TLG 2115 039 :: HIPPOLYTUS :: Demonstratio adversus Judaeos [Sp.] HIPPOLYTUS Scr. Eccl. Demonstratio adversus Judaeos [Sp.] Citation: Page — (line) | ||
19(1t) | Πρὸς Ἰουδαίους ἀποδεικτική | |
2 | Οὐκοῦν κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου καὶ πρόσεχε, ὦ Ἰουδαῖε· σὺ δὲ πολλάκις ἐκκαυχώμενος ὅτι τὸν Ἰη‐ σοῦν τὸν Ναζωραῖον θανάτωι κατέκρινας καὶ ὄξος καὶ χολὴν αὐτὸν | |
---|---|---|
5 | ἐπότισας, καὶ σεμνύνηι ἐπὶ τούτωι. δεῦρο οὖν, κοινῶς ἐπισκεψώ‐ μεθα μήπως ἀδίκως καυχᾶσαι, ὦ Ἰσραήλ, μήπως σοι τὸ μικρὸν ἐκεῖνο ὄξος καὶ ἡ χολὴ τὴν φοβερὰν [σοι] ταύτην ἐπήγαγεν ἀπειλήν, μήπως δι’ αὐτοῦ ἐν τοῖς μυρίοις τούτοις ὑπάρχεις δεινοῖς. προ‐ αγέσθω τοίνυν εἰς μέσον ὁ διὰ πνεύματος ἁγίου λαλῶν ἀψευδὴς ὑπάρ‐ | |
10 | χων Δαυὶδ ὁ τοῦ Ἰεσσαί. οὗτος ψάλλων τινὰ προφητικῶς εἰς τὸν ἀληθῆ Χριστὸν τὸν θεὸν ἡμῶν ἐμελώιδησεν διὰ τοῦ ἁγίου πνεύ‐ ματος. πάντα τὰ ὑπὸ Ἰουδαίων εἰς αὐτὸν ἐν τῶι πάθει γινόμενα σαφῶς κατηγγείλατο, ἐν ὧι Χριστὸς ὁ ταπεινώσας ἑαυτὸν καὶ τὴν μορφὴν τοῦ δούλου Ἀδὰμ ἐνδυσάμενος ὡς ἐκ προσώπου ἡμῶν ἐπι‐ | |
15 | καλεῖται τὸν ἐν οὐρανοῖς θεὸν πατέρα καὶ λέγει [ἐν τῶι ξη ψαλμῶι]· σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, τοῦτ’ ἐστὶν εἰς τὴν φθορὰν τοῦ ἅιδου διὰ τῆς ἐν παρα‐ δείσωι παρακοῆς· καὶ οὐκ ἔστιν ὑπόστασις, ἢ γοῦν ἀντίληψις· ἐξέλειπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν θεόν | |
20 | μου, πότε ἥξει καὶ σώσει με. εἶτα εἰπὼν τὰ ἑξῆς λέγει λοιπὸν ὡς ἐξ οἰκείου προσώπου ὁ Χριστός· ἃ οὐχ ἥρπαζον, φησίν, τότε ἀπε‐ τίννυον, τοῦτ’ ἐστὶν ἅπερ οὐχ ἥμαρτον, ὑπὲρ τοῦ ἁμαρτήσαντος Ἀδὰμ ὑπέμεινα τὸν θάνατον, ἐπεί, ὁ θεός, σὺ οἶδας τὴν ἀφρο‐ σύνην μου καὶ αἱ πλημμελίαι μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν, | |
25 | τοῦτ’ ἐστὶν οὐ γὰρ ἐπλημμέλησα, φησίν. δι’ ὃ μὴ αἰσχυνθείη‐ σαν οἱ ὑπομένοντές μου ἰδεῖν τὴν τριήμερον ἀνάστασιν, τοῦτ’ ἐστὶν οἱ ἀπόστολοι, ὅτι ἕνεκα σοῦ, χάριν τοῦ ὑπακοῦσαί σοι, ὑπήνεγκα ὀνειδισμόν, τοῦτ’ ἐστὶν τὸν σταυρόν, ὅτε ἐκάλυψαν ἐντροπῆι τὸ πρόσωπόν μου οἱ Ἰουδαῖοι, ὅτε ἀπηλλοτριωμένος ἐγενήθην | |
30 | τοῖς κατὰ σάρκα ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου, τοῦτ’ ἐστὶ συναγωγῆς, διότι ὁ ζῆλος τοῦ οἴκου σου, πάτερ, κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε [ἐπέ‐ | |
πεσαν ἐπ’ ἐμὲ] καὶ θυόντων τοῖς εἰδώλοις ἐπέπεσαν 〈ἐπ’〉 ἐμέ. δι’ | 19 | |
