TLG 2115 052 :: HIPPOLYTUS :: Fragmenta in Psalmos HIPPOLYTUS Scr. Eccl. Fragmenta in Psalmos Cf. et 2115 011, 012 Citation: Section — (line) | ||
1 | Ἀνάγκην ἔσχομεν, ἀγαπητοί, δεῖξαι τίς ἡ δύναμις τῶν ψαλμῶν, οὐχ ἑνὸς ψαλμοῦ κλωμένου πρὸς ἀπάτην ψυχῆς, οὐδὲ πλάνης αἱρέσεως καινῆς νομιζομένης. Ὁ γὰρ πανοῦργος πάντοτε διάβολος τὴν ἀπ’ ἀρχῆς εἰς ἄνθρωπον ἔχθραν πιθανότητι πλάνης παρεισάγων βούλεται | |
5 | ἐντέχνῳ ἡδονῇ ἀποκτεῖναι τὸν ἄνθρωπον. | |
---|---|---|
2 | Ἔλθωμεν τοίνυν ἐπὶ τὰ προκείμενα. Δαυὶδ γέγονε βασιλεὺς Ἰσραήλ. Οὗτος, βασιλεὺς ἐν Ἱερουσαλήμ, τὸ πᾶν πλῆθος τοῦ λαοῦ κρατήσας, ὃ ὑπετάγη μετὰ τὴν τελευτὴν Σαούλ, δίκαιος ὑπάρχων ἀνήρ, κατ’ ἐπαγγελίαν θεοῦ ἐκλεγείς, ἐβουλήθη τὴν κιβωτὸν ἀναγαγεῖν | |
5 | εἰς Ἱερουσαλήμ. Ἦν δὲ ἐν οἴκῳ Ἀμιναδὰβ πρὸ ἐτῶν εἴκοσιν ἐπι‐ στρέψασα ἀπὸ Ἀζωτίων. Οὗτος ἐλθὼν λαμβάνει τὴν κιβωτόν, ἣν ἐπιθεὶς ἐπὶ ἅμαξαν καινὴν ἄγειν ἐπειράθη εἰς Ἱερουσαλήμ. Καὶ δὴ ὁ Ἄζα ἀπίστως ἐκτείνας τὴν χεῖρα πέπτωκε παταχθείς· ἐφ’ ᾧ δειλιάσας ὁ Δαυὶδ εἰσήγαγε τὴν κιβωτὸν εἰς οἶκον Ἀβδαιδὰν τοῦ | |
10 | Γετθαίου. Καὶ δὴ τρεῖς μῆνας γενομένη παρ’ αὐτῷ παρέσχε χάριν πρὸς θεόν· ὅθεν μαθὼν Δαυὶδ ὅτι εὐλόγηται Ἀβδαιδάν, κατελθὼν πάλιν ἀναλαμβάνει τὴν κιβωτὸν ἐξ οἴκου Ἀβδαιδὰν καὶ ταύτην ἄγει εἰς Ἱερουσαλήμ. Ἣν καταστήσας ἐκεῖ, εἰς κλῆρον λαβὼν τὴν φυλὴν Λευί, ἐπιλέγεται τοὺς κληρωθέντας τέσσαρας ἄρχοντας ᾠδῶν. | |
3 | Τέσσαρες οὖν ᾠδοὶ γίνονται Ἀσὰφ Αἰμὰν Αἰθὰμ Ἰδιθούμ· τούτοις ἀριθμὸς ᾠδῶν παρακολουθεῖ σπηʹ. Ἔστι δὲ καὶ πρὸς τοῦτο | |
ἀπ’ ἀρχῆς τὸ προφητευθὲν θεωρῆσαι μυστήριον, ὅπερ ἐπὶ τῶν ᾠδῶν σημαινόμενον ἐπεδείκνυε τὸ πνεῦμα. Ἑκάστῳ γὰρ ἄρχοντι ἀπονέμονται | 167 | |
5 | οβʹ· τὸ δὲ ἦν σύμβολον τῆς ἀρχῆθεν γενομένης οἰκονομίας ἐπὶ πᾶσαν ἀνθρωπότητα. Ἡνίκα γὰρ πύργος ᾠκοδόμητο ὑπὸ ἀπίστων ἀνδρῶν ὁμοφώνων οβʹ ἐθνῶν, ὀργῆς δικαίας ἐπ’ αὐτοὺς γενομένης, μερισμὸς ἐτελεῖτο γλωσσῶν· οἳ ἀσυμφωνίᾳ φωνῆς γενόμενοι εἰς διασπορὰν ἐχώρησαν, ὑπὸ τοῦ πνεύματος ἐλαυνόμενοι. Ἦσαν μὲν | |
