TLG 2115 046 :: HIPPOLYTUS :: De benedictione Balaam (fragmenta ap. Irenaeum) HIPPOLYTUS Scr. Eccl. De benedictione Balaam (fragmenta ap. Irenaeum) frr. 15, 20–27 Cf. et 2115 006 Citation: Fragment — (line) | ||
15 | Ταῦτα πάλαι διὰ παραβολῶν λαλῶν ὁ Βαλαὰμ οὐκ ἐγινώσκετο· καὶ νῦν ὁ Χριστὸς παρὼν, καὶ ταῦτα πληρῶν, οὐκ ἐπιστεύετο· ὅθεν προβλέπων καὶ θαυμάζων λέγει· ὢ, ὢ, | |
τίς ζήσεται, ὅταν θῇ ταῦτα Θεός; | 486 | |
20 | Οὐ πορεύσῃ μετ’ αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν. Οὐ περὶ τοῦ λαοῦ αἰνίττεται, πάντες γὰρ κατεστρώθησαν· ἀλλὰ διὰ τὸ προδηλούμενον τοῦ Χριστοῦ μυστήριον. Ἐπειδὴ γὰρ ἔμελλεν ἐκ τῶν πατέρων κατὰ σάρκα γεννᾶσθαι, προδιδάσκει | |
5 | τὸ πνεῦμα τὸν ἄνδρα, μήποτε κατὰ ἄγνοιαν πορευθεὶς κατα‐ ράσηται τὸν λαόν. Οὐχ ὡς ἀρὰν ἰσχύουσαν παρὰ τὴν τοῦ Θεοῦ βούλησιν, ἀλλ’ εἰς ἔνδειξιν τῆς τοῦ Θεοῦ προνοίας, ἧς | |
---|---|---|
εἶχε διὰ τοὺς προπάτορας εἰς αὐτούς. | 489 | |
21 | Καὶ οὗτος ἐπεβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ. Ἡ μὲν ὄνος τύπον εἶχε σώματος Χριστοῦ· ἐφ’ ὃν πάντες οἱ ἄνθρωποι ἐκ καμάτων ἀναπαυόμενοι, ὡς ὑπὸ ὀχήματος βαστάζονται. Τὸ γὰρ φορτίον τῶν ἡμετέρων ἁμαρτημάτων ὁ Σωτὴρ ἀνεδέξατο. | |
5 | Ὁ δὲ ἄγγελος ὀφθεὶς τῷ Βαλαὰμ, αὐτὸς ὁ Λόγος ἦν· εἶχε δὲ ἐν τῇ χειρὶ μάχαιραν, δηλονότι, ἣν εἶχεν ἄνωθεν ἐξουσίαν. | |
22 | Οὐχ ὡς ἄνθρωπος ὁ Θεός. Δείκνυσιν, ὡς πάντες μὲν ἄνθρωποι ψεύδονται μεταφερόμενοι· ὁ δὲ Θεὸς οὐχ οὕτως· | |
ἀεὶ γὰρ μένει ἀληθὴς, ἐπιτελῶν ὅσα βούλεται. | 490 | |
23 | Ἀποδοῦναι ἐκδίκησιν παρὰ Κυρίου τῇ Μαδιάμ. Ὁ γὰρ μηκέτι ἐν πνεύματι Θεοῦ λαλῶν, ἀλλὰ κατέναντι νόμου Θεοῦ, ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡς προ‐ φήτης, ἀλλ’ ὡς μάντις λογισθήσεται· μὴ ἐμμείνας γὰρ τῇ | |
5 | τοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντελάβετο μισθόν. | |
24 | Ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενὸς ἐστὶν, ἢ πλήρης· εἰ μὲν γὰρ οὐκ ἔχει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος, οὐ παρεδέξατο τὴν ζωὴν Ἰησοῦν τὸν Χριστὸν, οὐκ οἶδε τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς· εἰ οὐ βιοῖ κατὰ τὸν λόγον, κατὰ | |
5 | νόμον τὸν οὐράνιον, οὐ σωφρονεῖ, οὐ δικαιοπραγεῖ· ὁ τοιοῦτος κενός ἐστιν· εἰ δὲ κεχώρηκε τὸν εἰπόντα Θεὸν, ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς, οὗτος οὐκ | |
ἔστι κενὸς, ἀλλὰ πλήρης. | 491 | |
25 | Προφητείᾳ ἐν αὐτοῖς ἐσημαίνετο, ὡς παραβάτης γενό‐ μενος ὁ λαὸς σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν σφιγγίσεται. Τὸ δὲ λυθῆναι αὐτοῦ αὐτομάτως τὰ δεσμὰ σημαίνει, ὡς με‐ τανοήσας πάλιν λυθήσεται ἐκ τῶν τῆς ἁμαρτίας δεσμῶν. | |
26 | Οὐκ εὐχερὲς ὑπὸ πλάνης κατεχομένην μεταπεῖσαι ψυχήν. | |
27 | Καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ῥομφαίᾳ. Ὁ γὰρ μηκέτι ἐν πνεύματι Θεοῦ λαλῶν, ἀλλὰ κατέναντι νόμου Θεοῦ ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡς προφήτης, ἀλλ’ ὡς μάντις λογισθήσεται. Μὴ ἐμμείνας γὰρ | |
5 | τῇ τοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντε‐ | |
λάβετο μισθόν. | 509 |