TLG 2115 038 :: HIPPOLYTUS :: Fragmentum in Genesim 4.23 (e cod. Ath. Bibl. Nat. 2492) HIPPOLYTUS Scr. Eccl. Fragmentum in Genesim 4.23 (e cod. Ath. Bibl. Nat. 2492) Cf. et 2115 004 Citation: Page — (line) | ||
396 | Καὶ ἄλλως· Ἀνήρ τις τῶν πατραδελφῶν ἐξ Ἀδὰμ τοῦ Λάμεχ νεανίσκος γονεῖς αὐτοῦ ἦν καταδυναστεύων καὶ ἐν θυμῷ δεινῶς διαπληκτιζόμενος· διεκδικῆσαι δὲ θέλων Λάμεχ τὸν ἴδιον καθάπερ Μωϋσῆς τὸν ὁμόφυλον Ἰσραηλίτην—τὸ γὰρ φονεῦσαι τὸν Αἰγύπτιον καὶ χῶσαι αὐτὸν ἐν τῇ | |
5 | ἄμμῳ τῆς Ἐρυθρᾶς διαβάσεως τεκμήριον ἦν καθ’ ὃ ἔμελλον οἱ Αἰγύπτιοι δι’ αὐτοῦ δυνάμει κυρίου ἐν τῇ Ἐρυθρᾷ πνιγμῷ ὑδάτων κατα‐ κεχῶσθαι—τείνας οὖν τὸ τόξον εἰς ἀναίρεσιν τοῦ ἐναντίου, τοὺς δύο ἄμφω καὶ ἀκόντως ἀπέκτεινεν. Ὁ δὲ ἀρχιερεὺς μάρτυς Ἱππόλυτος τοῦτο μᾶλλον σαφέστερον διηγεῖται | |
---|---|---|
10 | ὡς ὅτι ὁ Λάμεχ ἀσθενεῖς ἔχων τοὺς ὀφθαλμοὺς ἀμυδρῶς πως ἦν ἐ〈μ〉βλέπων | 396 |
397(11) | τοῦ δὲ Κάϊν δεινῶς τὸ στένειν καὶ τρέμειν—δικαίᾳ ἀποφάσει θεοῦ κατάκρι‐ τος—ἔχοντος, τουτέστιν φόβο(ν) καὶ δειλίαν, ἐν ἀσθενείᾳ σὺν τρόμῳ πολλῷ ἀπὸ κεφαλῆς μέχρι ποδῶν συνεχομένου καὶ δίχα χειραγωγοῦντος μὴ ἰσ‐ χύοντος ἐκ τόπου εἰς τόπον διελθεῖν, τὸ μάλιστα καὶ πρὸς ἑβδόμην γενεὰν | |
15 | ἐγγόνων αὐτοῦ—ἀδύνατος καὶ γηράλγητος—καταντήσαντος καὶ οὕτως τὰς ζʹ γενεὰς τὴν τῆς ἀδελφοκτονίας διηγουμένου ποινήν. Ἔτυχεν κατ’ οἰκο‐ νομίαν μετὰ ταῦτα τὸν μὲ〈ν〉 Λάμεχ, τὸν αὐτοῦ ἀπόγονον, ἐν τόπῳ εἶναι δασέῳ σύνεγγυς τῆς αὐτῶν παροικίας, δι’ ἐκείνης δὲ καὶ τὸν Κάϊν δι‐ έρχεσθαι. Τοῦ δὲ Λάμεχ εὐστοχωτάτου ὄντος ἐν τόξου βολαῖς καὶ δόξαν‐ | |
20 | τος θήραν ἀλόγου εἶναι τὸ διερχόμενον διὰ τὸν κρότον, τοῦ τρόμου λή‐ θῃ κρατηθεὶς κατ’ οἰκονομίαν τῆς ποινῆς τοῦ προπάτορος, καὶ τείνας τὸ τόξον ἐν δυνάμει, ἐν μιᾷ βολῇ ἄμφω τοὺς δύο ἀπέκτεινεν, τόν τε χειραγω‐ | |
γούμενον Κάϊν καὶ τὸν χειραγωγοῦντα νεανίσκον. | 397 |