TLG 2115 045 :: HIPPOLYTUS :: Fragmenta in Proverbia (e Pseudo–Anastasio Sinaïta) HIPPOLYTUS Scr. Eccl. Fragmenta in Proverbia (e Pseudo–Anastasio Sinaïta) frr. 37–61, 65, 67–72, 74–76 Cf. et 2115 013 Citation: Fragment — (line) | ||
37 | Τί ἐστιν ἡ σοφία ἡ οἰκοδομήσασα ἑαυτῇ οἶκον; Ἱππολύτου. [Χριστὸς ἡ τοῦ θεοῦ καὶ πατρὸς σοφία καὶ δύναμις, τὴν ἑαυτοῦ σάρκα. «Ὁ λόγος» γὰρ «σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν»]. | |
38 | «Καὶ ὑπήρεισε στύλους ἑπτά». Τὴν τοῦ ἁγίου πνεύματος ἑβδομάδα, ὥς φησιν Ἠσαΐας· «Καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν ἑπτὰ πνεύματα τοῦ θεοῦ». | |
39 | «Ἔσφαξε δὲ τὰ ἑαυτῆς θύματα». Τοὺς προφήτας κατὰ καιρὸν | |
ἀναιρουμένους παρὰ τῶν ἀπίστων ὑπὲρ τῆς ἀληθείας καὶ βοῶντας. «Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς». | 82 | |
40 | «Ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον». [Εἰς τὴν παρθένον τὴν ἑαυτοῦ θεότητα ἑνώσας τῇ σαρκί, ὡς οἶνον ἄκρατον, ὁ σωτὴρ ἐγεννήθη ἐξ αὐτῆς ἀσυγχύτως θεὸς καὶ ἄνθρωπος]. | |
41 | «Καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν». [Τὴν ἐπίγνωσιν τῆς τριάδος καταγγελλομένην]. | |
42 | «Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με». Τοὺς ἀποστό‐ λους εἰς τὸν σύμπαντα κόσμον, προσκαλουμένους πάντα τὰ ἔθνη εἰς τὴν ἐπίγνωσιν τοῦ θεοῦ. | |
43 | «Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν». Τοῖς μήπω κεκτημένοις | |
τὴν δύναμιν τοῦ ἁγίου πνεύματος. | 83 | |
44 | «Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν». [Τὴν θείαν αὐτοῦ σάρκα καὶ τὸ ἅγιον αὐτοῦ αἷμα δέδωκεν ἡμῖν ἐσθίειν καὶ πίνειν εἰς ἄφεσιν ἁμαρτιῶν]. | |
46 | «Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι». Τῇ ἁμαρτίᾳ· πορνεία, φθόνος, εἰδωλολατρεία. | |
47 | «Καὶ αὗται αἱ τρεῖς οὐκ ἐνεπίμπλασαν αὐτήν». Οὐ γὰρ ἐμπίπλαται, ἀεὶ διὰ τῶν πράξεων τούτων νεκροῦσα ἡ ἁμαρτία τὸν | |
ἄνθρωπον. | 84 | |
48 | «Ἡ δὲ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν». Ἡ κατὰ πάντων πονηρὰ ἐπιθυμία. Ὥσπερ γὰρ «ἓν μέν ἐστι τὸ σῶμα, ἔχει δὲ μέλη πολλά», οὕτω καὶ ἡ ἁμαρτία, μία οὖσα, πολλὰς καὶ ποικίλας ἐπιθυμίας ἔχει. Ὅθεν τοῦτο διδάξαι βουλόμενος διὰ παραδειγμάτων | |
5 | ἐπάγει λέγων· «Ἅιδης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γῆ μὴ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ». Ὃν γὰρ τρόπον ὁ ᾅδης οὐ διαλείπει δεχόμενος ψυχὰς ἀνθρώπων, οὐδὲ ὁ ἔρως τῆς ἁμαρτίας παύσεται ἐκπορνεύων καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων διαφθείρων. Τῆς δὲ αὐτῆς ἐννοίας ἔχονται ὅ τε | |
---|---|---|
10 | τάρταρος καὶ τὰ λοιπά. | 85 |
49 | «Ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός». Βλασφημοῦντα τὸν θεὸν καὶ πατέρα καὶ ἐξουθενοῦντα Χριστόν, τὴν τοῦ θεοῦ σοφίαν. | |
50 | «Ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων». Τὰ ἀκάθαρτα καὶ πονηρὰ πνεύματα, τὸ διορατικὸν τῆς ἀφροσύνης ὄμμα. | |
51 | «Καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν». Καταπάτημα ἔσονται τοῖς ποσὶ τῶν ἁγίων. | |
52 | «Τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι καὶ τὸ τέταρτον οὐκ ἐπι‐ γινώσκω· ἴχνη ἀετοῦ πετομένου». Τοῦ Χριστοῦ τὴν ἀνάληψιν. | |
53 | «Καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας». Ὁ διάβολος οὐχ εὗρεν | |
ἴχνος ἁμαρτίας ἐν τῷ σώματι τοῦ Χριστοῦ. | 86 | |
