TLG 2115 033 :: HIPPOLYTUS :: De benedictionibus Isaaci et Jacobi

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

De benedictionibus Isaaci et Jacobi

Source: Brière, M., Mariès, L., Mercier, B.–C. (eds.), Hippolyte de Rome. Sur les bénédictions d’Isaac, de Jacob et de Moïse [Patrologia Orientalis 27] 1954: 2–114.

Cf. et 2115 005

Citation: Page — (line)

2

(1t)

PRÉAMBULE
2 Τοὺς περὶ εὐλογιῶν τοῦ Ἰακὼβ ποιούμενος λόγους αὐτός, αὐτὸς τὴν παρὰ τοῦ κυρίου εὐλογίαν αἰτῶ. τίς γὰρ ἀνθρώπων ἱκανὸς διηγήσασθαι τὰ πνευματικῶς εἰρη‐ μένα, εἰ μὴ ἡ οὐράνιος σοφία συνεργεῖ τῷ λέγοντι; τίς δὲ ἑρμηνεῦσαι δύναται τὰ διὰ
5τῶν μακαρίων προφητῶν διὰ παραβολῶν αἰνιγματωδῶς εἰρημένα, εἰ μὴ αὐτὸς ὁ λόγος ἑαυτοῦ ἑρμηνεὺς γένηται; ὃς πάλαι μὲν 〈ἐν τῷ〉 Ἰσραὴλ ὡς λύχνος ἐν τῷ νόμῳ ὑπὸ τὸν μόδιον κρυπτόμενος, ἵνα τοὺς ἐν νόμῳ διὰ τῆς περιτομῆς δικαιουμένους φω‐ τίσῃ, νυνὶ δὲ παρρησίᾳ ἐπὶ τοῦ ξύλου ὡς ἐν λυχνίᾳ ἑπτάμυξος λύχνος φαινόμε‐ νος, 〈ἵνα τὰ μακρὰν〉 ὑπάρχοντα ἔθνη πρὸς σωτηρίαν πρὸς τὸ ἑαυτοῦ φῶς καλέσῃ.
10tVISIONS DE JOSEPH
11 Παρέστω τοίνυν ἡμῖν αὐτὸς ὁ λόγος ἑρμηνεὺς τῶν ἑαυτοῦ μυστηρίων γινόμενος, ἵνα καὶ τὰ τοῦ Ἰωσὴφ ὁράματα τοῖς πιστεύουσιν φανερῶσαι δυνηθῇ. οὐδὲ γὰρ μάτην
τοῦτον ὁραματιστὴν ἐκάλουν οἱ ἀδελφοί, εἰ μὴ δυνάμει προεώρων τὸν ἐν αὐτῷ πολιτευό‐2

4

μενον λόγον. «εἶπον γὰρ πρὸς ἑαυτοὺς λέγοντες. ἰδοὺ ὁ ὁραματιστὴς ἔρχεται· δεῦτε καὶ ἀποκτείνωμεν αὐτόν, καὶ ἴδωμεν τί ἔσται τὰ ὁράματα αὐτοῦ». τίνα δὲ ἦν τὰ τούτου ὁράματα, υἱοὶ Ἰακώβ, εἴπατε. ἐθεώρει, φησίν, δράγματα ἐν πεδίῳ δεσμούμενα καὶ τὸ ἑαυτοῦ δράγμα ὀρθούμενον, τὰ δὲ ἡμέτερα πεσόντα· ἐπιστραφέντα δὲ προσεκύνουν
5τὸ τοῦ Ἰωσὴφ δράγμα. τί ἐν τούτῳ ἠδίκησεν Ἰωσήφ, εἰ τὸ μέλλον ἔσεσθαι ἀπήγγειλεν ὑμῖν; τί παραζηλοῦτε καὶ μισεῖτε τὸν δίκαιον, εἰ θεὸς τούτῳ τὰ ἑαυτοῦ μυστήρια ἀπεκάλυψεν καὶ τὰ ἐπ’ ἐσχάτων γινόμενα δι’ ὁραμάτων ἐφανέρωσεν; τί ἐλυπήθητε ἰδόντες χιτῶνα ποικίλον ἐπ’ αὐτῷ, εἰ ὁ δίκαιος πατὴρ τοῦτον παρὰ πάντας ἀγαπήσας ἐτίμησεν καὶ ποιμένα ποιμένων εἰς ἐπίσκεψιν ὑμῖν ἀπέστειλεν καὶ μάρτυρα πιστὸν ἐν
10κόσμῳ προήγαγεν καὶ δράγμα γήρως ὡς ἀπαρχὴν ἅγιον πρωτότοκον ἐκ νεκρῶν ἀνέστησεν; τί ἀγανακτεῖτε, εἰ ἥλιος καὶ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν αὐτόν, οἱ πάλαι προτυπούμενοι; οὐδὲ Ἰακὼβ καὶ Ῥαχὴλ ἥλιος καὶ σελήνη ἐχρημάτιζεν, ἀλλ’ οὐδὲ γὰρ οὕτω γεγένηται. ἡ μὲν γὰρ Ῥαχὴλ ἤδη τεθνεῶσα ἐν τῷ ἱπποδρόμῳ ἐτέθαπτο,
ὁ δὲ Ἰωσὴφ συναντήσας τῷ πατρὶ αὑτοῦ, πεσὼν προσεκύνησεν, ἵνα ὁ τύπος τηρηθῇ καὶ ἡ4

6

γραφὴ ἀληθεύουσα φανῇ. ποῦ οὖν πληροῦται τὸ εἰρημένον, τὸ «ἆρά γε ἐλθόντες ἐγὼ καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνήσωμέν σοι ἐπὶ τῆς γῆς», ἀλλ’ ἢ ὅτε οἱ μακάριοι ἀπόστολοι ἅμα Ἰωσὴφ καὶ Μαρίᾳ ἐλθόντες ἐν τῷ ὄρει τῶν ἐλαιῶν προσεκύνησαν τὸν Χριστόν; Ἰούδας μετ’ αὐτῶν οὐκ ἦν. οὐδὲ γὰρ ὁ Ἰωσὴφ αὐτὸς Χριστὸς ἦν, ἵνα
5ἐν Αἰγύπτῳ τοῦτο γεγενῆσθαι νομισθῇ, ἀλλὰ ἦν τύπος τοῦ μέλλοντος παραδεικνυμένου διὰ Ἰωσήφ· παρέστω τοίνυν ὁ ἀληθινὸς καὶ ἐπουράνιος Ἰωσὴφ ἑρμηνεύς, ἵνα τὰ δι’ αὐτοῦ κηρυχθέντα ὑπὸ τῶν μακαρίων προφητῶν αὐτὸς πάλιν ἑρμηνεύων φανῇ· οὐδὲ γὰρ παρεσιώπησεν ἡ γραφὴ ἐπὶ τοῦ Ἰωσήφ, ἀλλὰ ἑρμηνέα τοῦτον ἀπέφηνεν· αὐτὸς γὰρ ἦν ἑρμηνεὺς τῶν τοῦ πατρὸς ἀποκρύφων μυστηρίων. καὶ γὰρ ἡ γραφὴ λέγει· «αὐτοὶ δὲ οὐκ
10ἔγνωσαν ὅτι ἀκούει» αὐτῶν «ὁ Ἰωσήφ· ὁ γὰρ ἑρμηνεὺς ἀνὰ μέσον αὐτῶν ἦν».
Τί ὠφέλησαν οἱ ἀδελφοὶ ἔριφον τότε ἀποκτείναντες καὶ τὸν ἑαυτῶν πατέρα6

8

πλανήσαντες; ἰδοὺ γὰρ ὁ Ἰωσὴφ ἐν Αἰγύπτῳ βασιλεὺς ἐχρημάτισεν. τί ἐμολύνατε τὸν χιτῶνα τὸν ποικίλον τῷ αἵματι τοῦ ἐρίφου ψευδόμενοι καὶ παρερμηνεύοντες τὰ ὑφ’ ὑμῶν γεγενημένα; ὁ δὲ πατὴρ χιτῶνα υἱοῦ τοῦτον εἶναι ὡμολόγει μεθ’ ὑμῶν καὶ ἔφερεν τὸ γεγενημένον. σὺ δὲ πωλεῖς, Ἰούδα, τὸν Ἰωσὴφ ἐπιθυμίᾳ κόσμου κρατούμενος. οἱ
5δὲ ἀλλόφυλοι Ἰσμαηλῖται τοῦτον ἀγοράζουσιν, ἵνα εἰς Αἴγυπτον ἀχθῇ κἀκεῖ δέσμιος γένηται καὶ ὁράματα δι’ αὐτοῦ ἀποκαλυφθῇ καὶ ὑπὸ Φαραῶ ζητηθῇ καὶ βασιλεὺς Αἰγύπτου κατασταθῇ καὶ τὸν δεύτερον θρόνον πιστευθῇ καὶ σῖτος πολὺς δι’ αὐτοῦ συναχθῇ καὶ εἰς ἀποθήκην τηρηθῇ καὶ ἡ ἑβδομὰς ἐτῶν πληρωθῇ καὶ λαὸς λιμώττων τραφῇ καὶ ὑπὸ ἀδελφῶν. προσκυνηθῇ καὶ πατὴρ ὑπ’ αὐτῶν ὁμολογηθῇ.
10tBÉNÉDICTIONS D’ISAAC
11Πῶς οὖν μὴ δοξάσω τὸν ἐπουράνιον βασιλέα, τὸν τὰ ἴδια μυστήρια διὰ προφη‐
τῶν σκηνοποιήσαντα. ἀλλ’ ἐπεὶ καιρὸς λοιπὸν ἐπέστη πρὸς τὴν τῶν εὐλογιῶν ἑρμη‐8

10

νείαν τραπῆναι ἡμᾶς, ἐπιστήσαντες τὸν νοῦν ἴδωμεν, εἰ αἱ εἰρημέναι ὑπὸ τοῦ Ἰακὼβ εὐλογίαι ὡς εὐλογίαι ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ ἐχώρησαν. εὑρίσκομεν γὰρ τοὐναντίον· εὐλογίας μὲν ἐκεῖ λόγῳ γινομένας, ἔλεγχον δὲ αὐτῶν καὶ προφητείαν μεγίστην δι’ αὐτῶν δεικνυμένην, ἥτις εἰς τὰ σπέρματα τῶν ἐκ τοῦ γένους αὐτῶν γεννηθέντων ἀπέβη.
5ὥστε ὁ μακάριος Ἰακὼβ πρὸς μὲν τοὺς ἰδίους υἱοὺς ὡς τὸ παρὸν ἐλάλει, τὰ 〈δὲ〉 λεγόμενα εἰς ἔσχατον καιρὸν συνέβη. καὶ τὰς μὲν εὐλογίας προδιέστελλεν, δι’ ὧν ταῦτα προεφητεύετο, ἐδίδου δὲ τοῖς υἱοῖς Ἰσραὴλ ἔλεγχον τῶν παραπτωμάτων ποιούμενος καὶ ἠπείλει ἐκ τῆς τοιαύτης πράξεως ὑπεξαιρούμενος. Εὑρίσκομεν δὲ καὶ τὸν μακάριον Ἰσαὰκ τὰ ὅμοια πεποιηκότα, καὶ τὸν μὲν Ἰακὼβ
10τὸν νεώτερον υἱὸν εὐλογοῦντα, καὶ πάντα τούτῳ χαριζόμενον διὰ τὸν ἐξ αὐτοῦ μέλλοντα
κατὰ σάρκα γεννᾶσθαι Χριστόν. τὸν δὲ Ἡσαῦ, τύπον ἔχοντα τοῦ προτέρου λαοῦ,10

12

προειδώς που τὸν 〈ἐν〉 τῇ καρδίᾳ πονηρὸν λογισμόν, τοῦτον οὐκ αὖ ηὐλόγησεν, ἀλλά, δυνάμει ῥητῶν, διὰ προφητείας ἐπέπληξεν. ὅτι δὲ οὕτως ἔχει, αὐτὴ ἡ γραφὴ ἀνα‐ πτυχθεῖσα σαφέστερον ἡμᾶς διδάξει τὰ προειρημένα. λέγει γὰρ οὕτως· «καὶ ἐκάλε‐ σεν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καὶ εἶπεν αὐτῷ· λάβε τὸ σκεῦός σου, τήν τε
5φαρέτραν καὶ τὸ τόξον καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα ὡς φιλῶ ἐγώ· καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὸ τοῦ ἀποθανεῖν με». τὸ μὲν οὖν ἐντέλλεσθαι τὸν προφήτην τροφὴν αἰτοῦντα παρὰ τοῦ Ἡσαῦ σημαίνει τὴν διὰ τοῦ λόγου κλῆσιν τοῦ προτέρου λαοῦ γεγενημένην, ὡς ἀπαιτεῖ καρπὸν ἔργων δικαιοσύνης παρ’ αὐτοῦ, ἥτις ἦν ὡς τροφὴ τῷ πατρὶ λογιζομένη.
10τὸ γὰρ «ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν» τὴν ἐν τῷ κόσμῳ ἀναστροφὴν σημαίνει. τὸ δὲ εἰπεῖν πρὸς αὐτόν, «λάβε τὴν φαρέτραν καὶ τὸ τόξον σου» δηλοῖ, ὅτι
ἔμελλεν ὁ λαὸς ἰδίας δόξης ἀντιποιούμενος μὴ πίστει δικαιοῦσθαι, ἀλλ’ ἐν πολέμῳ καὶ12