10 | ἐκ τοῦ Χὰμ λβʹ, ἐκ δὲ τοῦ Σὴμ κεʹ, ἐκ δὲ τοῦ Ἰαφὲθ ιεʹ, οἱ πάντες οβʹ. Ὧν πλήρωμα καθιστᾶν πειρώμενος διὰ τοῦ πνεύματος ὁ μακάριος Δαυὶδ ἀπεμέρισεν ἑκάστῳ ἄρχοντι ᾠδῶν οβʹ ἄνδρας πρὸς ὕμνον θεῷ, προφητεύων ὅτι «πᾶσα γλῶσσα» ἐπ’ ἐσχάτων τῶν καιρῶν δοξάσει τὸν θεόν. | |
4 | Οὗτοι τοίνυν ἵστανται ἐνώπιον τοῦ ἁγιάσματος αἰνοῦντες θεῷ, ὃς μὲν κυμβάλοις, ὃς δὲ ψαλτηρίῳ, ὃς δὲ κινύρᾳ, ὃς δὲ κιθάρᾳ, ὃς δὲ κερατίνῃ, ὑψῶν ὑψουμένου κέρατος κυρίου· ὧν μέσος ἵστατο Δαυίδ, αὐτὸς ἄρχων ἀρχόντων ᾠδῶν, κρατῶν ἐπὶ χεῖρα τὸ ψαλτήριον· | |
5 | τούτοις δὲ παρείπετο ἡ στρατιά. Ἕκαστος δὲ πνεύματι ἁγίῳ κινούμε‐ νος ὑμνεῖ τὸν θεόν. Ἡνίκα τοίνυν ἐσκίρτα τὸ πνεῦμα ἐπὶ τὸν μακάριον Ἀσάφ, οἱ πάντες ἡσυχίαν ἦγον, ὑποτασσόμενοι καιρῷ εἰρηνικῷ, πνεύ‐ ματι κατηρτισμένοι· ὑπεφώνουν δὲ ἀκολούθως τῷ ψάλλοντι εἰς ὕμνον θεῷ λέγοντες Ἀλληλούϊα, ὃ σημαίνει ἐκ τῆς ἑβραΐδος φωνῆς | |
10 | εἰς τὴν ἑλληνίδα μετατιθέμενον· Αἰνέσωμεν τῷ ὄντι θεῷ. | |
5 | Πάντες οὖν ὑπήκοοι ἐγίνοντο· ἡνίκα δὲ ἐσκίρτα ἐπὶ τὸν πρῶτον τὸ πνεῦμα καὶ ἐπεπήδα, οἱ λοίποι ἐπαύοντο· ἡνίκα δὲ ἐφ’ ἕτερον, πάλιν οὗτοι ἠρέμουν. Τούτῳ τῷ λόγῳ ἀποχρώμενος Παῦλος ὁ ἀπό‐ στολος βουλόμενος καταστῆσαι τὴν ἐκκλησίαν εὐσταθῶς, ὃν τρόπον | |
5 | ἐν ἀρχῇ εὐτάκτως ἐφέρετο ὁ Ἰσραήλ, διδάσκει λέγων· «Ἐὰν ἑτέρῳ ἀποκαλυφθῇ, ἕτερος σιγάτω· οὕτω γὰρ δύνασθε οἱ πάντες καθ’ ἕνα προφητεύειν· καὶ γὰρ πνεύματα | |
προφητῶν προφήταις ὑποτάσσεται». | 169 | |
6 | Φέρονται οὖν ψαλμοὶ πάντες ρνʹ· τινὲς δὲ νομίζουσι μὴ ἐπι‐ πόνως ἐντετυχηκότες τοὺς πάντας εἶναι τοῦ μακαρίου Δαυίδ, οὐ σημαίνεται δὲ τοῦτο. Οἱ μὲν γὰρ πάντες ἀναφέρονται τοῦ Δαυίδ, ἐν δὲ ταῖς ἐπιγραφαῖς δείκνυται τίς τίνος ψαλμὸς γεγένηται. Ἔφην | |
5 | γὰρ ὅτι τέσσαρες ἄρχοντες ᾠδῶν ἐξελέγησαν, διακόσιοι δὲ καὶ ὀγδοήκοντα ὀκτὼ αὐτῶν οἱ ἀκόλουθοι. Τῶν οὖν τεσσάρων ἀρχόντων παράκεινται οἱ ψαλμοί, ὡς αὐταὶ αἱ ἐπιγραφαὶ διδάσκουσιν· ὁπόταν γὰρ λέγῃ «Ψαλμὸς τοῖς υἱοῖς Κορέ», εἶπαν Ἀσὰφ καὶ Αἰμάν· ὁπόταν εἴπῃ «Ψαλμὸς τοῦ Ἀσάφ», αὐτὸς εἶπεν Ἀσάφ· ὁπόταν | |
