TLG 2115 049 :: HIPPOLYTUS :: In Canticum canticorum (paraphrasis)

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

In Canticum canticorum (paraphrasis)

Source: Richard, M. (ed.), “Une paraphrase grecque résumée du commentaire d’Hippolyte sur le cantique des cantiques” [Muséon 77] 1964: 140–154.

Cf. et 2115 031

Citation: Chapter — section — (line)

1

.

1

Πολὺς ἐν σοφίᾳ Σολομῶν, ὁ μαρτυρηθεὶς ὑπὸ θεοῦ. Ἔμπροσθέν σου οὐκ ἐγένετο ἄλλος καὶ μετά σε οὐκ ἀναστήσε‐ ται ὅμοιός σοι.

1

.

2

Πολύς ἐστι καὶ δυσερμήνευτος καὶ ὀκνηρὸς πρὸς ἐγχείρησιν, ἀλλ’ ὅμως καὶ πολλάκις ἠβουλήθημεν τὰ δι’ αὐτὸν ὑπεξελθεῖν, ὅπως τε τὰ περὶ αὐτοῦ τί ἐστι καὶ πόθεν ὁ τοσοῦτος τῆς σοφίας ἔρως ἐπ’ αὐτῷ ἀνεπέπαυτο, τίνες δὲ
5αἱ βίβλοι καὶ ποταπαὶ καὶ πόσαι καὶ πῶς αὐτὰς ἐξῆλθε.

1

.

3

Τρεῖς τοίνυν αὐτοῦ βίβλους ἀνοθεύτους εὑρίσκομεν, τήν τε
παροιμίαν, τὸν ἐκκλησιαστὴν καὶ τὸ ᾆσμα τῶν ᾀσμάτων.140

1

.

4

Ὅπως δέ τινες καὶ τὴν λεγομένην σοφίαν πανάρετον εἰς αὐτὸν περιπλέκωσιν, ἥντινα ξένην καὶ ἀλλοτρίαν αὐτοῦ ἐπι‐ στάμεθα, οὐ μόνον ἐκ τῶν ἀρχαίων καὶ μακαρίων πατέρων, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς βίβλου. Τά τε σκέμματα καὶ τοὺς τρόπους,
5τὰς παραβολάς τε καὶ τὰ αἰνίγματα, τάς τε ἐνεργείας καὶ τὰ μυστήρια, ὅσα ἐν τοῖς τρισὶ βίβλοις τοῖς μετὰ πόνου ἐντυγχά‐ νουσι γνώριμα, ξένην καὶ πάλιν τούτων ὑποτίθημι.

1

.

5

Ὅπως τε πάλιν μυστηριωδῶς καὶ πάνυ κεκαλυμμένως τὰς βίβλους ταύτας τὰς τρεῖς τῇ ἁγίᾳ τριάδι συνέταξε.

1

.

6

Τήν τε γὰρ παροιμίαν εἰς τὸν πατέρα μυστηριωδῶς συγγράψας, ἐλάλησε, φησίν, ὡς ἀπὸ τοῦ πατρὸς αὐτοῦ τῷ Σολομῶντι, ἐν οἷς φέρεται ὁ πατὴρ περὶ τοῦ υἱοῦ τοῦ ἰδίου καὶ ὁμοουσίου μυστήριά τινα
5μέλλοντα ἐκβήσεσθαι ἐπ’ ἐσχάτου τῶν ἡμερῶν εἰς ἡμᾶς.

1

.

7

Τόν τε ἐκκλησιαστὴν εἰς Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ καὶ ὅσα ἐν τῇ ἐκκλησίᾳ αἰνίγματα, μᾶλλον δὲ ἐκεῖνος αἰνιγματωδῶς καὶ κεκαλυμμένως ἐξέθετο· πῶς δὲ δηλοῖ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τοῖς μὴ παρέργως ἀναγινώσκουσι καὶ πῶς τὰ
5τοῦ κόσμου «ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης», ἅπερ ὁ Χριστὸς ὕστερον ἐν τῷ εὐαγγελίῳ διδάξας φαίνεται.

1

.

8

Τὸ δὲ ᾆσμα τῶν ᾀσμάτων τὰ τοῦ θείου πνεύματος λόγια ὅπως τε αὐτὸ παρέχει καὶ τὸ ᾆσμα καὶ τὸ ψάλλειν καὶ τὰ χαρίσ‐ ματα τὰ διάφορα καὶ πῶς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ποτὲ μεμε‐ λανωμένην ταῖς παραπτώμασιν ἐφαίδρυνε καὶ ἥνωσεν ἑαυτῷ
5λαμπρύνας διαφόροις χαρίσμασι.

1

.

9

Μυστηριωδῶς τοίνυν ὁ Σολομὼν τὰς τρεῖς βίβλους ταύτας εἰς τὴν ἁγίαν τριάδα συνέγραψε. [Καὶ ὁ Ἱππόλυτος τρεῖς λέγει τὰς βίβλους]. Ἀλλ’ ἐπὶ τὸ προκείμενον τῆς βίβλου προΐεμεν. Ἔγραψας ἡμῖν
5διατί ᾆσμα ᾀσμάτων καλεῖται;

1

.

10

Τρισχιλίας παραβολὰς καὶ πεντακισχιλίας ᾠδὰς ἱστόρησε, φησί, Σολομὼν καὶ ἀπὸ τῆς
κέδρου τοῦ λιβάνου ἕως τῆς ὑσσώπου τῆς ἐπὶ δώματος καὶ ἀπὸ πετεινοῦ ἕως ἑρπετοῦ καὶ θηρίου τοῦ ἕρποντος ἐπὶ τὴν γῆν.141
5Ὅτι μὲν οὖν δυσνόητον τὸ πρόβλημα καὶ δυσεγχείρητον, παντί που δῆλόν ἐστιν, ὥστε ἀπό τε τοῦ οὐρανοῦ καὶ γῆς, ξύλου τε καὶ θηρίου καὶ πετεινοῦ καὶ ἑρπετοῦ καὶ πάντων τῶν φαινομένων οὐ παρέλιπέ τι ὧν οὐχ ὑπεξῆλθε, τῶν μὲν ζηλούντων καὶ μιμου‐ μένων τὰ ὑποδείγματα, τῶν δὲ φεύγειν καὶ ἀποτρέπειν τοὺς
10τρόπους, ὡς ἑκάστῳ κατὰ δύναμιν.