14

μαχαίρᾳ καυχώμενος τύραννον ἑαυτοῦ βασιλέα αἰτεῖσθαι, ὡς καὶ Μωϋσῆς πρὸς αὐτὸν ἔλεγεν, «καὶ ἡ μάχαιρα καύχημά σου». «Εἶπεν δὲ Ῥεβέκκα πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον· ἰδοὺ ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου καὶ λέγοντος· ἔνεγκέ μοι θήραν
5καὶ ποίησόν μοι ἐδέσματα καὶ φαγὼν εὐλογήσω σε ἐναντίον κυρίου. νῦν οὖν ἄκουσόν μου τέκνον τῆς φωνῆς καὶ πορευθεὶς εἰς τὰ πρόβατα λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου ὡς φιλεῖ καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται, ὅπως εὐλογήσῃ 〈σε〉 ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν». Ἡ μὲν οὖν Ῥεβέκκα εἰκόνα φέρουσα τῆς ἐκκλησίας ἤδη προετύπου τὰ μέλλοντα διὰ
10τοῦ νεωτέρου υἱοῦ ἐπιτελεῖσθαι. φησὶν γὰρ πρὸς αὐτόν· «πορευθεὶς εἰς τὰ πρόβατα λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς». ὁ μὲν Ἡσαῦ εἰς τὸ πεδίον πέμπεται, ὡς ἐν κόσμῳ προσήλυτος ζῶν· ὁ δὲ Ἰακὼβ εἰς τὰ πρόβατα, ἵνα πληρωθῇ τὸ ὑπὸ τοῦ κυρίου
εἰρημένον· «οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ».14

16

Τὸ δὲ εἰπεῖν αὐτήν, «λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς» ἔδειξεν τὰς δύο κλήσεις, τὰς διὰ τοῦ εὐαγγελίου γεγενημένας· ἔριφοι μὲν ὄντες ἀπ’ ἀρχῆς, ἐπειδὴ πάντες ἦμεν ἁμαρτωλοί, ἁπαλοὶ δὲ καὶ καλοὶ διὰ ὑπακοῆς γινόμεθα τῇ ἐν Χριστῷ πίστει δικαιούμενοι, μηκέτι ὡς ἔριφοι κρινόμενοι, ἀλλ’ ὡς πρόβατα εἰς «ὀσμὴν εὐωδίας» θυσίᾳ
5καθαρᾷ θεῷ προσφερόμενοι, 〈καὶ εἰς τροφὴν πνευματικὴν τῷ λόγῳ ἐξηρτισμένοι〉 ὃς διὰ τοῦ εὐαγγελίου τὰ ὅμοια ἐπιτελῶν ἔλεγεν τοῖς μαθηταῖς· «ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε». «Εἶπεν δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· ἔστιν ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος. μήποτε ψηλαφήσῃ με ὁ πατήρ μου καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς κατα‐
10φρονῶν καὶ ἐπάξω ἐπ’ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.» πῶς σαφῶς ἐνθάδε τὸ ἴδιον εὐλαβὲς ὁ Ἰακὼβ ἐπέδειξεν. μαθὼν γὰρ τὸ γεγενημένον ὑπὸ τοῦ Χάμ, ὃς ἰδὼν γυμνωθέντα τὸν
Νῶε κατεγέλασεν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐπεσπάσατο ἐφ’ ἑαυτὸν τὴν κατάραν,16

18

εὐλαβήθη μήποτε καὶ αὐτὸς ὡς ἐκπειράζων τὸν ἑαυτοῦ πατέρα νομισθῇ καὶ ὑπὸ κατάραν πέσῃ· ἦν δὲ καὶ τὸ ὑπ’ αὐτοῦ λεγόμενον ἀληθές, ὅτι μὲν «Ἡσαῦ ὁ ἀδελφός μοῦ ἐστιν ἀνὴρ δασύς», τοῦτ’ ἔστιν ἁμαρτωλός, «ἐγὼ δὲ ἀνὴρ λεῖος», ᾧπερ δείκνυται τὸ ἄσπιλον καὶ ἀναμάρτητον τῆς σαρκὸς τοῦ κυρίου. ἀλλ’ ἐπειδὴ μὴ ἔδει ἐπὶ ἑτέρου ἐπιτελεῖσθαι τὰ
5μυστήρια, φησὶν πρὸς αὐτόν· «ἐπ’ ἐμὲ ἡ κατάρα σου τέκνον, μόνον ὑπάκουσον τῆς ἐμῆς φωνῆς καὶ πορευθεὶς ἔνεγκέ μοι». Καὶ γὰρ ἔστιν ἐπιγνῶναι τὸ εἰρημένον ὑπὸ τῆς Ῥεβέκκας πάλαι, νῦν ἐπὶ τὴν ἐκ‐ κλησίαν πεπληρωμένον. τὸ γὰρ «ἐπ’ ἐμὲ ἡ κατάρα σου τέκνον», τοῦτο δηλοῖ, ὅπερ νῦν τινες βλασφημοῦντες τὴν ἐκκλησίαν ὀνειδίζουσιν ὡς σεβομένην τὸν ἐσταυρωμένον, κατάραν ἡμῖν
10καὶ ὄνειδος κατὰ ταῦτα ἐπιφέροντες. τὸ γὰρ πάθος τοῦ κυρίου τοῖς μὲν ἀπίστοις νομίζεται κατάρα, τοῖς δὲ πιστεύουσιν «ζωὴ καὶ εἰρήνη». καὶ γὰρ ὁ ἀπόστολος λέγει· «Χριστὸς ἡμᾶς
ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα», ὅπερ ἐπεπλήρωσεν ὁ18

20

σωτὴρ νῦν διὰ τοῦ σώματος ἐπὶ τοῦ ξύλου θάνατον 〈ἀνθρώπου〉 ἀναδεξάμενος, ἵνα διὰ τῆς ἰδίας ὑπακοῆς ἀναλύσῃ τὴν τοῦ Ἀδὰμ ἐν τῷ νόμῳ κειμένην κατάραν, τὸ «γῆ εἶ 〈καὶ εἰς γῆν ἀπελεύσῃ〉». «Λαβοῦσα οὖν ἡ Ῥεβέκκα τὴν στολὴν τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου
5τὴν καλὴν ἐνέδυσεν τὸν υἱὸν αὐτῆς Ἰακὼβ καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν περὶ τοὺς βραχίονας αὐτοῦ». Τὸ μὲν ἐνδύσασθαι αὐτὸν τὴν στολήν, σημαίνει ὡς ἔμελλεν ὁ λόγος τὴν σάρκα ἐνδύσεσθαι, τὸ δὲ περιθεῖναι τὰ δέρματα τῶν ἐρίφων περὶ τοὺς βραχίονας αὐτοῦ, δηλοῖ ὅτι τὰς πάντων ἡμῶν ἁμαρτίας αὐτὸς ἀνέλαβεν, ἐν τῷ σταυρῷ τὰς χεῖρας καὶ τοὺς βραχίονας
10ἐκπετάσας. ὡς καὶ Ἡσαΐας εἴρηκεν· «αὐτὸς τὰς ἁμαρτίας ἡμῶν ἦρεν καὶ τὰς νόσους ἐβάστασεν». Τὸ δὲ εἰπεῖν τὸν Ἰακὼβ τῷ πατρί· «πεποίηκα καθ’ ἃ ἐλάλησάς μοι», σημαίνει τὴν ἀεὶ τοῦ λόγου πρὸς τὸν πατέρα ὑπακοήν. ὡς καὶ ἐν τῷ Ἰεζεκιὴλ λέγει· «ἐποίησα καθ’
ἃ ἐνετείλατό μοι».20

22

Εἶπεν δὲ αὐτῷ Ἰσαάκ· «τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ». οὐχ ὡς ἀγνοῶν ὁ προφήτης ἐπερωτᾷ τὸν Ἰακώβ· ἐνορᾷ γὰρ πνευματικῶς τὰ γινόμενα. οὐ γὰρ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐπερωτῶν τοὺς Γαβαωνίτας ἠγνόει τὸ ὑπ’ αὐτῶν τετεχνασμένον πανούρ‐ γευμα, ἀλλὰ εἰδότως συνεχώρει, ἵνα τὰ ἔθνη εἰς Ἰησοῦν καὶ εἰς Ἰησοῦν μετανοοῦντα καὶ
5πιστεύοντα σωθῇ. οὕτως οὖν καὶ ἐνθάδε νοεῖν χρή. «Ἔγγισόν μοι, φησίν, καὶ ψηλαφήσω σε τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ ἢ οὔ. καὶ ἤγγισεν πρὸς αὐτόν. ὁ δὲ ψηλαφήσας ἔφη· ἡ μὲν φωνὴ φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες χεῖρες Ἡσαῦ». Τοῦτο σημαίνει ὅτι ὁ λόγος ὁ ἐν τῷ Ἰακὼβ τὰ μυστήρια προτυπῶν καὶ φωνὴ
10ἐγένετο τῶν προφητῶν, αὐτὸς ἐν αὐτοῖς προφαίνων τὰ μέλλοντα. αἱ δὲ χεῖρες αὐτοῦ ἐγενή‐
θησαν «χεῖρες Ἡσαῦ»· διὰ γὰρ τὰς τοῦ λαοῦ ἁμαρτίας τῷ θανάτῳ παρεδόθη.22

24

Φησὶν οὖν πρὸς αὐτόν· «ἔγγισόν μοι, τέκνον, καὶ φίλησόν με. καὶ ἐγγίσας ἐφίλη‐ σεν αὐτόν. καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ ηὐλόγησεν αὐτὸν καὶ εἶπεν». καὶ τοῦτο σαφῶς προμηνύων ὁ προφήτης, ὡς οὐδεὶς ἀνθρώπων στόμα ἅγιον προσοίσει πατρὶ ἢ μόνος ὁ πρωτότοκος ἐκ τῆς παρθένου γενόμενος 〈υἱόσ〉. «ἐγὼ γάρ φησιν εἰμὶ ὁ υἱός σου,
5ὁ πρωτότοκος». παραυτίκα γοῦν ἐπήνεγκεν τὴν εὐλογίαν ὁ προφήτης καὶ λέγει· «ἰδοὺ ὀσμὴ τῶν ἱματίων τοῦ υἱοῦ μου 〈ὡσ〉 ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε κύριος· καὶ δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς πλῆθος σίτου καὶ οἴνου· καὶ δουλευσάτωσάν σοι 〈ἔθνη, καὶ προσκυνήσουσίν σοι〉 ἄρχοντες, καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικα‐
10τάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος». Εἰ μὲν οὖν νομίζει τις, τὴν εὐλογίαν ταύτην ἐπὶ τὸν Ἰακὼβ γεγενῆσθαι, πεπλάνηται·
οὐδὲν γὰρ τούτων συνέβη τῷ Ἰακώβ. εὑρίσκεται γὰρ πρῶτον μὲν ἐν τῇ Μεσοποταμίᾳ εἴκοσι24

