TLG 2115 042 :: HIPPOLYTUS :: De universo

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

De universo

Source: Holl, K. (ed.), Fragmente vornicänischer Kirchenväter aus den Sacra Parallela [Texte und Untersuchungen 20] Leipzig: Hinrichs, 1899: 137–143.

Cf. et 2115 043, 058, X05

Citation: (Line)

1καὶ οὗτος μὲν ὁ περὶ δαιμόνων λόγος. περὶ δὲ ᾅδου ἐν ᾧ συνέχονται ψυχαὶ δικαίων τε καὶ ἀδίκων ἀναγκαῖον εἰπεῖν.
ὁ ᾅδης τόπος ἐστὶν ἐν τῇ κτίσει ἀκατασκεύαστος, χωρίον ὑπόγειον, ἐν ᾧ φῶς κόσμου οὐκ ἐπιλάμπει. φωτὸς τοίνυν137
5ἐν τούτῳ τῷ χωρίῳ μὴ καταλάμποντος ἀνάγκη σκότος διηνεκῶς τυγχάνειν. τοῦτο τὸ χωρίον ὡς φρούριον ἀπενε‐ μήθη ψυχαῖς, ἐφ’ ᾧ κατεστάθησαν ἄγγελοι, φρουροὶ, πρὸς τὰς ἑκάστου πράξεις διανέμοντες τὰς τῶν τόπων προσκαίρους κολάσεις. ἐν τούτῳ δὲ τῷ χωρίῳ τόπος ἀφώρισταί τις
10λίμνης πυρὸς ἀσβέστου ἐν ᾧ μὲν οὐδέπω τινὰ καταρερίφθαι ὑπειλήφαμεν, ἐσκευάσθαι δὲ εἰς τὴν προωρισμένην ἡμέραν παρὰ τοῦ θεοῦ, ἐν ᾗ δικαίας κρίσεως ἀπόφασις μία πᾶσιν ἀξίως προσενεχθῇ καὶ οἱ μὲν ἄδικοι καὶ θεῷ ἀπειθή‐ σαντες τά τε μάταια ἔργα χειρῶν ἀνθρώπων, κατεσκευασ‐
15μένα εἴδωλα, ὡς θεὸν τιμήσαντες ταύτης τῆς ἀϊδίου κολάσεως ὡς αἴτιοι μιασμάτων γενόμενοι προκριθῶσιν, οἱ δὲ δίκαιοι τῆς ἀφθάρτου καὶ ἀνεκλείπτου βασιλείας τύχωσιν, οἳ ἐν τῷ ᾅδῃ νῦν μὲν συνέχονται ἀλλ’ οὐ τῷ αὐτῷ τόπῳ ὡς καὶ οἱ δίκαιοι. μία γὰρ εἰς τοῦτο τὸ χωρίον κάθοδος, οὗ τῇ πύλῃ
20ἐφεστῶτα ἀρχάγγελον ἅμα στρατιᾷ πεπιστεύκαμεν, ἣν πύλην διελθόντες οἱ καταγόμενοι ὑπὸ τῶν ἐπὶ τὰς ψυχὰς τεταγ‐ μένων ἀγγέλων οὐ μιᾷ ὁδῷ πορεύονται, ἀλλ’ οἱ μὲν δίκαιοι εἰς δεξιὰ φωταγωγούμενοι καὶ ὑπὸ τῶν ἐφεστώτων κατὰ τόπον ἀγγέλων ὑμνούμενοι ἄγονται εἰς χωρίον φωτεινὸν,