10 | εἴπῃ «Ψαλμὸς τοῦ Ἰδιθούμ», αὐτὸς ψάλλει ὁ Ἰδιθούμ· ὁπόταν εἴπῃ «Τοῦ Δαυίδ», αὐτὸς ὁ λέγων ἦν ὁ Δαυίδ· ἐπὰν δὲ λέγῃ «Τῷ Δαυίδ», ὑφ’ ἑτέρου λέγεται εἰς τὸν Δαυίδ. | |
7 | Εἰσὶν οὖν οἱ πάντες ρνʹ, ὧν οβʹ εἰσὶ τῷ Δαυίδ, θʹ δὲ τοῦ Δαυίδ, ιβʹ τῷ Ἀσάφ, ιβʹ τοῖς υἱοῖς Κορέ, αʹ τῷ Ἰδιθούμ, αʹ τῷ Αἰθάμ, αʹ τῷ Σαλομών, βʹ Ἀγγαίῳ καὶ Ζαχαρίᾳ, λθʹ ἀνεπίγραφοι καὶ αʹ Μωυσέως, οἱ πάντες ρνʹ. Δεῖ τοίνυν θεωρῆσαι τὸ μυστήριον, τίνι λόγῳ, ἐνδια‐ | |
5 | φόρων ᾠδῶν ὑπαρχόντων καὶ μὴ πάντων τῶν ψαλμῶν ὄντων Δαυίδ, ἀναφέρεται εἰς τὸν Δαυίδ· καὶ τοῦτο οὐ παραδραμούμεθα. Τούτου γὰρ χάριν ἐπεγράφη, ἐπεὶ αὐτὸς αἴτιος γεγένηται τοῦ εἶναι ταῦτα. Αὐτὸς γὰρ ἐξέλεξε τοὺς ᾠδούς· αὐτὸς τοίνυν αἴτιος γενόμενος ἠξιώθη τῆς τιμῆς ταύτης, ἵνα πανθ’ ὅσα ἂν εἶπαν οἱ ᾠδοὶ εἰς τὸν Δαυὶδ κατα‐ | |
10 | λογισθῇ. Παραθησόμεθα δὲ καὶ ἕτερά τινα μαρτύρια. Βίβλος ἀναφέρεται Ἐσθήρ· Ἐσθὴρ δὲ μόνον ἕν τι εἰργάσατο, Μαρδοχαῖος δὲ πόλλα, καὶ οὐκ ἐπιγράφεται Μαρδοχαίου ἀλλὰ Ἐσθήρ· τὸ αἴτιον τοῦτο, ὅτι αὐτὴ βασίλισσα ὑπάρχουσα ἔκδοτον ἑαυτῆς τὴν ψυχὴν ἔδωκε πρὸς τὴν ἐκδίκησιν τῶν υἱῶν Ἰσραὴλ τότε διωκομένων, καὶ | |
15 | ἀντὶ τῆς εὐεργεσίας ταύτης καὶ τῆς πίστεως τῆς εἰς τὸν θεὸν γεγενη‐ μένης τιμῇ ταύτῃ ἐλογίσαντο τιμῆσαι τὴν ἀρχηγὸν τοῦ ἔργου· τούτου χάριν ἐπεγράφη Ἐσθήρ. Ὃν τοίνυν τρόπον, αὐτῆς γενομένης σωτηρίας αἰτίου, εἰς αὐτὴν ἀνηνέχθη ἡ βίβλος, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τὸν Δαυίδ, αὐτὸν αἴτιον γενόμενον τῆς δοξολογίας ταύτης τῆς εἰς τὸν | |
20 | θεόν· ἀνηνέχθη ἡ βίβλος εἰς αὐτόν. | |
8 | Ταῦτα μὲν οὕτως ἔχει κατὰ τὴν ἱστορίαν τὴν ἀποδεδειγμένην· παρέστωσαν δὲ οἱ λέγοντες ἑαυτοὺς φιλομαθεῖς καὶ μὴ τολμάτωσαν ᾄδειν, ἀλλὰ βιαζέσθωσαν λέγειν· — Ἀλλά, φησίν, ἤσκησας ἐκ νεότητος. | 171 |
5 | — Διὰ τί τοίνυν καὶ σὺ 〈οὐ〉; Μὴ ἐπιχειρῇς λέγειν ἃ οὐκ ἐπίστασαι μὴ μαθών. Ἡ γὰρ ἀπορία τοῦ ἀγνοεῖν καὶ τὸ ἐπιχείρημα τοῦ διδά‐ σκειν μὴ μεμαθηκότα βιάζεται πλάσσειν πλάνην πρὸς ἀπάτην τῶν ἀκροατῶν, δόξης κενῆς χάριν. Εἰ δὲ φόβος παρῆν, πρότερον ἤσκεις μαθεῖν, ἵνα καὶ καλῶς διδάξαι δυνηθῇς. | |
