TLG 2115 044 :: HIPPOLYTUS :: Fragmenta in Proverbia (e cod. Coislin. 193) HIPPOLYTUS Scr. Eccl. Fragmenta in Proverbia (e cod. Coislin. 193) frr. 1–48, 52–79 Cf. et 2115 013 Citation: Fragment — (line) | ||
1 | Ἱππολύτου. «Γνῶναι σοφίαν καὶ παιδείαν». Ὁ γὰρ γνοὺς τὴν σοφίαν τοῦ θεοῦ λαμβάνει παρ’ αὐτοῦ καὶ παιδείαν, ἐκμανθάνων δι’ αὐτῆς τὰ τοῦ λόγου μυστήρια. Καὶ οἱ ἐπιγνῶντες τὴν ἀληθῆ καὶ ἐπουράνιον σοφίαν εὐκόλως νοήσουσι τοὺς σοφῶς ὑπ’ αὐτῆς | |
5 | λαλουμένους λόγους. | |
---|---|---|
2 | «Δέξασθαί τε στροφὰς λόγων». Τὰ γὰρ ἀντιστρόφως ἐν παραβολαῖς ὑπὸ τοῦ ἁγίου πνεύματος λελαλημένα, ταῦτα τοῖς πιστὴν καρδίαν ἔχουσι πρὸς τὸν θεὸν εὔγνωστα γίνεται· νοοῦσι γὰρ τὴν ἀληθῆ δικαιοσύνην διὰ Χριστοῦ καταγγελλομένην. | |
3 | «Καὶ κρίμα κατευθύνειν». Τουτέστι κρίνειν. | |
4 | «Ἵνα δῷ ἀκάκοις πανουργίαν». Τοῖς ἁπλῇ καὶ ἀκάκῳ καρδίᾳ | |
προσερχομένοις θεῷ. | 75 | |
5 | «Παιδὶ δὲ νέῳ». Οἵτινες νεάσαντες ὡς παιδία νήπια καὶ ἀναγεννήσεως διὰ Χριστὸν τυχόντες λαμβάνουσιν «αἴσθησιν καὶ ἔννοιαν» ἀγαθήν, καθὼς καὶ ὁ κύριος λέγει. «Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν | |
5 | οὐρανῶν». | |
6 | «Τῶνδε γὰρ ἀκούσας σοφὸς 〈σοφώτερος ἔσται〉». Τῶν γὰρ θείων λόγων κατακούων πᾶς ἄνθρωπος καὶ ποιῶν αὐτούς, σοφὸς ὑπάρχων σοφώτερος γίνεται, κυβερνώμενος καὶ φρουρούμενος ἀεὶ ὑπὸ τοῦ ἁγίου πνεύματος. «Ὁ γὰρ νοήμων», φησί, «κυβέρνησιν | |
5 | κτήσεται». | |
7 | «Νοῆσαί τε παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα». «Πνευματικὰ γὰρ πνευματικοῖς συγκρίνεται· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, μὴ γινώσκων ὅτι πνευματικῶς ἀνακρίνεται». Ὅσα | |
5 | γὰρ διὰ παραβολῆς καὶ σκοτεινῶς τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶν προφητῶν ἐλάλησε, ταῦτα τοῖς μετόχοις καὶ κοινωνοῖς τοῦ ἁγίου πνεύματος ὑπάρχουσιν εὔγνωστα γίνεται, ὑπ’ αὐτοῦ τοῦ πνεύματος ἐκδιδασκόμενα. Ἀσφράγιστος γὰρ καὶ ἀκυβέρνητος τὰς θείας γραφὰς ἐπιγνῶναι οὐ δύναται· «Φόβος γὰρ κυρίου ἀρχὴ αἰσθήσεως». | |
10 | Παραβολὴ δέ ἐστιν ὡς τὸ «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ». | |
8 | «Ἄκουε, υἱέ, παιδείαν πατρός σου». Τουτέστι τοῦ θεοῦ καὶ | |
πατρὸς τῶν ὅλων. | 76 | |
9 | «Καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου». Θεσμοὺς μητρός, τῆς σε ἀναγεννησάσης σοφίας, ἥτις ὡς μήτηρ καὶ τιθηνὸς ἡμῶν γίνεται, γαλουχοῦσα ἡμᾶς καὶ ἀνατρέφουσα ἐν τοῖς λόγοις καὶ ταῖς ἐντολαῖς τοῦ θεοῦ. | |