25ἐν ᾧ οἱ ἀπ’ ἀρχῆς δίκαιοι πολιτεύονται, οὐχ ὑπ’ ἀνάγκης κρατούμενοι ἀλλὰ τῆς τῶν ὁρωμένων ἀγαθῶν θέας ἀεὶ ἀπολαύοντες καὶ τῇ τῶν ἑκάστοτε καινῶν ὁρωμένων προσδοκίᾳ ἡδόμενοι κἀκεῖνα τούτων βελτίονα ἡγούμενοι, οἷς
ὁ τόπος οὐ καματηφόρος γίνεται, οὐ καύσων οὐ κρύος οὐ138
30τρίβολος ἐν αὐτῷ, ἀλλ’ ἡ τῶν πατέρων δικαίων τε ὁρωμένη ὄψις πάντοτε μειδιᾷ ἀναμενόντων τὴν μετὰ τοῦτο τὸ χωρίον ἀνάπαυσιν καὶ αἰωνίαν βίωσιν ἐν οὐρανῷ· τοῦτον δὲ ὀνόματι κληΐζομεν κόλπον Ἀβραάμ. οἱ δὲ ἄδικοι ἀριστερὰ ἕλκονται ὑπὸ ἀγγέλων κολαστῶν οὐκέτι ἑκουσίως πορευόμενοι ἀλλὰ
35μετὰ βίας ὡς δέσμιοι ἑλκόμενοι, οἷς οἱ ἐφεστῶτες ἄγγελοι ἐπιγελῶντες διαπέμπονται ἐπονειδίζοντες καὶ φοβερῷ ὄμματι ἐπαπειλοῦντες καὶ εἰς τὰ κατώτερα μέρη ὠθοῦντες, οὓς ἀγο‐ μένους ἕλκουσιν οἱ ἐφεστῶτες ἕως πλησίον τῆς γεέννης, ἧς ἐγ‐ γίονες ὄντες τοῦ μὲν βρασμοῦ ἀδιαλείπτως ἐπακούουσι καὶ τοῦ
40τῆς θέρμης ἀτμοῦ οὐκ ἀμοιροῦσιν, αὐτῆς δὲ τῆς ἐγγίονος ὄψε‐ ως τὴν φοβερὰν καὶ ὑπερβαλλόντως ξανθὴν θέαν τοῦ πυρὸς ὁρῶντες καταπεπλήγασι, τῇ προσδοκίᾳ τῆς μελλούσης κρίσεως ἤδη δυνάμει κολαζόμενοι. ἀλλὰ καὶ οὗτοι τὸν τῶν δικαίων χῶρον καὶ τοὺς δικαίους ὁρῶσι, καὶ ἐπ’ αὐτῷ τούτῳ κολαζόμενοι·
45χάος γὰρ βαθὺ καὶ μέγα ἀνὰ μέσον ἐστήρικται, ὥστε μήτε δίκαιον συμπαθήσαντα προσδέξασθαι μήτε ἄδικον τολμή‐ σαντα διελθεῖν. οὗτος ὁ περὶ ᾅδου λόγος, ἐν ᾧ αἱ ψυχαὶ πάντων κατέχονται ἄχρι καιροῦ, ὃν ὁ θεὸς ὥρισεν ἀνάστασιν τότε πάντων ποιησάμενος, οὐ ψυχὰς μετενσωματῶν ἀλλ’