9 | Πρόσσχωμεν οὖν τοῖς προκειμένοις. Ἐπιγραφαὶ γὰρ διάφοροι γίνονται τοῖς ψαλμοῖς, ἃς ἐπιγραφὰς ἐν παραδρομῇ λέγειν οὐκ ἐχρῆν, ἀλλὰ μετὰ πάσης σπουδῆς, ἀναγκαίας γινομένης τοῖς ἀκούουσιν. Ὅτε γὰρ λέγει «Ὑπὲρ τῆς κληρονομούσης ψαλμός», μὴ | |
5 | ἀργῶς πρόκειται ἡ ἐπιγραφή—μὴ γένοιτο—, αὐτὰ δὲ οὕτω καταρ‐ τιζέσθω, ἵνα ὅσα καὶ περὶ τοῦ υἱοῦ λέγεται πιστευθῇ. «Ψαλμός» φησιν «ὑπὲρ τῆς κληρονομούσης»· πρόκειται «Τὰ ῥήματά μου ἐνώτισαι, κύριε· σύνες τῆς κραυγῆς μου, πρόσχες τῆς φωνῆς τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ θεός | |
10 | μου». Τίνα ἄρα σημαίνει κληρονομοῦσαν, ἀλλ’ ἢ τὴν ἐκκλησίαν, ἥτις καὶ κύριον καὶ βασιλέα ἐπέγνω τὸν Χριστόν, ὃν προσκαλουμένη λέγει· «Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε»; Αὕτη μὲν οὖν ἐστιν ἡ κληρονομοῦσα· ἄρα οὖν δικαίως ὁ γραμματεὺς πνεύματι κινηθεὶς προγραφὴν τοιαύτην ἐποίησε, δι’ ἧς προγραφῆς τὰ | |
15 | ἀκόλουθα σημαίνεται ὑπὸ τοῦ πνεύματος δικαίως. Αὕτη γάρ ἐστιν ἡ | |
κληρονομοῦσα, αὕτη ἐστὶν ἡ καὶ κύριον καὶ βασιλέα ἐπιγνοῦσα, ὡς καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· «Ἄκουσον, θυγάτερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ | 173 | |
20 | κάλλους σου, διότι αὐτὸς κύριός σου καὶ προσκυνήσεις αὐτῷ»· αὕτη ἐστὶν ἡ κληρονομοῦσα καὶ προσκυνοῦσα τῷ Χριστῷ. | |
10 | Ἄλλη δὲ προγραφὴ «Ψαλμὸς ὑπὲρ τῆς ὀγδόης». Ποίας; «Ὀγδοάδος» οὐκ εἶπε, καθὼς Οὐαλεντῖνος βούλεται τεχναζόμενος λέγειν, ἀλλ’ «ὑπὲρ τῆς ὀγδόης», ἡ δὲ ὀγδόη σημαίνεται ἡμέρα κρίσεως. Ὅτι δὲ κρίσεως σημαντικὸν τὸ γράμμα, ὁ ψαλμὸς διδάσκει· | |
5 | «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με». | |
11 | Ἑτέρα πάλιν ἐπιγραφὴ «Ψαλμὸς ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ». Δεῖ οὖν ἡμᾶς, ὃν τρόπον ἐπέγνωμεν ἐκεῖνα, καὶ ταῦτα περὶ τοῦ υἱοῦ ἐπιγνῶναι. «Ψαλμὸς» γάρ φησι «ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ. Ἐξομολογήσομαί σοι, κύριε, ἐν | |