10 | «Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ». Ἐὰν γὰρ τηρήσῃς ἐν καρδίᾳ πιστῇ τὸν νόμον τοῦ πατρός σου καὶ φυλάξῃς τὰς ἐντολὰς τῆς μητρός σου, «στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον». Πότε, ἀλλ’ ἢ ἐν τῇ ἀναστάσει τῶν δικαίων ἐν τῇ ἐπου‐ | |
5 | ρανίῳ καὶ ἀφθάρτῳ βασιλείᾳ δοξαζόμενος καὶ στεφανούμενος ὑπὸ Χριστοῦ, ἐὰν ἀξίως τοῦ στεφάνου ἀγωνίσῃ; Οὐδεὶς γὰρ ἀθλητὴς στεφανοῦται, ἐὰν μὴ ἐγκρατῶς καὶ νομίμως ἀθλήσῃ. | |
11 | «Μή σε πλανήσωσιν ἀσεβεῖς ἄνδρες». Τὰ συμβάντα ἐπὶ Χριστῷ μυστήρια διὰ Ἰουδαίων φησὶ καὶ πῶς «κοινὸν βαλάντιον» ἐκτήσατο Ἰούδας τοῖς Ἰουδαίοις, λακήσας μέσος. | |
12* | «Καὶ μαρσίππιον 〈ἓν γενηθήτω ἡμῖν〉». Δοχεῖον. | |
13* | «Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα». Οὐ γὰρ εἰς μάτην ἡτοίμασται ἡ κρίσις τοῦ πυρός. | |
14* | «Αὐτοὶ γὰρ οἱ αἱμάτων μετέχοντες». Οὐχ οἱ πράττοντες μόνον. | |
15* | «Ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή». Ἄνομός ἐστιν ὁ μὴ εἰδὼς τὸν νόμον, παράνομος δὲ ὁ παραβαίνων τοῦτον. | 77 |
16* | «Τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται». Ἀσέβεια λέγεται ποτὲ μὲν ἡ περὶ θεοῦ ψευδὴς δόξα, ποτὲ δὲ ἡ ὁπωσδήποτε ἁμαρτία, ὡς τὸ «Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς», ἀντὶ τοῦ ἁμαρτωλοῦ. | |
17* | «Οἱ δὲ ἄφρονες τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν». «Εὐσέβεια» γὰρ «εἰς θεὸν ἀρχὴ αἰσθήσεως». | |
18 | «Κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι». Τοῖς ἀπίστοις καὶ ἀπειθοῦσι τῷ ὀνόματι αὐτοῦ ἠπείλησεν. Οὕτω καὶ ὁ Δαυίδ. «Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς». | |
19 | «Ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι». Τὸ αὐτὸ καὶ Ἠσαΐας φησίν· «Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ’ ὑμῶν». | |
20 | «Ζητήσουσί με κακοὶ καὶ οὐχ εὑρήσουσι». Οἱ γὰρ ἀπίστως καὶ ἐν ὑποκρίσει καρδίας ζητοῦντες τὸν Χριστὸν δίκαιοι ἐν αὐτῷ εὑρεθῆναι οὐ δύνανται, διὰ τὸ μὴ ζητεῖν ὡς δεῖ καὶ ὅτε δεῖ. | |
21 | «Υἱέ, μή σε καταλάβῃ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη». Βουλὴν κακὴν τὸν διάβολον λέγει, ἥτις βουλὴ τὸν Ἀδὰμ καταλαβοῦσα ἀπέλιπεν αὐτὸν τῆς νέας καὶ οὐ παλαιουμένης μαθήσεως τοῦ θεοῦ. «Διαθήκην» δὲ | 78 |
5 | «θείαν ἐπιλελησμένην» λέγει ἣν Ἀδὰμ καὶ Νῶε, Ἀβραὰμ καὶ Μωυσεῖ 〈...〉 ἐν εὐαγγελίοις Χριστὸς ἐπηγγείλατο τοῖς ὅσοι νικῶσι τὸν διάβολον ἀποδώσειν, ἣν καὶ ἄγγελοι ἐπιθυμοῦσιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅταν ἔλθῃ. | |
