὰρ σοφίας ἤτοι τῆς εὐμηχάνου, τῆς εὐπόρου·
5ὅθεν ἂν βαδίσαι θέλῃς, πάντα ὑπεξίσ〈τα〉ται, οὐδὲν τὸ ἀντιπίπτον, εἴκουσι πάντα καθὰ βασιλίδα.

5vat

2

Θείως δὲ εἶπεν τὸ ἐμ‐ βιβάζω, ὥστε φησὶ ἀσ‐ φαλῆ γενέσθαι τὴν παραμο‐ νήν. Οὐ γὰρ τοσαῦται παρεκ‐
5τροπαὶ τῶν λεωφόρων ὅσαι τῆς ἀρετῆς· καὶ ἔργον ἐστὶν ἐρεῖν
ἄνδρα ὀρθὸν ἀεί.Column end

5pat

1

Εἶτα πῶς τοῦτό φησιν· ὁδοὺς γὰρ σοφίας διδά‐ σκω σε τῆς εὐμηχάνου καὶ εὐπόρου· οὐ γὰρ ἔχει μίαν
5ὁδόν, ἀλλ’ ὅθεν ἂν βαδίσαι βουληθῇ, τὸ ἀντιπίπτον οὐδέν· πάντα παραχωρεῖ καὶ ὑπεξί‐ σταται καθάπερ τινὶ βασιλίδι.

5pat

2

〈Θείως δὲ εἶ〉πεν ἐμ‐ βιβάζω, ὥστε ἀσφαλῆ γένεσθαι τὴν παραμονήν. Οὐκ εἶπεν ἀνίστημι, 〈ἀλλ’ ἐμ‐
5βιβάζω〉. Οὐ γὰρ τοσαῦ‐ ται αἱ παρεκτροπαὶ τῶν λεωφό‐ ρων τούτων εἰσὶν ὅσαι ἐκκλί‐ νουσιν ἀπὸ τῆς ἀρετῆς καὶ ἄνδρα ἔργον ἐσ〈τὶν〉 εἶναι
10ἀεὶ ὀρθόν.Column end

5vat,bis

1

Εἰ γοῦν ἀκούεις ἐμοῦ, πληθυνθήσεται ἔτη ζωῆς σου.

5vat,bis

2

Ἵνα σχῇς ἄφθαρτον ζωὴν δηλονότι.

5vat,bis

3

Πολλαὶ ὁδοὶ βίου, πράξεις ἀγαθαὶ ἐπὶ τὴν γνῶσιν φέρουσαι τοῦ θεοῦ.

5vat,bis

4

Τροχιαὶ δὲ ὀρθαὶ αἱ ἀπὸ τῶν ἀγαθῶν πράξεων πρὸς
ἀγαθὰς πορεύσεις.Column end

5cat1

2

Ἵνα σχῇς, φησίν, ἄφθαρ‐ τον ζωήν.

5cat1

3

Πολλαὶ δὲ ὁδοὶ βίου, πράξεις ἀγαθαὶ ἐπὶ τὴν γνῶσιν φέρουσαι τοῦ θεοῦ.

5cat1

4

Τροχιαὶ ὀρθαὶ αἱ ἀπὸ τῶν ἀγαθῶν πράξεων πρὸς ἀγαθὰς πορεύσεις ἀπά‐
γουσαι.

6

.

1

Ἱππολύτου. Ἀσεβεῖς μὲν οἱ ἑτερόδοξοι, παράνομοι δὲ οἱ παραβάται τοῦ νόμου.

6

.

2

Ὧν τὰς ὁδοὺς ἤτοι τὰς πράξεις μὴ ἐπελθεῖν φησιν.

6

.

3

Τὰς ὁδούς, φησί, τῶν ἑτεροδόξων μὴ ἐπέλθῃς ἢ τῶν τὸν νόμον παραβαινόντων.

6

.

4

Τὸ γοῦν μὴ ἐπέλθῃς ἀντὶ τοῦ μὴ ἐνθυμηθῇς τὰ διανοήματα αὐτῶν.

6

.

5

Ἔκκλινον οὖν π’ αὐτῶν, ἡνιοχῶν τὰς ἀλόγους ὁρμάς.

6

.

6

Ἢ ἀσεβεῖς φησι τοὺς πονηροὺς λογισμοὺς ψυχὰς ἀποκτείνοντας.

6

.

7

στρατὸς αὐτῶν εἰς φόνον ψυχῆς ἀφορᾷ.

7

.