5 | ὅλῃ καρδίᾳ μου, ἀπαγγελῶ τὰ θαυμάσιά σου»· τίς δὲ ἦν ἐξομολογούμενος πατρί, ἀλλ’ ἢ ὁ μετὰ παρρησίας βοῶν καὶ λέγων· «Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναί, ὁ πάτηρ, ὅτι οὕτως ἐγέ‐ | |
10 | νετο εὐδοκία ἔμπροσθέν σου». Ὁρῶμεν οὖν, ἀγαπητοί, τὸν υἱὸν τοῦ θεοῦ κεκηρυγμένον. | |
12 | Ἑτέρα δὲ πάλιν ἐπιγραφὴ «Ψαλμὸς ὑπὲρ τῶν ληνῶν». Τίνες δ’ ἂν εἶεν ληνοί, ἀλλ’ ἢ οἱ μακάριοι προφῆται; Ὃν γὰρ τρόπον ληνὸς ὑποδεχομένη τὸ γλεῦκος ἐκ θλιβέντος βότρυος χωρεῖ, καὶ ἐν αὐτῇ βράσσει ἀναζέον ἀφ’ ἑαυτοῦ, τὸν αὐτὸν δὴ τρόπον ἐν τοῖς | |
5 | προφήταις τὸ ἅγιον πνεῦμα ἐπιρρέει, θλιβέντος ὡς βότρυος Χριστοῦ, καὶ ἀναβράσσον ὡσεὶ γλεῦκος «εὐφραίνει καρδίαν». Ὅτι δὲ οὕτως ἔχει, ἔστι θεωρῆσαι· ἡ γὰρ προγραφὴ τὸν ψαλμὸν δείκνυσι καὶ ὁ ψαλμὸς τὴν δύναμιν τῶν ἑρμηνευμάτων· πρόσκειται γὰρ «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον», | 175 |
10 | Χριστὸς δὲ λέγει «Ὅτι ἀπεκάλυψας νηπίοις θηλάζουσι». Προφήταις λέγει, οἳ μέτοχοι πνεύματος ἁγίου, ὡς νήπιοι κακίας τε πόρρω ὑπάρχοντες, τὸ καλὸν τῆς χάριτος διδασκαλεῖον ᾠκοδόμησαν, ὑπὲρ ὧν ἐψάλλε πάλιν δικαίως Δαυίδ. | |
13 | Ἐν ἑτέρῳ δὲ πάλιν ἐπιγράφει «Συνέσεως ψαλμός». Ὃ δὲ βούλεται λέγειν «συνέσεως», τόδε ἦν· συνιέναι γὰρ τοῦτό ἐστιν, ἀγαπητοί, τὸ ἀποτάξασθαι ἁμαρτήμασι, τὸ ἐξομολογήσασθαι θεῷ, τὸ εἰπεῖν πρῶτον τὰς ἁμαρτίας, ἵνα δικαιωθῇς. Ὅτι δὲ ἀφέσεως | |
5 | ἁμαρτίας ἡ προγραφὴ σημαντική, πρόσκειται τὸ ῥητόν· «Μακά‐ ριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρ‐ τίαν». | |
14 | Πάλιν ἑτέρα προγραφὴ «Ψαλμὸς τῶν ἀναβαθμῶν». Τί δὲ βούλεται λέγειν; Ποίων ἀναβαθμῶν; Μὴ τῶν τοῦ ἁγιάσματος τῶν διὰ λίθων ᾠκοδομημένων; Οὐδαμῶς. Ἀλλὰ ἀναβαθμοὺς λέγει κλήρους, οἵτινες κλῆροι, διάδοχοι τῶν πατέρων ὑπάρχοντες, μυστή‐ | |
5 | ριον δοξολογίας ἐνδεικνύμενοι, ὑμνοῦσι τὸν θεόν. Ὅτι δὲ οὕτως ἔχει, μαρτυρήσει τὸ ῥητόν· «Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες»· ὅτι δὲ | |