26

ἔτη δουλεύων τῷ Λάβαν, ἔπειτα αὐτὸς τὸν ἴδιον ἀδελφὸν Ἡσαῦ προσκυνῶν καὶ διὰ τῶν δώρων τὸ τούτου πρόσωπον ἐξιλασκόμενος, μετὰ ταῦτα πάλιν εἰς Αἴγυπτον κατερχόμενος, ἵνα μὴ σὺν τοῖς τέκνοις λιμῷ διαφθαρῇ. ἐπὶ τίνα οὖν πληροῦται τὸ εἰρημένον· «ἰδοὺ ὀσμὴ τῶν ἱματίων τοῦ υἱοῦ μου· ὡς ὀσμὴ ἀγροῦ πλήρης, ὃν εὐλόγησεν κύριος»; ἐπ’ οὐδένα
5ἄλλον, εἰ μὴ ἐπὶ τὸν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ. ἀγρὸς γάρ ἐστιν ὁ κόσμος. ὀσμὴ δὲ τῶν ἱματίων αὐτοῦ εἰσιν πάντες οἱ πιστεύοντες εἰς αὐτόν. ὡς ὁ ἀπόστολος λέγει· «ὅτι Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν γὰρ ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν». Τὸ δὲ εἰπεῖν· «δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότη‐
10τος τῆς γῆς πλῆθος σίτου καὶ οἴνου» σαφέστατα διὰ τοῦ ῥητοῦ τὸν λόγον, τὸν ἀπὸ οὐρανῶν καταβάντα ὡς δρόσον, ἐσήμανεν· τὴν δὲ γῆν, τὴν σάρκα, τὴν ἐκ τῆς παρθένου προσ‐ ειλημμένην. «πλῆθος δὲ σίτου καὶ οἴνου» εἰπὼν ἔδειξεν τοὺς ἁγίους ὡς σῖτον εἰς
ἀποθήκην συναγομένους καὶ διὰ τοῦ πνεύματος ὡς οἴνῳ δικαιουμένους.26

28

Τὸ δὲ εἰπεῖν· «δουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνήσουσίν σοι ἄρχοντες» 〈τοῦτο καὶ μεχρὶ νῦν γίνεται· τίνι σήμερον τὰ ἔθνη πιστεύοντα δουλεύουσι καὶ τίνα προσκυνοῦσιν οἱ τῆς ἐκκλησίας ἄρχοντεσ〉 ἀλλ’ ἢ τὸν Χριστόν, δι’ οὗ ὀνόματος καὶ σώζονται. ὡς καὶ διὰ Ἡσαΐου αὐτὸς ὁ λόγος προαναφωνῶν λέγει· «τοῖς δὲ δουλεύουσίν μοι κληθήσεται
5ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινὸν 〈καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν〉». καὶ πάλιν λέγει· «ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ αἰσχυνθήσεσθε, ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε».
10 Εἶτα ἐπιφέρει λέγων· «γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου». τὸν μὲν Ἰακὼβ οὔτε τις προσεκύνησεν, οὔτε γεγένηται κύριος τοῦ
ἀδελφοῦ αὐτοῦ Ἡσαῦ· ἀλλὰ τοὐναντίον, οὗτος φοβηθεὶς αὐτὸν ἔφυγεν, καὶ πρῶτος28

30

αὐτὸν προσεκύνησεν ἑπτάκις. τὸ οὖν εἰρημένον πληροῦται ἐπὶ τὸν σωτῆρα. τῶν γὰρ νομι‐ ζομένων κατὰ σάρκα ἀδελφῶν ἐγένετο κύριος καὶ δεσπότης, ἵνα ὑπ’ αὐτῶν ὡς βασιλεὺς προσκυνηθῇ. διὰ τοῦτο λέγει· «ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλο‐ γημένος».
5 Τῆς μὲν οὖν εὐλογίας ταύτης ἐμφάσει μὲν ὡς ἐπὶ τὸν Ἰακὼβ εἰρημένης, τῇ δὲ ἀληθείᾳ ἐπὶ τὸν Χριστὸν πεπληρωμένης, ἴδωμεν τί λέγει ἐν τοῖς ἑξῆς. «Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ 〈τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο ὡς ἐξῆλθεν Ἰακὼβ〉 ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας· καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσή‐
10νεγκεν τῷ πατρὶ αὐτοῦ». Τὰ μὲν οὖν Ἡσαῦ ἐδέσματα σημαίνει τὴν ἐν τῷ νόμῳ τοῦ λαοῦ θρησκείαν, ὡς καυ‐ χώμενοι καὶ νομίζοντες διὰ περιτομῆς δικαιοῦσθαι προσέφερον προσήλυτα ἔθνη ὡς τροφὴν
αὐτοὶ τροφῆς ἐπιδεόμενοι, ἄρτου ἐπουρανίου θιγεῖν μὴ δυνάμενοι.30

32

Εἶπεν οὖν Ἡσαῦ· «ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου». πῶς ὑπερήφανον τὸ ῥῆμα καὶ ἐπηρμένον τῇ καρδίᾳ· καὶ γὰρ ἕως σήμερον οἱ ἐκ περιτομῆς ὁμοίως καυχῶνται, ὡς μόνοι δεδικαιωμένοι. ὁ δὲ μακάριος Ἰακὼβ τὸ εὐλαβὲς καὶ ταπεινόφρον προσλαβόμενος ἔλεγεν τῷ πατρί· «ἐποίησα καθ’ ἃ
5ἐλάλησάς μοι»· ὁ δὲ Ἡσαῦ οὐχ οὕτως, ἀλλὰ «ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου». ὁ δὲ πρὸς αὐτὸν ἔφη· «τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου, ὁ πρωτότοκος, Ἡσαῦ. ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπεν· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σε ἐλθεῖν καὶ ηὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται». πῶς ἐγρηγόρησεν ἐνθάδε τὸ
10πνεῦμα τοῦ προφήτου. ἐπειδὴ γὰρ ἐν τῇ εὐλογίᾳ προσομιλῶν τῷ Ἰακὼβ εἶπεν· «ὁ εὐλογῶν σε εὐλογημένος· ὁ δὲ καταρώμενός σε ἐπικατάρατος», διὰ τοῦτο ἐπεσφαλίσατο ἐκ δευτέ‐ ρου καὶ ἐπεσφράγισεν τὴν πρώτην εὐλογίαν εἰπών· «ηὐλόγησα αὐτὸν καὶ εὐλογημένος ἔσται». ἦν γὰρ τὸ γεγονὸς ὑπὸ τοῦ Ἰακὼβ μυστήριον οἰκονομίας εἰς Χριστὸν προτυπού‐
μενον, ὃς εὐλογημένος ὑπὸ τοῦ πατρὸς γεννηθεὶς εἰς τοὺς αἰῶνας ἐγένετο εὐλογημένος.32

34

Τὸ δὲ εἰπεῖν τὴν γραφήν· «ἐξέστη δὲ Ἰσαὰκ 〈ἔκστασιν μεγάλην σφόδρα», τοῦτ’ ἔστιν· ἐθαύμασεν Ἰσαὰκ〉 ἐπὶ τῷ γεγονότι, προορῶν 〈τὰ〉 ἔθνη διὰ τοῦ νεωτέρου υἱοῦ 〈ὑπὸ〉 τοῦ θεοῦ μέλλοντα εὐλογεῖσθαι καὶ εἰς τὴν διαθήκην τῆς ἐπαγγελίας τῶν πατέρων χωρεῖν. διὰ τοῦτο γὰρ καὶ Ἰακὼβ τικτόμενος καὶ ἔσχατος ἐκ κοιλίας μητρὸς
5ἐκπορευόμενος τὴν πτέρναν ἐκράτει τοῦ Ἡσαῦ· ἤμελλεν γὰρ ὁ τοῖς ἴχνεσιν τῶν προφητῶν κατακολουθῶν ἔσχατος λαὸς λήψεσθαι τὰ πρωτοτόκια εἰς καινὴν διαθήκην πρῶτος εὑρισκόμενος. «Ἐγένετο ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, ἀνεβόησεν φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν· εὐλόγησον δὴ κἀμὲ πάτερ. εἶπεν δὲ αὐτῷ·
10ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβεν τὴν εὐλογίαν σου».
Τὸ οὖν εἰπεῖν αὐτῷ· «ἐλθὼν 〈ὁ ἀδελφόσ〉 σου μετὰ δόλου 〈ἔλαβεν τὴν εὐλογίαν34

36

σου〉» σημαίνει μυστικῶς, ὅτι ἤμελλεν ὁ λόγος τοῦ θεοῦ σαρκωθεὶς μορφὴν δούλου λαμ‐ βάνειν, ἵνα δι’ αὐτοῦ ἄγνωστος γεννηθεὶς ἀναδέξηται τὴν εὐλογίαν παρὰ τοῦ πατρός, μετα‐ διδοὺς καὶ ἡμῖν τοῖς ἐπ’ αὐτὸν πιστεύουσιν. Ὁ δὲ ἀκούσας ἔφη· «δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνισεν γάρ με ἤδη
5δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφεν καὶ νῦν ἔλαβεν τὴν εὐλογίαν μου. καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακώβ, καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· πότε ἐγγίσωσιν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου;» Πῶς σαφῶς ἐνθάδε προανεφώνησεν ἡ γραφὴ 〈διὰ Ἡσαῦ τὰ συμβησόμενα τὰ συναφῆ·〉 καὶ γὰρ ὁ λόγος πατὴρ τοῦ λαοῦ ἐδείκνυτο, ὃς ἐπ’ ἐσχάτων διὰ τῆς σαρκὸς
10ἐπὶ τὸ πάθος ἤγγισεν. ὡς Μωσῆς ὀνειδίζων τὸν λαὸν λέγει· «ταῦτα κυρίῳ ἀνταποδίδοτε, οὐκ αὐτός σου πατήρ;» διέστειλεν οὖν ἡ γραφή, ἵνα νοήσωμεν τὸ εἰρημένον. τὸ γὰρ εἰπεῖν τὸν Ἡσαῦ· «πότε ἐγγίσωσιν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου;» περὶ
τῶν ἡμερῶν τοῦ πάσχα διηγεῖται, ἐν αἷς παρῄει ὁ λόγος κηρύσσων αὐτοῖς τὴν βασιλείαν.36

38

τὸ δὲ «ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου», ἵνα δειχθῇ αὐτὸς ὁ ἄνθρωπος, ὁ κατὰ σάρκα ἐκ τοῦ Ἰακὼβ γεννηθεὶς καὶ ὑπ’ αὐτοῦ ἐπὶ ξύλου προσηλωθείς. Φησὶν οὖν πρὸς αὐτόν· «οὐχ ὑπελίπου μοι εὐλογίαν πάτερ;» ἵνα γὰρ πᾶν τὸ πλή‐ ρωμα τῆς θεότητος σωματικῶς ἐν τῷ Χριστῷ κατοικοῦν εὑρεθῇ, ὅδε πρὸς αὐτὸν
5ἔφη· «εἰ κύριον αὐτὸν ἐποίησά σου καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω τέκνον; Κατανυχθέντος δὲ Ἰσαὰκ ἐβόησεν φωνὴν Ἡσαῦ καὶ ἔκλαυσεν». τὸ οὖν κατανυγῆναι τὸν Ἰσαὰκ τὸ ἐπισπλαγχνισθῆναι τὸν λόγον ἐπὶ τῷ τοῦ λαοῦ παραπτώματι. καὶ γὰρ ὁ σωτὴρ δεόμενος ὑπὲρ αὐτῶν ἔλεγεν· «πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν ὃ ποιοῦσιν».
10Τὸ δὲ ἀναβοήσαντα τὸν Ἡσαῦ κλαῦσαι τὸ μετανοῆσαι αὐτοὺς ἐφ’ ᾧ ἔπραξαν ἔργῳ.
ὡς καὶ ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων γέγραπται· «ἀκούσαντες γὰρ αὐτὰ κατενύγησαν τῇ38

40

καρδίᾳ, εἰπόντες πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· τί ποιήσωμεν ἄνδρες ἀδελφοί; οἱ δὲ εἶπον· μετανοήσατε καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν».
5 Αὕτη οὖν ἡ εὐλογία, ἣν ἐζήτει λαβεῖν ὁ Ἡσαῦ τότε. ἀλλ’ ἐπειδὴ καιρὸς οὐκ ἦν, προφητεύων Ἰσαὰκ τὰ μέλλοντα φησὶν πρὸς αὐτόν· «ἰδοὺ ἀπὸ τῆς πιότητος 〈τῆσ〉 γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσει καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου σου». τὰ μὲν εἰρημένα ὑπὸ τοῦ μακαρίου Ἰσαὰκ πότερον εὐλογίας
10ἔχει δύναμιν ἢ προφητείας; χρὴ γὰρ νοεῖν τὰ προκείμενα. ἰδού φησιν· «ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται 〈ἡ〉 κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν». συνέβη γὰρ
κατοικῆσαι τὸν λαὸν ἐν τῇ γῇ τῶν Χαναναίων, 〈ἣν〉 διένειμεν αὐτοῖς Ἰησοῦς ὁ τοῦ Ναυῆ.40

