TLG 2115 043 :: HIPPOLYTUS :: De universo (fragmenta)

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

De universo (fragmenta)

Source: Malley, W.J. (ed.), “Four unedited fragments of the ‘De universo‘ of the Pseudo–Josephus found in the Chronicon of George Hamartolus (Coislin 305)” [Journal of Theological Studies, n.s. 16] 1965: 15–16.

Cf. et 2115 042, 058, X05

Citation: Fragment — (line)

n

Ὁμοίως δὲ καὶ Ἰώσηπος ἐν τοῖς Καθ’ Ἑλλήνων φησίν·

1

Οὐ συγχωρητέον οὖν οἷς τὸ πολὺ τῶν δαιμόνων σκοτοφυὲς πνεῦμα ἐνεῖρκται ἐν ψυχαῖς, πολλὴν θεῶν γένεσιν καὶ ἀναρίθμητον φανταζο‐ μένοις οὐσίαν, κατά γε τὴν Ἡσιόδου Θεογονίαν καὶ Ὁμήρου ματαιο‐ λογίαν· οἷς, εἰ μὴ θέλοιεν δοκεῖν πείθεσθαι οἱ καθ’ Ἕλληνας φιλόσοφοι
5ἐπαγγελλόμενοι, ἀλλά γε διὰ τοῦ σέβειν τὰ ὑπ’ αὐτῶν μεμυθευμένα συνῄραντο.

2

Ἀλλ’ ἐπειδὴ πολλοὶ λίαν οἱ παρ’ Ἕλλησι περὶ Θεοῦ λέγειν ἐπαγγελ‐ λόμενοι, Θεὸν δὲ τὸ καθ’ ὅλου μὴ ἐγνωκότες, οὐχὶ δὲ καὶ ἐξειπόντες ....

3

Εἷς δὲ ὁ τούτων παρὰ πᾶσι σοφώτερος κριθεὶς νενόμισται Πλάτων· ὃς καὶ περὶ Θεοῦ καὶ ψυχῆς καὶ κτίσεως ἐπεχείρησε λέγειν. Πρὸς τοῦτον ἡμῖν ἡ ἅμιλλα γινέσθω τῶν λόγων, τὸν καὶ πάντων νομιζό‐ μενον παρ’ Ἕλλησι θεοσεβέστατόν τε καὶ ἀληθέστερον. Οὗ φανέντος
5ἠγνοηκέναι Θεὸν καὶ τὴν τούτου δημιουργίαν, ἀνάγκη τοὺς λοιποὺς συγχωρεῖν εἰς μορμολύκεια συμφύρεσθαι καὶ τερατεύεσθαι· καὶ οὕτως ἡμεῖς ἐπιδείξομεν τίς Θεὸς ἀληθινὸς καὶ ἡ τούτου δημιουργία. Θεὸν μὲν γὰρ ἐπεχείρησεν εἰπεῖν εἰς πάντας ἄρρητον Πλάτων, ἀεὶ ὄντα, γένεσιν δὲ οὐκ ἔχοντα· ὃν ἐξ ἀκοῆς ὑπονοήσας, μὴ μαθὼν ἐπεχείρησε
10διηγήσασθαι. Οὗ τὴν μὲν προαίρεσιν ἀποδεχόμενος Θεὸν ζητήσαντος, τὴν ὑπερηφανίαν δὲ καὶ αὐταρέσκειαν οὐκ ἐπαινῶ μαθεῖν μὴ θελήσαντος· ὃς ὑπὸ τῆς ἀληθείας βιασθεὶς παρ’ οὗ ταῦτα ἦν ἀκηκοὼς ἱερέως ἐν Αἰγύπτῳ ἀπήγγειλε τοῖς ἰδίοις ἐπανήξας εἰς τὴν λάλον Ἑλλάδα ὡς ἴδια, οὐκ ἐπιζητήσας πόθεν παραλαβὼν ὁ Αἰγύπτιος ἱερεὺς ἀπήγγειλε
15Σόλωνι τῷ φιλοσόφῳ, καθὼς ἐν τῷ Τιμαίῳ διαμέμνηται· καὶ ταῦτα φάμενος ὅσα ἐκ παρακουσμάτων ἦν εἰληφὼς τοῖς τὰ πρῶτα περὶ Θεοῦ μανθάνουσιν, ὡς μεγάλα τῷ Σόλωνι διηγήσατο περί τε κατακλυσμοῦ
τοῦ πρώτου καὶ ἐκπυρώσεως μερικῆς ἐν Σοδόμοις. Οἷς καταπλαγεὶς ὁ Σόλων ὡς μεγάλα καὶ θαυμάσια κατὰ πᾶσαν τὴν Ἑλλάδα κηρύσσει15
20κατὰ τὴν τοῦ ἱερέως καὶ τοῦ Πλάτωνος ὑπόθεσιν. Οἷς εἰ ἐβούλετο Πλάτων μὴ φιλοδόξως ἀλλὰ θεοσεβῶς ....

4

Καὶ κριτὴν πάντων ἴσμεν δικαίων τε καὶ ἀδίκων ἔν τε τῷ παρόντι βίῳ καὶ ἐν τῷ μέλλοντι· ἐν ᾧ δὴ καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ δικαίως καὶ ἀπροσωπολήπτως. Δίκαιος γάρ ἐστιν καὶ δικαιο‐
σύνας ἠγάπησεν.16