1

.

11

Ποῦ τοίνυν πᾶσα ἡ τοιαύτη πλουσία γνῶσις; Ποῦ δὲ τὰ μυστήρια τὰ κεκρυμμένα; Ποῦ αἱ παραβολαὶ καὶ τὰ αἰνίγματα τὰ τοιαῦτα; Ποῦ δὲ αἱ βίβλοι; Ἀναφαίνονται γὰρ μόναι παραβολαὶ αὗται αἱ γεγενη‐
5μέναι ἐν τῇ σοφίᾳ. Ὀλίγαι γάρ. Ἀναφέρεται δὲ καὶ ἕτερον βιβλίον τοῦ ἐκκλησιαστοῦ, στίχοις ψηʹ. Ἀναφέρεται δὲ καὶ τὸ ᾆσμα τῶν ᾀσμάτων, ἐγγύς που ἢ πλέον τʹ.

1

.

12

Ποῦ οὖν ἄρα τὸ πλῆθος παρέδραμε; Τί δὲ ἄρα; Πάντα τὰ βίβλια αὐτοῦ ἀνῄρηται ἢ ψεύδεται ἡ γραφή; Ἀλλὰ μὴ γένοιτο. Τὸ ἐπίτομον γὰρ μᾶλλον ἡ χάρις τοῦ ἁγίου πνεύματος ποιήσασθαι εὐδόκησεν
5ὥς τε πολλὰ μὲν καὶ ἄπορα τὰ τοῦ ἀνδρὸς τούτου ἤθη, ὥστε καὶ πλείστοις τῶν ἔξω τῶν αἰνιγμάτων αὐτοῦ ἐμφορηθῆναι· καὶ Πλάτωνι γὰρ καὶ Ἀριστοτέλει καὶ τοῖς περὶ αὐτὸν σοφοῖς λέγεται ἀποκλέψαι οὐκ ὀλίγα τινὰ τῶν τοῦ ἀνδρὸς τούτου παροι‐ μιῶν τε καὶ αἰνιγμάτων. Πολλὰ δὲ καὶ οἱ θεῖοι εὐαγγελισταὶ
10ὑπεμνήσθησαν ἐν κρυφῇ τῶν τοῦ ἀνδρὸς τούτου κατορθωμάτων.

1

.

13

Τί οὖν; Ἅπαντα ἐσιωπήθη; Οὐχί· μὴ γένοιτο. Εἶπε γὰρ ὅτι ἱστόρησεν ἀπὸ τῆς κέδρου καὶ τῆς ὑσσώπου καὶ πετεινοῦ καὶ θηρίου καὶ ἑρπετοῦ καὶ ἕως πατνωμάτων. Ἐπεὶ οὖν ἄπειρον ἦν τὸ πλῆθος, ὅρα τὸ ἀπειροδύναμον τῆς σοφίας τοῦ πνεύματος.
5Ὅσα ἦν ἀναγκαῖα πρὸς ἐκκλησιαστικὸν ὅρον, ταῦτα καὶ μόνον ἐσημειώθη.

1

.

14

Καὶ τοῦτο οὐκ ἔστιν ἐμὸν τὸ ῥῆμα, ἀλλ’ ἄκουσον
τῆς βίβλου τῶν παροιμιῶν αὐτοῦ που μέσον οὕτως δογματιζού‐ σης· «Αὗται αἱ παροιμίαι, φησί, Σολομῶντος αἱ ἀδιάκριτοι ἃς ἐξελέξαντο οἱ φίλοι Ἐζεκίου τοῦ βασιλέως». Εἰ δὲ ἐκεῖ‐142
5νοι ἀδιακρίτους αὐτὰς εἶπον, τί εἴπωμεν ἡμεῖς οἱ βραχεῖς καὶ ταπεινοί, πλεῖστα αὐτῶν ἀπολιμπάνοντες ὅπως τε δυσερμηνευτοί εἰσιν. Ἐδόθη γὰρ αὐτῷ, φησί. «χύμα καρδίας» ὥστε μὴ παρεμποδίζεσθαι αὐτὸν μηδὲ τὸ τυχὸν φιλοσοφῆσαι. Τὸ δὲ «ἐξελέξαντο» τοιοῦτόν ἐστιν. Τελευτήσαντος Σολομῶντος, μετὰ
10πλεῖστα ἔτη, ἦλθεν Ἐζεκίας ὁ βασιλεύς. Σοφὸς δὲ ὁ ἀνὴρ καὶ δίκαιος καὶ εὐγνώμων ἐνώπιον κυρίου θεοῦ αὐτοῦ. Διὰ τοῦτο γὰρ εἶπεν ἡ βίβλος ὅτι οἱ φίλοι Ἐζεκίου ἐξελέξαντο, ἵνα μάθῃς ὅτι ἀξιοπίστου ὀνόματος προσήγαγε μάρτυρας. Πάντως γὰρ οὐκ ἂν αὐτοὺς ἐκέκτητο φίλους, δίκαιος ὤν, εἰ μὴ τῶν τῆς
15εὐσεβείας ὅρων συμμύσται αὐτῷ καὶ ὁμόφρονες ὑπῆρχον. Καὶ πόθεν φησὶν ἐξελέξαντο; Ἐν αἷς εἶπε πεντακισχιλίαις ᾠδαῖς καὶ τρισχιλίαις παραβολαῖς. Σοφοὶ γὰρ ὑπάρχοντες ἀκριβῶς ἐξελέξαντο. Τοῦτο δὲ οὐκ ἄνευ τῆς οἰκονομίας τοῦ πνεύματος γέγονεν, ἵνα τὸ μυστήριον τὸ μέλλον φανερωθῇ δι’ αὐτῶν
20ἐπ’ ἐσχάτων ἀποτελούμενον.

