TLG 2115 030 :: HIPPOLYTUS :: Commentarium in Danielem HIPPOLYTUS Scr. Eccl. Commentarium in Danielem Cf. et 2115 032, 035 Citation: Book — chapter — section — (line) | ||
1t1 | ΤΟΥ ΑΓΙΟΥ ΙΠΠΟΛΥΤΟΥ ΕΙΣ ΤΟΝ ΔΑΝΙΗΛ ΛΟΓΟΣ Αʹ Περὶ τῆς Σωσάννης καὶ τοῦ Δανιήλ | |
1.1.1 | Τὴν ἀκρίβειαν τῶν χρόνων τῆς γεγενημένης αἰχμα‐ λωσίας τοῖς υἱοῖς Ἰσραὴλ ἐν Βαβυλῶνι ἐπιδείξασθαι βου‐ λόμενος καὶ τὰς τοῦ μακαρίου Δανιὴλ τῶν ὁραμάτων προφητείας τήν τε τούτου ἐν Βαβυλῶνι ἐκ παιδὸς ἀναστρο‐ | |
5 | φὴν πρόσειμι, καὶ αὐτὸς μαρτυρήσων ὁσίῳ καὶ δικαίῳ ἀνδρὶ προφήτῃ καὶ μάρτυρι Χριστοῦ γεγενημένῳ, ὃς οὐ μόνον τὰ τοῦ βασιλέως Ναβουχοδονόσορ ὁράματα τοῖς τότε καιροῖς ἀπεκάλυψεν, ἀλλὰ καὶ ὁμοίους ἑαυτοῦ παῖδας ἐκδιδάξας, μάρτυρας πιστοὺς ἐν κόσμῳ προήγαγεν. | |
---|---|---|
1.1.2 | Οὗτος μὲν οὖν γίνεται κατὰ τοὺς χρόνους τῆς προφητείας τοῦ μακαρίου Ἱερεμίου, τῆς δὲ βασιλείας Ἰωακεὶμ τοῦ υἱοῦ τοῦ Ἰωακείμ, ὃς ἅμα τοῖς λοιποῖς αἰχμαλώτοις ληφθεὶς ἄγεται μετ’ αὐτῶν | |
5 | εἰς Βαβυλῶνα. | |
1.1.3 | Οὗτος νέος παῖς ὑπάρχων πεπαλαιωμένους πρεσβυτέρους κακῆς ὀρέξεως ἐπιθυμητὰς γενομένους ἤλεγ‐ ξεν, ἐνδεικνύμενος ἐν τούτῳ τὸν ἐπουράνιον κριτήν, ὃς ἤμελλεν ἐλέγχειν ἐν ναῷ πρεσβυτέρους παραβάτας τοῦ | |
5 | νόμου γεγενημένους. | |
1.1.4 | Αὕτη μὲν οὖν ἡ ἱστορία ἡ ἀνεγνωσ‐ μένη γεγένηται πάλαι ἐν Βαβυλῶνι ὑπὸ πρεσβυτέρων ἀνόμων κριτῶν, οἳ νόμον θεοῦ ἐπιλελησμένοι καὶ ἐπιθυμίᾳ | |
σαρκικῇ δεδουλωμένοι ἐπίβουλοι ἐγένοντο γυναικὸς σώφρονος | 70 | |
5 | ἀδίκως δίκαιον αἷμα ἀφαιρεῖν ἐπιχειροῦντες. | |
1.1.5 | Ἔδει τοίνυν ταῦτα οὕτως πληροῦσθαι ἐπ’ αὐτοῖς, ἵνα καὶ τὸ τῶν δικαίων ἐκλεκτῶν γένος πρόδηλον πᾶσι γενηθῇ καὶ ἡ σωφροσύνη τῆς μακαρίας Σουσάννης φανερῶς ἐπιδειχθῇ καὶ ὁ δίκαιος | |
5 | προφήτης Δανιὴλ νέος προφήτης τῷ λαῷ ἀποδειχθῇ. | |
1.2.1 | Δεῖ οὖν ἡμᾶς τὴν ἀπόδειξιν τῶν πραγμάτων ποιου‐ μένους ἐκδέχεσθαι ἀκριβῶς πρὸς πεισμονὴν τῶν ἀκροατῶν τίνες δὲ καὶ ὁποῖαι αἱ αἰχμαλωσίαι γεγένηνται τῷ λαῷ καὶ ἐπὶ τίνων βασιλέων μὴ παραλείψωμεν. | |
1.2.2 | Πέντε γὰρ οὗτοι υἱοὶ γίνονται τοῦ μακαρίου Ἰωσίου, Ἰωάχας καὶ Ἐλια‐ κεὶμ καὶ Ἰωάνναν, Σεδεκίας, ὁ καὶ Ἰεχονίας, καὶ Σαλούμ. | |
1.2.3 | Καὶ ὁ μὲν Ἰωάχας μετὰ τὴν τελευτὴν τοῦ πατρὸς αὐτοῦ χρίεται ὑπὸ τοῦ λαοῦ εἰς βασιλέα, ὢν ἐτῶν κγ. | |
1.2.4 | Ἐπὶ τοῦτον ἀναβαίνει Φαραὼ Νεχαὼ ἐν τῷ μηνὶ τῷ τρίτῳ τῆς βασιλείας αὐτοῦ καὶ λαβὼν αὐτὸν δέσμιον ἄγει εἰς Αἴγυπτον καὶ ἐπιτίθησι φόρον τῇ γῇ «ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα τάλαντα χρυσίου» καὶ καθιστᾷ ἀντ’ | |
5 | αὐτοῦ Ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα ἐπὶ τῆς γῆς, ὃν καὶ μετωνόμασεν Ἰωακείμ· οὗτος βασιλεύει ἐπὶ ἔτη ἕνδεκα. | |
1.2.5 | Ἐπὶ τοῦτον «ἀνέβη» «Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος» καὶ λαβὼν αὐτὸν δέσμιον ἄγει εἰς Βαβυλῶνα «καὶ μέρος» τι «τῶν σκευῶν οἴκου κυρίου» τῶν ἐν Ἱερουσαλήμ. | |
1.2.6 | Οὗτος κατάκλειστος γενόμενος ὡς φίλος τοῦ Φαραὼ καὶ ὑπ’ αὐτοῦ βασιλεὺς κατασταθείς, «τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει» ἐξάγεται ὑπὸ Εὐιλὰτ Μαρωδὰχ βασιλέως Βαβυλῶνος. «Καὶ ἔκειρεν» αὐτοῦ τὴν | |
5 | κεφαλὴν καὶ ἦν αὐτοῦ σύμβουλος «καὶ ἤσθιεν» ἐν τῇ | |
τραπέζῃ αὐτοῦ ἕως τῆς ἡμέρας «ἧς ἀπέθανεν.» | 72 | |
1.3.1 | Τούτου οὖν μεταχθέντος βασιλεύει ὁ υἱὸς αὐτοῦ Ἰωακεὶμ ἔτη τρία. | |
1.3.2 | Καὶ ἐπὶ τοῦτον ὡς εἴρηται «ἀνέβη Ναβουχοδονόσορ» καὶ μετοικίζει αὐτόν τε καὶ ἐκ τοῦ λαοῦ δέκα χιλιάδας ἀνδρῶν εἰς Βαβυλῶνα καὶ καθιστᾷ ἀντ’ αὐτοῦ Ἰεχονίαν τὸν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ, ὃν καὶ | |
5 | μετωνόμασε Σεδεκίαν, μεθ’ οὗ ὅρκια καὶ συνθήκας ποιη‐ σάμενος ἄπεισιν εἰς Βαβυλῶνα. | |
1.3.3 | Οὗτος βασιλεύσας ἔτη ἕνδεκα ἀπέστη ἀπ’ αὐτοῦ καὶ ἔδωκεν ἑαυτὸν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου. | |
1.3.4 | Ἐν δὲ τῷ δωδεκάτῳ ἔτει «ἦλθεν ἐπ’ αὐτὸν «Ναβουχοδονόσορ» «καὶ πᾶσα ἡ δύναμις τῶν Χαλδαίων καὶ περιεχαράκωσαν» τὴν πόλιν καὶ περι‐ εκάθισαν αὐτὴν κυκλόθεν καὶ συνεῖχον αὐτὴν πάντοθεν, | |
5 | ὅθεν οἱ πλείονες αὐτῶν ἐν λιμῷ διεφθάρησαν, οἱ δὲ ἐν ῥομφαίᾳ ἀπώλοντο, τινὲς δὲ αὐτῶν αἰχμάλωτοι ἐλήφθησαν. Ἡ δὲ πόλις ἐνεπυρίσθη ἐν πυρὶ καὶ ὁ ναὸς καὶ τὸ τεῖχος καθῃρέθη. | |
1.3.5 | Καὶ πάντας τοὺς θησαυροὺς τοὺς εὑρεθέντας ἐν οἴκῳ κυρίου ἔλαβεν ἡ δύναμις τῶν Χαλδαίων καὶ πάντα τὰ σκεύη, τά τε χρυσᾶ, καὶ ἀργυρᾶ, καὶ πάντα χαλκὸν ἐξέκοψεν Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος καὶ ἤνεγκεν αὐτὰ | |