42

τὸ δὲ εἰπεῖν «καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν», ὅτι οἱ προφῆται νεφέλης δίκην ἐδρόσιζον αὐτοὺς γνωρίσαντες αὐτοῖς τὰ τοῦ θεοῦ λόγια. τὸ δὲ εἰπεῖν «ἐπὶ τῇ μαχαίρᾳ σου ζήσει», ὅτι ἀεὶ ὁ λαὸς οὐκ ἐπαύσατο πολεμῶν καὶ πολεμούμενος πρὸς τὰ κύκλωθεν ἔθνη κατοικοῦντα, καθὼς αὐταὶ αἱ γραφαὶ δηλοῦσιν. τὸ δὲ εἰπεῖν «καὶ τῷ ἀδελφῷ σου δουλεύσεις»
5σημαίνει τὸν νῦν ἐνεστῶτα καιρόν, ἐν ᾧ παρῆν ὁ σωτὴρ ἐπισκεψάμενος τοὺς ἰδίους κατὰ σάρκα ἀδελφούς, ᾧ παραινεῖ ὁ προφήτης ὑπήκοον γενάμενον δουλεύειν. διὰ τοῦτο ἔφη· «ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου σου». ποῖον ζυγόν, ἀλλ’ ἢ τὸν ἐν τῷ νόμῳ κείμενον; ἵνα μηκέτι νῦν δοῦλοι ὑπὸ ζυγὸν νόμου πολιτεύωνται, ἀλλὰ ἐλεύθεροι τῷ εὐαγγελίῳ πιστεύοντες καὶ νῦν σωθῆναι δύνωνται.
10Τῶν οὖν μακαρίων προφητῶν κατὰ γενεὰν ἡμῖν τὰ τοῦ Χριστοῦ μυστήρια προ‐
κηρυξάντων 〈καὶ τὰ τῆς δικαιοσύνης σαφέστατα δειξάντων〉 τίς διστάζει ἐπὶ τούτοις42

44

προφανῶς λελαλημένοις; εἰ γὰρ τὰ πρὸ παρῳχηκότα καὶ τὰ ἐνεστῶτα εἰπόντες πιστοὶ ὑφ’ ἡμῶν κρίνονται, πῶς οὐχὶ καὶ τὰ μέλλοντα ἔσεσθαι;
3tBÉNÉDICTIONS DE JACOB
4tLES FILS DE JOSEPH: EPHRAÏM ET MANASSÉ
5 Προμηνύσαντες οὖν τὰς ὑπὸ τοῦ Ἰσαὰκ εἰρημένας εὐλογίας, παρέλθωμεν καὶ ἐπὶ τὰς ὑπ’ αὐτοῦ τοῦ Ἰακὼβ γεγενημένας πρὸς τοὺς υἱοὺς εὐλογίας. φησὶν γὰρ ἡ γραφὴ οὕτως. «ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ εἶπεν τίνες εἰσὶν οὗτοι; ὁ δὲ εἶπεν· υἱοί μου εἰσίν, οὓς δέδωκέν μοι ὁ θεὸς ἐνταῦθα. καὶ εἶπεν· προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς. οἱ δὲ ὀφθαλμοὶ Ἰακὼβ ἐβαρύνθησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδυνήθησαν τοῦ βλέπειν. καὶ ἤγγισεν
10αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν. καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ·
ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην καὶ ἰδοὺ ἔδειξέν μοι ὁ θεὸς καὶ τὸ σπέρμα σου. καὶ44

46

ἐξήγαγεν αὐτοὺς Ἰωσὴφ 〈ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς· λαβὼν δὲ Ἰωσὴφ〉 τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Ἐφραὶμ ἐν δεξιᾷ, ἐξ ἀριστε‐ ρῶν δὲ τοῦ Ἰσραήλ, καὶ τὸν Μανασσῆν ἐν τῇ ἀριστερᾷ, ἐκ δεξιῶν δὲ Ἰσραήλ, ἤγγισεν αὐτοὺς πρὸς αὐτόν. ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιάν, ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν
5Ἐφραίμ, οὗτος δὲ ἦν ὁ νεώτερος, καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλάξας τὰς χεῖρας ηὐλόγησεν αὐτοὺς καὶ εἶπεν· ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐναντίον αὐτοῦ, Ἀβραὰμ καὶ Ἰσαάκ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς σήμερον ἡμέρας, ὁ ἄγγελος, ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου, εὐλόγησον τὰ παιδία ταῦτα, καὶ ἐπιτεθήσεται τὸ ὄνομά μου ἐπ’ αὐτούς· καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ πληθυνθείησαν
10εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς». Ταῦτα εἰπὼν ὁ προφήτης μυστήριον μέγιστον ἡμῖν ἐπέδειξεν. ἐν γὰρ τῷ ἐναλλά‐ ξαι τὰς χεῖρας καὶ τὸν νεώτερον υἱὸν τοῦ Ἰωσήφ, λέγω δὴ τὸν Ἐφραίμ, εἰς τὰ δεξιὰ
μεθιστάναι, τὸν δὲ Μανασσῆν τὸν πρωτότοκον εἰς τὰ ἀριστερά, ἔδειξεν δι’ αὐτῶν δύο κλήσεις46

48

καὶ δύο λαοὺς γινομένους· καὶ τὸν μὲν νεώτερον διὰ πίστεως εἰς δεξιὰν τοῦ Χριστοῦ εὑρισκό‐ μενον, τὸν δὲ πρεσβύτερον λαόν, τὸν ἐν τῷ νόμῳ καυχώμενον, εἰς ἀριστερὰν μετατιθέμενον. ὅθεν μὴ νοήσας ὁ Ἰωσὴφ πνευματικῶς τὸ γινόμενον ὑπὸ τοῦ προφήτου, οἰόμενος πλα‐ νᾶσθαι τὸν πατέρα, ἀντελάβετο αὐτοῦ καὶ εἶπεν· «οὐχ οὕτως, πάτερ, αὐτὸς γάρ ἐστιν ὁ πρωτό‐
5τοκος, ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. ὁ δὲ εἶπεν· οἶδα, τέκνον, καὶ αὐτὸς ἔσται μέγας καὶ αὐτὸς ὑψωθήσεται, ἀλλ’ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται»· «καὶ ἔθηκεν τὸν Ἐφραὶμ ἔμπροσθεν τοῦ Μανασσῆ». ἀλλ’ ἐπειδὴ λεληθότως πολλὰ ἔγκειται ἐν ταῖς ἁγίαις γραφαῖς καὶ τοῦτο ἀφθόνως διηγησόμεθα, τί λέγων ὁ μακάριος Ἰακὼβ ἰδιοποιήσατο τοὺς δύο υἱοὺς τοῦ Ἰωσήφ. τὸ γὰρ εἰπεῖν «οἱ δύο υἱοί, οἱ γενάμενοι ἐν Αἰγύπτῳ
10πρὸ τοῦ με ἐλθεῖν πρός σε εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραὶμ καὶ Μανασσῆς, ὡς Ῥουβὴμ καὶ Συμεὼν ἔσονταί μοι· τὰ δὲ ἔγγονα, ἃ γεννήσεις μετὰ ταῦτα, σοὶ ἔσονται», τοῦτο
σημαίνει· ἐπειδὴ γὰρ δώδεκα ἦσαν υἱοὶ τοῦ Ἰακώβ, ἐξ ὧνπερ αἱ δώδεκα φυλαὶ γεγένηνται,48

50

τοὺς δύο υἱοὺς τοῦ Ἰωσὴφ εἰς δύο φυλὰς ἐμέρισεν, καὶ ἐγένοντο φυλαὶ δεκατρεῖς, τῆς φυλῆς Ἰωσὴφ εἰς τοὺς δύο υἱοὺς μερισθείσης· καὶ οὕτω οὐκ ἀργὸς ἦν Παῦλος ὁ ἀπόσ‐ τολος, τρισκαιδέκατος μετὰ τοὺς ἀποστόλους, ἐκλεγεὶς ἐκ τοῦ ἀριθμοῦ τῶν φυλῶν, κατελογίσθη καὶ οὕτως τοῖς ἔθνεσιν ἀπόστολος ἐπέμφθη.
5tLES DOUZE FILS DE JACOB
6 Τῶν οὖν ἁγίων γραφῶν κατὰ πάντα λόγον πληροφορουσῶν ἡμᾶς διὰ τῶν προφητῶν πειρώμενοι ἴδωμεν ἐν τοῖς ἑξῆς τί λέγει. «Ἐκάλεσεν δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν· συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν, τί ἀπαντήσει ὑμῖν ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ, ἀκούσατε
10Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν».
Τὸ μὲν οὖν εἰπεῖν αὐτόν· «συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ’ ἐσχάτῳ50

52

τῶν ἡμερῶν», προφητεία ἐστὶν τοῦτο, οὐκ εὐλογία· 〈ἡ μὲν γὰρ εὐλογία〉 φέρεται ἐπί τινι εὐλογουμένῳ, ἡ δὲ προφητεία γίνεται ἐπὶ ἔργῳ τινὶ τελουμένῳ. λεγούσης οὖν τῆς γραφῆς· «πάντες οὗτοι υἱοὶ Ἰακὼβ δώδεκα, 〈καὶ〉 ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ αὐτῶν καὶ εὐλόγησεν αὐτοὺς ἕκαστον, κατὰ τὴν εὐλογίαν αὐτοῦ ηὐλόγησεν αὐτούς», πῶς
5συμφωνήσει τὸ προκείμενον, ποτὲ μὲν προφητεῖαι δεικνύμεναι, ποτὲ δὲ εὐλογίαι ὀνομαζό‐ μεναι; ἐν τούτῳ δεῖ νοεῖν, ὅτι ἐν αὐτοῖς τοῖς ῥητοῖς καὶ εὐλογίαι κεῖνται καὶ προφητεῖαι, ἵνα αἱ μὲν εὐλογίαι καταντήσωσιν ἐπὶ τὸν ἐκ τοῦ Ἰούδα γενόμενον καὶ τὸν ἐν τῷ Ἰωσὴφ προτυπούμενον, τὸν ἐκ τοῦ Λευῒ ἱερέα τοῦ πατρὸς εὑρισκόμενον, αἱ δὲ προφητεῖαι ἐπὶ τοῖς τὰ ἐναντία πράξασιν καὶ τὸν υἱὸν τοῦ θεοῦ ἐξουδενήσασιν.
10tRuben
11Ὅτι δὲ οὕτως ἔχει αὐτὴ ἡ γραφὴ σαφέστερον διδάξει ἡμᾶς. φησὶν γάρ· «Ῥουβὴμ
πρωτότοκός μου σὺ εἶ· ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς52

54

αὐθάδης· ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου, τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης». τί οὖν, ἐροῦμεν προφητείαν τοῦτο ἢ εὐλογίαν; τὸ γὰρ λέγειν «σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης» καὶ τὸ «ἀνέβης ἐπὶ τὴν 〈κοίτην〉 τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης» φαίνεται ἔλεγχος εἶναι μᾶλλον τοῦ
5γεγονότος πράγματος ἢ μέλλοντος γενέσθαι. ἀλλ’ ἐρεῖ τις, τοῦτο εἰρηκέναι ἐπειδὴ Ῥουβὴμ μετὰ Βάλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ κοιμηθεὶς ἐμίανεν τὴν κοίτην τοῦ πατρός. εὑρίσκεται οὖν κατὰ τὸν ἐκείνου λόγον ὁ προφήτης παρ〈ῳχηκόσι πράγμασι, οὐ μέλλουσιν, ἐνθάδε παρ〉ακολουθῶν. ἔν γε τῷ εἰπεῖν αὐτόν· «συνάχθητε υἱοὶ Ἰακώβ, ἵνα ἀπαγγείλω ὑμῖν τὰ συμβησόμενα ὑμῖν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν», περὶ μελλόντων πραγ‐
10μάτων τινῶν αἰνίττεται εἰπεῖν ὁ προφήτης. πῶς οὖν ἐνθάδε νομίσει τις αὐτὸν περὶ
πράγματος γεγονότος λέγειν; ὡς γὰρ προφήτης κατὰ τοῦτον τὸν λόγον κρίνεται προφήτης,54