22 | «Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου 〈θησαυρούσ〉». Καθὼς καὶ ὁ κύριος λέγει. «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας, ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπραχε πάντα ὅσα | |
5 | εἶχε καὶ ἠγόρασεν αὐτόν». Ὑπὲρ γὰρ πάντα πλοῦτον κοσμικὸν διαφορώτερός ἐστιν ὁ λόγος τοῦ θεοῦ, διαμένων ἐν τῇ δόξῃ τοῦ πατρός, τιμιώτερος ὢν λίθων πολυτίμων, τουτέστι προφητῶν τε καὶ ἀποστόλων. | |
23 | «Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάξει». Τουτέστι τῇ αἱρέσει καὶ τῇ εἰδωλολατρείᾳ ἤτοι φαύλοις καὶ ματαίοις ῥήμασι. Τὸ δὲ «μέλι γὰρ ἀποστάξει» τοῦτό ἐστι· τοῖς γὰρ κενοῖς καὶ ἀπατηλοῖς ῥήμασι μέλι ἐπαγγελλομένη καὶ τῶν μικρῶν στερίσκειν | |
5 | πειρᾶται. | 79 |
24 | «Ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα». Ἥτις, πρὸς ἡδονὴν καρδίας ὁμιλοῦσα καὶ ἐπιθυμίᾳ σαρκὸς συγχωροῦσα, δοκεῖ πρὸς ὥραν γλυκαίνειν τὸν ἄνθρωπον. Ἀλλ’ «ὕστερον», φησί «πικρότερον χολῆς εὑρίσκει καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου». | |
5 | «Γίνεται» γάρ, φησί, «τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων» εἰς κρίσιν ἐρχόμενα, ἥτις ἐστὶν ὡς μάχαιρα ὀξεῖα ἐξερευνῶσα καὶ «τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ». | |
25 | «Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θάνατον εἰς τὸν ᾅδην». Οἱ γὰρ ἄφρονες καὶ τῇ πλάνῃ συντρέ‐ χοντες καὶ συναιρόμενοι, συμποδιζόμενοι ὑπ’ αὐτῆς, κατάγονται μετὰ θάνατον εἰς τὸν ᾅδην. | |
26 | «Τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται». Ἡ γὰρ πλάνη ἐπὶ τῇ ἀληθείᾳ οὐχ ἥδρασται οὐδὲ ὁδοὺς ζωῆς πατῆσαι δύναται, πάντοτε ῥεμβομένη καὶ πολλοῖς ἀνέμοις δονουμένη. | |
27 | «Μακρὰν ποίησον ἀπ’ αὐτῆς σὴν ὁδόν». Μὴ συναναστρέφου τοῖς τῆς αἱρέσεως δόγμασιν. | |
28 | «Μηδὲ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς». Τουτέστι τῇ ποικιλίᾳ ὧν ἑαυτῇ περιεποιήσατο θεσμῶν. | |
29 | «Ἵνα μὴ προῇ ἄλλοις ζωήν σου». Τοῖς τὴν ἀλήθειαν φρονοῦσι καὶ ζωὴν αἰώνιον κληρονομεῖν ἐπιθυμοῦσι. | |
30 | «Καὶ μεταμεληθεὶς ἐπ’ ἐσχάτων, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου». Ἡνίκα παραγίνηται ὁ ἀπαιτῶν καὶ καταλείπῃς τὸ σῶμά σου ἀναλυόμενον ἐν τῇ γῇ· «ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομο‐ | |
λογήσεταί σοι;». | 80 | |