1

.

15

Δέδεικται οὖν ὅτι τὰ μὲν πλείω ἦν, τὰ δὲ ἀναγκαῖα, ὅσα ἔφθην εἰπὼν μυστηριωδῶς εἴς τε τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὴν οἰκο‐ νομίαν τοῦ Χριστοῦ καὶ εἰς τὴν εὐωδίαν τοῦ πνεύματος, εἴς
5τε τὴν ἐκκλησίαν καὶ τοὺς σοφοὺς ἀποστόλους.

1

.

16

Ἀλλ’ ἐπὶ τὸ βιβλίον τοῦ ᾄσματος ἥκομέν σοι πειθόμενοι. Διὰ τί ᾆσμα ᾀσμάτων καλεῖται; Ὅτι δὲ ἐν οἷς τὰ πεντακισχίλια ᾄσματα ἐξ αὐτῶν ᾆσμα ἓν καὶ βελτίω διηγήσαντο παντὶ γνώριμον.
5Ὥσπερ γὰρ φίλος φίλων καὶ ἄνθρωπος ἀνθρώπων εἰς σύγκρι‐ σιν τοῦ βελτίονος, οὕτω φησὶ καὶ ᾆσμα ᾀσμάτων, τουτέστι τῶν ᾀσμάτων ᾀσματικώτερον καὶ τῶν ᾠδῶν ᾠδικώτερον.
Ἀλλ’ ἐπὶ τὸ προκείμενον τῆς βίβλου προΐεμεν.143

2

.

1

Φιλησάτω με ἀπὸ φιλήματος στόματος αὐτοῦ, [Καὶ ἐν τούτοις τὰ πλεῖστα τῷ πατρὶ τούτῳ συνᾴδει καὶ ὁ μέγας Ἱππόλυτος] ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα
5τὰ ἀρώματα, μύρον ἐκκενωθὲν ὄνομά σου. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε.

2

.

2

Τὸ μὲν φιλησάτω ἀπὸ προσώπου τῆς συναγωγῆς λαμβάνει, ἥτις παρακαλεῖ ἐφέλκεσθαι βουλομένη ἀπ’ οὐρανίου λόγου, ἵνα φιληθῇ. Ἕτοιμα 〈γὰρ〉 τὰ χείλη βούλεται κολλῆσαι
5αὐτῷ, ἵνα δύναμιν πνευματικὴν ἀποσπᾶσαι δυνηθῇ.

2

.

3

Διὰ γὰρ τῶν ἐντολῶν ἐντέλλεται, ἵνα σκιρρώσῃ τὴν διὰ στόματος ἀγάπην. Τὸ δὲ ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, ὃν τρόπον εὐφραίνει καρδίαν ὁ οἶνος, οὕτως
5εὐφραίνουσι διαθῆκαι Χριστοῦ. Μαστοὶ γάρ εἰσιν αὐτοῦ αἱ δύο διαθῆκαι, νόμος καὶ εὐαγγέλιον, γάλα δὲ αἱ λευκαὶ ἐντολαί. Ὥσπερ δὲ νήπια γαλουχεῖται διὰ τῶν μαζῶν, οὕτω καὶ οἱ πιστοὶ ἀπὸ τῶν δύο διαθηκῶν ἀμέλγουσιν ἐντολάς.

2

.

4

Μύρα Χριστοῦ τίνα λέγει, ἀλλ’ ἢ τὰ λόγια ὑπὲρ πάντα ἀρώματα ἡδονὴν χορηγοῦντα.

2

.

5

Ὃν γὰρ τρόπον ἐν ἀγγείῳ μύρον ὂν ἐγκεί‐ μενον, οὐδέπω τὴν ὀσμὴν παρέχει, ἔχει δὲ αὐτὴν ἐν ἑαυτῷ, λυθέντος δὲ τοῦ μύρου, τέρπει ἅπαντας τοὺς ἐγγὺς καὶ τοὺς μακράν, οὕτω τὸ μύρον ὁ λόγος ἐν καρδίᾳ πατρὸς ὤν, τουτέστιν
5ἐν τῷ κόλπῳ, ἐκκενωθεὶς εἰς τὸν κόσμον εὐωδίας τὰ πάντα πεπλήρωκε.

2

.

34

Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε καὶ εἵλκυσάν σε, εἰς ὀσμὴν μύρου σου ἔδραμον. Νεάνιδες δὲ οἱ ἀγαπήσαντες, οἱ μακαριστοὶ ἀπόστολοι, οἵτινες ἀφέντες τὸν κόσμον ἠγάπησαν αὐτόν. Εἵλκυσάν σε· ἐν
5γὰρ τῷ ἑλκύσαι Χριστὸν πρὸς ἑαυτούς, ἠκολούθησαν αὐτῷ εἰς
ὀσμὴν μύρου αὐτοῦ δραμόντες, ὅ ἐστι τῆς διδασκαλίας αὐτοῦ.144

3

.

1

Εἰσήνεγκέ με, φησίν, ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. Τίς δέ ἐστι βασιλεύς, ἀλλ’ ἢ ὁ Χριστός; Τί δὲ ταμιεῖον, ἀλλ’ ἢ ἡ ἐκκλησία; Τίς δὲ ταῦτα λαλεῖ ὅτι εἰσήγαγέ με; Πάντως ἡ συναγωγὴ τῶν πιστευσάντων·
5ἠσφαλίσατο γὰρ αὐτὴν εἰς τὸ ταμιεῖον ὅ ἐστιν ἡ ἐκκλησία.

3

.