5 | εἰς Βαβυλῶνα, αὐτὸν δὲ τὸν Σεδεκίαν διὰ νυκτὸς φεύγοντα μετὰ ἀνδρῶν ἑπτακοσίων «κατεδίωξαν αἱ δυνάμεις τῶν Χαλδαίων» «καὶ κατέλαβον αὐτὸν ἐν Ἱεριχώ»· «καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά». | |
1.3.6 | Καὶ ἐκρίθη μετ’ αὐτοῦ ὁ βασιλεὺς ἐν θυμῷ διὰ τὸ παρα‐ βεβηκέναι αὐτὸν τὸν ὅρκον κυρίου καὶ τὴν διαθήκην, ἣν διέθετο πρὸς αὐτόν. | |
1.3.7 | Καὶ λαβὼν τοὺς υἱοὺς αὐτοῦ | |
ἔσφαξεν ἔμπροσθεν αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσεν «καὶ ἔδησεν αὐτὸν ἐν πέδαις» σιδηραῖς «καὶ ἤγαγεν αὐτὸν» «εἰς Βαβυλῶνα»· καὶ ἦν ἀλήθων ἐν τῷ | 74 | |
5 | μύλωνι «ἕως τῆς ἡμέρας ἧς ἀπέθανεν». | |
1.3.8 | Καὶ ἐν τῷ ἀποθανεῖν αὐτὸν λαβόντες τὸ σῶμα αὐτοῦ ἔρριψαν ὀπίσω τοῦ τείχους Νινευΐ. | |
1.3.9 | Ἐπὶ τούτου πληροῦται ἡ προφητεία Ἱερεμίου λέγοντος «ζῶ ἐγώ, λέγει κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωσίου βασιλεὺς Ἰούδα ἀποσφρά‐ γισμα ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ἐκεῖθεν ἐκσπάσω σε | |
5 | καὶ δώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων. Καὶ ἀπορρίψω σε καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχθης ἐκεῖ, κἀκεῖ ἀποθανεῖσθε. Εἰς δὲ τὴν γῆν, ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἐπιστρέ‐ | |
10 | ψωσιν. Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος ἄχρηστον οὗ οὐκ ἔστι χρεία, διότι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει. Γῆ, 〈γῆ〉, ἄκουε λόγον κυρίου. Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαβὶδ ἄρχων ἔτι ἐν τῷ Ἰούδα.» | |
1.4.1 | Τοῦ οὖν λαοῦ παντὸς μετοικισθέντος καὶ τῆς πόλεως ἐρημωθείσης τοῦ τε ἁγιάσματος καθῃρημένου εἰς τὸ πληρωθῆναι τὸν λόγον κυρίου, ὃν ἐλάλησε διὰ τοῦ στόματος Ἱερεμίου τοῦ προφήτου λέγοντος ὅτι «ἔσται» | |
5 | ἔρημον ἁγίασμα «ἑβδομήκοντα ἔτη»; εὑρίσκομεν τὸν μακάριον Δανιὴλ ἐν Βαβυλῶνι προφητεύσαντα καὶ ἔκδικον | |
τῆς Σωσάννης γενόμενον. | 76 | |
1.5.1 | Λέγει γὰρ ἡ γραφή· «Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτοῦ Ἰωακεὶμ καὶ ἔλαβε γυναῖκα, ᾗ ὄνομα Σουσάννα, θυγατέρα Χελκίου, καλὴν σφόδρα καὶ φοβου‐ μένην τὸν κύριον, καὶ ἦσαν οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ | |
5 | ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωϋσῆ.» | |
1.5.2 | Αὕτη μὲν οὖν ἡ ἱστορία γεγένηται ὕστερον, προεγράφη δὲ τῆς βίβλου πρώτη. | |
1.5.3 | Ἔθος γὰρ ἦν τοῖς γραμματεῦσιν ὑστερόπρωτα πολλὰ ἐν ταῖς γραφαῖς τιθέναι. Εὑρίσκομεν γὰρ καὶ ἐν τοῖς προφήταις ὁράσεις τινὰς πρώτας γεγενη‐ μένας καὶ ἐπ’ ἐσχάτων πεπληρωμένας καὶ αὖ πάλιν ἐπ’ | |
5 | ἐσχάτων εἰρημένας καὶ πρώτας γεγενημένας. | |
1.5.4 | Τοῦτο δὲ οἰκονομίᾳ τοῦ πνεύματος ἐγίνετο, ἵνα μὴ ὁ διάβολος συνιῇ τὰ ὑπὸ τῶν προφητῶν ἐν παραβολαῖς λαλούμενα καὶ παγι‐ δεύσας ἐκ δευτέρου πάλιν ἀποκτείνῃ τὸν ἄνθρωπον. | |
1.6.1 | Ἡ δὲ ἀρχὴ τῆς βίβλου ἐστὶν ἥδε. «Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα ἦλθεν Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερου‐ σαλὴμ καὶ ἐπολιόρκησεν αὐτήν. Καὶ ἔδωκε κύριος ἐν χειρὶ | |
5 | αὐτοῦ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σεναὰρ εἰς οἶκον τοῦ θεοῦ αὐτοῦ.» | |
1.6.2 | Ταῦτα μὲν οὖν ἡ γραφὴ οὕτως διηγεῖται, ἵνα τὴν γεγενημένην δευτέραν αἰχμαλωσίαν τοῦ λαοῦ σημάνῃ, ἡνίκα μετῳκίσθη ὅ τε Ἰωακεὶμ 〈ὁ υἱὸς τοῦ Ἰωακεὶμ〉 καὶ οἱ σὺν αὐτῷ τρεῖς παῖδες ἅμα τῷ | |
5 | Δανιὴλ εἰλημμένοι. | |
1.6.3 | Οὗτος δὲ Ἰωακεὶμ γίνεται ἀνὴρ | |
Σουσάννης. | 78 | |
1.7.1 | Λέγει δὲ ἡ γραφή· «Καὶ εἶπεν ὁ βασιλεὺς Ἀσφα‐ νὲζ τῷ ἀρχιευνούχῳ εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν φορθομμὶν νεανίσκους, οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος, | |
5 | καλοὺς τῇ ὄψει καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ καὶ γινώσκον‐ τας γνῶσιν καὶ διανοουμένους φρόνησιν καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς ἑστάναι ἐν οἴκῳ τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλώσσαν Χαλδαίων. Καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ’ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ | |
10 | βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ αὐτοῦ καὶ θρέψαι αὐτοὺς ἔτη τρία καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασι‐ λέως. Καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ἰούδα Δανιὴλ καὶ Ἀνανίας, Μισαὴλ καὶ Ἀζαρίας.» | |
1.7.2 | Ταῦτα μὲν οὐ δεῖ ἐν παραδρομῇ ἀναγινώσκειν τοὺς φιλομαθεῖς, ἐπιστῆσαι δὲ τὸν νοῦν πρὸς τὰ προκείμενα. Οὐδὲν γὰρ ἀργὸν κηρύττουσιν ἡμῖν αἱ θεῖαι γραφαί, ἀλλὰ πρὸς μὲν τὴν ἡμῶν αὐτῶν νουθεσίαν, τῶν δὲ προφητῶν | |