31 | «Ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ». Πορεύθητι «πρὸς τὸν μύρμηκα», τουτέστι πρὸς τὸ ἔθνος τὸ ἐξουδενωμένον ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ἐλπίδα δὲ εἰς Χριστὸν κεκτημένον. | |
32 | «Καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος». [Μίμησαι τὴν καλὴν πολιτείαν αὐτοῦ «καὶ γενοῦ σοφώτερος», ὅς, «γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων, ἑτοιμάζεται θέρους τὴν τροφήν»]. Ἄλλως. Ὃς μηδεμίαν | |
5 | ἐλπίδα ἐν κόσμῳ κεκτημένος, μηδὲ ἀπατώμενος ὑπὸ θέας τῶν ἐν τῷ βίῳ πραττομένων ἀνομημάτων, μηδὲ βιαζόμενος ὑπό τινος, ἀλλ’ ἑκὼν καὶ προαιρέσει καρδίας πιστεύων τῷ θεῷ, ἑτοιμάζεται δι’ ἔργων ἀγαθῶν τὴν αἰώνιον ζωήν. | |
33 | «Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν». Ἢ πρόσδραμε τῇ ἐκκλησίᾳ καὶ μάθε τὰ τοῦ φωτὸς ἔργα ἐν αὐτῇ γινόμενα. | |
34 | «Τήν τε ἐργασίαν αὐτῆς ὡς σεμνὴν ἐμποιεῖται». Τὴν δὲ πολιτείαν αὐτῆς ὡς σώφρονα καὶ ἁγνὴν ἐπιδεικνυμένη. | |
35 | «Ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται». Ἧς τὰς ἐντολὰς πλούσιοι καὶ πένητες πρὸς σωτηρίαν ἑαυτῶν λαμβάνουσιν. | |
36 | «Καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής». Καίπερ οὖσα ἐν κόσμῳ | |
εὐτελής, ἀλλ’ εἰς Χριστὸν πιστεύσασα προήχθη. | 81 | |
37 | «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον». Ἱππολύτου· Τὴν νέαν Ἱερουσαλὴμ καὶ ἁγίαν σάρκα. | |
38 | 〈«Καὶ ὑπήρεισε〉 στύλους ἑπτά». Τὴν ἑβδομάδα τοῦ ἁγίου πνεύματος ἐπ’ αὐτῷ ἀναπαυομένην ἐσήμανε, καθὼς Ἠσαΐας μαρτυρεῖ λέγων .... | |
39 | «Ἔσφαξε τὰ ἑαυτῆς θύματα». Τοὺς μακαρίους προφήτας κατὰ καιρὸν ἀναιρουμένους ὑπὸ τῶν ἀπίστων, καθὼς λέγει. «Ὅτι | |
ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν». | 82 | |
40 | «Ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον». Ἔδωκεν ἐν τῇ ἐκκλησίᾳ τὸ ἅγιον πνεῦμα ὡς οἶνον. | |
41 | 〈«Καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν»〉. Τράπεζαν δὲ τὴν ἀλήθειαν λέγει διὰ τῶν ἁγίων προφητῶν. | |
42 | «Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους». Τοὺς ἀποστόλους εἰς τὸν σύμπαντα κόσμον προσκαλουμένους πάντα τὰ ἔθνη εἰς τὴν γνῶσιν τοῦ θεοῦ. | |
43 | «Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν». Τοῖς μήπω κεκτημένοις | |
τὴν δύναμιν τοῦ ἁγίου πνεύματος. | 83 | |
44 | «Ἔλθετε, φάγετε». Δεῦτε, ἐπίγνωτε τὴν ἀληθῆ καὶ εὐθεῖαν ὁδὸν καὶ πίετε οἶνον καὶ λάβετε πνεῦμα ἅγιον ὡς οἶνον. | |
45 | «Ἀπολείπετε ἀφροσύνην». Ἐκκλίνατε τὰς ὁδοὺς τῆς ἀγ‐ νωσίας καὶ ἐπίγνωτε τὴν αἰώνιον ζωήν. | |