(50)

αὐτὰ τὰ σώματα ἀνιστῶν ἃ ἀεὶ λελυμένα ὁρῶντες ἀπιστεῖτε Ἕλληνες. μάθετε μὴ ἀπιστεῖν. τὴν γὰρ ψυχὴν γενητὴν καὶ ἀθάνατον ὑπὸ θεοῦ γεγονέναι πιστεύσαντες κατὰ τὸν Πλά‐
τωνος λόγον χρόνῳ μὴ ἀπιστήσητε καὶ τὸ σῶμα ἐκ τῶν αὐτῶν στοιχείων σύνθετον γενόμενον δυνατὸς ὁ θεὸς ἀνα‐139
55βιώσας ἀθάνατον ποιεῖν. οὐ γὰρ τὸ μὲν δυνατὸς, τὸ δὲ ἀδύνατος ῥηθήσεται περὶ θεοῦ. ἡμεῖς μὲν οὖν καὶ σῶμα ἀνίστασθαι πεπιστεύκαμεν. εἰ γὰρ καὶ φθείρεται ἀλλ’ οὐκ ἀπόλλυται. τούτου γὰρ τὰ λείψανα γῆ ὑποδεξαμένη τηρεῖ καὶ δίκην σπόρου πιαινομένου καὶ τῷ γῆς λιπαρωτέρῳ
60συμπλεκομένου ἀνθεῖ καὶ τὸ μὲν σπαρὲν κόκκος γυμνὸς σπείρεται καὶ κελεύσματι τοῦ δημιουργήσαντος θεοῦ θάλλων ἠμφιεσμένος καὶ ἔνδοξος ἐγείρεται, οὐ πρότερον εἰ μὴ ἀπο‐ θανὼν λυθῇ καὶ γῇ συμμιγῇ. ὥστε τὴν ἀνάστασιν τοῦ σώ‐ ματος οὐ μάτην πεπιστεύκαμεν, ἀλλ’ εἰ καὶ λύεται πρὸς
65καιρὸν διὰ τὴν ἀπ’ ἀρχῆς γενομένην παρακοὴν ὡς εἰς χωνευ‐ τήριον εἰς γῆν καθίσταται πάλιν ἀναπλασθησόμενον, οὐ τοιοῦτον φθειρόμενον ἀλλὰ καθαρὸν καὶ μηκέτι φθειρόμενον, ὡς ἑκάστῳ σώματι ἡ ἰδία ψυχὴ ἀποδοθήσεται καὶ τοῦτο ἐπενδυσαμένη οὐκ ἀνιαθήσεται ἀλλὰ συγχαρήσεται κα‐
70θαρὰ καθαρῷ παραμείνασα, ὡς ἐν τῷ κόσμῳ νῦν δικαίως συνοδεύσασα καὶ μὴ ἐπίβουλον ἐν πᾶσιν ἔχουσα μετὰ πάσης ἀγαλλιάσεως ἀπολήψεται. οἱ δὲ ἄδικοι οὐκ ἀλλοιωθέντα τὰ σώματα οὐδὲ πάθους ἢ νόσου μεταστάντα οὐδὲ ἐνδοξασθέντα
ἀπολήψονται ἀλλ’ ἐν οἷς νοσήμασιν ἐτελεύτων καὶ ὁποῖα ἦν140
75τοιαῦτα ἀναβιώσαντα ἐπενδύσονται καὶ ὁποῖοι ἐν ἀπιστίᾳ γεγένηνται τοιοῦτοι πιστῶς κριθήσονται. πάντες γὰρ δίκαιοί τε καὶ ἄδικοι ἐνώπιον τοῦ θεοῦ λόγου ἀχθήσονται· τούτῳ γὰρ ὁ πατὴρ τὴν πᾶσαν κρίσιν δέδωκε καὶ αὐτὸς βουλὴν πατρὸς ἐπιτελῶν κριτὴς παραγίνεται, ὃν Χριστὸν προσαγο‐
80ρεύομεν θεὸν ἐνανθρωπήσαντα. οὐδὲ γὰρ Μίνως καὶ Ῥαδά‐ μανθυς κριταὶ οἱ καθ’ ὑμᾶς, Ἕλληνες, ἀλλ’ ὃν ὁ θεὸς καὶ πατὴρ ἐδόξασε, περὶ οὗ ἐν ἑτέροις λεπτομερέστερον δι‐ εληλύθαμεν πρὸς τοὺς ἐπιζητοῦντας τὴν ἀλήθειαν. οὗ‐ τος τὴν πατρὸς εἰς πάντας δικαιοκρισίαν ποιούμενος ἑκάστῳ
85κατὰ τὰ ἔργα παρεσκεύασε τὸ δίκαιον, οὗ κρίσει παραστάντες οἱ πάντες, ἄνθρωποί τε καὶ ἄγγελοι καὶ δαίμονες, μίαν ἀπο‐ φθέγξονται φωνὴν οὕτως λέγοντες· δικαία σου ἡ κρίσις, ἧς φωνῆς τὸ ἀνταπόδομα ἐπ’ ἀμφοτέροις τὸ δίκαιον ἐπάγει, τοῖς μὲν εὖ πράξασι δικαίως τὴν ἀΐδιον ἀπόλαυσιν παρέ‐
90χοντος, τοῖς δὲ τῶν φαύλων ἐρασταῖς τὴν αἰώνιον κόλασιν ἀπονέμοντος καὶ τούτοις μὲν τὸ πῦρ ἄσβεστον διαμένει καὶ ἀτελεύτητον, σκώληξ δέ τις ἔμπυρος μὴ τελευτῶν μηδὲ σῶμα διαφθείρων ἀπαύστως ὀδύνην ἐκ σώματος ἐκβράσσων παραμένει. τούτους οὐχ ὕπνος ἀναπαύσει, οὐ νὺξ παρηγο‐
95ρήσει οὐ θάνατος τῆς κολάσεως ἀπολύσει, οὗ παράκλησις συγγενῶν μεσιτευσάντων ὀνήσει. οὐ γὰρ ἔτι δίκαιοι ὑπ’
αὐτῶν ὁρῶνται οὐδὲ μνήμης γίνονται ἄξιοι, μόνοι δὲ οἱ δί‐ καιοι δικαίων μεμνήσονται ἔργων, δι’ ὧν ἐπὶ τὴν οὐράνιον βασιλείαν κατήντησαν, ἐν ᾗ οὐ πόνος οὐ λύπη οὐ141

(100)