5 | μακαρισμὸν καὶ πάντων τῶν ὑπ’ αὐτῶν λελαλημένων ἀπό‐ δειξιν. | |
1.7.3 | Ἡνίκα γὰρ Ἐζεκίας βασιλεὺς Ἰούδα ἐμαλακίσθη ἕως θανάτου, τότε «ἦλθεν πρὸς αὐτὸν Ἡσαΐας ὁ προφήτης καὶ εἶπεν αὐτῷ· τάξαι περὶ τῶν υἱῶν σου καὶ τῶν θυγατέ‐ ρων σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· ἀποθνήσκεις γὰρ | |
5 | σὺ καὶ οὐ ζήσει.» | |
1.7.4 | Ἐφ’ ᾧ ῥήματι λυπηθεὶς «Ἐζεκίας ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύ‐ ξατο πρὸς τὸν κύριον λέγων· κύριε, μνήσθητί μου καθὼς πεπόρευμαι ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν πίστει καὶ ἐν | |
5 | καρδίᾳ πλήρει καὶ τὸ ἀρεστὸν ἐνώπιόν σου ἐποίησα. Καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ πλείονι.» | |
1.7.5 | Τούτου τε γενο‐ μένου πέμπεται πρὸς αὐτὸν Ἡσαΐας ἐκ δευτέρου καί φησι | |
πρὸς αὐτόν· «Τάδε λέγει κύριος, ὁ θεὸς Δαβίδ, τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου | 80 | |
5 | καὶ ἤκουσα τῆς φωνῆς σου. Ἰδοὺ προστίθημι εἰς τὸν χρόνον σου ἔτη ιεʹ 〈καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε〉. Τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει ὁ θεὸς τὸ ῥῆμα τοῦτο, κύριος τὸν λόγον τοῦτον, ὃν ἐλάλησεν ... Ἰδοὺ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν τοῦ οἴκου τοῦ | |
10 | πατρός σου, οὓς κατέβη ὁ ἥλιος .., τοὺς δέκα ἀναβαθμοὺς, οὓς κατέβη ἡ σκιά» ὥστε γενέσθαι τὴν ἡμέραν ἐκείνην ὡρῶν λβʹ. | |
1.7.6 | Τοῦ γὰρ ἡλίου 〈δια〉δραμόντος καὶ ἐπὶ τὴν δεκάτην ὥραν φθάσαντος καὶ τῆς σκιᾶς τοὺς δέκα ἀνα‐ βαθμοὺς τοῦ οἴκου [τοῦ ναοῦ] κατελθούσης ἀνέστρεψε πάλιν ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς «εἰς τὰ ὀπίσω» κατὰ τὸ | |
5 | ῥῆμα κυρίου καὶ ἐγένοντο ὧραι κʹ· καὶ πάλιν τὸν ἴδιον δρόμον κατὰ τὴν ἰδίαν τάξιν κυκλώσας ὁ ἥλιος ἐπορεύθη εἰς δυσμάς. Ἐγένοντο οὖν ὧραι τριάκοντα δύο. | |
1.8.1 | Ἀλλ’ ἴσως ἐρεῖ τις, ἀδύνατον τοῦτο γενέσθαι. Ὦ ἄνθρωπε, τί ἀδύνατον τῷ θεῷ; οὐκ αὐτὸς ἀπ’ ἀρχῆς τὴν πᾶσαν κτίσιν ἐκ μὴ ὄντων ἐδημιούργησε καὶ τὰ στοιχεῖα ἔθετο ἐν αὐτῇ εἰς φαῦσιν τῆς ἡμέρας καὶ τῆς νυκτός, ᾧ καὶ | |
5 | πάντα ὑποτασσόμενα δουλεύει καὶ τῆς τούτου φωνῆς ὑπα‐ κούοντα τρέμει; «Τὰ οὖν ἀδύνατα παρὰ τοῖς ἀνθρώποις ταῦτα δυνατὰ παρὰ τῷ θεῷ.» | |
1.8.2 | Ἔχομεν δὲ καὶ ἑτέραν μαρτυρίαν ἐπὶ τοῦτο ἐναπόδεικτον. | |
1.8.3 | Ἡνίκα 〈γὰρ〉 Ἰησοῦς ὁ τοῦ Ναυὴ ἐπολέμει τοὺς Ἀμωρραίους, τοῦ ἡλίου ἤδη εἰς | |
δυσμὰς κλίνοντος καὶ τοῦ πολέμου ἀθρόως ἐπικειμένου, εὐλαβηθεὶς ὁ μακάριος Ἰησοῦς μήποτε νυκτὸς ἐπιγενομένης | 82 | |
5 | διαφύγωσιν οἱ ἀλλόφυλοι, ἐβόησε λέγων· «Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλῶν», ἕως ἂν ἐκπολεμήσω τὸν λαὸν τοῦτον. «Καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν τῇ στάσει αὐτῶν» 〈«καὶ οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶσ»〉, ὥστε γενέσθαι τὴν | |
10 | ἡμέραν ἐκείνην ὡρῶν κδʹ. Καὶ διὰ τοῦτο ἐπεμαρτύρησεν ἡ γραφὴ λέγουσα· «οὐκ ἐγενήθη ἡμέρα τοιαύτη οὐδέποτε ὥστε ἐπακοῦσαι θεὸν ἀνθρώπου.» | |
1.8.4 | Ὁ οὖν ἀπ’ ἀρχῆς τὰ στοιχεῖα ὁροθετήσας ἐν οὐρανῷ καὶ τούτοις ἀεικινήτους δρόμους κατὰ τὴν ἑαυτοῦ ἐξουσίαν προστάξας, πῶς οὐχὶ καὶ μετάγειν καὶ τρέπειν καὶ ἀλλοιοῦν, ἡνίκα ἐὰν βούληται | |
5 | δυνατὸς εἶναι; | |
1.8.5 | Ἐπὶ μὲν γὰρ τοῦ Ἰησοῦ ἔστη ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγας Ἐλὼμ ἕως ἡμέρας μιᾶς, καὶ ἀνέστρεψεν ἐπὶ Ἐζεκίου σὺν τῷ ἡλίῳ καὶ ἡ σελήνη εἰς τοὐπίσω, ἵνα μὴ ἡ σύγκρουσις τῶν δύο στοι‐ | |
5 | χείων γένηται ἀτάκτως ἀλλήλοις ἐπιφερομένων. Ἐπὶ δὲ τοῦ κυρίου πάσχοντος αὐτοῦ οὐ μόνον τὰ στοιχεῖα, ἀλλὰ καὶ αὐτὴ ἡ ἡμέρα καὶ ὁ πᾶς κόσμος ἐσείσθη. | |
1.9.1 | Καὶ γὰρ καταπλαγεὶς τότε Μαρωδὰχ ὁ Χαλδαῖος, ὁ βασιλεὺς Βαβυλῶνος διὰ τὸ τὴν ἀστρολογικὴν τέχνην ἀσκεῖν καὶ τὸν τοῦ ἡλίου δρόμον ἀκριβῶς καταμετρεῖν μαθὼν τὴν αἰτίαν ἔπεμψεν ἐπιστολὴν καὶ δῶρα τῷ Ἐζεκίᾳ. | |
1.9.2 | Ὃν τρόπον ἐποιήσαν καὶ οἱ μάγοι ἀπὸ ἀνατολῶν ἐλθόντες. Τοῦ γὰρ κυρίου «ἐν Βηθλεὲμ γεννηθέντος» καὶ τοῦ ἄστρου ἐν | |
οὐρανῷ κατὰ τὸ προφητευόμενον ἅμα φανέντος ξενισθέντες | 84 | |
5 | οἱ μάγοι ἐπὶ τῷ γενομένῳ σημείῳ ἦλθον εἰς Ἱεροσόλυμα λέγοντες· «ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων, ἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.» | |
1.9.3 | Ὁμοίως οὖν καὶ οἱ Χαλδαῖοι τότε μὴ εὑρόντες τὸν συνήθη τοῦ ἡλίου δρόμον ἐτίμησαν τὸν Ἐζεκίαν δώροις καὶ ἐπιστολαῖς ὡς ἄνδρα θεοσεβῆ καὶ δίκαιον θαυμάσαντες ἐπὶ τῷ σημείῳ τῷ ὑπὸ τοῦ θεοῦ αὐτῷ | |
