TLG 2115 050 :: HIPPOLYTUS :: Fragmenta varia [Dub.] HIPPOLYTUS Scr. Eccl. Fragmenta varia [Dub.]
Citation: Fragment — (line) | ||
33 | Καὶ ἐβαπτίσατό, φησιν, ἐν τῷ Ἰορδάνῃ ἑπτάκις. Οὐ μάτην πάλαι Ναιμὰν λεπρὸς ὢν βαπτισθεὶς ἐκαθαίρετο, ἀλλ’ εἰς ἔνδειξιν ἡμετέραν· οἳ λεπροὶ ὄντες ἐν ταῖς ἁμαρτίαις διὰ τοῦ ἁγίου ὕδατος καὶ τῆς τοῦ Κυρίου ἐπικλήσεως καθαρι‐ | |
5 | ζόμεθα τῶν παλαιῶν παραπτωμάτων, ὡς παιδία νεόγονα πνευματικῶς ἀναγεννώμενοι, καθὼς καὶ ὁ Κύριος ἔφη· ἐὰν μή τις ἀναγεννηθῇ δι’ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. | 497 |
---|---|---|
34 | Εἰ τὸ Ἐλισσαίου σῶμα νεκρωθὲν νεκρὸν ἤγειρε, πόσῳ μᾶλλον ὁ Θεὸς ὁ τὰ νεκρὰ σώματα τῶν ἀνθρώπων ζωο‐ | |
ποιήσας ἄξει ἐπὶ τὴν κρίσιν; | 498 |