4

Ἀγαλλιασθῶμεν, φησί, καὶ εὐφρανθῶμεν ἐν σο, ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε. Ἤδη μὲν οὖν τὸ μὲν προκα‐ τείληπτο, τὸ δὲ εὐθύτης, ὅσοι κατ’ εὐθεῖαν πορεύονται οὗτοί σε
5ἀγαπῶσι.

4

.

1

Μέλαινά εἰμι καὶ καλ, θυγάτερες Ἱερουσαλήμ. Μὴ βλέπετέ με ὅτι ἐγὼ μεμε‐ λανωμένη εἰμ, μηδὲ ὅτι παρεῖδέ με ὁ ἥλιος. Πῶς καὶ μέλαινά φησι καὶ καλή; Ὅτι ἁμαρτωλὴ ἤμην,
5ἀλλ’ ἐφιλησέ με Χριστός.

5

.

1

Παρεῖδέ με ὁ ἥλιος, τουτέστιν ἔμπροσθεν ὁ Χριστὸς παρεῖδέ με. Παρεῖδε γὰρ αὐτὴν μὴ πεισθεῖσαν, διαλάσσεται δὲ αὐτῇ μετανοούσῃ. Εἶδες στόμα συναγωγῆς ὁμολογούσης τὰ συμβεβηκότα.

5

.

2

Υἱοὶ γάρ, φησί, μητρός μου ἐμαχέσαντό με. Μητὴρ ὁ νόμος, υἱοὶ οἱ προφῆται οἵτινες ἐμάχοντο ἐν ἐμοὶ λέγοντες· ἐπίστρεψον ἐπὶ νόμον Μωυσῆ.

5

.

3

Ἔθεντό με φυλακὴν ἐν ἀμπελῶνι· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. Τουτέστιν ἔθεντό με ὡς ἄμπελον· οὐκ ἐτήρησα δὲ τὸν ἐμὸν λαόν, τουτέστι τὰ κλήματά μου. Παρὰ πάσης γὰρ θεοπνεύστου γραφῆς ἀμπελὼν
5ὁ Ἰσραὴλ λέγεται. «Ἐφύτευσα» γάρ, φησίν, «ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκα». Καὶ «ἄμπελον ἐξ Αἰγύπτου
μετῆρας» καὶ πολλὰ τοιαῦτα.145

6

.

1

Ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζῃ ἐν μεσημ‐ βρίᾳ; Λέγε μοι, Χριστέ, φησί, παρακαλῶ, ἐγκατέλιπάς με; Εἰς ἔθνη ποιμαίνῃ ἢ ἐπορεύθης ἐκεῖ; Ὀρφανὴ γεγένημαι.

6

.

2

Ἡ πλουσία πένομαι. Μήποτε γένωμαι περιβαλ‐ λομένη ἐπ’ ἀγέλαις ἑταίρων σου. Μήποτε, φησίν, ἡ πάλαι προσδεχομένη προσηλύτους, νῦν προσήλυτος ἐθνῶν γένωμαι.

7

1-2

Ἢ καὶ λέγει συναγωγῇ· Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξί, λέγουσα· Μέλαινά εἰμι καὶ καλή, ἀλλ’ ἁμαρτωλός, ἀλλὰ φιλοῦμαι, οὐδαμοῦ σε ὀνήσει ἡ φιλία μου· τουτέστιν, ἐὰν μὴ ἐπιστρέψῃς ἐξ
5ὅλης τῆς καρδίας καὶ εἴπῃς τὰς ἁμαρτίας σου, οὐ μὴ δικαιω‐ θῇς. Μή σε ἀπατάτω ἡ πρὸς πατέρας ἐπαγγελία· Ἀβραὰμ σώζεται, ἀλλ’ οὐδέν σε ὠφελήσει.

7

.

3

Ἔξελθε σὺ ἐν πτέρναις καὶ ποίμαινε τὰς ἐρίφους. Τουτέστιν ἀνυπόδετος καὶ γυμνὴ πορεύου ὀπίσω μου· πρόβατον γὰρ ᾕρημαι ἐν αὐτῷ· ἀλλὰ γὰρ εἰς ἐρίφους σοι τὸ ἐναντίον λογίζο‐
5μαι, οὐκέτι εἰς ποί〈μνην〉 προβάτων, ἀλλ’ εἰς ἐρίφους.

7

.

5

Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναι‐ ξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων σου καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνω‐ μάτων τῶν ποιμένων.

8

.

1

Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον. Ἐὰν μετανοήσῃς, φησί, συναγωγή, τότε σὲ ὁμοιώσω ἐμαυτῷ ὡς τῇ ἵππῳ ζευγνυμένην
ἐν ἅρμασι Φαραώ. Διατί δὲ τῷ ἵππῳ, τῷ ἅρματι τοῦ Φαραὼ146
5ὡμοίωσεν; Ὅτι τότε τίμια ἦν παρὰ τῷ Σολομῶντι ὁ ἵππος, παρὰ δὲ τῷ Φαραὼ βασιλεῖ Αἰγύπτου τὸ ἅρμα Ὃν τοίνυν τρόπον ταῦτα οὕτως ἐζευγμένα ἐστὶν ἔνδοξα, οὕτως καὶ σὺ ἔνδοξος ἔσῃ, ἐὰν ἄρα μετανοήσῃς.

8

.

2

Ἡ μὲν γὰρ ἵππος ἦν ἐκ λαοῦ τῶν Ἰουδαίων, ὅθεν οἱ ἀπόστολοι. «Ἐπεβίβασας» γάρ, φησίν, «εἰς θάλασσαν τοὺς ἵππους σου», καὶ «ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου». Καὶ διατί ἵππους τοὺς ἀποστόλους καλεῖ; Διὰ τὸ
5διώκειν ἐν κόσμῳ, τουτέστι τρέχειν τὸν δρόμον τῆς εὐσεβείας, ἅρματα δὲ αἱ ἐκκλησίαι αἱ ἐξ ἐθνῶν, ὑποζευγνύμενοι τοίνυν ἵπποι, τουτέστιν ἀπόστολοι, ἅρμα ὅ ἐστιν ἡ ἐκκλησία. Ἕλκου‐ σιν αὐτὴν δικαίως προτρεπόμενοι ἐπὶ τὴν ὁδὸν τῆς οὐρανίου ζωῆς.