1

Ἱππολύτου. Ὀρθὰ ὁρᾷ ὁ λογισμοὺς ἔχων ἀπαθεῖς καὶ δόγματα ἀληθῆ.

7

.

2

Ὁ μὴ περὶ τὰς ἔξω φαντα‐ σίας ἐπτοημένος.

7

.

3

Ὅταν λέγῃ οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὴν ὅρασιν δηλοῖ τῆς ψυχῆς, καὶ ὅταν παραινῇ· φάγε μέλι, υἱ, ἵνα γλυκανθῇ ὁ φάρυγξ σου, μέλι τροπικῶς τὴν θείαν λέγει διδασκα‐
5λίαν, ἥτις τὴν πνευματικὴν καταρτίζει τῆς ψυχῆς γνῶσιν, ἀλλὰ καὶ ἅπτεται τῆς ψυχῆς ἡ σοφία· ἐράσθητι γάρ, φησίν, αὐτῆς, ἵνα σε περιλάβῃ. ψυχὴ δὲ διὰ περιπλοκῆς σοφίᾳ ἑνωθεῖσα, ἁγιασμοῦ πληροῦται καὶ καθαρότητος.

7

.

4

Ἔτι γε μὴν τῶν Χριστοῦ μύρων ἀντιλαμβάνεται ἡ τῆς ψυχῆς
ὄσφρησις.

8

.

1

Ἱππολύτου. Ἡ ἀρετὴ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φησιν. Νῦν δὲ ὀνομάζει δεξιὰ οὐ τὰ φύσει δεξιά, —ὅπερ ἐστὶν αἱ ἀρεταί —ἀλλὰ τὰ φαινόμενά σοι δεξιὰ διὰ τὰς ἡδονάς.

8

.

2

Ἡδοναὶ δέ εἰσιν οὐ μόνον ἀφροδίσια, ἀλλὰ καὶ πλοῦτος καὶ τρυφή· ἀριστερὰ δὲ φθόνος, φόνος, ἁρπαγαὶ καὶ τὰ τούτοις ὅμοια.

8

.

3

Βορέας γάρ φησι σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται. Βορέαν γὰρ συμβολικῶς τὸν πονηρὸν καλεῖ—ἤτοι τὸν διάβολον—ἀφ’ οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς.

8

.

4

Ὀνόματι δὲ οὗτος ἐπιδέξιος,
ὅτι ἄγγελος καλεῖται δεξιῷ ὀνόματι.

9

.

1

Ἱππολύτου. Σύ, φησίν, ἔκκλινον ἀπὸ κακοῦ καὶ τῷ θεῷ μελήσει τοῦ τέλους.

9

.

2

Προπορεύεται γάρ σου καταλύων τοὺς πολεμίους, ὡς ἐν εἰρήνῃ σε βαδίσαι.

10

.

1

Ἱππολύτου. Ὅρα πῶς αὐτὸν εἰς σύνδεσμον ἄγει τῆς ὁμοζύγου· δείκνυσι γὰρ καὶ διὰ τοῦ ζῴου τὸ τῆς ἡδονῆς καθαρὸν καὶ διὰ τοῦ πώλου τὸ τῆς γυναικὸς παρίστησι γαῦρον καὶ ποθεινόν.

10

.

2

Καὶ ἐπειδὴ πολλὰ οἶδε τὰ παροξύνοντα, ἀσφαλῆ, ἀρραγῆ τὸν τῆς φιλίας αὐτοῖς δεσμὸν ἐπιτίθησι, τὸ
ἀδιάρρηκτον αὐτοῖς μηχανώμενος.

11cat,rec

1

Ἱππολύτου Οὐ τὸν ἄρτον τῇ μίξει παραβάλλει, ἀλλὰ τὸ ἐπὶ τῇ μίξει καταβαλλόμενον ἀργύ‐
5ριον τῷ τοῦ ἑνὸς ἄρτου τιμή‐ ματι.

11cat,rec

2

Οὐκ εἶπε δὲ γυναικός, ἀλλὰ πόρνης· οὐ γὰρ ἀπὸ τῆς φύσεως, ἀλλ’ ἀπὸ τῆς κακίας αὐτὴν ἐκάλεσεν. Κακία
5δὲ οὐδενὸς ἀξία, φέρει δέ πως τοῖς ἡττωμένοις ὀδύνην, ὅταν ὁ νενικηκὼς εὐκαταφρόνητος ᾖ.

11cat,rec

3

Ἢ ὅτι τοσαύτη ἐστὶν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου.