5 | δεδομένῳ. | |
1.10.5 | Ὦ μακαρίων παίδων τὴν διαθήκην τῶν πατέρων φυλα‐ | |
ξάντων καὶ τὸν διὰ Μωϋσέως δοθέντα νόμον μὴ παραβάντων, ἀλλὰ τὸν δι’ αὐτοῦ κηρυττόμενον θεὸν φοβηθέντων. | 86 | |
1.10.6 | Οὗτοι, αἰχμάλωτοι «ἐν γῇ ἀλλοτρίᾳ» ὑπάρχοντες, οὐ βρώμασι ποικίλοις ἠπατήθησαν οὐδὲ οἴνῳ ἡδονῆς ἐδουλώθησαν οὐδὲ δόξῃ βασιλικῇ ἐδελεάσθησαν ἁρπαγέντες, ἐτήρησαν δὲ τὸ | |
5 | ἑαυτῶν ἁγνὸν καὶ καθαρὸν στόμα, ὅπως καθαρὸς λόγος ἐκ στόματος καθαρῶν προέλθῃ καὶ ἀνυμνήσῃ 〈καὶ δείξῃ〉 δι’ αὐτῶν τὸν ἐπουράνιον πατέρα. [διδάσκουσιν] ὅτι μὴ βρώματα ἐπίγεια εἴη τὰ παρέχοντα ἀνθρώποις κάλλος καὶ ἰσχύν, ἀλλὰ χάρις θεοῦ διὰ λόγου | |
10 | δωρουμένη, ..... | 88 |
1.105bis | .. εἶδες πίστιν παίδων ἀμετάθετον καὶ φόβον θεοῦ ἀπαράβατον; δέκα ἡμερῶν χρόνου διάστημα ᾐτήσαντο, ἵνα ἐν τούτῳ ἐπιδείξωσι μὴ δύνασθαι ἑτέρως ἄνθρωπον παρὰ θεοῦ κτήσασθαι χάριν, εἰ μὴ τῷ διὰ τοῦ Ἰησοῦ κηρυσσο‐ | |
5 | μένῳ λόγῳ πιστεύουσιν. | |
1.11.2 | Οὗτοι μὲν οὖν ἄρτῳ καὶ ὕδατι μόνῳ τρεφόμενοι, τῇ 〈δὲ〉 ἐπουρανίῳ σοφίᾳ κοσμούμενοι ἔσχον χάριν παρὰ πάντα τὰ παιδάρια τὰ συνήλικα αὐτῶν. | |
1.11.4 | τούτους μὲν ἐν πάσῃ σοφίᾳ ὁ λόγος προῆγε, μάρτυρας πιστοὺς ἐν Βαβυλῶνι δεικνυμένους, ἵνα δι’ αὐτῶν τῶν Βαβυλωνίων τὰ σεβάσματα καταισχυνθῇ καὶ Ναβουχο‐ δονόσορ ὑπὸ τριῶν παίδων ἡττηθῇ καὶ διὰ τῆς τούτων | |
5 | πίστεως τὸ ἐν καμίνῳ πῦρ φυγαδευθῇ καὶ ἡ μακαρία Σωσάν‐ να ἐκ θανάτου ῥυσθῇ καὶ τῶν ἀνόμων πρεσβυτέρων μάταιος ἐπιθυμία ἐλεγχθῇ. | |
1.12.1 | «Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτοῦ Ἰωακείμ. Καὶ ἔλαβε γυναῖκα, ᾗ ὄνομα Σουσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον.» Περὶ οὗ ἔμπροσθεν λόγον ἐποιησάμεθα. | |
1.12.2 | οὗτος ὁ Ἰωακεὶμ | |
πάροικος γενόμενος ἐν Βαβυλῶνι λαμβάνει τὴν Σωσάνναν εἰς γυναῖκα. | 90 | |
1.12.3 | Αὕτη δὲ ἦν θυγάτηρ Χελκίου τοῦ ἱερέως τοῦ εὑρόντος τὸ βιβλίον τοῦ νόμου ἐν τῷ οἴκῳ κυρίου, ἡνίκα Ἰωσίας ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν καθαρίσαι τὰ ἅγια τῶν ἁγίων. | |
1.12.4 | Ταύτης ἀδελφὸς γίνεται Ἱερεμίας ὁ προφήτης, ὃς ἅμα τοῖς ἐπιλοίποις μετὰ τὴν γενομένην τοῦ λαοῦ ἐν Βαβυλῶνι αἰχμαλωσίαν ἀπήχθη εἰς Αἴγυπτον καὶ παρῴκησεν ἐν Τάφναις κἀκεῖ προφητεύων λιθοβοληθεὶς ὑπ’ αὐτῶν ἀνῃρέθη. | |
1.12.5 | Οὗτοι οὖν ἐκ τοῦ γένους τοῦ ἱερατικοῦ ὑπάρχοντες, ἐκ τῆς φυλῆς τῆς Λευΐ, ἐπεμίγησαν τῇ φυλῇ Ἰούδα, ἵνα δικαίων φυλῶν δύο σπερμάτων ἐπὶ τὸ αὐτὸ συνελθόντων τὸ δίκαιον Χριστοῦ κατὰ σάρκα σπέρμα δειχθῇ καὶ ὁ ἐξ αὐτῶν ἐν | |
5 | Βηθλεὲμ γεννώμενος καὶ ἱερεὺς θεοῦ ἀποδειχθῇ. | |
1.12.6 | Καὶ γὰρ Ματθαῖος βουλόμενος τὸ κατὰ σάρκα γένος τοῦ Χριστοῦ καθαρὸν καὶ ἄσπιλον ἕως τοῦ Ἰωσὴφ καταγαγεῖν, ἐλθὼν ἐπὶ τὸν Ἰωσίαν παρῃτήσατο τοὺς πέντε τούτου υἱοὺς καὶ | |
5 | ὠνόμασε τὸν Ἰεχωνίαν, τὸν ἐν Βαβυλῶνι ἐκ τῆς Σουσάννης γεννηθέντα ἀπὸ δικαίου σπέρματος ἐπὶ δίκαιον σπέρμα μεθαλλόμενος. Λέγει γὰρ· «Ἰωσίας γεννᾷ τὸν Ἰεχωνίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.» | |
1.12.7 | Πῶς οὖν τοῦτο ἀποδειχθήσεται; Ἰωσίας γὰρ ἐν γῇ Ἰούδα βασιλεύσας τριάκοντα ἓν ἔτος ἐκεῖ τελευτᾷ. Πῶς οὖν ἠδύνατο ἐκεῖ τελευτήσας γεννᾶν ἐν Βαβυλῶνι τὸν Ἰεχωνίαν; | |
1.12.8 | Ἐκ τούτου δεῖ νοεῖν, ὅτι ἐκ τοῦ Ἰωακεὶμ καὶ ἐκ τῆς Σουσάννης γεννηθέντα τοῦτον ἐγενεαλόγησε Ματθαῖος ὡς υἱὸν ὄντα Ἐλιακεὶμ τοῦ καὶ Ἰωακεὶμ υἱοῦ Ἰωσίου. Οὐδὲ γὰρ τὸν ἐκκήρυκτον ὑπὸ τοῦ πνεύματος Ἰεχωνίαν τοῦτον | |
5 | ἠδύνατο γενεαλογεῖν Ματθαῖος, ὥς τινες πλανώμενοι νομί‐ ζουσιν· οὗτος γὰρ πηρὸς ἀχθεὶς εἰς Βαβυλῶνα κἀκεῖ δέσμιος ἐν μύλωνι κατακλισθεὶς ἄτεκνος τελευτᾷ. Ὥστε οὐκ ἀργῶς ἡ γραφὴ διδάσκει ἡμᾶς λέγουσα· «Καὶ ἦν ἀνὴρ | |
οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτοῦ Ἰωακεὶμ καὶ ἔλαβε | 92 | |
10 | γυναῖκα, ᾗ ὄνομα Σουσάννα, θυγατέρα Χελκίου, καλὴν σφόδρα καὶ φοβουμένην τὸν κύριον.» | |
1.12.9 | Γεννᾶται οὖν ἐξ αὐτῆς Ἰεχωνίας, καὶ Ἰεχωνίας γεννᾷ τὸν Σαλαθιὴλ, καὶ Σαλαθιὴλ γεννᾷ τὸν Ζωροβάβελ. Οὗτος ἅμα Ἔσδρᾳ τῷ γραμματεῖ καὶ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ ἀνέρχεται εἰς | |
5 | Ἱεροσόλυμα κατὰ κέλευσιν Κύρου τοῦ Πέρσου· καὶ οὕτω καθαρὸν τὸ γένος τῶν πατέρων διέμεινεν ἕως τῆς γεννήσεως Ἰησοῦ Χριστοῦ. | |
1.13.1 | Ἦσαν δέ φησιν οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδα‐ ξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωσέως. | |
1.13.2 | Ἐκ γὰρ τοῦ καρποῦ τοῦ ἐξ αὐτῶν προβληθέντος εὐκόλως καὶ τὸ δένδρον γινώσκεται. Ἄνδρες γὰρ εὐλαβεῖς καὶ «ζηλωταὶ τοῦ νόμου» γενόμενοι ἄξια θεοῦ τέκνα ἐν κόσμῳ προη‐ | |