9

.

1

Σιαγόνες σου, φησίν, ὡς τρυγόνες. Ἔχει γὰρ τὸ ἐρυθρὸν τὸν τῆς πίστεως δυσωπούμενον λόγον. Τράχηλός σου ὡς ὁρμίσκοι. Τουτέστιν οὐκέτι κάτω νεύεις· τὸ γὰρ παρρησιαστικὸν τῆς ἐλευθερίας λαβοῦσα, εἰς
5οὐρανοὺς ἀνάνευε.

10

.

1

Ὁμοιώματα χρυσίου ποιήσομέν σοι ἀπὸ στιγμάτων τοῦ ἀργυρίου. Ὅτι ὁ νόμος ὡς ἀργύριον ἦν μετρίως παιδεύων, νῦν δὲ τὴν ἐξοχωτάτην τιμὴν τοῦ χρυσίου κληρονόμον λαβοῦσα τὸ εὐαγγέλιον, ὁμοιώματα
5χρυσίου ποιήσεταί σοι.

11

.

1

Ἕως οὗ ὁ βασιλεὺς ἐναγκαλίσῃ αὐτούς, φησί. Τουτέστιν ἕως οὗ ὁ Χριστὸς παραγένηται τὸ δεύτερον, θάλπων ἅπαντας τοὺς πιστεύσαντας ἐν τῇ βασιλείᾳ αὐτοῦ.

12

.

1

Νάρδος μου, φησίν, ἔδωκεν ὀσμὴν
αὐτοῦ. Τουτέστιν τὸ μύρον τῆς χάριτος ἔπνευσεν, ἵνα, ἐὰν θέλῃ, καὶ περιτομὴ σωθῆναι δυνηθῇ. Ἀπόδεσμος τῆς στακτῆς· ἦν γὰρ Χριστὸς σῶμα κεκτημένος, ἵνα διὰ τοῦτο ὡς147
5βότρυς ἐκθλιβῇ.

12

.

2

Ἀδελφιδός μου ἐμο, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται.

13

.

1

Νάρδος τῆς κύπρου ἀδελφιδός μου ἐν ἀμπελῶσιν Ἐνγαδδί. Τόπος ἐστὶ χώρας τινὸς ἐν τῇ Ἰουδαίᾳ οὕτω καλούμενος ἐν ᾧ τὸ ἀποβάλσαμον γίνεται. Εἰσὶν οὖν ἀμπελῶνες ἐκεῖ 〈ἐπὶ〉 ξύλων. Ταῦτα τὰ ξύλα ἐκεῖ
5κνιζόμενα δίδωσι τὸ μύρον. Εἶπεν οὖν «ἀδελφιδὸς ἐν ἀμπελῶσιν Ἐνγαδδί», σημαίνων τόδε· ἰσχυρὸς μὲν γὰρ ἦν, φησίν, ἐπὶ ξύλου πάσχων ὁ κύριος, νυττόμενος δὲ ἐπὶ ξύλου δίδωσι τὴν εὐωδίαν.

13

.

2

Ἡνίκα δ’ ἂν ὑπὸ τοῦ τεχνίτου ὅπλῳ νυγῇ τὰ ξύλα ἐκεῖνα, παραυτίκα τὸ δάκρυον ἀποστάζει, οὕτω καὶ ὁ Χριστὸς ἐγγὺς αὐτοῦ που τοῦ τόπου τὸν λαὸν ἐδάκρυεν, ἵνα ἀπολοῦσαι δυνηθῇ, τὴν παρ’ ἑαυτοῦ εὐωδίαν δι’ εὐσπλαγχνίαν δηλῶν.
5Τότε μὲν ἐπὶ ξύλου ἐνύσσετο ὡς ἐν ἀμπελῶνι, ἵνα τὸ καλὸν μύρον τῆς εὐωδίας δείξῃ.

13

.

3

Ὁ δὲ λόγος τοῦ θεοῦ κατὰ σάρκα σώματι ἐσφίγγετο καὶ μέγας ὢν μικρὸς ἐγένετο· ἐντεῦθεν κρεμασθέντος αὐτοῦ ἐπὶ ξύλου τὸ καλὸν μύρον τῆς εὐωδίας ἀπεκαλύπτετο.

13

.

4

Λέγει οὖν· Ἀδελφιδός μου ἐν ἀμπε‐ λῶσιν Ἐνγαδδί.

14

.

1

Ἀντιφωνεῖ καὶ λέγει πάλιν ἐκεῖνος· Ἰδοὺ εἶ καλ, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή [ἀδελφιδός μου]. Ὑπὸ πάντων γὰρ πεφίλησαι καὶ τῶν μὴ γινωσκόντων σε. Ἰδοὺ εἶ καλὸς ἀδελφιδός μου. Ὡμολόγησάς με
5καλόν, διὰ ταύτην τὴν αἰτίαν ὁμολογῶ σε κἀγὼ καλήν. Τί δὲ ἦν τὸ εἰπεῖν τὸν Χριστόν· Καλὴ εἶ, ἀλλ’ ἤ· «Θάρσει, θύγατερ,
ἀφέωνταί σου αἱ ἁμαρτίαι».148

15

.

2

Ἐπεφώνησε πάλιν ἡ αὐτὴ καὶ λέγει· Ἰδοὺ εἶ καλὸς ἀδελφιδός μου καί γε ὡραῖος· πρὸς κλίνην ἡμῶν σύσκιος, δοκοὶ οἴκων ἡμῶν κέδροι. Τίνα δὲ βούλεται λέγειν τὴν κατοικίαν; Λέγει γάρ·
5πρὸς κλίνην ἡμῶν σύσκιος· πάντως τὴν τοῦ πνεύ‐ ματος χάριν σκ〈έπη〉ν γενομένην πᾶσι τοῖς καυσουμένοις.

