TLG 2115 031 :: HIPPOLYTUS :: In Canticum canticorum HIPPOLYTUS Scr. Eccl. In Canticum canticorum Cf. et 2115 049 Citation: (Line) | ||
2 | Καὶ ποῦ πᾶσα ἡ πλουσία αὕτη γνῶσις; ποῦ δὲ τὰ μυστήρια ταῦτα; καὶ ποῦ αἱ βίβλοι; ἀναφέρονται γὰρ μόναι αἱ παροιμίαι καὶ ἡ σοφία καὶ ὁ ἐκκλησιαστὴς καὶ τὸ ᾆσμα τῶν ᾀσμάτων. τί οὖν; ψεύ‐ | |
---|---|---|
5 | δεται ἡ γραφή; μὴ γένοιτο· ἀλλὰ πολλὴ μέν τις ὕλη γεγένηται τῶν γραμμάτων, ὡς δηλοῖ τὸ λέγειν ᾆσμα ᾀσμάτων. σημαίνει γὰρ ὅτι ὅσα περιεῖχον αἱ πεντακισχίλιαι ᾠδαὶ ἐν τῷ ἑνὶ διηγήσατο. ἐν δὲ ταῖς ἡμέραις Ἐζεκίου τὰ μὲν τῶν βιβλίων ἐξελέγησαν, τὰ δὲ καὶ πε‐ ριώφθησαν. ὅθεν φησὶν ἡ γραφή· „αὗται αἱ παροιμίαι Σολομῶντος | |
10 | αἱ ἀδιάκριτοι, ἃς ἐξεγράψαντο οἱ φίλοι Ἐζεκίου τοῦ βασιλέωσ“. πό‐ θεν δὲ ἐξελέξαντο ἀλλ’ ἢ ἐκ τῶν βιβλίων τῶν ἐγκειμένων ἐν αἷς λέγει τρισχιλίαις παραβολαῖς καὶ πεντακισχιλίαις ᾠδαῖς; ἐξ αὐτῶν οὖν τούτων οἱ φίλοι Ἐζεκίου σοφοὶ ὑπάρχοντες ἐξελέξαντο τὰ πρὸς | |
οἰκοδομὴν ἐκκλησίας. | 343 |