56

ὅταν περὶ μελλόντων διηγῆται, οὐ παρῳχηκότων πραγμάτων. οὐδὲ γὰρ μέγα ἢ παρά‐ δοξον νομισθήσεται, εἰ τὰ πρὸ δύο ἢ τριῶν ἐτῶν ὑφ’ ἡμῶν ἑωραμένα, ταῦτα ὡς δῆθεν προφητεύοντες ἄλλοις ἐκδιηγούμεθα, ὑπὸ ὀφθαλμῶν ἑωρακότες τὰ γεγονότα. δείξωμεν οὖν τὸν προφήτην 〈ὡς προφήτην〉. λέγει γάρ· «Ῥουβὴμ πρωτότοκός μου σὺ εἶ, ἰσχύς μου
5καὶ ἀρχὴ τέκνων μου». καὶ τοῦτο μέν τινες φέρουσιν ἐπὶ τὸν σωτῆρα, ὡς δῆθεν τοῦ πατρὸς προσομιλοῦντος τῷ ἰδίῳ υἱῷ. ἀλλὰ τὰ ἐπιφερόμενα ῥητὰ βλάψει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων. 〈καὶ〉 εἰ νομίσει τις τοῦτο πρὸς τὸν σωτῆρα εἰρῆσθαι, 〈«σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδησ»〉 καὶ τὰ ἀκόλουθα ἐπισυνάψει· ἀλλ’ οὐχ οὕτως ἔχει. ὁ γὰρ Ῥουβὴμ πρωτότοκος ἦν τοῦ Ἰακὼβ υἱός, ὡς καὶ λαὸς πρωτότοκος ἦν, διὰ τοῦ νόμου
10εἰς υἱοθεσίαν 〈θείαν〉 κεκλημένος λαός. τὴν οὖν πρᾶξιν τοῦ πρωτοτόκου, συνέκρινεν πρὸς τὴν μέλλουσαν ἔσεσθαι τοῦ προτέρου λαοῦ. τὸ γὰρ εἰπεῖν αὐτόν· «Ῥουβὴμ
πρωτότοκός μου σὺ εἶ, ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου», δύναται πρὸς αὐτὸν τὸν Ῥουβὴμ56

58

ὁ Ἰακὼβ εἰρηκέναι. τὸ δὲ «σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης» ἐνορῶν τὸ πνεῦμα τὸ ἀπειθὲς καὶ ἀνυπότακτον τοῦ γένους αὑτοῦ. καὶ γὰρ Μωϋσῆς ὁμοίως πρὸς αὐτοὺς ἔφη· «ὑμεῖς δὲ λαὸς σκληροτράχηλός ἐστε. προσέχετε αὑτοῖς, μήποτε θυμωθεὶς ὀργισθῇ κύριος 〈καὶ〉 ἐξολοθρεύσῃ ὑμᾶς». ἐν δὲ τῷ εἰπεῖν τὸν Ἰακώβ· «ἐξύβρισας ὡς
5ὕδωρ, μὴ ἐκζέσῃς» ἐμείωσεν αὐτῶν τὸ κατὰ σάρκα γένος, διὰ τὸ ἐνυβρίσαι αὐτοὺς τῷ νόμῳ καὶ ἐξυβρίσαι αὐτοὺς τὸν διὰ αὐτοῦ κηρυχθέντα λόγον. «ἀνέβης γὰρ» λέγει «ἐπὶ κοίτην τοῦ πατρός σου, τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης». κοίτην δὲ καὶ στρωμνὴν εἴρηκεν τὴν ἁγίαν σάρκα Χριστοῦ, ἐφ’ ἣν οἱ ἅγιοι ὡς ἐπὶ κλίνην ἁγίαν ἀναπαυόμενοι σώζονται· ἣν τότε λαβόντες 〈οἱ〉 ἄνομοι ἐνύβρισαν ὄξος τούτῳ προσφέροντες καὶ
10καλάμῳ κεφαλὴν τύπτοντες καὶ μάστιγας νώτῳ ἐπιβάλλοντες καὶ εἰς πρόσωπον αὐτοῦ ἐμπτύοντες καὶ ῥαπίσμασιν σιαγόνας δέροντες καὶ ἥλους χερσὶν ἐμπηγνύοντες·
ταῦτα πάντα ἔδρασεν ὁ ἀσεβὴς καὶ ἄπιστος λαὸς σὺν ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ58

60

πᾶσιν τοῖς ἄρχουσιν τοῦ λαοῦ. διὰ τοῦτο οὐδὲ τούτων τὸ ἔργον παρεσιώπησεν ὁ μακάριος προφήτης, οὐδὲ κοινωνὸς τῆς τούτων πονηρίας ἢ συμβουλίας γίνεσθαι θέλει, ἀλλ’ ἐξαιρεῖται ἑαυτὸν τῆς τοιαύτης αὐτῶν κακομηχάνου πράξεως. 〈λέγει γὰρ οὕτωσ〉.
4tSIMÉON LÉNI
5 «Συμεὼν καὶ Λευεῒ ἀδελφοί, συνετέλεσαν ἀδικίαν ἐξαιρέσεως αὐτῶν. εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου 〈καὶ ἐν τῇ ἐπισυστάσει αὐτῶν μὴ ἐρίσαι τὰ ἥπατά μου·〉 ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ ἐνευροκόπησαν ταῦρον. ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ.»
10Καὶ ταῦτα μὲν ἴσως νομίσει τις ἐπὶ τῶν Σηκιμιτῶν λελαληκέναι τὸν μακάριον Ἰακώβ,
ὀνειδίζοντα τοὺς δύο υἱούς, τόν τε Συμεὼν καὶ Λευΐ, ἐπειδὴ δόλῳ ἔπεισαν τοὺς Σηκιμίτας60

62

περιτμηθῆναι διὰ τὴν Δείνα, τὴν ἀδελφὴν αὐτῶν, ἣν ἔφθειρεν Ἐμώρ, υἱὸς τοῦ Σουχέμ. οἵτινες ἐπεισελθόντες τῇ τρίτῃ ἡμέρᾳ ἐφόνευσαν πάντας τοὺς κατοικοῦντας ἐν Σηκίμοις καὶ τὰ κτήνη αὐτῶν ἐπρονόμευσαν. Ἀλλ’ οὐχ οὕτως ἔχει· καὶ γὰρ αὐτοὶ τότε ἀπελογήσαντο τῷ πατρὶ τὴν αἰτίαν, ὅτι
5δικαίως ἐποίησαν. εἰπόντος γὰρ τοῦ πατρὸς αὐτῶν, ὅτι «μισητόν με πεποιήκατε, ὥστε πονηρόν με ἐν πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις καὶ ἐν τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσίν με καὶ ἐκτριβήσομαι ἐγώ τε καὶ ὁ λαός μου», ἀπεκρίθησαν λέγοντες· «ἀλλ’ ὡς πόρνῃ χρησθήσονται τῇ ἀδελφῇ ἡμῶν;» ὅτι ἐπαινετοί εἰσιν μᾶλλον ἢ μεμπτέοι ἐν τούτῳ τῷ
10λόγῳ, οἵτινες νέοι τὴν ἡλικίαν ὑπάρχοντες οὕτως ἐζήλωσαν ἕνεκεν τῆς ἀδελφῆς αὐτῶν φθαρείσης τότε ὑπὸ τοῦ υἱοῦ τοῦ Σουχέμ, καὶ αὐτὸς δὴ ὁ Ἰακὼβ μετὰ ταῦτα χαριζόμενος
τὴν πόλιν τῷ μακαρίῳ Ἰωσὴφ ἔφη· «ἐγὼ δίδωμί σοι Σήκιμα ἐξαίρετον παρὰ πάντας τοὺς62

64

ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς Ἀμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ», ὥστε καὶ αὐτὸς Ἰακὼβ μαρτυρεῖ δικαίως τοὺς Σηκιμίτας ἀναιρεῖσθαι. Ποῖ οὖν πληροῦται ἡ προφητεία ἡ εἰρημένη· «Συμεὼν καὶ Λευῒ ἀδελφοί, συνετέλεσαν ἀδικίαν ἐξαιρέσεως αὐτῶν· εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐν τῇ
5ἐπισυστάσει αὐτῶν μὴ ἐρίσαι τὰ ἥπατά μου»; Ἀνάγνωθι τὸ εὐαγγέλιον καὶ εὑρήσεις τὸ γεγραμμένον· ἐκ γὰρ τῆς φυλῆς τοῦ Συμεὼν ἦσαν οἱ γραμματεῖς, ἐκ δὲ τοῦ Λευῒ οἱ ἀρχιερεῖς. ἐπεὶ οὖν τῇ τούτων βουλῇ καὶ γνώμῃ παρεδόθη ὁ Χριστὸς καὶ ὑπ’ αὐτῶν ἀνῃρέθη, προειδὼς ὁ προφήτης λέγει· «εἰς βου‐ λὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου». βουλὴν δὲ λέγει, ἣν ἐβουλεύσαντο ζητοῦντες ἀφορμὴν
10κατὰ Ἰησοῦ, ὅπως αὐτὸν «δόλῳ κρατήσαντες ἀποκτείνωσιν». ὡς καὶ Ἡσαΐας λέγει· «οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν εἰπόντες· δήσω‐
μεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν».64

66

«Καὶ ἐν τῇ ἐπισυστάσει αὐτῶν μὴ ἐρίσαι τὰ ἥπατά μου»· τότε γὰρ ἐπι‐ συνήχθησαν ἐπ’ αὐτὸν πάντες οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπὶ τὴν οἰκίαν τοῦ ἡγεμόνος, αἰτούμενοι θάνατον κατ’ αὐτοῦ. «Ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους». τίνας δὲ ἀνθρώπους, ἀλλ’ ἢ τοὺς
5μακαρίους προφήτας, οἵτινες ἐκπεμπόμενοι πρὸς αὐτοὺς ὑπ’ αὐτῶν ἀπεκτείνοντο, τὴν ἀλήθειαν αὐτοῖς προκηρύσσοντες; «Καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον». ἐπιθυμίαν δὲ αὐτῶν εἴρηκεν τὴν τοῦ κόσμου, οἵτινες ἐπιθυμήσαντες τὰ ἐπίγεια ἀπώλεσαν τὰ ἐπουράνια, τὸν ἀρχηγὸν τῆς ζωῆς ὡς ταῦρον ἀποκτείναντες.
10 Διὰ τοῦτο «ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκλη‐ ρύνθη». μῆνιν δὲ αὐτῶν εἴρηκεν τὴν ὀργήν, ἐν ᾗ ἀεὶ ἐμμένοντες ἐσκλήρυναν τὸν ἑαυτῶν τράχηλον τῷ ἁγίῳ πνεύματι ἀντιπίπτοντες.
«Διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ». τίς δὲ ἦν Ἰακὼβ καὶ66

68

Ἰσραήλ, ἀλλ’ ἢ ὁ ἅγιος τοῦ θεοῦ πρωτότοκος παῖς, ᾧ ἀπειθήσαντες διεσπάρησαν νῦν ἐν ὅλῳ τῷ κόσμῳ αἰχμάλωτοι ὑπὸ τῶν ἐχθρῶν γεγενημένοι;
3tJuda
4Ἐπεὶ οὖν φθάσαντες εἴπομεν, ὅτι ἐν αὐτοῖς τοῖς ῥητοῖς αἱ μὲν εὐλογίαι κεῖνται,
5αἱ δὲ προφητεῖαι, εὔλογόν ἐστιν πεῖσαι τοὺς φιλομαθεῖς, μὴ λόγῳ μόνον ἐπιδεῖξαι, ἀλλὰ δυνάμει ῥητῶν φανερῶσαι τὰ προκείμενα. λέγει γὰρ εὐλογῶν τὸν Ἰούδαν οὕτως. «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνή‐ σουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου. καὶ σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέ‐ βης. ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει
10ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς
ἔσται προσδοκία ἐθνῶν· δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὑτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον68

70

τῆς ὄνου αὐτοῦ. πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ· χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου· καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα». Πῶς δύναται ὅμοια εἶναι τὰ ῥήματα ταῦτα τοῖς ἐπάνω ἐπὶ τὸν Ῥουβὴμ εἰρημένοις; ἐκεῖ γὰρ λέγει· «σκληρὸς 〈φέρεσθαι καὶ σκληρὸσ〉 αὐθάδης ἐξυβρίσας ὡς ὕδωρ, μὴ
5ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου, τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέ‐ βης», καὶ τὸ εἰρημένον· «ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη». οὗτοι γὰρ οὐκ εὐλογίας εἰσὶν λόγοι, ἀλλ’ ἔλεγχος, προφητείας ἐπ’ αὐτοῖς ἀποκαλυπτομένης. τὸ δὲ εἰπεῖν· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου», ναὶ τοῦτο εὐλογία
10φαίνεται εἶναι. Ἀλλ’ ἐρεῖ τις· τίνι λόγῳ ἔδοξεν τῷ προφήτῃ ἐπὶ μὲν τοῦ Ἰούδα τοιαύτην εὐλογίαν
ἐπενεγκεῖν, ἐπὶ δὲ τοῖς πρώτοις οὐχ οὕτως;70

