TLG 2115 032 :: HIPPOLYTUS :: Commentarium in Danielem 1.18 HIPPOLYTUS Scr. Eccl. Commentarium in Danielem 1.18 Cf. et 2115 030, 035 Citation: Section — (line) | ||
1 | Ὅτι δὲ ὁ παράδεισος ἐν Ἐδὲμ ὑπὸ τοῦ θεοῦ φυτευθεὶς εἰς τύπον καὶ εἰκόνα ἐγένετο τῆς ἐκκλησίας, σαφέστατά ἐστιν ἐπιγνῶναι τοὺς φιλομαθεῖς. | |
2 | Ἐκ γὰρ τῶν ἐπιγείων 〈δεῖ〉 τὰ ἐπουράνια ἐνοπτρίζεσθαι καὶ ἐκ τῶν τυπικῶν τὰ πνευμα‐ | |
τικὰ ἐπιγινώσκειν 〈καὶ〉 ἐκ τῶν προσκαίρων τὰ αἰώνια προσδοκᾶν, ὡς καὶ τῷ Μωϋσῇ ἐνετείλατο ὁ θεὸς ποιῆσαι σκηνὴν «κατὰ τὸν τύπον τὸν δειχθέντα» αὐ‐ | 5 | |
5 | τῷ «ἐν τῷ ὄρει». | |
---|---|---|
3 | Τίνα δὲ ἦν ἃ ἑωράκει, εἰ μὴ ἐπουρανίων δοξῶν καὶ ἰδεῶν εἰκόνας, ὧν κατὰ μίμησιν τὴν κατὰ [σάρκα ᾠκοδόμ]η[σεν] σκηνὴν ἐκ ξύλων ἀσήπτων καὶ [ἕ]ν[δεκα τρι]χίν[ων] δέ[ρρε]ων, ἵνα [τοῖς νοῦ]ν ἔ[χου]σι[ν τὸ σαρ]κι‐ κὸν [ὡς] ἐπου[ράνιον φανῇ;] | |
4 | Ἐδ[ὲ]μ οὖν [εἴ]ρηται τόπος τρυφῆς, τ[ουτέστ]ι[ν] παράδεισος· κατὰ ἀνατολὰς ἐφυτεύετο, ξύλοις ὡραίοις καὶ καρποῖς παντοδαποῖς κεκοσμημένος, ὥστε ἔστι νοῆσαι τὸ σύστημα τῶν δικαίων τόπον εἶναι ἅγιον, ἐν ᾧ ἡ ἐκκλησία ἐφυτεύετο. | |
5 | Οὔτε γὰρ ψιλὸς τόπος δύναται καλεῖσθαι ἐκκλησία, 〈οὔτε〉 οἶκος διὰ λίθου καὶ πηλοῦ ᾠκοδομημένος· οὔτε αὐτὸς καθ’ ἑαυτὸν ἄνθρω‐ πος δύναται καλεῖσθαι ἐκκλησία· οἶκος γὰρ καταλύεται καὶ ἄνθρωπος τελευτᾷ. | |
6 | Τί οὖν ἐστιν ἐκκλησία; Σύστημα ἁγίων ἐν ἀληθείᾳ πολιτευομένων. | |
7 | Ἡ οὖν ὁμόνοια καὶ ἡ ἐπὶ τὸ αὐτὸ τῶν ἁγίων ὁδὸς τοῦτο γίνεται ἐκκλησία, οἶκος θεοῦ πνευματικὸς ἐπὶ τῷ Χριστῷ ὡς «ἐν τῇ ἀνατολῇ» πεφυτευμένος, ἐν ᾧ ποικίλα καὶ εὐθαλῆ [δένδρα] ἐπ[εισ]ερχομέν[οις] φ[αίνεται], γενε[ὰ] πατέρων | |
5 | [ἀπ’ ἀ]ρχ[ῆς] κε[χωρισ]μένη καὶ πρ[οφητῶν ἔργα, ἃ] πεπλ[ήρωται μετὰ τὸν νό]μ[ον, χορὸς ἀποστόλ]ω[ν, σοφ]ῶν διὰ λόγο[υ γεγενη]μένων, μαρτύρων τε πάντων δι’ αἵ‐ ματος 〈Χριστοῦ〉 [σ]ε[σωσ]μένων, καὶ παρθένων κλῆσις δι’ ὕδατος ἡγιασμένων, χορὸς διδασκάλων καὶ τάξις ἐπισκόπων, ἱερέων τε καὶ λευϊτῶν. | |