5 | γάγοντο, τὸν μὲν προφήτην καὶ μάρτυρα Χριστοῦ γεγενη‐ μένον, τὴν δὲ σώφρονα καὶ πιστὴν εὑρημένην ἐν Βαβυλῶνι, ἧς τὸ σεμνὸν καὶ σῶφρον τὸν μακαρίον Δανιὴλ προφήτην ἀπέδειξεν. | |
1.13.3 | Ἦν δέ φησι Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ γειτνιῶν παράδεισος τῷ οἴκῳ αὐτοῦ καὶ πρὸς αὐτὸν συνήρχοντο οἱ Ἰουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων. Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ | |
5 | κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης, ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν. Οὗτοι προσεκαρτέρουν τῇ οἰκίᾳ Ἰωακεὶμ καὶ εἰσήρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινό‐ μενοι. | |
1.13.4 | Δεῖ οὖν ἐπιζητεῖν τὸ αἴτιον, πῶς γὰρ αἰχμάλωτοι ὑπάρχοντες καὶ ὑπόδουλοι Βαβυλωνίοις γεγενημένοι ἠδύ‐ ναντο συνέρχεσθαι ἐπὶ τὸ αὐτὸ ὡς αὐτεξούσιοι. | |
1.13.5 | Ἐν τούτῳ δεῖ νοεῖν ὅτι μετοικίσας αὐτοὺς Ναβουχοδονόσορ φιλανθρώ‐ | |
πως αὐτοῖς ἐχρήσατο καὶ ἐπέτρεψεν αὐτοὺς ὁμοῦ συνερχο‐ μένους πάντα τὰ κατὰ τὸν νόμον πράσσειν. | 94 | |
1.13.6 | Οἵτινες τὴν ἐξουσίαν τούτων λαβόντες ἀπέδειξαν δύο ἄρχοντας τοῦ λαοῦ, οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν. Οὗτοι προσεκαρτέρουν τῇ οἰκίᾳ Ἰωακεὶμ διὰ τὸ ἐνδοξότερον καὶ πλουσιωτέρον ὑπὲρ | |
5 | πάντας εἶναι, ἅτε δὴ ἐκ γένους βασιλικοῦ ὑπάρχοντα. | |
1.14.2 | Ταῦτα μὲν οὖν οἱ τῶν Ἰουδαίων ἄρχοντες βούλονται νῦν περικόπτειν τῆς βίβλου, φάσκοντες μὴ γεγε‐ νῆσθαι ταῦτα ἐν Βαβυλῶνι, αἰσχυνόμενοι τὸ ὑπὸ τῶν πρεσ‐ βυτέρων κατ’ ἐκεῖνον τὸν καιρὸν γεγενημένον. | |
1.14.5 | .. ἡ Σωσάννα προετυποῦτο εἰς τὴν ἐκκλησίαν, Ἰωακεὶμ δὲ ὁ ἀνὴρ αὐτῆς εἰς τὸν Χριστόν. Ὁ δὲ παράδεισος ... ἡ κλῆσις τῶν ἁγίων ὡς δένδρων καρποφόρων ἐν ἐκκλησίᾳ πεφυτευ‐ | |
5 | μένων. Βαβυλὼν δέ ἐστιν ὁ κόσμος. | |
1.14.6 | Οἱ δὲ δύο πρεσβύτεροι εἰς τύπον δείκνυνται τῶν δύο λαῶν τῶν ἐπιβουλευόντων τῇ ἐκκλησίᾳ, εἷς μὲν ὁ ἐκ περιτομῆς καὶ εἷς ὁ ἐξ ἐθνῶν. Τὸ γὰρ λέγειν «ἀπεδείχθησαν» ἄρχοντες «τοῦ λαοῦ» καὶ | |
5 | «κριταὶ», ὅτι ἐν τῷ αἰῶνι τούτῳ ἐξουσιάζουσι καὶ ἄρχουσι, | |
κρίνοντες ἀδίκως τοὺς δικαίους. | 96 | |
1.15.1 | ... σημαίνει τοῦτο ὅτι ἕως νῦν παρατηροῦνται καὶ περιεργάζονται τὰ ἐν τῇ ἐκκλησίᾳ πραττόμενα οἵ τε ἐξ ἐθνῶν καὶ οἱ ἐκ περιτομῆς Ἰουδαῖοι, βουλόμενοι ψευδεῖς μαρτυρίας καταφέρειν καθ’ ἡμῶν, ὡς ὁ ἀπόστολος λέγει· | |
5 | «διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες εἰσῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ.» | |
1.15.3 | Οἱ γὰρ ἐπίβουλοι καὶ φθορεῖς τῆς ἐκκλησίας γενόμενοι πῶς δύνανται δίκαια κρίνειν ἢ καθαρᾷ καρδίᾳ ἀναβλέπειν εἰς τὸν οὐρανόν, τῷ ἄρχοντι τοῦ αἰῶνος τούτου δεδουλωμένοι; | |
1.15.4 | ... Καὶ γὰρ ἔστιν ἀληθῶς καταλα‐ βέσθαι τὸ εἰρημένον, ὅτι πάντοτε οἱ δύο λαοὶ κατανυσσόμενοι ὑπὸ τοῦ ἐν αὐτοῖς ἐνεργοῦντος σατανᾶ βουλεύονται διωγμοὺς καὶ θλίψεις ἐγείρειν κατὰ τῆς ἐκκλησίας, ζητοῦντες ὅπως | |
5 | διαφθείρωσιν αὐτήν, αὐτοὶ ἑαυτοῖς μὴ συμφωνοῦντες. | |
1.15.5 | ... Τὸ οὖν «διεχωρίσθησαν ἀπ’ ἀλλήλων τῇ ὥρᾳ τοῦ ἀρίστου» ... τοῦτο σημαίνει ὅτι ἐν μὲν τοῖς βρώμασι τοῖς ἐπιγείοις οἱ Ἰουδαῖοι μετὰ τῶν ἐθνῶν οὐ συμφωνοῦσιν, ἐν δὲ ταῖς θεωρίαις καὶ παντὶ πράγματι, κοσμικῷ τούτοις | |
5 | συνερχόμενοι κοινωνοῦσιν. | |
1.15.6 | ... αὐτοὶ ἑαυτοῖς προφητεύοντες ὡς μελλήσουσιν ὑπ’ 〈ἀγγέλων〉 ἐταζόμενοι λόγον δοῦναι τῷ θεῷ ὑπὲρ πάσης ἁμαρτίας ἧς ἔπραξαν, ὡς Σολομὼν λέγει «ἐτασμὸς δὲ ἀσεβεῖς ὀλεῖ.» Ἁλίσκονται γὰρ οὗτοι ὑπὸ | |
5 | ἐτάσεως 〈τῶν ἰδίων πονηρῶν.〉 | 98 |
1.16.2 | Ποίαν «εὔθετον 〈ἡμέραν〉» ἀλλ’ ἢ τὴν τοῦ πάσχα; ἐν ᾗ τὸ λουτρὸν ἐν παραδείσῳ τοῖς καυσομένοις ἑτοιμάζεται καὶ 〈ἡ ἐκκλησία ὡσ〉 Σωσάννα ἀπολουομένη καθαρὰ νύμφη θεῷ παρίσταται; 〈καὶ〉 ὡς 〈αἱ δύο παιδίσκαι | |
5 | αἱ αὐτῇ παρακολουθοῦσαι〉 πίστις καὶ ἀγάπη, 〈αἱ παρακο‐ λουθοῦσαι〉 τὸ ἔλαιον καὶ τὰ σμήγματα τοῖς λουομένοις ἑτοιμάζουσιν. | |
1.16.3 | Τίνα δὲ ἦν τὰ σμήγματα ἀλλ’ ἢ αἱ τοῦ λόγου ἐντολαί; Τί δὲ τὸ ἔλαιον ἀλλ’ ἢ τοῦ ἁγίου πνεύματος δυνάμεις; αἷς μετὰ τὸ λουτρὸν ὡς μύρῳ χρίονται οἱ πιστεύοντες. | |
1.16.4 | Ταῦτα πάλαι προετυποῦτο διὰ τῆς μακα‐ ρίας Σωσάννης δι’ ἡμᾶς, ἵνα νῦν ἡμεῖς οἱ τῷ θεῷ πισ‐ τεύοντες μὴ ὡς ξένα τὰ νῦν γινόμενα ἐν τῇ ἐκκλησίᾳ νοήσωμεν, ἀλλὰ πάλαι ταῦτα διὰ τῶν πατριαρχῶν προτε‐ | |
5 | τυπωμένα πιστεύσωμεν, καθὰ καὶ ὁ ἀπόστολος λέγει «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.» | |