φθορὰ οὐ φροντὶς οὐδὲ νὺξ οὐδ’ ἡμέρα χρόνῳ μετρουμένη, οὐχ ἥλιος ἀνάγκῃ κύκλον οὐρανοῦ δρόμῳ ἐλαυνόμενος, οὐκ ἄγγελοι ὡρῶν μέτρα ἢ κέντρα πρὸς εὔγνωστον ἀνθρώπων βίον διαμετρούμενα ὁροθετοῦντες, οὐ σελήνη φθίνουσα ἢ αὔξουσα ἢ τροπὰς καιρῶν ἐπάγουσα, οὐχ ὑγραίνουσα γῆ οὐδὲ
105ἥλιος ἐπικαίων οὐκ ἄρκτος στρεφομένη οὐκ ὠρίων γεννώ‐ μενος οὐκ ἄστρων πλάνη ἐνάριθμος οὐδὲ πλανητῶν ζήτησις ἀνάριθμος οὐ δύσβατος γῆ οὐδὲ δυσεύρετος παρα‐ δείσου πύλη οὐδὲ δεινὸν θαλάσσης φρύαγμα κωλύον ἐπι‐ βάντα πατεῖν, εὔβατος δὲ καὶ αὐτὴ τοῖς δικαίοις γενήσεται
110οὔτε τοῦ ὑγροῦ στερουμένη οὐδὲ τοῦ στερροῦ διὰ τὸ κοῦ‐ φον τοῦ ἴχνους πατουμένη, οὐκ οὐρανὸς ἀοίκητος ἀνθρώ‐ ποις οὐδὲ τούτου ὁδὸς ἀναβάσεως ἀνεύρετος, οὐ γῆ ἀνέρ‐ γαστος οὐδὲ ἀνθρώποις ἐπίπονος αὐτόματος δὲ φύουσα καρποὺς πρὸς εὐκοσμίαν ᾗ προστάξει ὁ δεσπόζων, οὐ θη‐
115ρίων γένεσις πάλιν οὐδὲ τῶν λοιπῶν ζῴων ἐκβρασσομένη οὐσία. οὐδὲ γὰρ ἀνθρώποις πάλιν γέννα ἀλλ’ ὁ μετὰ δι‐ καίων ἀριθμὸς διαμένει ἀνέκλειπτος ἅμα δικαίοις ἀγγέλοις καὶ πνεύμασι θεοῦ τε καὶ τῷ τούτου λόγῳ, ὃς τῶν δικαίων χορὸς ἀνδρῶν τε καὶ γυναικῶν ἀγήρως καὶ ἄφθαρτος δια‐
120μένει, ὑμνῶν τὸν ἐπὶ ταῦτα προαγόμενον θεὸν διὰ τῆς τοῦ ἐν βίῳ εὐτάκτου νομοθεσίας· σὺν οἷς καὶ πᾶσα ἡ κτίσις ἀδιάλειπτον ὕμνον ἀνοίσει καὶ αὐτὴ ἐλευθερωθεῖσα ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν διαυγῆ τε καὶ καθαρῷ πνεύματι δε‐ δοξασμένη. οὐχ ὑπ’ ἀνάγκης δεσμοῦ συσχεθήσεται ἀλλ’142
125ἐλευθεριάζουσα ἑκούσιον τὸν ὕμνον ἅμα τοῖς ἐλευθερω‐ θεῖσιν πάσης δουλείας, ἀγγέλοις τε καὶ πνεύμασι καὶ ἀνθρώ‐ ποις, αἰνέσει τὸν πεποιηκότα. τούτοις ἐὰν πεισθέντες Ἕλ‐ ληνες καταλείψετε τὴν ματαιότητα τῆς ἐπιγείου καὶ χρηματεμπόρου σοφίας καὶ μὴ περὶ λέξεις ῥημάτων ἀσχολού‐
130μενοι τὸν νοῦν εἰς πλάνην συνώσητε, ἀλλὰ τοῖς θεοπνεύ‐ στοις προφήταις καὶ θεολόγοις ἐξηγηταῖς ἐγχειρή‐ σαντες τὰς ἀκοὰς θεῷ πιστεύσητε, ἔσεσθε καὶ τούτων κοι‐ νωνοὶ καὶ τῶν μελλόντων τεύξεσθε ἀγαθῶν ἀμέτρου τε οὐρανοῦ ἀνάβασιν καὶ τὴν ἐκεῖ βασιλείαν ὄψεσθε. φανε‐
135ρώσει γὰρ θεὸς, ἃ νῦν σεσιώπηται, ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ὅσα
ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.143