δικαίως λέγει τοὺς ἀναβαθμοὺς κλήρους, καὶ ὁ ἀπόστολος τοῦτο σαφῶς δείκνυσι λέγων· «Οἱ γὰρ καλῶς διακονήσαντες | 177 | |
10 | βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται». | |
15 | Ἐν ἑτέρῳ δὲ ἐπιγράφει «Στηλογραφίαν». Δηλοῖ δὲ τοῦτο, ὅπερ δέδεικται διὰ τῶν ἁγίων γραφῶν· στήλη δὲ πάντως πρὸς μνημόσυνον τεθνηκότος γίνεται. «Στηλογραφίαν» τοίνυν εἰς ἀνάμνησιν τοῦ τεθαμμένου, τοῦτο δὲ πάλιν μυστικῶς σημαίνει περὶ | |
5 | θανάτου καὶ ἀναστάσεως Χριστοῦ. Ὅτι δὲ οὕτως ἔχει, μαρτυρήσει μοι ἡ γραφή· αὐτὸς γὰρ ὁ ψαλμὸς περιέχει τάδε· «Προωρώμην τὸν κύριον ἐνώπιόν μου, ἐκ δεξιῶν μου ἑστῶτα διὰ παν‐ τός, ἵνα μὴ σαλευθῶ. Διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. Ἔτι δὲ καὶ ἡ σάρξ μου | |
10 | κατασκηνώσει ἐπ’ ἐλπίδι· οὐ γὰρ καταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ὡδήγησάς με ὁδοὺς δικαιοσύνης, ἐμπλήσεις με εὐφρο‐ σύνης ἔναντι τοῦ προσώπου σου». Ἄρα οὖν εἰς μνημόσυνον [παρὰ πατρὸς προσγίνεται] ἡ στηλογραφία μέλλοντος ἀνίστασθαι, | |
15 | ἵνα πᾶσαν αὐτοῦ κληρονομίαν κτησάμενος παρὰ πατρὸς 〈γίνηται〉 ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων δικαίως κύριος. | |
16 | Καὶ ἐν ἑτέρῳ δὲ πάλιν «Ψαλμὸς τῷ ἀγαπητῷ». Τίς δ’ ἂν εἴη ὁ ἀγαπητὸς ἄλλος, ἀλλ’ ἢ ὁ παῖς τοῦ θεοῦ, λόγος ὁ «πρὸ ἑωσφόρου» γεννηθείς, δι’ οὗ τὰ πάντα ἐποίησεν ὁ πατήρ; Οὗτος ὁ ἀγαπητός, περὶ οὗ ὁ ἀπ’ οὐρανοῦ κέκραγε λέγων· «Οὗτός | |
5 | ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν εὐδόκησα· τούτου ἀκουέτε». Ὅτι δὲ τοῦτο σημαίνει ἡ γραφὴ καὶ περὶ τούτου λέγει «Ὁ ἀγαπητὸς οὗτός ἐστι», βοᾷ ὁ ψαλμὸς καὶ λέγει· «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». | |
17 | Τούτων δὴ τῶν ὅρων δικαίως κεκηρυγμένων καὶ τῆς κατὰ τρό‐ πον διδασκαλίας μετὰ πίστεως ἀκουομένης, ἀνάγκην ἔσχομεν, οἱ ἀκροαταί, φόβῳ φερόμενοι τῷ πρὸς τὸν θεόν, πίστει παραλαμβάνειν, μὴ προσέχειν δὲ ἀπατηλοῖς λόγοις, ἀλλὰ δυνάμει γραφῶν ἀκολουθεῖν. | |