46 | «Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι». Τῇ βδέλλῃ ἤγουν τῇ ἁμαρτίᾳ· θυγατέρες πορνεία, φθόνος, εἰδωλολατρεία. | |
47 | «Καὶ οὐκ ἐνεπίμπλασαν αὐτήν». Οὐ γὰρ πίμπλαται αὕτη ἀεὶ διὰ τούτων τῶν πράξεων νεκροῦσα ἡ ἁμαρτία τὸν ἄνθρωπον, | |
μηδέποτε ἠλλοιωμένη, ἀλλὰ πάντοτε ἐπαύξουσα. | 84 | |
48 | «Ἡ γὰρ τετάρτη, φησίν, οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν». Τετάρ‐ την δὲ λέγων τὴν κατὰ πάντων ἐπιθυμίαν ἐσήμανεν. Ὥσπερ γὰρ ἓν μέν ἐστι τὸ σῶμα, μέλη δὲ πολλὰ ἔχει, οὕτω καὶ ἡ ἁμαρτία, μία οὖσα, πολλὰς καὶ ποικίλας ἐπιθυμίας ἐν ἑαυτῇ ἔχει, δι’ ὧν | |
5 | ἐπίβουλος τῷ ἀνθρώπῳ γίνεται. Ἐκ παραδειγμάτων δέ φησιν· «Ἅιδης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ». Ὃν γὰρ τρόπον ὁ ᾅδης οὐ διαλείπει δεχόμενος ψυχὰς [ἀνόμων] ἀνθρώπων, οὐδὲ ὁ ἔρως τῆς ἁμαρτίας, ὡς γυναικός, παύσεται ἐκπορνεύων, προδότης | |
10 | τῆς ἑαυτοῦ ψυχῆς ὥς τις γενόμενος. Τάρταρος δὲ ἀεὶ ἐν λυγρώ‐ δει καὶ ζοφώδει τόπῳ ὑπάρχων οὐ καταλάμπεται ὑπὸ ἀκτῖνος φωτός· οὕτως ἐστὶ πᾶς ὁ ἐν παντὶ πάθει σαρκὸς τῇ ἁμαρτίᾳ δουλεύων ὡς γῆ μὴ ἐμπιπλαμένη ὕδατος, μηδέποτε εἰς ἐξομολόγησιν καὶ λουτρὸν παλιγγενεσίας ἐλθεῖν δυνάμενος, ὡς ὕδωρ καὶ πῦρ μὴ | |
15 | λέγοντα Ἀρκεῖ. | 85 |
52 | «Τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσ‐ κω· ἴχνη ἀετοῦ πετομένου». Ἐν τούτοις διδάσκει ἡμᾶς τὰ περὶ Χριστοῦ μυστήρια· «ἴχνη ἀετοῦ πετομένου», τοῦ ἐπουρανίου λόγου ὡς ἀετοῦ ἐν μέσῳ οὐρανῶν ἱπταμένου καὶ εἰς οὐρανοὺς ἀνερχομένου, | |
5 | καθὼς καὶ Μωυσῆς φησι· «Κύριος μόνος ἦγεν αὐτοὺς καὶ οὐκ ἦν μετ’ αὐτῶν θεὸς ἀλλότριος. Ἐπὶ τῶν μεταφρένων αὐτοῦ ἐβάστασεν αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν πτερύγων αὐτοῦ, ὡς ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ». | |
53 | «Καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτραν». Ὃν γὰρ τρόπον ὄφις ἐπὶ πέτραν ἰχνοποιῆσαι οὐ δύναται, οὕτως οὐδὲ ὁ διάβολος ἐπὶ σῶμα Χριστοῦ ἁμαρτίαν ἠδυνήθη εὑρεῖν. Λέγει γὰρ ὁ κύριος· «Ἰδοὺ | |
ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν». | 86 | |
54 | «Καὶ τρίβους νηὸς ποντοπορούσης». Καθὼς γὰρ ναῦς δια‐ πλέουσα ἐν τῷ πελάγει ἴχνη καὶ ὁδοὺς οὐ καταλείπει, οὕτως οὐδὲ ἡ ἐκκλησία, ἐν κόσμῳ πολιτευομένη ὡς ἐν πελάγει, καταλείπει τὴν ἰδίαν ἐλπίδα ἐπὶ τῆς γῆς, ἔχουσα τὴν ζωὴν «ἀποκειμένην ἐν τοῖς | |
5 | οὐρανοῖς». | |