11cat,rec

4

Γυνὴ δὲ 〈ἀνδρῶν〉 αἰσχύνθητι, φησίν, ὅτι γυνή σε νικᾷ καὶ ὅτι τῇ οὐδενὸς ἀξίᾳ πόρνῃ τὸ παρὰ σοὶ τιμιώ‐
5τερον, τὴν ψυχήν, προδίδως.Column end

11poly

1

Βασιλείου Οὐ τὸν ἄρτον τῇ μίξει παραβάλλει, ἀλλὰ τὸ ἐπὶ τῇ μίξει καταβαλλόμενον ἀργύ‐
5ριον τῷ τοῦ ἑνὸς ἄρτου τιμή‐ ματι.

11poly

2

τοῦ Χρυσοστόμου Τιμὴ γὰρ πόρνης, ἐννόησον τί ἐστιν ἐκείνη, πῶς οὐδενὸς ἀξία λόγου· φέρει γάρ
5τινα καὶ τοῦτο τοῖς ἠτιμω‐ μένοις ὀδύνην, ὅταν ὁ νενικη‐ κὼς εὐκαταφρόνητος ᾖ. Τιμὴ γὰρ οὐκ εἶπε γυναικός, ἀλλὰ πόρνης, οὐκ ἀπὸ τῆς φύσεως,
10ἀλλ’ ἀπὸ τῆς κακίας αὐτὴν ἐκά‐ λεσεν· κακία δὲ οὐδενὸς ἀξία
λόγου.

12

.

1

Ἱππολύτου. Ἵνα μὴ λέγῃς· «Τί γὰρ βλάβος τοῖς ὀφθαλμοῖς μὴ πάντως οὔσης ἀνάγκης τὸν ἐνορῶντα τραπῆναι;» δείκνυσί σοι ὡς ἡ μὲν ἐπιθυμία πῦρ ἐστιν, ἡ δὲ σὰρξ ἱμάτιον· τὸ μὲν εὐάλωτον, ἡ δὲ τυραννική. Ὅταν δὲ οὐχ ἁπλῶς
5ἐγκείμενον ᾖ, ἀλλὰ καὶ ἀποδεδεμένον, οὐ πρότερον ἐξελεύσεται, ἕως ἑαυτῷ ποιήσει διέξοδον. Ὁ γὰρ ἰδὼν γυναῖκα, εἰ καὶ διέφυγεν, ἀλλ’ οὐκ ἐπιθυμίας καθαρὸς ἀνεχώρησεν. Τί δὲ δεῖ πραγμάτων, παρὸν ἀπραγμόνως σωφρονεῖν; Ὅρα τί φησιν ὁ Ἰώβ· Διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου,
10τοῦ μὴ κατανοῆσαι γυναῖκα ἀλλοτρίαν, οὕτως οἶδε τὴν τῆς ἐπηρείας ἰσχύν. Καὶ ὁ Παῦλος δὲ τούτου
ἕνεκεν Ὑπεπίεζε τὸ σῶμα καὶ ἐδουλαγώγει.

13

.

1

Ἱππολύτου. Κέμφος ἐστὶν εἶδος λάρου, ὃς οὕτως ἀκρατῶς ἔχει πρὸς ἡδονὴν ὡς αἵματος πληροῦσθαι δοκεῖν τοὺς ὀφθαλμοὺς ἐν τῷ ὀχεύειν, καὶ λανθάνει ἀναισθητῶν, βρόχοις πολλάκις ἢ χερσὶ περιπίπτων ἀνθρώπων.

13

.

2

Τούτῳ οὖν τὸν προστιθέμενον τῇ πόρνῃ δι’ ἀκολασίας ἀπείκασεν.

13

.

3

Ἣ διὰ τὸ τοῦ ζῴου εὔηθες· καὶ γὰρ καὶ οὗτος ὡς ἄφρων ἐπηκολού‐ θησεν. Φασὶ δὲ αὐτὸ τοσοῦτον χαίρειν ἀφρῷ, ὥστε εἴ τις πλέων ἀφρὸν ἐπὶ χειρὸς ἕξει, ἐπικάθηται τῇ χειρί.

13

.

4

Τίκτει δὲ καὶ ἐν ὀδύνῃ.

13procop

1

Τῶν ἐρῳδιῶν τρία γένη, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστ〈ερ〉ίας. Ὁ δὲ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε καὶ αἷμα τῶν ὀφθαλμῶν ἀφίησι καὶ τίκτει ἐν ὀδύνῃ, καθά φησιν Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων. Τῷ οὖν ὀρνέῳ
5τὸν πειθόμενον τῇ πόρνῃ δι’ ἀκολασίαν ἀπείκασεν.