54 | «Καὶ τρίβους νηὸς ποντοπορούσης». Τῆς ἐκκλησίας ὡς ἐν πελάγει τῷ βίῳ τούτῳ, τῇ εἰς Χριστὸν ἐλπίδι διὰ τοῦ σταυροῦ κυ‐ βερνωμένης. | |
55 | «Καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι». Τοῦ ἐκ πνεύματος ἁγίου καὶ τῆς παρθένου γεγεννημένου. «Ἰδοὺ» γὰρ, φησίν, «ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ». | |
56 | «Τοιαύτη ὁδὸς μοιχαλίδος, ἥ, ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησι πεπραχέναι ἄτοπον». Τοιαύτη ἐστὶν ἡ ἀναστροφὴ τῆς ἐκκλησίας πιστευούσης Χριστῷ, ἥ, μετὰ τὸ πορνεῦσαι ἐν τοῖς εἰδώλοις, ἀποταξαμένη τούτοις καὶ τῷ διαβόλῳ καὶ ἀπολουσαμένη τὰς ἁμαρ‐ | 87 |
5 | τίας καὶ λαβοῦσα ἄφεσιν «οὐδέν φησι πεπραχέναι ἄτοπον». | |
57 | «Διὰ τριῶν σείεται ἡ γῆ». [Διὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος]. «Καὶ τὸ τέταρτον οὐ δύναται φέρειν». | |
58 | Τὴν ἐσχάτην ἐπιφάνειαν τοῦ σωτῆρος. | 88 |
59 | «Ἐὰν οἰκέτης βασιλεύσῃ». Ὁ Ἰσραὴλ ἐν Αἰγύπτῳ δοῦλος γενόμενος καὶ ἐν τῇ γῇ τῆς ἐπαγγελίας βασιλεύσας. | |
60 | «Καὶ ἄφρων πλησθῇ σιτίων». Τὴν γῆν ἐξ ἑτοίμου λαβὼν καὶ φαγὼν καὶ ἐμπλησθεὶς ἀπελάκτισεν. | |
61 | «Καὶ παιδίσκη ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν». Ἡ κυριοκ‐ | |
τόνος συναγωγὴ σταυρώσασα τὴν σάρκα τοῦ Χριστοῦ ἔξω τῆς πύλης. | 89 | |
65 | «Καὶ γυνὴ μισητὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ». Ἡ ἐξ ἐθνῶν ἐκκλησία τοῦ Χριστοῦ. | |
67 | «Τέσσαρά ἐστιν ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν· οἱ μύρμηκες, οἷς οὐκ ἔστιν ἰσχύς, ἑτοιμάζονται θέρους τὴν τροφήν». Τὰ ἔθνη διὰ τῆς εἰς Χριστὸν πίστεως ἑτοιμάζουσιν | |
ἑαυτοῖς τὴν αἰώνιον ζωὴν δι’ ἔργων ἀγαθῶν. | 90 | |
68 | «Καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, ἐποίησαν ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους». Τὰ ἔθνη ἐπὶ τῇ πνευματικῇ πέτρᾳ Χριστῷ ᾠκοδόμηνται, ἥτις «ἐγενήθη εἰς κεφαλὴν γωνίας». | |
69 | «Ἀβασίλευτον ἡ ἀκρὶς καὶ ἐκστρατεύει ἀφ’ ἑνὸς κελεύσματος εὐτάκτως». Ἀβασίλευτα ἦσαν τὰ ἔθνη· ὑπὸ τῆς ἁμαρτίας γὰρ ἐβασιλεύοντο· νῦν δὲ πιστεύσαντα τῷ θεῷ στρατεύονται τὴν ἐπου‐ ράνιον στρατείαν. | |
70 | «Ἀσκαλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὤν, οὗτος οἰκεῖ ἐν ὀχυρώμασι βασιλέων». Ὁ λῃστὴς ἐν τῇ ἐκτάσει τῶν χειρῶν τῷ σταυρῷ τοῦ Χριστοῦ ἐπερειδόμενος οἰκεῖ ἐν τῷ παρα‐ δείσῳ, τῷ ὀχυρώματι τῶν δύο βασιλέων [πατρὸς καὶ υἱοῦ καὶ | 91 |
5 | ἁγίου πνεύματος]. | |
71 | «Τρία ἐστὶν ἃ εὐόδως πορεύεται καὶ τὸ τέταρτον ὃ καλῶς διαβαίνει». Ἄγγελοι ἐν οὐρανοῖς, ἅγιοι ἐπὶ τῆς γῆς, ψυχαὶ δικαίων ὑπὸ γῆν. | |
72 | «Καὶ τὸ τέταρτον», ὁ θεὸς λόγος σαρκωθείς· διέβη καλῶς μήτραν παρθένου, ἀνάπλασιν τοῦ Ἀδὰμ ποιούμενος· διέβη ἐν κόσμῳ, | |
κῆρυξ ἀληθείας γενόμενος· διέβη ἐν ᾅδῃ, τὰς ψυχὰς τῶν πεπεδη‐ μένων λῦσαι τοῦ δεσμοῦ βουλόμενος· διέβη πύλας οὐρανῶν, | 92 | |
5 | ἀπαρχὴ ἀναστάσεως καὶ ἀναλήψεως πᾶσι γενόμενος. «Σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν». Χριστὸς ὁ ὑπὸ Ἰακὼβ ἐν τῷ Ἰούδᾳ προφητευόμενος. | |
74 | «Ἀλέκτωρ περιπατῶν ἐν θηλείαις εὔψυχος». Παῦλος ἐν ταῖς | |
ἐκκλησίαις προθύμως κηρύσσων τὸν λόγον τοῦ θεοῦ. | 93 | |
75 | «Τράγος ἡγούμενος αἰπολίου». Ὁ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ κόσμου σφαγιασθείς. | |
76 | «Καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει». Χριστὸς βασιλεύσας ἐπὶ τὰ ἔθνη, δημηγορεῖ διὰ προφητῶν καὶ ἀποστόλων τὸν λόγον | |
τῆς ἀληθείας. | 94 |