16

.

1

Δοκοὶ οἴκων ἡμῶν κέδροι. Τίνες δοκοὶ κέδρινοι, ἀλλ’ ἢ πατέρες καὶ πατριάρχαι; Ὃν γὰρ τρόπον ἡ κέδρος οὐ σήπεται, οὕτω καὶ δόξα πατέρων οὐκ ἀπολεῖται. Πατνώματα ἡμῶν κυπάρισσοι. Πατνώματα γάρ
5εἰσιν οἱ ἀπόστολοι, τὴν πᾶσαν ὀροφὴν ὑποβαστάζοντες. Ὥσπερ δὲ ἡ κυπάρισσος οὐκ ἀποβάλλεταί ποτε τὸ ἄνθος, ἔχει δὲ ἐν ἑαυτῇ πάντοτε τὴν μορφὴν καὶ χειμῶνος καὶ θέρους, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀπόστολοι οὐ λείπουσι πατνώματα κυπαρίσσου ἐκκλησίας ὑπάρχοντες.

17

.

1

Ἄρχεται λοιπὸν ἑαυτὴν ἐπάγειν καὶ λέγειν δικαιου‐ μένη· Ἐγὼ ἄνθος τοῦ ἄγρου ὡς κρίνον τῶν κοιλάδων, ὡσεὶ κρίνον ἐν μέσῳ ἀκανθῶν. Ἐγὼ πλάτος τοῦ κόσμου ἤδη σκορπιζομένη, σοὶ πιστεύουσα
5ἄνθος γεγένημαι παρὰ πᾶσιν ἀνθρώποις. Καὶ γάρ ἐστι θεωρῆ‐ σαι ἵνα, ἐάν τις ἐκ περιτομῆς πιστεύσῃ Χριστῷ, πῶς ἄνθος ἐστὶ παλαιὰ καὶ νέα φθεγγόμενος.

17

.

2

Τὴν εὐωδίαν τοίνυν τοῦ κρίνου παρέβαλε τῇ ὁμοιότητι τῶν ἁγίων. Ὃν γὰρ τρόπον τὸ κρίνον εὐωδιάζει, οὕτω καὶ οἱ ἅγιοι, τῶν ἐν τῷ βίῳ ἀνθρώπων ὡς ἀκανθῶν ἀποπνιγομένων, μυρίζουσι.

18

.

1

Τῆς οὖν εὐωδίας ταύτης μετέχων λέγει αὐτῇ· Ἰδοὺ εἶ καλὴ ἡ πλησίον μου, ἰδοὺ εἶ καλή.
Ἡ δὲ πρὸς Χριστόν· Ἰδοὺ εἶ καλός· ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ οὕτως ἀδελφιδός149
5μου. Ὃν γὰρ τρόπον, ἀγαπητοί, ἐν μήλῳ πάρεστιν εὐωδία παρὰ πᾶν ἀκρόδρυον, οὕτω καὶ Χριστὸς ἀνὰ μέσον πάντων προφητῶν ἐπὶ ξύλου πηγνύμενος τὴν εὐωδίαν ὡς μῆλον παρεί‐ χετο.

19

.

1

Ἀδελφιδός μου ἀποκρίνεται καὶ λέγει μοι· Ἐλθ, ἡ πλησίον μου, καλή μου, περισ‐ τερά μου. Δικαίως ταύτην λοιπὸν περιστερὰν καλεῖ εἰς ἡμερότητα τρεπομένην.

19

.

2

Ἐχόμενα τοῦ προτειχίσ‐ ματος προσκαλεῖ ταύτην. Προτείχισμα δὲ πρόμαχόν ἐστι τειχῶν. Ἐλθέ, φησίν, ἐγγὺς ἀσφαλείας καὶ δικαιοσύνης τοῦ προτειχίσματος, ἵνα δικαίων κοινωνὸς γένῃ.

19

.

3

Δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου· ὅτι ἡδεῖα ἡ φωνή σου καὶ ἡ ὄψις σου ὡραία. Ἀκουτισθείσης γὰρ ψυχῆς, μᾶλλον δὲ τῆς συναγωγῆς,
5καὶ ὁμολογησάσης Χριστὸν ἐν ἀληθείᾳ, ἡδεῖα ἡ φωνή, χαρο‐ ποιὰ ἡ ὄψις τῆς πίστεως, παρρησιαζομένη δὲ ἀποκρίνεται καὶ λέγει· Μυστήριον γὰρ μυστηριωδῶς σοι βούλομαι φράσαι ἀπὸ τοῦ νῦν ὅσα ἐπικεκρυμμένως εἰς τὰ μέλλοντα ἡμῖν ἐκφύεσθαι ἐξηγήσατο.

20

.

1

Εἰπούσης γὰρ αὐτῆς ὅτι ἀκούτισόν με τὴν φωνήν σου, ἐπάγει λέγουσα· Πιάσετε ἡμῖν ἀλώ‐ πεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας καὶ ἀμπελῶνες ἡμῖν κυπρίζουσιν. Οἶδά σε δὲ πυθόμενόν
5με καὶ περὶ τοῦ Σαμψὼν πολλάκις τί φησι τὰ «ἀλωποὺς ἐκράτησε κέρκον πρὸς κέρκον δήσας»; Μυστηριωδῶς δὲ τὰς μελλούσας
ἀνακύπτειν αἱρέσεις προεσημήνατο ἐν οἷς καὶ ἡ βίβλος αὕτη ἀλώπεκας τοὺς ψευδοπροφήτας λέγει καὶ ψευδοχρίστους. Τί δέ φησι μικρούς; Ὡς γὰρ ἔτι, φησί, νηπιάζουσι, συλλάβετε αὐτάς,150
10ἵνα μὴ αὐξήσαντες τοὺς ἀμπελῶνας κακίας ἐμπλήσωσι τοὺς κυπρίζοντας τὸ ἄνθος τῆς πίστεως. Ὅτι δὲ ἀλωποί εἰσιν οἱ ψευδοπροφῆται καὶ αἱρετικοί, ἄκουσον Ἰερεμίου λέγοντος· «Ἰδοὺ οἱ ψευδοπροφῆταί σου, Ἰσραήλ, ὡς ἀλώπεκες ἐνεδρεύον‐ ταί σοι». Τοῦτο δὲ καὶ Χριστὸς ἐν τοῖς εὐαγγελίοις ἐδήλωσε
15πρὸς Ἡρώδην εἰπών· «Εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ σήμερον καὶ αὔριον δυνάμεις ἐπιτελῶ καὶ τῇ τρίτῃ ἡμέρᾳ δοξασθήσο‐ μαι».