55 | «Καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι». Τίνος, ἀλλ’ ἢ τοῦ ἐκ πνεύ‐ ματος ἁγίου καὶ παρθένου γεγεννημένου, ὃς τὸν «τέλειον ἄνθρωπον» ἀνανεώσας ἐν κόσμῳ ἐπιτελεῖ τὰς δυνάμεις, «ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου», ὡς καὶ ὁ εὐαγγελιστὴς μαρτυρεῖ· «Ἦν δὲ | |
5 | ὁ Ἰησοῦς ἀρχόμενος ὡς ἐτῶν τριάκοντα». Τοῦτο οὖν τὸ νέον καὶ ἀκμαῖον τῆς ἡλικίας· ὃς διοδεύων κατὰ πᾶσαν πόλιν καὶ χώραν ἰᾶτο τὰς νόσους καὶ τὰς ἀσθενείας τῶν ἀνθρώπων. | |
56 | «Τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἥ, ὅταν πράξῃ, ἀπονιψα‐ μένη οὐδέν φησι πεπραχέναι ἄτοπον». Τοιαύτη ἐστὶν ἡ ἀναστροφὴ τῆς ἐκκλησίας· πιστεύουσα Χριστῷ μετὰ τὸ ἐκπορνεῦσαι ἐν τοῖς εἰδώλοις, ἀποταξαμένη τούτοις καὶ τῷ διαβόλῳ, ἀπολουσαμένη τὰς | 87 |
5 | ἁμαρτίας καὶ λαβοῦσα ἄφεσιν τῶν παραπτωμάτων, «οὐδέν φησι πεπραχέναι ἄτοπον». | |
57 | «Διὰ 〈τριῶν〉» [Πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος] «σείεται ἡ σύμπασα γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν». Ἦλθε γὰρ τὸ μὲν πρῶτον διὰ νόμου διδάσκων, δεύτερον διὰ προφητῶν τὰ μέλλοντα προκηρύττων, τρίτον δὲ διὰ τοῦ εὐαγγελίου | |
5 | ἑαυτὸν φανερῶς ἐπιδεικνύς. | |
58 | Τέταρτον «κριτὴς ζώντων καὶ νεκρῶν» ἐρχόμενος, οὗ τὴν δόξαν σύμπασα κτίσις οὐ μὴ βαστάξῃ. Ἵνα οὖν διδάξῃ ἡμᾶς ὁ μακάριος Σολομὼν τὸ προκείμενον ἐπήνεγκε λέγων· «Ἐὰν | |
οἰκέτης βασιλεύσῃ καὶ ἄφρων πλησθῇ σιτίων καὶ παιδίσκη ἐὰν | 88 | |
5 | ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, καὶ γυνὴ μισητὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγα‐ θοῦ» | |
59 | «Ἐὰν οἰκέτης», φησί, «βασιλεύσῃ». Τίς ἢ ὁ λαὸς τῶν υἱῶν Ἰσραήλ; Οἰκέτης ἐν γῇ Αἰγύπτῳ γενόμενος καὶ οὕτως βασιλεύσας ἐν τῇ ἰδίᾳ γῇ κατεστρηνίασε τοῦ Χριστοῦ. | |
60 | «Καὶ ἄφρων πλησθῇ σιτίων» «Ἔφαγε» γὰρ «καὶ ἐνεπλήσθῃ καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». | |
61 | «Καὶ παιδίσκη ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν». Τουτέστιν ἡ ἐπίγειος Ἱερουσαλήμ· παιδίσκη πάντων ἐθνῶν γεγενημένη ἐξέβαλε τὴν ἑαυτῆς κυρίαν, τὴν ἁγίαν σάρκα κυρίου, κυριοκτόνος γενομένη. | |
62 | «Καὶ γυνὴ μισητὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ». Τίς οὖν μισητή, ἀλλ’ ἢ ἡ συναγωγὴ ἡ μὴ ἀγαπήσασα τὸν Χριστόν, τὸν παρθενικὸν ἄνδρα αὐτῆς, ἀλλ’ ἀεὶ ῥεμβομένη περὶ τὰ εἴδωλα, πορνεύουσα ἐν αὐτοῖς; Λέγει γὰρ διὰ τοῦ προφήτου· «Ἐμοίχευσε τὸ ξύλον καὶ | |
5 | τὸν λίθον ἡ ἀσύνετος Ἰουδαία. | 89 |