1.16.5 | ... | |
ἡνίκα γὰρ ἂν τὸ πνευματικὸν ἐπιθυμῇ λαβεῖν λουτρὸν ἡ ἐκκλησία, ἐξ ἀνάγκης ταύτῃ δύο παιδίσκας δεῖ παρακο‐ λουθεῖν. Διὰ γὰρ τῆς πίστεως τῆς εἰς Χριστὸν καὶ διὰ τῆς | 100 | |
5 | ἀγάπης τῆς πρὸς τὸν θεὸν λαμβάνει τὸ λουτρὸν ὁμολογοῦσα | |
ἡ ἐκκλησία. | 102 | |
117-183 | ... 〈«καὶ ἐξῆλθον κατὰ τὰς πλαγίας θύρασ»〉, προμηνύουσαι ὅτι ὁ βουλόμενος τοῦ ἐν τῷ παρα‐ δείσῳ ὕδατος μεταλαβεῖν ἀποτάξασθαι μὲν ὀφείλει τῇ πλατείᾳ θύρᾳ, διὰ δὲ τῆς «στενῆς καὶ τεθλιμμένης» | |
5 | εἰσελθεῖν. | |
117-184 | ... ὥσπερ γὰρ τότε ἐν τῷ παραδείσῳ ἐνεκρύβη ὁ διάβολος ἐν τῷ ὄφει, οὕτω καὶ νῦν ἐν τοῖς πρεσβυτέροις ἐγκρυβεὶς τὴν ἑαυτοῦ ἐνεκίσσησεν ἐπιθυμίαν, ἵνα πάλιν ἐκ | |
δευτέρου διαφθείρῃ τὴν Εὔαν. | 104 | |
1.19.2 | Ὦ παρανόμων ἀρχόντων καὶ 〈ἡγουμένων〉 διαβολικῆς ἐνεργείας μεμεστωμένων. | |
1.19.3 | Ταῦτα ὑμῖν παρέ‐ δωκε Μωϋσῆς; Οὕτω δὲ τὸν νόμον ἀναγινώσκοντες ἑτέρους διδάσκετε; Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; Ὁ κηρύττων μὴ φονεύειν, αὐτὸς φονεύεις; Ὁ λέγων μὴ ἐπιθυμεῖν, αὐτὸς | |
5 | τὴν γυναῖκα τοῦ πλησίον διαφθεῖραι θέλεις; | |
1.19.5 | Τί ἀναπείθετε ἄνομοι σώφρονα καὶ ἀκέραιον ψυχὴν λόγοις ψευδέσιν, ἵνα τὴν οἰκείαν ἐπιθυμίαν στήσητε; | |
1.19.7 | Ταῦτα ὑμῶν τὰ ἀπ’ ἀρχῆς δεινὰ τολμήματα διὰ τὸν ἀπ’ ἀρχῆς ἐν ὑμῖν ἐμφωλεύσαντα πλάνον. | |
1.19.8 | Ἦν μὲν γὰρ ὄντως μετὰ ταύτης νεανίσκος ἀπ’ οὐρανῶν, οὐ συγγινόμενος αὐτῇ, ἀλλὰ συμμαρτυρῶν τῇ ἀληθείᾳ. | |
1.20.1 | Τούτων οὖν τῶν ῥημάτων ἀκούσασα ἡ μακαρία Σωσάννα κατενύγη τὴν καρδίαν καὶ ἔφραξε τὸ στόμα, μὴ βουλομένη μιανθῆναι ὑπὸ ἀνόμων πρεσβυτέρων. | |
1.20.2 | Ἔστι δὲ καὶ καταλαβέσθαι ἀληθῶς τὸ συμβὰν ἐπὶ τῇ Σωσάννῃ. Τοῦτο γὰρ νῦν καὶ ἐπὶ τῇ ἐκκλησίᾳ εὕροις πληρούμενον. | |
1.20.3 | Ἡνίκα γὰρ οἱ δύο λαοὶ συμφωνήσουσι διαφθεῖραί τινας τῶν ἁγίων, παρατηροῦνται ἡμέραν εὐθῆ καὶ ἐπεισελθόντες εἰς τὸν οἶκον τοῦ θεοῦ προσευχομένων ἐκεῖ πάντων καὶ τὸν θεὸν ὑμνούντων, ἐπιλαβόμενοι ἕλκουσί τινας καὶ κρατοῦσι | |
5 | λέγοντες· δεῦτε, συγκατάθεσθε ἡμῖν καὶ τοὺς θεοὺς θρησ‐ κεύσατε, «εἰ δὲ μὴ, καταμαρτυρήσομεν» καθ’ ὑμῶν. | |
Τούτων δὲ μὴ βουλομένων προσάγουσιν αὐτοὺς πρὸς τὸ βῆμα καὶ κατηγοροῦσιν ὡς ἐναντία τοῦ δόγματος Καίσαρος πράσσοντας καὶ θανάτῳ κατακρίνονται. | 106 | |
1.21.2 | Ἴδετε ῥήματα σωφρονούσης γυναικὸς καὶ θεῷ μεμελημένης. «Στένα μοι, φησί, πάντοθεν.» Ἡ γὰρ ἐκκλησία οὐ μόνον ὑπὸ Ἰουδαίων θλίβεται καὶ στενο‐ χωρεῖται, ἀλλὰ καὶ ὑπὸ ἐθνῶν καὶ ὑπὸ τῶν λεγομένων μέν, | |
5 | οὐκ ὄντων δὲ χριστιανῶν, οἱονεὶ τὸ σῶφρον καὶ εὐσταθὲς ταύτης ἐνορῶντες φθείρειν ταύτην βιάζονται. | |
1.21.3 | 〈«Ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν»〉. Τὸ γὰρ παρα‐ κοῦσαι θεοῦ καὶ ὑπακοῦσαι ἀνθρώποις θάνατον καὶ «κόλα‐ σιν αἰώνιον» ἐργάζεται. | |
1.21.4 | 〈«Ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν»〉. Καὶ τοῦτο ἀληθὲς εἴρηκεν. Οἱ γὰρ προσαγόμενοι ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ, ἐὰν μὲν πράξωσι τὸ ὑπὸ ἀνθρώπων κελευόμενον, ἀπέθανον τῷ | |
5 | θεῷ, ζῶσι δὲ τῷ κόσμῳ, ἐὰν δὲ μὴ πράξωσιν, οὐκ ἐκφεύ‐ γουσι τὰς χεῖρας τῶν δικαστῶν, 〈ἀλλ’〉 ὑπ’ αὐτῶν ἐκείνων κατακρινόμενοι 〈ἀποθνήσκουσιν〉. | |
1.21.5 | ... Τοῦτο γὰρ διαφο‐ ρώτερον ἀποθανεῖν ὑπὸ ἀνθρώπων ἀδίκων, ἵνα παρὰ θεῷ ζήσωσιν, ἢ συνθεμένους αὐτοῖς καὶ ἀπολυθέντας ὑπ’ αὐτῶν | |
«ἐμπεσεῖν εἰς τὰς χεῖρας τοῦ θεοῦ.» | 108 | |
122-232 | πρὸς τίνα οὖν ἐβόησεν ἡ Σωσάννα ἀλλ’ ἢ πρὸς τὸν θεόν, ὡς Ἡσαΐας λέγει «τότε βοήσεις καὶ ὁ θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι». | |
122-233 | 〈«Ἐβόησαν δὲ οἱ δύο πρεσβύται κατέναντι αὐτῆσ»〉. Οἱ γὰρ ἄνομοι οὐ παύονται βοῶντες καθ’ ἡμῶν καὶ λέγοντες· αἶρε ἐκ τῆς γῆς τοὺς τοιούτους· οὐ γὰρ καθῆκον αὐτοὺς ζῆν. | |
122-234 | 〈«Καὶ δραμὼν ὁ εἷς ἤνοιξε τὰς θύρας τοῦ παραδείσου»〉, τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν | |
ἐπιδεικνύων, δι’ ἧς οἱ τούτοις πειθόμενοι ἀπόλλυνται. | 110 | |
124-253 | ... οὐ κάλλος περὶ σῶμα πορνικόν, ὃν τρόπον περιέκειτο τῇ Ἰεζάβελ, οὐδὲ ὄψις ποικίλοις χρώμασι πεφυκωμένη, ἀλλ’ εἶχε κάλλος πίστεως καὶ σωφροσύνης | |
καὶ ἁγιασμοῦ. | 112 | |
124-254-5 | 〈«ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆσ»〉, ἵνα κἂν ἐν τῷ ἅψασθαι αὐτῆς τῆς ἰδίας ἐπιθυμίας τὸν κόρον τελέσωσι. | |
124-256 | ... διὰ γὰρ τῶν δακρύων ἐφείλκετο τὸν ἀπ’ οὐρανῶν λόγον, τὸν μέλλοντα διὰ δακρύων ἔγειρεν τὸν Λάζαρον τεθνηκότα. | |