72

Μάθε. ἐπειδὴ γὰρ ἐκ τῆς Ἰούδα φυλῆς ἔμελλεν ὁ Δαβὶδ γεννᾶσθαι, ἐκ δὲ τοῦ Δαβὶδ τὸ κατὰ σάρκα Χριστός, προγινώσκων 〈κατὰ τὸ πνεῦμα τὰ μέλλοντα, εὐλόγησε〉 τὸν ἐκ τοῦ Ἰούδα 〈Δαβὶδ〉 καὶ 〈τὸν ἐκ τοῦ〉 Δαβὶδ μέλλοντα κατὰ σάρκα γεννᾶσθαι Χριστόν, ἵνα τὴν εὐλογίαν μὴ μόνον τὴν πνευματικὴν ὑπὸ θεοῦ λάβῃ, ἀλλὰ καὶ τὴν κατὰ
5σάρκα εὐλογίαν. ὡς καὶ διὰ Ἱερεμία λέγει· «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε καὶ προφήτην εἰς ἔθνη τέθεικά σε». τὸ δ’ ἐκ κοιλίας ἡγιασμένον ἤδη παρὰ θεοῦ εὐλογεῖται. Ἀλλ’ ἐρεῖς· τί οὖν τὸν Λευῒ οὕτως οὐκ εὐλόγησεν; εὑρίσκομεν γὰρ 〈καὶ〉 ἐκ τῆς φυλῆς Λευῒ τὸν Χριστὸν ἱερέα τοῦ πατρὸς δεικνύμενον, ἐπὶ 〈τοῦ τὴν τοῦ Λευῒ φυλὴν πρὸς
10τοῦ Ἰούδα ἐπι〉μιγῆναι τὴν φυλήν, ἵνα ἐξ ἀμφοτέρων αὐτῶν καὶ βασιλεὺς καὶ ἱερεὺς 〈ὁ υἱὸσ〉 τοῦ θεοῦ ἀποδειχθῇ.
Ὁ μὲν οὖν Ἰακὼβ ἐνορῶν τὴν πρᾶξιν τῶν ἀρχιερέων, Ἄννα τε καὶ Καϊάφα, ἣν72

74

ἐτόλμησαν ἐπὶ τὸν υἱὸν τοῦ θεοῦ, διὰ τὸ εἶναι αὐτοὺς ἐκ φυλῆς Λευῒ οὐκ ηὐλόγησεν τὸν Λευΐ, ἀλλὰ μᾶλλον αὐτὸν ἐπέπληξεν. ἐλθὼν δὲ ὁ μακάριος Μωϋσῆς τὸν 〈Χριστὸν τὸν〉 ἐξ Ἀαρὼν καὶ Λευῒ γενόμενον ηὐλόγησεν εἰπών· «δότε Λευῒ δήλους αὐτοῦ, καὶ τὴν ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ». τὸ οὖν ἐλλεῖπον ἐν ταῖς εὐλογίαις αὐτοῦ
5Μωϋσῆς παρὼν ἀνεπλήρωσεν. καὶ περὶ μὲν τούτων ἐν τῇ διατάξει τῶν Μωϋσέως εὐλογιῶν ἀποδώσωμεν τὸν λόγον, νυνὶ δὲ πρὸς τὸ προκείμενον ἐροῦμεν. Λέγει οὖν Ἰακὼβ οὕτως· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν· προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου». τίνες δὲ οἱ ἀδελφοί, οἱ αἰνέσαντες καὶ προσκυνήσαντες αὐτόν, ἀλλ’ ἢ οἱ ἀπόστολοι, πρὸς οὓς ἔλεγεν ὁ κύριος·
10ἀδελφοί μου καὶ συγκληρονόμοι; Τὸ δὲ εἰπεῖν «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου», ἤτοι διὰ τῆς ἐκτάσεως τῶν
χειρῶν ἴσχυσεν κατὰ τῶν ἐχθρῶν θριαμβεῦσαι τὰς ἐξουσίας, ἢ ὅτι τῶν κατὰ σάρκα γενομέ‐74

76

νων αὐτοῦ ἐχθρῶν ἐγένετο κύριος καὶ δεσπότης καὶ κριτὴς πάντων ὑπὸ πατρὸς κατασταθείς. «Σκύμνος λέοντος Ἰούδα ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης». λέοντα οὖν καὶ σκύμνον λέοντος εἰπὼν σαφῶς τὰ δύο πρόσωπα ἐπέδειξεν, τοῦ πατρὸς καὶ υἱοῦ. τὸ δὲ εἰπεῖν· «ἐκ βλαστοῦ,
5υἱέ μου, ἀνέβης», ἵνα τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ δείξῃ, ὃς ἐν κοιλίᾳ παρθένου ἐκ πνεύματος ἁγίου σαρκωθεὶς ἐβλάστησεν ἐν αὐτῇ καὶ ὡς ἄνθος καὶ ὀσμὴ εὐωδίας εἰς κόσμον προελθὼν ἐφανερώθη. ἐπεὶ οὖν σκύμνον λέοντος εἶπεν, τὴν κατὰ πνεῦμα αὐτοῦ γέννησιν ἐκ θεοῦ, ὡς ἐκ βασιλέως βασιλέα γενόμενον ἔδειξεν. οὐκ ἐσιώπησεν δὲ αὐτοῦ καὶ τὴν κατὰ σάρκα, ἀλλά φησιν· «ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης». Ἡσαΐας γὰρ λέγει· «ἐξελεύ‐
10σεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ 〈καὶ ἄνθος ἐξ αὐτῆσ〉 ἀναβήσεται». ἡ οὖν ῥίζα τοῦ Ἰεσσαὶ ἦν τῶν πατέρων γενεὰ ὡς ῥίζα ἐν γῇ πεφυτευμένη, ἡ δὲ ῥάβδος ἡ
ἐξ αὐτῶν φανερωθεῖσα ἦν ἡ Μαρία, διὰ τὸ εἶναι ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ. τὸ δὲ ἄνθος76

78

τὸ ἐν αὐτῇ βλαστῆσαν ἦν ὁ Χριστός, ὅπερ προφητεύων ὁ Ἰακὼβ ἔλεγεν· «ἐκ βλαστοῦ υἱέ μου ἀνέβης». Τὸ δὲ «ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος», ἵνα τὴν κοίμησιν τῆς τριημέρου αὐτοῦ ταφῆς ἐπιδείξῃ, ἣν ἀνεπαύσατο ἐν τῇ καρδίᾳ τῆς γῆς. ὡς καὶ αὐτὸς ὁ κύριος
5ἐμαρτύρησεν εἰπών· «ὥσπερ Ἰωνᾶς ἐποίησεν ἐν τῇ καρδίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, 〈οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτασ〉». καὶ Δαβὶδ προαναφωνῶν λέγει· «ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα. ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου». ὁμοίως δὲ καὶ Ἰακώβ· «τίς ἐγερεῖ αὐτόν»; 〈καὶ οὐκ εἶπεν· οὐδεὶς ἐγείρει αὐτόν,〉 ἀλλὰ τίς, ἵνα νοήσωμεν τὸν πατέρα τὸν
10ἐγείραντα τὸν υἱὸν ἐκ νεκρῶν. ὥσπερ ὁ ἀπόστολος λέγει· «καὶ θεοῦ πατρὸς τοῦ ἐγεί‐ ραντος αὐτὸν ἐκ νεκρῶν». καὶ ὁ Πέτρος λέγει· «ὃν ὁ θεὸς ἤγειρεν, λύσας τὰς ὀδύνας τοῦ
θανάτου, καθ’ ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ».78

80

Εἶτα λεπτομερῶς διδάσκων ἡμᾶς τὴν κατὰ σάρκα γέννησιν αὐτοῦ φησίν· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». ὅτι μὴν οὐκ ἐξέλιπεν ἄρχων οὐδὲ ἡγούμενος ἐκ τῆς φυλῆς Ἰούδα, ἕως παρῆν ὁ σωτήρ, συνέστηκεν· καὶ γὰρ τὸ εὐαγγέλιον ὁμοίως μαρτυρεῖ.
5καὶ ὅτι γεννηθεὶς ὁ σωτὴρ ἐγένετο προσδοκία ἐθνῶν τῶν ἕως σήμερον εἰς αὐτὸν πιστευόντων, καὶ τοῦτο φανερόν. τίνα γὰρ προσδοκῶμεν ἀπ’ οὐρανῶν ἐπὶ τῇ ἡμῶν αὐτῶν σωτηρίᾳ, εἰ μὴ ᾧ ἀπέκειτο πληρῶσαι νόμον καὶ προφήτας; Εἶτα φησίν· «δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ», σημαίνων τὰς δύο κλήσεις πρὸς αὐτὸν ὡς ἄμπελον δεσμευομένας καὶ τῇ
10αὐτοῦ ἀγάπῃ εἰς ἑνότητα συναγομένας, ὄνον καὶ πῶλον ἐπὶ τῷ αὐτῷ διὰ λόγου καθαιρομέ‐ νους, ἐφ’ οἷς ὁ σωτὴρ ἐπιβὰς εἰσῄει εἰς Ἱεροσόλυμα.
Εἶτα ἐπιφέρει λέγων· «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ». πῶς ἐνθάδε μυστικῶς καὶ80

82

τὸ βάπτισμα αὐτοῦ ἐμήνυσεν, ἡνίκα ἀναβὰς ἐκ τοῦ Ἰορδάνου καὶ ἀπολούσας τὰ ὕδατα ἔλαβεν τὴν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος. 〈στολὴν μὲν εἶπε τὴν σάρκα〉 οἶνον δὲ τὸ καταβὰν ἐπ’ αὐτὸν ἐν τῷ Ἰορδάνῃ πατρικὸν πνεῦμα. «Καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν 〈αὐτοῦ»· «τὴν περιβολὴν»〉 τοῦ λόγου
5σημαίνει τὰ ἔθνη, ἅτινα ὡς περιβόλαιον ἐλογίσθησαν αὐτῷ, καθὼς διὰ τοῦ προφήτου λέγει· »〈ζῶ ἐγώ, λέγει〉 κύριος εἰ μὴ πάντας αὐτοὺς ἐνδύσω, ὡς ἱμάτιον». ἐπεὶ οὖν σταφυλὴ καὶ βότρυς αὐτὸς ἦν ἐπὶ ξύλου κρεμασθείς, ὃς νυχθεὶς τὴν πλευρὰν προήγαγεν αἷμα καὶ ὕδωρ, τὸ μὲν εἰς λουτρόν, τὸ δὲ εἰς ἀγορασμόν, ὡς 〈δικαίωσ〉 ὁ προφήτης ἔφη· «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ».
10Εἶτα φανερῶν τούς τε προφήτας αὐτοῦ καὶ ἀποστόλους φησίν· «χαροποιοὶ οἱ
ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα». ὀφθαλμοὶ οὖν οἱ τοῦ Χριστοῦ82

84

ἐγένοντο οἱ προφῆται, χαίροντες ἐπὶ τῇ τοῦ πνεύματος δυνάμει καὶ προκηρύσσοντες τὰ εἰς αὐτὸν συμβησόμενα πάθη, ἅτινα καὶ ταῖς μεταγενεστέραις διηκόνησαν γενεαῖς, ὅπως πιστεύσας 〈πᾶσ〉 ὁ ἄνθρωπος σωθῆναι δυνηθῇ. τὸ δὲ εἰπεῖν αὐτόν· «λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα», ἤτοι τοὺς ἀποστόλους ἐσήμανεν τοὺς ὑπὸ τοῦ λόγου 〈αὐτοῦ〉
5ἁγιασθέντας καὶ ὡς γάλα γενηθέντας, οἵτινες μετέδωκαν ἡμῖν τὴν πνευματικὴν καὶ ἐπουράνιον τροφήν, ἢ οὖν πάλιν τὰς ἐντολὰς τοῦ κυρίου λέγει, τὰς ἐκ στόματος ἁγίου προελθούσας, γάλα δὲ ἡμῖν γεγενημένας, ἵνα ἐν αὐταῖς ἀνατραφέντες καὶ ἄρτου ἐπουρανίου μεταλαβεῖν δυνηθῶμεν.
9tZabulon
10 Εἶτά φησιν· «Ζαβουλὼν παράλιος κατοικήσει καὶ αὐτὸς παρ’ ὅρμον πλοίων καὶ παρατενεῖ ἕως Σιδῶνος». διὰ μὲν τοῦ Ζαβουλὼν ἐν τύπῳ προαναφωνεῖ τὰ ἔθνη, ἅτινα νῦν
παραλίαν ἐν τῷ κόσμῳ κατοικοῦντα ὡς ἐν θαλάσσῃ τοῖς πειρασμοῖς χειμάζονται παρορμῶντα84