63 | «Ἐὰν οἰκέτης βασιλεύσῃ». Ὁ ἐξ ἐθνῶν λαός, δοῦλος ὢν τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου τὸ πρότερον. Οὕτως «Ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς». | |
64 | «Καὶ ἄφρων πλησθῇ σιτίων». Τῶν τῆς ζωῆς. | |
65 | «Καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ». Ὅ ἐστι πόρνη· πόρνη γὰρ ἦν ἡ ἐξ ἐθνῶν ἐκκλησία ὀπίσω θεῶν ἀλλοτρίων πορευομένη. | |
66 | «Καὶ οἰκέτις 〈ἐὰν〉 ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν». Ἡ τῶν ἐθνῶν ἐκκλησία, τὴν συναγωγὴν οὖσαν κυρίαν· ταύτης γὰρ ὁ νόμος καὶ οἱ προφῆται δέονται. | |
67 | «Τέσσαρα δέ ἐστιν ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν· οἱ μύρμηκες, οἷς οὐκ ἔστιν ἰσχὺς καὶ ἑτοιμά‐ ζονται θέρους τὴν τροφὴν αὐτῶν». Τὰ ἔθνη φησὶν «οἷς οὐκ ἔστιν ἰσχύς»· καὶ θησαυρίζουσιν ἑαυτοῖς δι’ ἔργων ἀγαθῶν τὴν αἰώνιον | |
5 | ζωήν. | 90 |
68 | «Καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους». Τίνες οἱ χοιρογρύλλιοι, ἀλλ’ ἢ ἡμεῖς, οἳ ἐοίκαμέν ποτε χοίροις, ἐν πάσῃ ῥυπαρίᾳ τοῦ κόσμου ἀναστρε‐ φόμενοι; Νυνὶ δὲ πιστεύσαντες Χριστῷ ἐποικοδομοῦμεν τοὺς ἑαυτῶν | |
5 | οἴκους ἐπὶ τὴν ἁγίαν σάρκα Χριστοῦ ὡς ἐπὶ πέτραν. | |
69 | «Ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς καὶ ἐκστρατεύει ἀφ’ ἑνὸς κελεύσ‐ ματος εὐτάκτως». Ἀκρίδι ἀπεικάζει τὰ πρώην ἄπιστα ἔθνη· οἵ ποτε μὲν ἀφίπταντο καὶ ἀπεπήδων ἀπὸ τοῦ Χριστοῦ, νυνὶ δὲ διὰ τῆς αὐτοῦ κελεύσεως καὶ κλήσεως τοῦ Χριστοῦ καὶ τῆς εἰς αὐτὸν | |
5 | ὁμολογίας, ὁσίως καὶ καλῶς στρατευόμεθα τῷ ἐπουρανίῳ βασιλεῖ, ἐπίγειον βασιλέα μὴ κεκτημένοι. | |
70 | «Καὶ ἀσκαλαβώτης χερσὶν ἐρειδόμενος τοίχῳ καὶ εὐάλωτος ὤν, 〈κατοικεῖ〉 ἐν ὀχυρώμασι βασιλέων». Οἱ ποτὲ μὲν ἡμεῖς ὡς ἀσκαλαβῶται καὶ ἰοβόλα θηρία διὰ τὴν ἀπιστίαν ὑπάρχοντες, νῦν εὐάλωτοι ἐν κόσμῳ ὄντες, ἐπερειδόμεθα διὰ τῆς ἐκτάσεως τῶν | 91 |
5 | χειρῶν, ἐπὶ τὴν ἁγίαν σάρκα τοῦ Χριστοῦ ὡς ἐπὶ τοῖχον ἐνοικοῦντες, ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ. | |
71 | «Τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται καὶ τὸ τέταρτον ὃ καλῶς διαβαίνει». Καὶ τίνα ταῦτα, ἀλλ’ ἢ ἄγγελοι ἐν οὐρανῷ, προφῆται ἐπὶ γῆς, ψυχαὶ δικαίων ἐν ὅροις ὑπὸ θεοῦ τεταγμένοις; Ταῦτα οὖν ἐστι τὰ εὐόδως πορευόμενα καὶ ὑπὸ Χριστοῦ πεμπόμενα. | |
72 | «Καὶ τὸ τέταρτον ὃ καλῶς διαβαίνει» τὸν ἐπουράνιον θεὸν λόγον ἐσήμανε, τὸν τέταρτον ἐν καμίνῳ πυρὸς εὑρισκόμενον καὶ | |
ὑπὸ Ναβουχοδονόσορ προσκυνούμενον καὶ ἐν Χερουβὶμ τετρα‐ μόρφων ζώων προστυπούμενον. «Καλῶς», φησί, «διαβαίνει». Διέβη | 92 | |