20

.

2

Τούτοις δὲ καὶ αὐτὸς ὁ Σαμψὼν τοὺς τʹ ἀλωποὺς κέρκον πρὸς κέρκον δήσας, λαμπάδα ὀπίσω αὐτῶν τὰς αἱρέσεις τὰς μελλούσας ἀναφύειν ᾐνίττετο, ὧν τὰ ἔσχατα πῦρ φλέγον.

20

.

3

Κέρκον δὲ πρὸς κέρκον δήσας, τὸ ἀνόμοιον ἔδειξεν αὐτῶν ὅτι καὶ αἱ αἱρέσεις ἀλλήλαις ἀντιλέγουσι.

20

.

4

Τούτων κρατου‐ μένων, οἱ ἀμπελῶνες κυπρίζουσι καὶ καρπὸν πέπειρον τῷ θεῷ προσφέρουσιν.

21

.

1

Ἀποκρίνεται πάλιν καὶ λέγει· Ἰδοὺ ἀδελφιδός μου πηδῶν ἥκει ἐπὶ τὰ ὄρη διαλλόμενος ἐπὶ τοὺς βουνούς. Ὅμοιος ἦν ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ.

21

.

2

Τί τὸ πήδημα; Τοῦ λόγου τὸ ταχύ. Ἐπήδα γὰρ ἀπὸ μὲν τοῦ οὐρανοῦ εἰς μήτραν παρθενικήν, ἀπὸ μήτρας εἰς τὸν κόσμον, ἀπὸ τοῦ κόσμου ἐπὶ τὸ ξύλον, ἀπὸ τοῦ ξύλου εἰς τὸν ᾅδην, ἀπὸ τοῦ
5ᾅδου ἄνεισι πάλιν εἰς γῆν, ἀπὸ γῆς εἰς οὐρανούς, ἀπ’ οὐρανοῦ πάλιν ἐπὶ τὴν γῆν, ἀλλὰ τότε μὲν σῶσαι, νῦν δὲ κρίναι τὸν κόσμον.

21

.

3

Ἐπὶ γὰρ τοῖς τὰ ὑψηλὰ ὡς ὄρη φρονοῦσι πατεῖ μέν, διάλλεται δέ· οὐκ ἀναπαύεται γὰρ ἐπ’ αὐτήν.

22

.

1

Ὅμοιος, φησί, τῇ δορκάδι. Τὸ γὰρ ὀξὺ τοῦ λόγου καινὸν καὶ εὔκολον ἐσήμανε· θαύμασον δέ, ὦ ἄνθρωπε, τοῦ θεοῦ ὀξύτητα δρόμων, ἀπὸ ἀνατολῶν ἐπὶ δύσιν, ἀπὸ δύσεως ἐπὶ μεσημβρίαν, κάτω καὶ ἄνω σπεύδοντος, ἵνα ποτὲ μὲν ὡς151
5δορκάς, ποτὲ δὲ ὡς ἔλαφος δειχθῇ, τῷ ὠκεῖ τῶν ποδῶν τὸ εὐαγ‐ γέλιον σημαίνων. Ἀμφότερα δὲ διχηλῆ καὶ μαρυκᾶται.

22

.

4

Ταῦτα μόνος καθαρὰ ἐκήρυττε. Καθαρὸς γὰρ ἐσημαίνετο Χριστός, τῶν δύο διαθηκῶν πίστιν ἐπιφερόμενος. Μαρυκᾶται γὰρ τὸ σαφὲς τοῦ λόγου, τῆς δυνάμεως τὸ ἰσχυρὸν ἀναφέρων.

23

.

1

Εἶτα ἰδοὺ ἀδελφιδός μου παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων. Λέγει μοι· Ἐλθ, πλησίον μου, καλή μου, περιστερά μου. Θυρίδας δὲ καὶ δίκτυα τοὺς προφήτας
5καλεῖ, ἐξ ὧν διακύπτων ὁ λόγος κηρύσσεται Διὰ τούτων τῶν θυρίδων παρακύπτων λέγει μοι· Ἐλθέ, ἡ πλησίον μου. Διὰ πάν‐ των γὰρ τῶν προφητῶν προσκαλεῖται ταύτην, καθὼς καὶ ὁ προφήτης λέγει· «Θυρίδες ἠνεῴχθησαν ἐν τῷ οὐρανῷ».

24

.

1

Ἐν νυξ, φησίν, ἐζήτησα ὃν ἠγά‐ πησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. Εὗρόν με οἱ φρουροῦντες τὴν πόλιν. Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε;
5Ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτὸν ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με.

24

.

2

Ὢ τῶν ἀποκρύφων μυστηρίων τοῦ θεοῦ. Θεώρησον τοῦτο πληρούμε‐ νον ἐν Μάρθᾳ καὶ Μαρίᾳ.

24

.

3

Τῇ νυκτὶ γὰρ ἐζήτησαν τὸν ζῶντα ὡς νεκρόν. Ἄκουσον γὰρ τοῦ ἀγγέλου· «Τίνα ζητεῖ‐ τε;»

24

.