20 | ὃ κατ’ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, ἔξω γὰρ τῆς πύλης με ἐσταύρωσαν, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον, τοῦτ’ ἐστὶν τῆι τοῦ πάσχα ἑορτῆι. ἐγὼ δὲ τῆι προσευχῆι μου πρὸς σέ, κύριε, ἔλεγον· πάτερ, ἄφες αὐτοῖς, τοῖς ἔθνεσιν, διότι | |
5 | καιρὸς εὐδοκίας τῶν ἐθνῶν. μὴ τοίνυν καταποντισάτω με καταιγὶς πειρασμῶν μηδὲ καταπιέτω με βυθός, τοῦτ’ ἐστὶν ὁ ἅιδης. οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ἅιδην μηδὲ συσ‐ χέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ, τοῦτ’ ἐστὶν τὸ μνῆμα. ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με, ἵνα μὴ καυχήσωνται οἱ Ἰου‐ | |
10 | δαῖοι λέγοντες καταπίωμεν αὐτόν. ταῦτα δὲ πάντα Χριστὸς οἰκονομικῶς ὡς ἄνθρωπος ηὔχετο, θεὸς ὢν ἀληθινός, ἀλλ’, ὡς φθάσας εἶπον, ἡ μορφὴ τοῦ δούλου ἦν ἡ ταῦτα λέγουσα καὶ πάσχουσα. δι’ ὃ ἐπήγαγε λέγων· ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν, τοῦτ’ ἐστὶν ἑκουσίως ἔπαθον καὶ οὐκ ἔκ τινος βίας· | |
15 | ὅμως ὑπέμεινα συλλυπούμενον καὶ οὐχ ὑπῆρξε, ἀφέντες γὰρ πάντες οἱ ἐμοὶ μαθηταὶ ἔφυγον, καὶ παρακαλοῦντας καὶ οὐχ εὗρον. ἄκουσον νουνεχῶς, ὦ Ἰουδαῖε, τί φησιν ὁ Χριστός· ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπό‐ τισάν με ὄξος. καὶ ταῦτα μὲν ἔπαθεν ἐξ ὑμῶν· ἄκουσον τοῦ ἁγίου | |
20 | πνεύματος λέγοντος καὶ τί ἀνταπέδωκεν ὑμῖν ἀντὶ τοῦ μικροῦ ἐκείνου ὄξους. λέγει γὰρ ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ θεοῦ· γενη‐ θήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν. ποίαν ἀνταπόδοσιν λέγει; εὔδηλον, τὴν νῦν κατέχουσάν σε δυστυχίαν. εἶτα ἄκουσον καὶ τὰ ἑξῆς· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐ‐ | |
25 | τῶν τοῦ μὴ βλέπειν. ἀλλ’ ἐσκοτίσθητε τοῖς τῆς ψυχῆς ὀφθαλ‐ μοῖς σκοτισμὸν ἀφεγγῆ καὶ αἰώνιον. ἀνατείλαντος γὰρ τοῦ φωτὸς τοῦ ἀληθινοῦ ὑμεῖς ὡς ἐν νυκτὶ πλανᾶσθε καὶ ἀνοδίαις προσκόπτοντες καὶ κρημνιζόμενοι ὡς καταλείψαντες τὴν ὁδὸν τὴν λέγουσαν ἐγὼ εἰμὶ ἡ ὁδός. εἶτα ἄκουσον καιριώτερον, λέγει γάρ· καὶ τὸν | |
30 | νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον, τοῦτ’ ἐστὶν ἵνα δουλεύσηι τοῖς ἔθνεσι οὐ τετρακόσια ἔτη καὶ τριάκοντα ὡς ἐν Αἰγύπτωι, οὔτε ἑβδομήκοντα ὡς ἐν Βαβυλῶνι, ἀλλὰ διὰ παντός, φησίν, εἰς δουλείαν | |
σύγκαμψον. λοιπὸν τί κενὰς ἐλπίδας ἔχεις ἀπαλλαγῆναι προσδο‐ | 20 | |