13procop

2

Ἕτερός φησι· Δυσκίνητον τὸ ζῷον καὶ εὔηθες· ὡς οὖν ἄφρων ἐπηκολούθησεν. Ἐν πελάγει δέ φασιν διατρίβον, χαίρει θαλάττης ἀφρῷ· κἂν ἀφρόν τις πλέων ἐπὶ χειρὸς
ἐπιδείξῃ, ἐπικάθηται ταῖς χερσί, ῥαδίαν ἔχον τὴν ἅλωσιν.

14

.

1

Ἱππολύτου· Εἶδες αὐτῆς τὴν βλάβην, μὴ ἀναμεί‐
νῃς δέξασθαι τὴν ἐπιθυμίαν· ἀθάνατος γὰρ αὐτῆς ἡ τελευτή.

16

.

1

Ἱππολύτου· Σημείωσαι ὅτι τὸν σοφὸν πολλοῖς εἶναι χρήσιμον ἀναγκαῖον, ὡς ὅ γε ἑαυτῷ χρήσιμος μόνον οὐκ εἴη σοφός· πολλὴ γὰρ τῆς σοφίας κατηγορία, εἰ μέχρι τοῦ κεκτημένου τὴν δύναμιν ἕξει. Ὥσπερ δὲ ἰὸς οὐκ ἂν εἴη βλαβερὸς
5ἑτέρῳ σώματι, ἀλλὰ τῷ δεχομένῳ μόνῳ, οὕτω καὶ ὁ ἀποβὰς κακὸς ἑαυτὸν βλάψει, οὐκ ἄλλον. Οὐδεὶς γὰρ ἐνάρετος παρὰ
κακοῦ βλάπτεται.

17

.

1

Ἱππολύτου· Καρπὸς δικαιοσύνης καὶ δέν‐ δρον ζωῆς ὁ Χριστός ἐστιν, ὁ μόνος ἀνθρωπίνως πᾶσαν δικαιοσύνην πληρώσας. καὶ ὡς αὐτοζωὴ τοὺς τῆς γνώσεως καὶ ἀρετῆς καρποὺς ὡς δένδρον ἐβλάστησεν· ἐξ οὗ
5οἱ ἐσθίοντες ἀειζωΐαν λήψονται, καὶ τοῦ παραδείσου τοῦ δένδρου τῆς ζωῆς ἀπολαύσονται σὺν Ἀδὰμ καὶ πᾶσι τοῖς δικαίοις. Αἱ δὲ τῶν παρανόμων ψυχαὶ ἀφαιροῦνται μὲν ἄωροι ἐκ προσώπου τοῦ θεοῦ παρὰ τὸ παρορᾶν αὐτὸν αὐτοὺς
ἐν τῇ φλογὶ τῆς βασάνου.

18

.

1

Ἱππολύτου· Οὐ παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ τῷ θεῷ
δύναμιν εὕρῃ.

19

.

1

Ἱππολύτου. Οὗτος ἐρωτᾷ σοφίαν ὁ γνῶναι ζητῶν τί τὸ θέλημα τοῦ θεοῦ· ἐννεὸν δὲ ἑαυτὸν ποι‐ ήσας περὶ οὗ μαθεῖν ἦλθεν, οὗτος δόξει φρόνιμος εἶναι.

19

.

2

Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ σοφίας μαθεῖν, οὗτος δὲ σιωπᾷ ἀπὸ σοφίας ὁ μὴ μόνον οὐδὲ θέλων γνῶναι περὶ σοφίας, ἀλλ’ ἀποπαύων καὶ τοὺς πλησίον. Διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου.

20

.

1

Ἱππολύτου· Αὗται αἱ τρεῖς θυγατέρες, εἶτα κατ’ ἰδίαν ἄλλαι.

20

.

2

Ἀεὶ ἐν σκυθρωπῷ ...

