TLG 2115 034 :: HIPPOLYTUS :: De benedictione Mosis (fragmenta)

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

De benedictione Mosis (fragmenta)

Source: Brière, M., Mariès, L., Mercier, B.–C. (eds.), Hippolyte de Rome. Sur les bénédictions d’Isaac, de Jacob et de Moïse [Patrologia Orientalis 27] 1954: ix.

Citation: Fragment — (line)

1

Ἄνωθεν τὸν νόμον τῇ μετὰ τοὺς ᾑρημένους ἐν τῇ ἐρήμῳ γενεᾷ ἐπεξηγούμενος. ἐκδιδάσκει τὸν Δευτερονόμιον· οὐχ ὡς ἕτερον νόμον διδοὺς παρὰ τὸν πάλαι τοῖς πατράσιν αὐτῶν
5ὡρισμένον, ἀλλ’ αὐτὸν τοῦτον ἀνακεφαλαιούμενος, ἵνα ἀκούσαντες τὰ συμβάντα τοῖς πατράσιν αὐτῶν, ἐξ ὅλης τῆς καρδίας φοβηθῶσι τὸν θεόν.

2

Ἐξ ὧν ὁ Χριστὸς προετυπώθη καὶ ἐπεγνώσθη καὶ ἐγεννήθη· ἐν μὲν γὰρ τῷ Ἰωσὴφ προετυπώθη· ἐκ δὲ τοῦ Λευὶ καὶ τοῦ Ἰούδα τὸ κατὰ σάρκα ὡς βασιλεὺς καὶ ἱερεὺς ἐγεννήθη· διὰ δὲ Συμεὼν ἐν τῷ ναῷ ἐπεγνώσθη· διὰ τοῦ Ζαβουλὼν ἐν τοῖς ἔθνεσιν ἐπιστεύθη—ὥς φησιν ὁ προφήτης· γῆ Ζαβουλών—, διὰ δὲ
τοῦ Βενιαμίν, τοῦ Παύλου, εἰς πάντα τὸν κόσμον κηρυχθεὶς ἐδοξάσθη.