86

καὶ καταφεύγοντα ἐν λιμέσι, ταῖς ἐκκλησίαις. ὅρμον γὰρ πλοίων τὰς ἐκκλησίας εἴρηκεν, αἵ εἰσιν ἐν κόσμῳ ὡς λιμένες ἡπλωμέναι καταφυγὴ τοῖς πιστεύουσιν γινόμεναι. ὡς καὶ ὁ προ‐ φήτης λέγει· «Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλὴμ ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου· ὁ λαὸς ὁ καθήμενος ἐν 〈σκοτίᾳ εἶδεν φῶς μέγα, τοῖς καθημένοις ἐν〉 σκιᾷ
5θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς» ... τὴν πίστιν τοῦ λαοῦ. Τὸ δὲ εἰπεῖν «παρατενεῖ ἕως Σιδῶνος» ἔδειξεν τὴν μακροθυμίαν τοῦ θεοῦ, ὃς παρέτεινεν τοὺς χρόνους ἕως ἐσχάτων ἡμερῶν, ἵνα καὶ τὰ νῦν πιστεύοντα ἔθνη σωθῆναι δυνηθῇ· Σιδὼν γὰρ γίνεται πρωτότοκος υἱὸς τοῦ Χάμ, ὃς ὑπὸ κατάραν τοῦ πατρὸς διὰ τὴν ἁμαρτίαν πέπτω‐ κεν, οὗπερ νῦν τὸ γένος πιστεῦον ἐπὶ Χριστὸν εὐλογεῖται.
10tIssachar
11«Ἰσσάχαρ τὸ καλὸν ἐπεθύμησεν καὶ ἀνεπαύσατο ἀνὰ μέσον τῶν κλήρων.86

88

καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ καὶ τὴν γῆν ὅτι πίων ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός». Τὸν μὲν οὖν Ἰσσάχαρ μεταφορικῶς ἀλληγορεῖ ἐπὶ τὸν σωτῆρα, ὃς μόνος ἐκ νηπίου τὸ καλὸν ἐπεθύμησεν. ὡς καὶ Ἡσαΐας λέγει· «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα
5ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν». «ἀναπαυόμενος», ἀνὰ μέσον τοῦ τῶν προφητῶν κλήρου, ἵνα πληρώσῃ τὰ ὑπ’ αὐτῶν λελαλημένα. καὶ γὰρ ἐν τῷ ὄρει ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας ἐν δεξιᾷ καὶ ἐξ εὐωνύμων συνομιλοῦντες αὐτῷ, ἵνα ἐν μέσῳ τούτων ἀναπαυόμενος ὁ σωτὴρ δειχθῇ. «Ἰδὼν οὖν τὴν ἀνάπαυσιν» τῶν ἁγίων, «ὅτι καλή, καὶ τὴν γῆν ὅτι πίων ὑπέθηκεν τὸν
10ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός». «ὑπέθηκεν τὸν ὦμον αὐτοῦ»· ποῦ ἀλλ’ ἢ ὑπὸ τὸν σταυρόν, ὃν βαστάζων μετὰ παρρησίας ἐπορεύετο; ὡς καὶ Ἡσαΐας
λέγει· «οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ». αὐτὸς ὑποθεὶς ὦμον ὑπὸ τὸ ἄροτρον88

90

καὶ πόνῳ ἀναδεξάμενος πάσας τὰς ἐπ’ αὐτὸν γεγενημένας ὕβρεις ἐγένετο ἀνὴρ τῆς ἐκκλησίας τὸ καλὸν γεώργιον γεωργῶν.
3tDan
4«Δὰν κρινεῖ τὸν λαὸν αὐτοῦ, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ· καὶ γενηθήτω Δὰν
5ὡς ὄφις ἐφ’ ὁδοῦ, καθήμενος ἐπὶ τρίβου δάκνων πτέρναν ἵππου· καὶ πεσεῖται ἱππεὺς εἰς τὰ ὀπίσω τὸ σωτήριον περιμένων κυρίου». Δάν, φησίν, «κρινεῖ τὸν λαὸν αὐτοῦ ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ». ὅπερ καὶ τοῦτο μερικῶς γεγένηται ἐπὶ τὸν Σαμψών, ὃς ἐκ τῆς φυλῆς τοῦ Δὰν γεννηθεὶς ἔκρινεν τὸν λαὸν εἴκοσιν ἔτη· τὸ καθ’ ὅλου δὲ πληρωθήσεται ἐπὶ τὸν ἀντίχριστον, ὃς κριτὴς δεινὸς καὶ
10τύραννος βασιλεὺς γεννηθεὶς κρινεῖ μὲν τὸν ἑαυτοῦ λαόν, ἀντικείσεται δέ, «ὄφις ἐφ’ ὁδοῦ εἴκοσιν ἔτη· τὸ καθ’ ὅλου δὲ πληρωθήσεται ἐπὶ τὸν ἀντίχριστον, ὃς κριτὴς δεινὸς καὶ90

92

παρακαθήμενος» τὸν τῆς ἀληθείας λόγον δάκνειν πειρώμενος τοὺς ὁδεύοντας ὀρθῶς. τὸ γὰρ εἰρηκέναι τὸν προφήτην· «δάκνων πτέρναν ἵππου», πειράζων τοὺς τὴν ἀληθινὴν καὶ σωτήριον ὁδὸν κηρύσσοντας. ὡς καὶ τοὺς ἀποστόλους ἐπείρασεν καὶ τὸν Ἰούδαν πτερνίσας κατέλαβεν καὶ 〈ὡς ἵππον κατέβαλεν καὶ〉 τὸν ἱππέα ἐπ’ αὐτοῦ εἰς
5θάνατον παρέδωκεν. ὡς «ἱππεὺς εἰς τὰ ὀπίσω», τουτέστιν ἀπὸ τῶν ἐσχάτων ἐπὶ τὰ πρῶτα περιμείνας τὴν σωτηρίαν παρὰ κυρίου, ἀνήγειρεν καὶ ἀνώρθωσεν τὰ τοῦ Ἀδὰμ σφάλματα.
8tGad
9«Γὰδ πειρατήριον πειρατεύσει αὐτόν, καὶ αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ
10πόδας.» πειρατήριον λέγει τὸ πονηρὸν συνέδριον τῶν ἀρχιερέων καὶ γραμματέων, οἵτινες ἐξεπείραζον τὸν σωτῆρα ποικίλοις πειρασμοῖς, βουλόμενοι ἀφορμὴν εὑρεῖν κατ’ αὐτοῦ, ὅπως
αὐτὸν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. ὃς εἰδὼς τοὺς διαλογισμοὺς αὐτῶν ἀντεπείρασεν92

94

αὐτοὺς ἐν τῇ ἑαυτοῦ δικαιοσύνῃ καὶ ἐν τῇ ἰδίᾳ αὐτῶν ἁμαρτίᾳ τῷ θανάτῳ παρέδωκεν. ὡς καὶ ἐν τῷ εὐαγγελίῳ γέγραπται· «τότε προσῆλθον αὐτῷ τινες τῶν φαρισαίων λέγοντες· διδάσκαλε, εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; ὁ δὲ εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον. ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ἀπαγγελῶ ὑμῖν, ἐν
5ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ· ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων, φοβούμεθα τὸν λαόν· πάντες γὰρ γινώσκουσιν τὸν Ἰωάννην, ὅτι ὄντως προφήτης ἐστίν. καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· οὐκ οἴδα‐ μεν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.»
10καλῶς οὖν ὁ προφήτης εἴρηκε· «πειρατήριον πειρατεύσει αὐτὸν 〈καὶ αὐτὸς δὲ πειρα‐
τεύσει αὐτῶν〉 κατὰ πόδας».94

96

(1t)

Aser
2 «Ἀσὴρ πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς διαδώσει τροφὴν ἄρχουσιν.» ἐνταῦθα οὖν ἤτοι περὶ τῶν ἀποστόλων αἰνίττεται ὁ προφήτης, οἵτινες διηκόνησαν καὶ μετέδωκαν τὸν τῆς ζωῆς ἄρτον, ἢ περὶ τοῦ σωτῆρος, προαναφωνῶν ἢ διδάσκων ἡμᾶς τὸν ἀπ’ οὐρανῶν κατερ‐
5χόμενον ἄρτον βρῶμα καὶ πόμα τοῖς ἁγίοις γινόμενον. Ἀσὴρ γὰρ ἑρμηνεύεται πλοῦτος, ὡς μόνος πλούσιος ὢν δυνατὸς ἦν πάντας χορτάζειν τοὺς προσερχομένους. καὶ γὰρ αὐτὸς ὁ Χριστὸς περὶ αὑτοῦ μαρτυρῶν ἔλεγεν· «ἐγώ εἰμι ὁ ἄρτος· ὁ ἀπ’ οὐρανῶν καταβάς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον, ὁ τρώγων ἐκ τοῦ ἐμοῦ ἄρτου θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα»· δεῖ δὲ καὶ τοῦτο ζητεῖν· οὐ γὰρ εἶπεν· οὐ μὴ ἀποθάνῃ, ἀλλὰ
10«θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα», ὅπερ ἐστὶν ἡ αἰώνιος διάπυρος κόλασις, ὅ ἐστιν θάνατος96

98

αἰώνιος μηδέποτε παυόμενος· ὁ γὰρ νῦν προσήμερος ἐστὶν θάνατος, καὶ πάντας ἀνθρώπους δεῖ ἀποθανεῖν· ὥστε οὐ περὶ τούτου τοῦ θανάτου ἔλεγεν ὁ κύριος, ἀλλὰ περὶ τοῦ μέλλοντος.
3tNephtali
4«Νεφθαλὶμ στέλεχος ἀνειμένον ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος». «στέλεχος
5ἀνειμένον» ἐπ’ ἐλευθερίᾳ διὰ πίστεως κεκλημένον λαὸν σημαίνει εἰς τὸ δύνασθαι πάντας καρ‐ ποφορεῖν τῷ θεῷ. ἡ μὲν γὰρ πνευματικὴ ἄμπελος ἦν ὁ σωτήρ, κλήματα δὲ καὶ στελέχη εἰσὶν αὐτοῦ οἱ ἅγιοι οἱ εἰς αὐτὸν πιστεύοντες· βότρεις δὲ αὐτοῦ οἱ μάρτυρες· τὰ δὲ ξύλα τῇ ἀμπέλῳ συνεζευγμένα δηλοῖ τὸ πάθος· οἱ δὲ τρυγηταὶ οἱ ἄγγελοι· οἱ κόφινοι δέ, ἐν οἷς συνάγονται οἱ τῆς ἀμπέλου καρποί, εἰσιν οἱ ἀπόστολοι· ληνὸς δὲ ἡ ἐκκλησία· οἶνος δὲ ἡ
10τοῦ ἁγίου πνεύματος δύναμις. τὸ οὖν εἰπεῖν «στέλεχος ἀνειμένον» τὸ ἐλευθερούμενον ἐκ
τῶν τοῦ θανάτου δεσμῶν· ὡς καὶ Ἡσαΐας λέγει· «ἐλεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια98

100

ἐκ δεσμῶν ἀνειμένα». τὸ δὲ «ἐπιδιδοὺς ἐν τῷ γεννήματι αὐτοῦ κάλλος», ὅτι ἐν τῇ ἀναγεννήσει 〈διὰ〉 τοῦ ὕδατος κτῶνται τὴν χάριν καὶ καλλονὴν τοῦ λόγου, ὃς ἦν ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
4tJoseph
5 «Υἱὸς ηὐξημένος μου Ἰωσήφ, 〈υἱὸς εὐλογημένος μοι〉 ζηλωτός, υἱός μου νεώ‐ τατος, πρός με ἀνάστρεψον. εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων, καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθησαν νεῦρα βραχιόνων χειρῶν αὐτῶν, διὰ χεῖρα δυνάστου Ἰακώβ. ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ θεοῦ πατρός σου, καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμὸς καὶ ηὐλόγησέν σε, εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλο‐
10γίαν γῆς ἐχούσης πάντα· ἕνεκεν εὐλογίας 〈μαστῶν, καὶ μήτρας εὐλογίασ〉 πατρός σου100