21 | κῶν τῆς κατεχούσης σε ταλαιπωρίας; τὸ γὰρ παραδοξότερον, καὶ οὐκ ἀδίκως τὴν τῶν ὀμμάτων σου τύφλωσιν ἐπηύξατο, ἀλλ’ ὅτι καλύψας τὰ τοῦ Χριστοῦ ὄμματα οὕτως αὐτὸν ἐράπιζες καὶ διὰ τοῦτο τὸν νῶ‐ τόν σου διὰ παντὸς σύγκαμψον εἰς δουλείαν. καὶ ἐπειδὴ τὸ αἷμα | |
5 | αὐτοῦ μετ’ ὀργῆς ἐξέχεας, ἄκουσον τὸ ἀντίδωρον· ἔκχεον ἐπ’ αὐ‐ τοὺς τὴν ὀργήν σου καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτοὺς καὶ γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, πρόδηλον ὁ ναὸς ὁ περιβόητος. διὰ τί, ὦ προφῆτα, εἰπὲ ἡμῖν· τίνος χάριν ὁ ναὸς ἠρημώθη; ἆρα διὰ τὴν πάλαι μοσχοποιίαν; ἆρα διὰ τὴν | |
10 | τοῦ λαοῦ εἰδωλολατρείαν; ἆρα διὰ τὸ τῶν προφητῶν αἷμα; ἆρα διὰ τὰς μοιχείας καὶ πορνείας Ἰσραήλ; οὐδαμῶς, φησίν, ἐπὶ πᾶσιν γὰρ ἐκείνοις πάντοτε συγγνώμης καὶ φιλανθρωπίας ἠξιοῦντο, ἀλλ’ ὅτι τὸν υἱὸν τοῦ εὐεργέτου ἐθανάτωσαν. αὐτὸς γάρ ἐστιν ὁ τῶι πατρὶ συναίδιος 〈υἱόσ〉, ὅθεν λέγει· γενηθήτω, ὦ πάτερ, ὁ ναὸς αὐτῶν ἠρη‐ | |
15 | μωμένος, ὅτι ὃν σὺ πρὸς σωτηρίαν κόσμου θελοντὶ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, σημαίνει δέ· αὐτοὶ δὲ βιαίωι καὶ καταδίκωι θανάτωι με κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προ‐ σέθηκαν. πρότερον μὲν ἄλγος εἶχον ὡς φιλάνθρωπος διὰ τὴν πλάνην τῶν ἐθνῶν, ἀλλ’ ἐπὶ τὸ ἄλγος προσέθηκάν μοι ἕτερον πλανη‐ | |
20 | θέντες καὶ αὐτοί. δι’ ὅ, πάτερ, πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν καὶ θλῖψιν ἐπὶ θλῖψιν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνηι σου, τοῦτ’ ἐστὶν εἰς τὴν βασιλείαν σου, ἀλλ’ ἐξαλειφ‐ θήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφή‐ τωσαν, τοῦτ’ ἐστὶν μετὰ τῶν ἁγίων πατέρων πατριαρχῶν αὐτῶν. | |
25 | τί λέγεις πρὸς τοῦτο, ὦ Ἰουδαῖε; οὐ λέγει Ματθαῖος οὐδὲ Παῦλος, ἀλλὰ Δαυὶδ ὁ σὸς χριστός, ὁ κατὰ σοῦ ὁριζόμενος, ὁ τὰς φοβερὰς ἀποφάσεις διὰ Χριστὸν ἀντιδιδόμενος καὶ φθεγγόμενος. καὶ ὡς ὁ μέγας Ἰὼβ ἐρῶ πρὸς ὑμᾶς τῶι δικαίωι καὶ ἀψευδεῖ λέγοντος οὕτως· ἠγόρασας τὸν Χριστὸν δουλοπρεπῶς· ἦλθες πρὸς αὐτὸν ληιστρικῶς ἐν | |
30 | τῶι κήπωι. φέρω δὴ εἰς μέσον καὶ τὴν προφητείαν Σολομὼν | |
τὴν λέγουσαν περὶ Χριστοῦ τὰ πρὸς Ἰουδαίους σαφῶς καὶ ἀριδήλως | 21 | |
22 | διαγγέλλουσαν, οὐ μόνον τὰ κατὰ τὸν παρόντα καιρόν, ἀλλὰ τὰ κατὰ τὸν μέλλοντα αἰῶνα αὐτοῖς συμβαίνειν 〈μέλλοντα〉 διὰ τὴν αὐθάδειαν καὶ τόλμαν ἣν ἐποίησαν τῶι ἀρχηγῶι τῆς ζωῆς. λέγει γὰρ ὁ προ‐ φήτης· οὐ διελογίσαντο οἱ ἀσεβεῖς περὶ Χριστοῦ εἰπόντες ὀρθῶς· | |