5 | Ἔστηκε γὰρ πᾶς Χριστοῦ μαθητὴς φόβου πλήρης καὶ ἀγάπης, φρίσσων τὰ μετὰ δόξης λεγόμενα θεοῦ μυστήρια. Καὶ ἤδη ἀνι‐ πτάμενος εἰς οὐρανοὺς κρύπτει ἐκεῖ, οὐκ ἀνατρεπόμενος δι’ ἡδονῆς εἰς γῆν, ἀλλ’ ὑψούμενος δι’ ἀγαπῆς εἰς οὐρανόν. Δεῖ γὰρ ἀναπτερῶσαι τὴν ψυχὴν ἐκ τοῦ πνεύματος, ἵνα ἀναπτῆναι ἅμα σώματι δυνηθῇ· | 179 |
10 | ἐὰν δὲ πάντα εἰς τὰ κάτω φέρηται, εὐθέως ἀπόλλυται. Ἐνεδρεύει γὰρ ἐπὶ γῆς λεληθότως πτέρναν δακεῖν ὁ δυνάμενος, πάρεστι δὲ ἀπ’ οὐρανοῦ ὁ λόγος, ἐκ τῶν κατωτάτων ἀνεγείρειν σπουδάζων τὸν ἄνθρωπον, περὶ οὗ βοᾷ καὶ λέγει· «Ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ». Οὗτος ἀπὸ τῶν | |
15 | κατωτάτων εἰς τὰ ἄνω ἀνέτειλεν, ἵνα οἱ πάντες σπεύδοντες ἐκεῖ, λόγῳ ἀληθείας προσέχοντες, εἰς ὕψος ἀνέλθωμεν, ὅπου Χριστὸς ἐκ δεξιῶν τοῦ πατρός. Ἄρα οὖν παρακολουθήσωμεν τῇ ἀληθείᾳ, τὴν πιθανότητα τῶν ἀνθρώπων παραιτούμενοι, λάβωμεν δὲ τὴν δύναμιν τοῦ λόγου. | |
18 | Ταύτης οὖν τῆς ἀποδείξεως γεγενημένης περὶ πάντας τοὺς ψαλμούς, ὧν καὶ τὰς ἐπιγραφὰς ἐπέγνωμεν ἀναγκαῖας καὶ διὰ πνεύματος ἁγίου κατηρτισμένας, ὧν καὶ τὰ μυστήρια ἐπέγνωμεν, ἀναδράμωμεν ἐπὶ τὴν ἀνάγνωσιν τὴν γεγενημένην. Δύο ἡμῖν ἀνεγνώ‐ | |
5 | σθησαν ψαλμοί, ὧν τὴν αἰτίαν διηγήσασθαι δεῖ πρώτων τυγχανόντων. | 181 |
19 | Οὗτοι πρῶτοι ψαλμοὶ ἀνεπίγραφοί εἰσι, δηλοῦντες ὁ μὲν πρῶτος γένεσιν αὐτοῦ, ὁ δὲ δεύτερος πάθος. Καὶ οὐκ ἦν ἀναγκαῖον ἐπιγράφειν αὐτούς, ὁπότε διὰ πάντων τῶν προφητῶν ὁ λόγος ἐκηρύχθη ἀρχὴ αὐτός· οὕτως γὰρ βοᾷ καὶ λέγει· «Ἐγώ εἰμι ἡ ἀρχὴ | |
5 | καὶ τὸ τέλος, καὶ τὸ Α καὶ τὸ Ω». Ὁπότε τοίνυν ὁ μακάριος Δαυὶδ πνεύματι διηγήσατο, οὐκ ἀνάγκην ἔσχεν ἐπιγραφὴν ποιήσασθαι. | |
20 | Τῆς οὖν ἀποδείξεως ταύτης γεγενημένης, τηλαυγῶς ἐν ἀρχῇ ὁ παῖς τοῦ θεοῦ καταγγελλόμενος, ὁ λόγος, ἡ σοφία, ὁ μονογενὴς υἱὸς τοῦ πατρὸς διὰ τούτων ἐσημαίνετο· φησὶ γὰρ οὕτως· «Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν» καὶ | |
5 | τὰ ἑξῆς, καί· «Ἵνα τί ἐφρύαξαν ἔθνη» καὶ τὰ ἑξῆς. | 183 |