4

Εὗρόν με οἱ φρουροῦντες τὴν πόλιν. Τίνες οὗτοι; Οἱ ἄγγελοι οἱ εἰς τὸν τάφον καθήμενοι. Οὐκέτι γὰρ τάφος ἦν, ἀλλὰ πόλις, ὅτι τὸν οὐράνιον βασιλέα ἐχώρησεν.
152

25

.

1

Εἶτα, ὡς ἀπέστη ἀπ’ αὐτῶν, φησίν· Εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου.

25

.

2

Ἰδοὺ γάρ, φησίν, Ἰησοῦς ἀπήντησεν αὐταῖς. Ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν. Προσελθοῦσαι γὰρ ἐκράτησαν αὐτοῦ τοὺς πόδας. Οὐκ ἀφιεῖσαι αὐτόν, φησίν, ἕως εἰσήγαγον αὐτὸν
5εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με, τῆς καρδίας μου ἔνδον καὶ τῶν σπλάγχ‐ νων καὶ τῆς ψυχῆς τὴν ἀγάπην αὐτοῦ ἔγνων,

25

3*

μυστηριωδῶς ὁ Σολομῶν πρὸ τοσούτων γενεῶν τῶν γυναικῶν τὸ μυστήριον αἰνιττόμενος.

26

.

1

Εἶτα μετὰ τοῦτο· Τίς αὕτη ἡ ἀναβαίνου‐ σα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη, σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ. Πάλαι γὰρ τὰ ἔθνη
5ἔρημα θεῷ ὑπήρχομεν, νυνὶ δὲ χάριτι θεοῦ πολίται καὶ συγκληρονόμοι Χριστοῦ. Τὴν οὖν ἐξ ἐθνῶν ἐκκλησίαν λέγει τὴν ἔρημον ἥτις ἐγένετο πόλις τοῦ θεοῦ.

26

.

2

Ὡς στελέχη καπνοῦ τεθυμιαμένη. Διὰ τί καπνοῦ; Ὅτι καπνὸς ἐκ πυρὸς προερχόμενος εἰς ἀέρα ἵπταται. Τὸν αὐτὸν δὴ τρόπον τοῦ Χριστοῦ μυστήριον κατήγγειλεν ἡ οἰκονομία εἰς τὰ πέρατα τῆς
5γῆς, εὐωδιάσαν ἡμᾶς τῷ πυρὶ τῆς θεότητος ἀπὸ τῆς γῆς εἰς οὐρανοὺς ἀνερχόμενον.

26

.

3

Στέλεχος γὰρ ξύλου τὸν σταυρὸν ἐδήλωσεν, ᾧ φρουρεῖται ἡ ἐκκλησία, σμύρναν καὶ λίβανον τὸν ἐνταφιασμὸν ἐν ᾧ καυχᾶται· ταῦτα γὰρ τὰ εὐώδη θυμιά‐
ματα τῆς ἐκκλησίας. Ἀλλά, μετὰ πάντα, φησί· Κονιορτῶν153
5μυρεψοῦ. Συναγόμενα γὰρ τὰ πάθη ἀπὸ τῆς γεννήσεως αὐτοῦ μέχρι τῆς ἀναστάσεως πάντα εὐωδιάζει. Μυρεψὸν δὲ τὸ εὐαγγέλιον ὠνόμασεν· ἐν ἐκείνῳ γὰρ ἀπόκεινται πάντα τὰ εὐώδη μυστήρια. Διὰ τοῦτο λέγει· Σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ.

27

.

1

Εἶτά φησιν· Ἰδοὺ ἡ κλίνη τοῦ Σολο‐ μῶν, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραήλ, ἕκαστος ῥομφαίαν ἐπὶ τὸν μηρὸν αὐτοῦ βαστάζων. Κλίνη τοῦ Σολομῶντος οὐκ
5ἄλλη τρανὴ ἐκηρύττετο, ἀλλ’ ἢ ὁ Χριστός. Ὃν γὰρ τρόπον ἐκ πολλοῦ κόπου τίς καὶ καμάτου ἐπιστρέψας ἐπὶ κλίνης ἑαυτὸν ἐπιρρίπτει τῶν καμάτων ἀποσοβῆσαι καὶ ἀναπαύσασθαι, οὕτω καὶ ἡμεῖς ἐπιστρέψαντες ἐκ τῆς τοῦ κόσμου ματαιότητος καὶ τῆς τούτου πλάνης, τόν τε κόπον τῶν ἁμαρτημάτων ὡς φορτίον
10ἐπὶ τὸν ὦμον ἐγκείμενον ἀπορρίψαντες, ἀνεπαυσάμεθα μυστι‐ κῶς ἐν τῇ κλίνῃ ταύτῃ, ἥτις ἐστὶν ὁ Χριστὸς ὁ λέγων· «Δεῦτε πάντες οἱ κοπιῶντες πρός με, κἀγὼ ἀναπαύσω ὑμᾶς».

27

.

2

Ἐπὶ ταύτην τὴν κλίνην ἀνεπαύσαντο οἱ προφῆται, οἱ πρὸ νόμου καὶ μετὰ νόμον λάμψαντες, πρὸς δὲ καὶ οἱ πατριάρχαι. Ἑξήκοντα γὰρ δυνατοὶ κύκλῳ αὐτῆς ῥομφαίαν ἐπὶ τὸν μηρὸν αὐτοῦ βαστάζων ἕκαστος,
5τούτεστι σπέρμα εἰς Χριστὸν ψηφιζόμενοι ἀπὸ Ἀδὰμ μέχρι τοῦ Χριστοῦ ἑξήκοντά εἰσι προπάτορες αὐτοῦ ἀπὸ καταβολῆς τοῦ κόσμου, τουτέστιν, ὡς ἔφθην εἰπών, ἀπὸ τοῦ Ἀδὰμ καὶ καθ’ ἑξῆς
μέχρι τοῦ Χριστοῦ.154