5 | ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν καὶ ἐναντιοῦται τοῖς ἔργοις καὶ τοῖς λόγοις ἡμῶν καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου καὶ ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει· εἶτά φησιν· βαρὺς ἡμῖν ἐστιν καὶ βλεπόμενος, ὅτι ἀνόμοιός ἐστι τοῖς ἄλλοις | |
10 | ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. εἰς κίβδηλον ἐλογίσθημεν αὐτῶι καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν καὶ μακαρίζει ἔσχατα δικαίων. καὶ πάλιν ἄκου‐ σον, ὦ Ἰουδαῖε· οὐδεὶς ἐκ τῶν δικαίων ἢ προφητῶν ἐκάλεσεν ἑαυτὸν υἱὸν θεοῦ· λέγει οὖν αὖθις ὡς ἐκ προσώπου Ἰουδαίων ὁ Σολομὼν περὶ | |
15 | τούτου τοῦ δικαίου, ὅς ἐστιν ὁ Χριστός, ὅτι ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν καὶ ἀλαζονεύεται πατέρα θεόν. ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς εἰσιν, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. εἰ γάρ ἐστιν ὁ δίκαιος υἱὸς θεοῦ, ἀντι‐ λήψεται αὐτοῦ καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων. | |
20 | θανάτωι ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ ἐπι‐ σκοπὴ αὐτοῦ ἐκ λόγων αὐτοῦ. καὶ πάλιν ὁ Δαυὶδ ἐν Ψαλμοῖς λέγει περὶ τὸν μέλλοντα αἰῶνα· τότε λαλήσει πρὸς αὐ‐ τοὺς ὁ Χριστὸς ἐν ὀργῆι αὐτοῦ καὶ ἐν τῶι θυμῶι αὐτοῦ ταράξει αὐτούς. καὶ πάλιν Σολομὼν περὶ Χριστοῦ καὶ Ἰουδαίων φησὶν ὅτι | |
25 | ὅτε στήσεται ὁ δίκαιος ἐν παρρησίαι πολλῆι κατὰ πρόσω‐ πον τῶν θλιψάντων καὶ τῶν ἀθετούντων τοὺς λόγους αὐτοῦ, ἰδόντες ταραχθήσονται φόβωι δεινῶι καὶ ἐκστήσονται ἐπὶ τῶι παραδόξωι τῆς σωτηρίας αὐτοῦ. καὶ ἐροῦσιν ἐν ἑαυτοῖς μετανοοῦντες καὶ διὰ στενοχωρίαν πνεύματος στενάζοντες· | |
30 | οὗτός ἐστιν ὃν ἔσχαμέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ, οἱ ἄφρονες. τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον. πῶς κατελογίσθη ἐν υἱοῖς | |
θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν; ἄρα ἐπλανήθη‐ | 22 | |
23 | μεν ἀπὸ ὁδοῦ ἀληθείας καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐ κατέλαμψεν ἡμῖν, ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν. ἀνομίας ἐνεπλήσθημεν τρίβους καὶ ἀπωλείας· διωδεύσαμεν ἐρή‐ μους ἀβάτους, τὴν δὲ ὁδὸν κυρίου οὐκ ἐγνώσαμεν. τί ὠφέ‐ | |
5 | λησεν ἡμᾶς ἡ ὑπερηφάνεια ἡμῶν; παρῆλθεν ἐκεῖνα πάντα | |
ὡς σκιά. | 23 |