102

καὶ μητρός σου ὑπερίσχυσας 〈ἐπ’ εὐλογίαις ὀρέων μονίμων καὶ〉 ἐπ’ ἐπιθυμίαις θινῶν 〈ἀενάων〉· ἔσονται ἐπὶ κεφαλὴν Ἰωσὴφ καὶ ἐπὶ κορυφήν, ὧν 〈ἡγήσατο ἀδελφῶν〉.» Τὸν μὲν Ἰωσὴφ παρὰ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πλουσίως ηὐλόγησεν, ἅτε δὴ ἐνορῶν τὰ δι’ αὐτοῦ προεικονιζόμενα 〈γενησόμενα〉 εἰς Χριστὸν μυστήρια· ὅθεν ὁ προφήτης
5εὐλογῶν οὐ τὸν Ἰωσήφ, ἀλλ’ οὗ τὸν τύπον ἔφερεν ὁ Ἰωσήφ. φησὶν γὰρ πρὸς αὐτόν· «Υἱὸς ηὐξημένος μοι Ἰωσήφ», ὅτι διὰ τοῦ κυρίου καὶ τελείου ὀνόματος ηὐξήθη ἐν τῷ κόσμῳ καὶ ἐπληθύνθη ἡ Χριστοῦ χάρις. «Υἱὸς εὐλογημένος μοι ζηλωτός», ἐπειδὴ γὰρ εὐλογημένος ἦν παρὰ τῷ θεῷ, παριὼν εἰς τὰ ἴδια οὐκ ἐγνώσθη, ἀλλ’ ἐζηλώθη καὶ ἐμισήθη. καὶ γὰρ ἡ γραφὴ λέγει· «ἰδόντες δὲ
10οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι αὐτὸν ὁ πατὴρ φιλεῖ, ἐζήλωσαν αὐτὸν καὶ μᾶλλον προσέθεντο τοῦ μισεῖν αὐτόν». διὰ τοῦτο Ἰακὼβ λέγει· «υἱός μου ζηλωτός, υἱός μου νεώτατος». καὶ γὰρ
ἡ γραφὴ λέγει· «ἠγάπα δὲ αὐτὸν Ἰακώβ, ὅτι υἱὸς γήρους ἦν αὐτῷ». γηράσκοντι γὰρ ἤδη102

104

τῷ κόσμῳ καὶ παντελῶς ἀπολωλότι ἐπιφανεὶς ὁ υἱὸς τοῦ θεοῦ καὶ ἐκ παρθένου γεννηθεὶς υἱὸς γήρους ἀπεδείχθη τῷ πατρὶ πρὸ τῶν αἰώνων ἀεὶ συνὼν τῷ θεῷ. διὰ τοῦτο πρὸς αὐτὸν λέγει· «πρός με ἀνάστρεψον», ἐκ γῆς εἰς οὐρανοὺς προσκαλούμενος τὸν αὑτοῦ παῖδα. «Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων». τίνες
5δὲ ἦσαν οἱ βουλευόμενοι κακὰ περὶ αὐτοῦ καὶ λοιδοροῦντες αὐτόν, ἀλλ’ ἢ ὁ ἄνομος καὶ ἀπειθὴς λαός, οἳ πολλὰ κακὰ διαβλασφημοῦντες εἰς αὐτὸν ἔλεγον; «κύριοι δὲ τοξευμάτων», ὅτι εὔβολοι ἦσαν εἰς τὸ κακὸν ποιεῖν καὶ φονεύειν πάντας 〈τοὺς δικαίουσ〉. «Καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν». οἳ γὰρ κατ’ αὐτοῦ κακὰ ἐβουλεύσαντο καὶ κατελάλησαν ὡς τόξα ἐπ’ αὐτὸν ἀκοντίζοντες, ὕστερον αὐτοὶ κατῃσχύνθησαν, μαθόντες
10αὐτὸν ἐκ νεκρῶν ἐγηγερμένον. ὡς καὶ Ἡσαΐας λέγει· «ματαία ἡ βουλὴ τοῦ πνεύματος
μῶν».104

106

Καὶ Ἰακὼβ λέγει· «ἐξελύθη νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Ἰακώβ». οἱ γὰρ ἐφ’ ἑαυτούς, οὐκ ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα κεκτημένοι, ἀλλ’ ἐν ἰδίᾳ δυνάμει καυχώμενοι ἐξελύθησαν καὶ ἐγενήθησαν εἰς οὐδέν, ὑπ’ αὐτοῦ τοῦ λόγου πολεμηθέντες καὶ τοῖς ἔθνεσιν εἰς διασπορὰν παραδοθέντες.
5 «Ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ θεοῦ πατρός 〈σου〉, καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμός», τίς ἆρα ἐστὶν ὁ κατισχύσας τὸν Ἰσραὴλ καὶ βοηθήσας τῷ ἑαυτοῦ παιδὶ ἢ μόνος θεός; ὡς καὶ διὰ Ἡσαΐου λέγει· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου». καὶ πάλιν λέγει· «μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης»· διὰ τοῦτο ἀντὶ τῶν ὕβρεων 〈ἐπ’ αὐτὸν
10γενομένων〉 ἀνταποδιδοὺς αὐτῷ τὰς εὐλογίας φησίν· «Εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης 〈πάντα〉».
«πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ·» τὰ μὲν ἐπουράνια, ὡς εὐλογίαν οὐρανοῦ, τὰ106

108

δὲ ἐπίγεια, 〈ὡσ〉 εὐλογίαν γῆς, 〈ἵνα〉 καὶ ἀγγέλων καὶ ἀνθρώπων κύριος φανῇ ὁ ὑπ’ αὐτῶν ἐξουδενούμενος. «Ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου». «εὐλογίας μαστῶν» ἤτοι τῶν δύο διαθηκῶν, ἐξ ὧν προεκηρύσσετο ὁ λόγος ἐν κόσμῳ
5φανησόμενος, δι’ ὧν μαστῶν καὶ ἡμᾶς γαλουχεῖ καὶ ἀνατρέφει τέκνα θεῷ προσάγων· ἢ τοὺς τῆς Μαρίας μαστούς, οὓς ἐθήλασεν, σημαίνει, οἵτινες ἦσαν εὐλογημένοι, πρὸς οὓς καὶ ἀναβοήσασα γυνὴ ἔφη· «μακαρία ἡ κοιλία ἡ βαστάσασά σε· καὶ μαστοί, οὓς ἐθήλασας». Τῷ δὲ ἐπενεγκεῖν αὐτὸν καὶ εἰπεῖν· «καὶ μήτρας εὐλογίας πατρός σου
10καὶ μητρός σου» μυστήριον πνευματικὸν προαναφωνεῖ ὁ προφήτης. ἠδύνατο γὰρ εἰρηκέ‐ ναι· «καὶ μήτρας εὐλογίας μητρός σου», ἵνα διὰ τοῦ ῥητοῦ μηνύσῃ τὴν Μαρίαν, δι’ ἧς μήτρας
ἐκυοφορήθη ὁ λόγος· ἀλλ’ οὐχ οὕτως ἔφη, ἀλλά φησιν· «καὶ μήτρας εὐλογίας πατρός σου108

110

καὶ μητρός σου», τὰ ἀμφότερα συνάψας ἓν ἐποίησεν, ἵνα νοηθῇ αὐτοῦ 〈καὶ τὸ κατὰ πνεῦμα καὶ τὸ〉 κατὰ σάρκα· ἦν γὰρ ὁ λόγος ἐκ καρδίας πατρὸς καὶ ἐκ σπλάγχνων ἁγίων 〈ὡσ〉 ἐκ μήτρας πατρὸς γενόμενος. ὡς καὶ διὰ τοῦ προφήτου λέγει· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». ἦν δὲ τὸ κατὰ σάρκα ἐπ’ ἐσχάτων ἐκ παρθενικῆς μήτρας κυοφορούμενος, ἵνα καὶ
5ἐκ μήτρας μητρὸς πάλιν γενόμενος 〈φάνῃ〉 φανερός. 〈ὡσ〉 καὶ διὰ 〈τοῦ προφήτου〉 λέγει· «οὕτως 〈λέγει ὁ κύριοσ〉 ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ». καὶ διὰ Ἱερε‐ μίου· «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε προελθεῖν ἐκ μήτρας ἡγίακά σε». ἐπεὶ οὖν καὶ κατὰ πνεῦμα ἦν γεγεννημένος ὁ λόγος καὶ κατὰ σάρκα, ἅτε δὴ καὶ θεὸς καὶ ἄνθρωπος ὤν, εὐλόγως ὁ προφήτης μήτραν πατρὸς καὶ μητρὸς ὠνόμασεν, ὃ εἰ
10μὴ οὕτως νοηθείη, γέλοιόν τισι δόξῃ. τῇ γὰρ θηλείᾳ μόνῃ φύσει 〈μήτρα〉 παρακολουθεῖ.110

112

ἐνταῦθα δὲ εἴρηκεν· «καὶ μήτρας εὐλογίας πατρός σου καὶ μητρός σου», ἵνα δὴ νοήσῃς τὸν λόγον ἐκ δύο οὐσιῶν γεγεννῆσθαι, ἐκ θεοῦ καὶ ἐκ παρθένου· δι’ ὃ καὶ ἐπιφέρει λέγων· «Ὑπερίσχυσας ἐπ’ εὐλογίαις ὀρέων μονίμων καὶ ἐπ’ ἐπιθυμίαις θινῶν ἀεννάων». ὑπὲρ γὰρ πάντας ἀρχάς, προφήτας τε καὶ ἀποστόλους, ὑπερίσχυσεν καὶ ἐδοξάσθη, ὑψωθεὶς ὑπὸ
5τοῦ θεοῦ, τὴν πᾶσαν εὐλογίαν ἐπὶ κεφαλῆς κληρονομῶν. πάντων γὰρ τῶν ἁγίων κεφαλὴ ὁ Χριστὸς ἦν. «Ἔσονται γὰρ» λέγει «ἐπὶ κεφαλὴν Ἰωσὴφ καὶ ἐπὶ κορυφήν, ὧν ἡγήσατο ἀδελ‐ φῶν». 〈«ἀδελφῶν»〉 αὐτοῦ εἴρηκεν, οὐ τοὺς κατὰ σάρκα, τούτους γὰρ ἀπεβάλετο, ἀλλὰ τοὺς κατὰ πνεῦμα λογιζομένους αὐτοῦ ἀδελφούς, οἷς ἔφη ὁ κύριος· «ἀδελφοί μου καὶ συγκλη‐
10ρονόμοι»· ἐπὶ τούτους ἔφη ὁ Ἰακὼβ τὰς εὐλογίας ἐπελθεῖν, οὓς ἂν αὐτὸς ὁ σωτὴρ ἀδελφοὺς
ἰδίους ἡγήσηται.112

114

(1t)

Benjamin
2 «Βενιαμίν, λύκος ἅρπαξ τὸ πρωϊνὸν ἔδεται ἔτι· καὶ τὸ ἑσπέρας δίδωσι τροφήν» λύκον οὖν ἅρπαγα σαφέστατα Παῦλον τὸν ἀπόστολον ὠνόμασεν, ὃς ἐκ τῆς φυλῆς τοῦ Βενιαμὶν ἐγεννήθη λύκος ἅρπαξ ἐν ἀρχῇ, σπαράσσων καὶ κατεσθίων τὰ πρόβατα τῆς ἐκκλη‐
5σίας. ὡς καὶ αὐτὸς ὁ Παῦλος ὁμολογεῖ λέγων· «ὅτι οὔκ εἰμι ἱκανὸς καλεῖσθαι ἀπόστολος· διότι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ· χάριτι δὲ θεοῦ εἰμι, ὅ εἰμι». Διὰ τοῦτο δὲ καὶ Ῥαχὴλ τίκτουσα τὸν Βενιαμὶν τότε ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ «υἱὸς ὀδύνης μου», προφητεύουσα τὸ μέλλον, ὅτι ἔμελλεν ὁ Παῦλος ἐκ φυλῆς Βενιαμὶν γεννηθεὶς ὀδυνᾶν καὶ θλίβειν τὴν ἰδίαν μητέρα, τουτέστιν τὴν ἐκκλησίαν, ἀναιρῶν πάντας τοὺς τὸ
10ὄνομα κυρίου ἐπικαλουμένους. ὅς, ἐν ἀρχῇ βλάσφημος καὶ διώκτης γενηθείς, ὕστερον μετα‐ νοήσας μετέδωκεν πᾶσιν τὴν πνευματικὴν καὶ ἐπουράνιον τροφήν, αὐτὸς πρῶτος ἐν τοῖς ἔθνεσιν τὸν Χριστὸν εὐαγγελιζόμενος, ᾧ πιστεύοντες καὶ ἡμεῖς δῶμεν αἶνον τῷ θεῷ· αὐτοῦ
γάρ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.114