1.26.2 | Δεῖ οὖν ἡμᾶς ἐν παντὶ πράγματι ἑδραίους γενομένους μὴ λόγοις προσέχειν ψευδέσι μηδὲ προσώποις ἀρχόντων εὐκόλως συναρπαζομένους πείθεσθαι, γινώσκοντας ὅτι λόγον ἔχομεν δοῦναι τῷ θεῷ, ἀλλὰ τῇ ἀληθείᾳ | |
5 | στοιχούντας καὶ τὸ ἀκριβὲς τῆς πίστεως ἐπιζητοῦντας | |
εὐαρέστους εἶναι τῷ θεῷ. | 114 | |
1.26.5 | Ὅσοι γὰρ ἐπικαλοῦνται αὐτὸν ἐκ καθαρᾶς καρδίας τούτων ὁ θεὸς ὑπακούει· ὅσοι δὲ ἐν δόλῳ καὶ ὑποκρίσει | |
ἀποστρέφει τὸ πρόσωπον αὐτοῦ ἀπ’ αὐτῶν. | 116 | |
127-285 | ... δηλοῖ ὅτι ἡνίκα προσηύξατο ἡ Σωσάννα πρὸς τὸν θεὸν καὶ εἰσηκούσθη, τότε ἐξαπεστάλη ὁ ἄγγελος βοηθήσων αὐτῇ. | |
127-286 | Ὃν τρόπον ἐπὶ τοῦ Τωβία καὶ τῆς Σάρρας συνέβη. Προσευξαμένων γὰρ αὐτῶν, τῇ αὐτῇ ὥρᾳ καὶ τῇ αὐτῇ ἡμέρᾳ εἰσηκούσθη ἡ δέησις ἀμφο‐ τέρων καὶ ἀπεστάλη ὁ ἄγγελος Ῥαφαὴλ ἰάσασθαι τοὺς | |
5 | δύο. | 118 |
1.29.1 | Ἐπειδὴ δὲ φθάσαντες ἐν τῷ προοιμίῳ διηγησά‐ μεθα ὅτι οἱ δύο πρεσβύτεροι εἰς τύπον ἀναφέρονται τῶν δύο λαῶν, τοῦ τε ἐκ περιτομῆς καὶ τοῦ ἐξ ἐθνῶν, οἳ καὶ ἀεὶ ἐπίβουλοι γίνονται τῆς ἐκκλησίας, ἴδωμεν τὰ ῥήματα αὐτοῦ | |
5 | τοῦ Δανιὴλ καὶ μάθωμεν ὅτι ἐν μηδενὶ ἡμᾶς διαψεύδεται ἡ γραφή. | |
1.29.2 | Τῷ γὰρ πρώτῳ πρεσβυτέρῳ διαλεγόμενος· «Πεπαλαιωμένε ἡμέρων κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον κρινῶν κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθώους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος | |
5 | τοῦ θεοῦ ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς», ὡς νομομαθεῖ ἐλάλ〈ει〉 καὶ 〈γινώσκοντι〉 τὸν νόμον. | |
1.29.3 | Τῷ δὲ ἑτέρῳ οὐχ οὕτως διαλέγεται, 〈ἀλλ’ «εἶπεν αὐτῷ· σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα»〉· «σπέρμα Χαναὰν» ... ἀποκαλῶν, ... 〈οὕτως «ἐπιθυμία ἐξηπάτησέ σε καὶ τὸ κάλλος διέστρεψε | |
5 | τὴν καρδίαν σου;〉 οὕ〈τωσ〉 ἐ〈ποι〉εῖτε θ〈υγατράσιν Ἰσραήλ,〉 κἀκεῖναι φοβού〈μεναι ὡ〉μίλουν ὑμῖν; 〈ἀ〉λλ’ οὐ θ〈υ〉γάτηρ Ἰούδα ὑ〈πέ〉μ〈εινε τὴν〉 ἀσχημοσύνην ὑμῶν». 〈«νῦν〉 οὖν ταύτην εἴπερ εἶδ〈εσ〉, εἰπόν· ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις;» «ὁ δὲ εἶπεν· ὑπὸ | |
10 | πρῖνον. Εἶπεν δὲ Δανιήλ· ὀρθῶς ἐψεύσω καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν· μέλλει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ πρίσαι σε μέσον, ὅπως ἐξολοθρεύσῃ ὑμᾶς.» | |
1.30.1 | Ἵνα οὖν ἐν πᾶσιν τὸ σεμνὸν τῶν ἁγίων γραφῶν φυλαχθῇ καὶ τὸ καθαρὸν στόμα τῶν μακαρίων προφητῶν | |
καθαρὸν ἀποδειχθῇ, ῥήματι 〈ῥῆμα〉 συγκρίνωμεν καὶ φράσει φράσεις συμβάλλωμεν. | 120 | |
1.30.2 | Τῶν μὲν γὰρ πρεσ〈βυτέρων〉 ... –μένων ... τὴν ... αὐτῶν ὄρεξιν κ〈αὶ〉 ... εἰπόντων· ἴδομεν »〈συ〉γγινομένους αὐτούς,» ὁ μακάριος Δανιὴ〈λ〉 .. –μησεν τὸ ὑπ’ ἐκείνων .. λελαλημ〈ένον〉. | |
1.30.3 | .. 〈εἶ〉χ〈ο〉ν ὁμιλίας κα.. συνουσίας. | |
1.30.4 | Τούτου .. τοίνυν γινομένου «ἀνεβόησεν, φησίν, πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ ἔδωκεν αἶνον τῷ θεῷ, 〈τῷ σώζοντι τοὺς ἐλπίζοντας ἐπ’ αὐτόν. Καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτασ〉, ὅτι | |
5 | συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδο‐ μαρτυρήσαντας. | |
1.31.1 | Τί οὖν ἐροῦμεν ἐν τῷ εἰπεῖν τὸν μὲν ἕνα «σχῖνον,» τὸν δὲ ἕτερον «πρῖνον;» Ἐν τούτῳ ἡ ἀπόδειξις γένηται. | |
1.31.2 | Τί γὰρ ἐβούλοντο λέγειν; Ἐν τῷ θέλειν ἡμᾶς τοῦ νεανίσκου «ἐγκρατεῖς γενέσθαι» οὐκ ἴδομεν ἀσφαλῶς ποῖον ἦν τὸ δένδρον. | |
1.31.3 | Ἀλλ’ ἐπειδὴ ἐν πᾶσιν ἡ θεία γραφὴ σοφίζει ἡμᾶς ὁδηγοῦσα πρὸς τὴν ἀλήθειαν, ἐν ... | |
1.31.4 | .. ὄντα ἀπεφήνατο. Τοῦ γὰρ Δανιὴλ τὰ ἐνθύμια τῆς καρδίας αὐτῶν διὰ τῶν ῥημάτων ἐλέγξαντος καὶ τὴν δεινὴν αὐτῶν ἐπιθυμίαν ἣν ἔτι εἶχον ἐν ὀφθαλμοῖς ἐξειπόντος, τὰ τούτων κρύφια | |
5 | ἀπ’ ἀρχῆς σφάλματα, ἃ ἐποίουν εἰς τὰς θυγατέρας Ἰσραὴλ, φανερῶς αὐτοὶ ἐλεγχόμενοι ὑπὸ τοῦ ἁγίου πνεύματος «ἐσκοτισμένοι» τῷ νοῒ ξένα δένδρα ὠνόμασαν, ἵνα διὰ τοῦ ῥήματος αὐτοὶ ὑφ’ ἑαυτῶν συμποδισθῶσιν. | |
1.32.1 | Ὅθεν ἀκούσας πᾶς ὁ λαὸς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς ἐβόησαν λέγοντες· ἐψεύσαντο οὔτε ... | |
1.32.2 | «Καὶ ἀνέστη〈σαν ἐπ〉ὶ τοὺς δ〈ύο〉 πρεσβυ〈τέρου〉ς» | |
«καὶ ἐ〈ποί〉ησαν αὐτοῖ〈σ〉, ὃν τρόπον ἐπονηρεύσ〈αν〉το τῷ πλησίον ποιῆσ〈αι, κ〉αὶ ἀπέκτειναν 〈αὐτοὺσ〉», «ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδο‐ | 122 | |
5 | μαρτυρήσαντας,» ἵνα πληρωθῇ τὸ εἰρημένον «ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπέσεται εἰς αὐτόν,» «καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. | |