8 | Καὶ παντοδαπῇ ποικιλίᾳ κεκοσμημένα [ταῦ]τα πάντα ἐν ἐκκλησίᾳ 〈ἀνθοῦσιν〉 φθαρῆναι μὴ δυνάμενα· ὧν τοὺς καρποὺς μεταλαμβάνοντες ἡμεῖς εὐφραινόμεθα, ἐσθίοντες τὴν ἐξ αὐτῶν προερχομένην πνευματικὴν καὶ ἐπουράνιον τροφήν. | |
9 | Οἱ γὰρ μακάριοι πατριάρχαι αὐτοὶ ἡμῖν τὰ τοῦ θεοῦ λόγια διηκόνησαν ὡς δένδρα εὐθαλῆ ἐν παρα‐ δείσῳ πεφυτευμένα καὶ πάντοτε μεθ’ ἑαυτῶν τὸν καρπὸν βαστάζοντα, ἵνα ἡμεῖς τὸν γλυκὺν ἐξ αὐτῶν προβληθέντα Χριστόν, καρπὸν ζωῆς δοθέντα ἡμῖν, [γνῶ‐ | |
5 | μεν ἕως] νῦν. | |
10 | Ἐν τούτῳ τῷ [Ἐδὲμ] ποταμὸς ἀεννάω[ν ὑδάτ]ων [ἀ]π[ορ]ρέει καὶ τέσσαρε[ς ποτα]μοὶ ἐξ[ερχ]όμ[ε]ν[οι ἐ]ξ [αὐτοῦ] ποτίζουσιν π[ᾶσαν τὴν] τῶν [ἀ]ν[θρώπων] γῆν, [ὡς] καὶ ἐν τῇ ἐκκλησίᾳ δείκνυται· ποταμὸς γ[ὰρ ὁ Χριστός· διὰ τὸ τε]τραμερὲς σωτ[ήρι]ον εὐαγγέλιον 〈πάντα〉 ἐκφυλάτ[τει] καὶ εἰς [πάν]τα | |
5 | πρόσεστιν. Ἄρ[δει] δὲ καὶ ποτίζει πάντας τοὺς [πι]στεύοντας εἰς αὐτόν, ὡ[ς ὁ] προφήτης λέγει· «ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν». | |
11 | Ἐν μὲν οὖν τῷ παραδείσῳ ξύλον ἐδείκνυτο γνώσεως καὶ ξύλον ζωῆς, ὡς νῦν ἐν ἐκκλησίᾳ νόμος καὶ λόγος ὡς δύο ξύλα πεφυτευμένα δείκνυνται· «διὰ γὰρ νόμου ἐπίγνωσις» γίνε‐ ται «τῆς ἁμαρτίας», διὰ δὲ τοῦ λόγου ζωὴ καὶ ἄφεσις δίδοται τῶν παραπτωμά‐ | |
5 | των. | |
12 | Καὶ γὰρ τότε ὁ Ἀδὰμ παρακούσας θεοῦ καὶ γευσάμενος ἐκ τοῦ ξύλου τῆς γνώσεως ἔκβλητος ἐγένετο τοῦ παραδείσου, ἐκ γῆς ληφθεὶς καὶ εἰς γῆν πάλιν ἀναλυθείς. | 6 |
13 | Ὁμοίως [πάλιν ὁ πε]πιστευ[κὼς] καὶ τὰς ἐντολὰς μὴ [φυλά]ξας γυμνοῦται τοῦ ἁγίου πνεύματος, ἔκβλητος γενόμενος τῆς ἐκκλησίας, μηκέτι λαβών, ἀλλὰ γενόμε[νος γῆ εἰς τὸν] παλαιὸν αὐτοῦ ἄνθρωπον ἀν[ελθ]εῖν | |
ὀφεί[λ]ει. | 7 |