26vat

1

Ἱππολύτου· Ὁ σεισμὸς δη‐ λοῖ τὴν τῶν ἐπὶ γῆς πραγμά‐ των μεταβολήν. Ἡ ἁμαρτία τοίνυν δούλη οὖσα φύσει ἐβα‐
5σίλευσεν ἐν τῷ θνητῷ τῶν ἀνθρώπων σώματι. Ἅπαξ μὲν ἐπὶ τοῦ κατακλυσ‐ μοῦ· δεύτερον δὲ ἐπὶ τῶν Σοδομι‐
10τῶν, μὴ ἐνεγκάντων τὴν εὐφο‐ ρίαν τῆς γῆς, ἀλλὰ καὶ τοὺς ξένους βιασαμένων· τρίτον ἐπὶ τῆς μισητῆς Αἰγύπτου, τῆς λαχούσης ἄνδρα τὸν Ἰωσὴφ
15σιτομετροῦντα πᾶσιν, ἵνα μὴ διαφθαρῶσι λιμῷ ἀλλ’ οὐκ ἤνεγκε τὴν εὐτυχίαν, εἰς τοὺς υἱοὺς Ἰσραὴλ ἐξυβρίσασα. Οἰκέτις δὲ ἐκβαλοῦσα
20τὴν ἑαυτῆς δέσποι‐ ναν, ἡ ἐξ ἐθνῶν ἐκκλησία, ἣ δούλη οὖσα καὶ ξένη τῶν ἐπαγγελιῶν, τὴν εὐγενίδα καὶ κυρίαν συναγωγὴν ἐκβα‐
25λοῦσα, γέγονε κυρία καὶ
νύμφη Χριστοῦ.Column end

26procop

1

Ὁ σεισμὸς νῦν δηλοῖ τὴν τῶν ἐπὶ γῆς πραγμάτων μετα‐ βολήν· ἅπαξ μὲν ἐν τῷ κατα‐ κλυσμῷ διὰ τὴν τότε βασι‐
5λεύουσαν ἁμαρτίαν, ὅπερ τῇ φύσει δοῦλόν ἐστι. Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρ‐ τίας. Ἡ γὰρ ἁμαρτία
10ἐβασίλευσεν ἐν τῷ θνητῷ τῶν ἀνθρώπων σώματι.

procop

1

(13)

Τοῦτο δὲ δεύτερον ἐπὶ τῶν Σοδομιτῶν, μὴ ἐνεγκόντων τὴν
15εὐφορίαν τῆς γῆς, ἀλλὰ καὶ ξένους βιασαμένων· τρίτον ἐπὶ τῆς μισητῆς Αἰγύπτου, τῆς λαχούσης ἄνδρα τὸν Ἰωσὴφ σιτομετροῦντα πᾶσιν, ἵνα μὴ
20διαφθαρῶσι λιμῷ· ἀλλ’ οὐκ ἤνεγκε τὴν εὐτυχίαν εἰς τοὺς υἱοὺς Ἰσραὴλ ἐξυβρίσασα. Οἰκέτις δέ ἐστιν ἐκβα‐ λοῦσα τὴν ἑαυτῆς
25κυρίαν ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία, ἡ φύσει τε δούλη οὖσα καὶ ξένη τῶν διαθηκῶν καὶ ἀλλοτρία τῶν ἐπαγγελιῶν καὶ μακρὰν τοῦ θεοῦ παρευδο‐
30κιμήσασα, τὴν εὐγενίδα συνα‐ γωγὴν καὶ κυρίαν διὰ τοὺς πατέρας καὶ τὴν νομοθεσίαν ἐκβαλοῦσα καὶ γενομένη
νύμφη Χριστοῦ.

29vat

1

Ἱππολύτου. Τὸν πεποιωμέ‐ νον ἐν τῇ κακίᾳ· ὁ δὲ ἀπόστο‐ λος· τοὺς ἁμαρτάνον‐ τας, φησίν, ἐνώπιον
5πάντων ἔλεγχε. [τὸν ἐκτραπέντα πρὸς ὀλίγον].

29cat1

1

Anonyme. Ἢ τὸν πεποιωμέ‐ νον τῇ κακίᾳ· ὁ δὲ ἀπόστολός φησιν· τὸν ἁμαρτάνοντα ἐνώπιον πάντων ἔλε‐
5γχε, τὸν πρὸς ὀλίγον
ἐκτραπέντα.

30

.

1

Ἱππολύτου. Καθάπαξ ἀδύνατον νοηθῆναι· οὐ καθάπαξ,
φησίν, ἀδύνατον νοῆσαι.

31vat

1

Σύ· Ὁ τὴν τοῦ θεοῦ δόξαν ἢ τὴν τοῦ βασι‐ λέως κρύπτων παρ’ ἑαυτῷ, τουτέστι κατέχων καὶ φυλάτ‐
5των, τιμᾷ προστάγματα αὐτοῦ.Column end

cat1

1

Ἱππολύτου· Ὁ τὴν τοῦ θεοῦ δόξαν ἢ τὴν τοῦ βασιλέως κρύπτων παρ’
ἑαυτῷ, τιμᾷ πρόσταγμα αὐτοῦ.