5 | γὰρ οὐρανοὺς ὁ ἀόρατος 〈ὁρατὸσ〉 πᾶσι γενόμενος· διέβη μήτραν παρθένου, καινὴν ἀνάπλασιν τοῦ Ἀδὰμ ποιούμενος· διέβη κόσμον, κῆρυξ ἀληθείας γενόμενος· διέβη καὶ ἐν ᾅδου, τὰς ψυχὰς τῶν πολλῶν φωτίσαι βουλόμενος· διέβη πύλας οὐρανῶν, ἀπαρχὴ ἀναστάσεως πᾶσι γενόμενος. Ἵνα δὲ δείξῃ περὶ τίνος λέγει, ἐπήνεγκεν εἰπών· | |
10 | «Σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν». Τίς ἂν οὗτος, ἀλλ’ ἢ ὁ ἐξ Ἰούδα σκύμνος, ὁ ὑπὸ Ἰακὼβ προφητευόμενος καὶ ὑπὸ Ματθαίου ἐν εὐαγγελίῳ κηρυττόμενος καὶ ὑπὸ Σαμψὼν ἐν ἀμπελῶνι ἀναιρού‐ μενος; | |
73 | «Ὃς οὐκ ἀναστρέφεται οὐδὲ καταπτήσσει κτῆνος». Ὁ Χριστὸς γὰρ «ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος». Λέγεται δὲ ὁ λέων κοιμώμενος μὴ θροεῖσθαι, μέγα πεποιθὼς ἐν ἰσχύϊ. | |
74 | «Καὶ ἀλέκτωρ ἐμπεριπατῶν ἐν θηλείαις εὔψυχος». Οὗτος ἦν ὁ ἀπ’ ἀρχῆς διυπνίζων τὰς καρδίας τῶν ἀνθρώπων καὶ τὴν ἡμέραν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας διὰ πολλῶν προμηνύων καὶ τὸ σκότος ἐκθλίβων καὶ τὸ φῶς τὸ αἰώνιον πᾶσι φανερῶς ἐπιδεικνύων. «Ἐμπε‐ | |
5 | ριπατῶν ἐν θηλείαις εὐψύχως», τουτέστιν ἐν ταῖς ἐκκλησίαις εὐψύχως καὶ γενναίως, ὥς φησιν· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας | |
ἕως τῆς συντελείας τοῦ αἰῶνος». | 93 | |
75 | «Καὶ τράγος ἡγούμενος αἰπολίου» Οὗτος γάρ, φησίν, ἐστὶν ὁ ὑπὲρ ἁμαρτίας κόσμου σφαγεὶς καὶ ὡς θῦμα προσαχθεὶς καὶ ὡς ἐρήμῳ εἰς ἔθνη πεμφθεὶς καὶ κόκκινον ἔριον ἐπὶ κεφαλὴν ὑπὸ τῶν ἀπίστων στεφανωθεὶς καὶ ἀνθρώπων λύτρον γεννηθεὶς καὶ ζωὴ πάντων | |
5 | δειχθείς. | |
76 | «Καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει». Ὁ ὑπὸ Ἠσαΐου προ‐ φητευθείς· «βασιλέα» γάρ, φησί, «μετὰ δόξης ὄψεσθε». Οὗτος ὁ δημηγορῶν ἐν ἔθνει πιστῷ καὶ παρρησίᾳ δι’ εὐαγγελίων ὁμιλῶν. | |
77 | «Τούτου ἄμελγε γάλα καὶ ἔσται βούτυρον». Ἄμελγε πιστῶς τὰς δύο διαθήκας τοῦ Χριστοῦ καὶ εὑρήσεις ἐντολὰς ὡς γάλα, ἵνα τρεφόμενος ἐν αὐταῖς εἰς πιστὸν τέλειον ἄρτον καταντῆσαι δυνηθῇς. | |
78 | «Ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα». Ἐὰν δὲ ἀπίστως καὶ κακοήθως τὰ περὶ Χριστοῦ ζητῇς, τραπήσεταί σοι τὸ γάλα εἰς αἷμα, ἄχρηστον εἰς βρῶσιν τοῦτό σοι γινόμενον. | |
79 | «Ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι». Οἱ γὰρ φιλεριστοῦντες καὶ εἰς λογομαχίας ἀσκοῦντες καὶ τὴν ἀλήθειαν | |
ἐξουθενοῦντες, οὗτοι κρίσει ὑπεύθυνοι ἔσονται. | 94 |