1.32.3 | Χελκίας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν μετὰ Ἰωακεὶμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων, ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα. Καὶ Δανιὴλ ἐγένετο | |
5 | μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.» | |
1.33.1 | Προσέχειν οὖν ὀφείλομεν ἐν πᾶσιν, ἀγαπητοὶ, φοβούμενοι μή τις ἔν τινι παραπτώματι κρατηθεὶς αὐτὸς τῆς αὐτοῦ ψυχῆς ἔνοχος γένηται, γινώσκοντες ὅτι ἔκδικος ὁ θεὸς περὶ πάντων γίνεται, αὐτὸς ὢν ὅλος ὀφθαλμός, | |
5 | λανθάνει δὲ τοῦτον τῶν ἐν κόσμῳ πραττομένων οὐδέν, διὸ ἀεὶ ἐγρήγοροι καρδίαις καὶ σωφρόνως βιοῦντες τὴν Σωσάνναν μιμήσασθε, καὶ τὸν παρά〈δει〉σον ἐντρυφήσατε καὶ τοῦ ἀεννάου ὕδατος ἀπολαύσατε καὶ πάντα ῥύπον ἀποσμήξασθε καὶ ἐλαίῳ ἐπουρανίῳ ἁγιάσθητε, ἵνα σῶμα | |
10 | καθαρὸν θεῷ παραστήσητε καὶ τὰς λαμπάδας ἐξάψητε καὶ τὸν νυμφίον προσδοκήσητε, ἵνα κρούσαντα τοῦτον εἰσδέξησθε καὶ θεὸν διὰ Χριστοῦ ἀνυμνήσητε, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· | |
ἀμήν. | 124 | |
2t1 | ΛΟΓΟΣ Βʹ Περὶ τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεύς. | |
2.1.1 | 〈«Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχο‐ δονόσορ ἐνυπνιάσθη Ναβουχοδονόσορ ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ’ αὐτοῦ. Καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺ〉ς μάγους | |
5 | καὶ 〈τοὺς φαρμα〉κο〈ὺς καὶ τοὺς χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ· καὶ ἦλθαν καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως. Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· ἐνυπνιάσθην καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῷ βασιλεῖ Συριστί· | |
10 | βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι· σὺ τὸ ἐνύπνιον εἰπὲ τοῖς παισίν σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν. Ἀπεκρίθη δὲ ὁ βασιλεὺς τοῖς χαλδαίοις· ὁ λόγος ἀπ’ ἐμοῦ ἀπέστη· ἐὰν οὖν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσθε καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται· ἐὰν | |
15 | δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήψεσθε παρ’ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι.» | |
2.2.1 | Τὸ μὲν οὖν ἐνύπνιον τὸ ὑπὸ τοῦ βασιλέως ἑωραμένον οὐκ ἦν ἐπίγειον, ἵνα ὑπὸ τῶν τοῦ κόσμου σοφῶν ἑρμηνευθῇ, ἀλλ’ ἦν ἐπουράνιον, κατὰ θεοῦ βουλὴν καὶ πρόνοιαν ἰδίοις καιροῖς πληρούμενον. | |
2.2.2 | Καὶ διὰ τοῦτο ἀπεκρύβη μὲν ἀπὸ τῶν τὰ ἐπίγεια φρονούντων ἀνθρώπων, ἵνα τοῖς τὰ ἐπου‐ ράνια ζητοῦσι τὰ ἐπουράνια μυστήρια ἀποκαλυφθῇ. | |
2.2.3 | Καὶ γὰρ ἐν Αἰγύπτῳ ἐπὶ τοῦ Φαραὼ ὁμοίως γέγονεν. | 126 |
2.2.4 | Ἰδὼν γὰρ τὰ ἐνύπνια ἐξηγήσατο ταῦτα πᾶσιν τοῖς ἐξηγηταῖς Αἰγύπτου, καὶ οὐδεὶς ὁ ἀπαγγέλλων αὐτὰ τῷ Φαραώ· ἡνίκα δὲ ὁ μακάριος Ἰωσὴφ παρῆν, εὐκαίρως ἐφανεροῦντο | |
5 | τὰ ὑπὸ ἑτέρων μὴ νοούμενα· καὶ διὰ τοῦτο θαυμάσας ὁ βασιλεὺς ἀπεκρίθη «τοῖς παισὶν αὐτοῦ λέγων· ἆρα μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον, ἐν ᾧ ἐστιν πνεῦμα θεοῦ ἐπ’ αὐτόν;» ... ὅτι οὐδεὶς δυνατὸς ἔσται τὰ ἐπουράνια μυστήρια διηγεῖσθαι ... συγκρίνων, ἂν μὴ μετέχῃ τοῦ ἁγίου πνεύματος. | |
2.2.5 | Οὕτως οὖν καὶ ἐν Βαβυλῶνι ἀπεκρύβη τὸ ὅραμα ἀπὸ τοῦ βασιλέως, ἵνα, ὑπὸ θεοῦ ἐκλεγόμενος, Δανιὴλ προφήτης ὢν ἀποδειχθῇ. Ὅσα γὰρ ἀπὸ μὲν ἑτέρων ἀποκέκρυπται, ὑπὸ ἑτέρου δὲ φανεροῦται, ἐξ ἀνάγκης προφήτην ἀποδείκνυσιν | |
5 | τὸν λέγοντα. | |
2.3.1 | Ἵνα οὖν μὴ ἔν τινι τρόπῳ μηχανησάμενοι οἱ χαλδαῖοι ῥήμασιν πλάνης διαψεύσωνται τὸν βασιλέα, κατανυγεὶς Ναβουχοδονόσορ εἶπεν πρὸς αὐτούς· «Ἐπ’ ἀληθείας οἶδα ἐγὼ ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθότι ἴδετε ὅτι ἀπέστη | |
5 | ἀπ’ ἐμοῦ τὸ ῥῆμα· ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀπαγγείλητέ μοι, οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεστραμμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθοι.» «Ἀπεκρίθησαν οἱ χαλδαῖοι τῷ βασιλεῖ καὶ λέγουσιν ὅτι οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς γῆς ὅστις δυνήσεται τὸ ῥῆμα τοῦ βασιλέως γνωρίσαι, | |
10 | καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτο οὐκ ἐπερωτᾷ ἐπαοιδὸν, μάγον, φάρμακον καὶ χαλδαῖον, ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐπερωτᾷ βαρύς, καὶ ἕτερος οὐκ ἔστιν, ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλ’ ἢ οἱ θεοὶ, ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός.» | |
2.3.2 | Τούτων | |
εἰρημένων θυμωθεὶς «ὁ βασιλεὺς» ἐκέλευσεν ἀποκτανθῆναι «πάντας τοὺς σοφοὺς Βαβυλῶνος, καὶ τὸ δόγμα ἐξῆλθεν καὶ οἱ σοφοὶ ἀπεκτέννοντο.» | 128 | |
2.4.1 | Ἐπεὶ οὖν ἀδύνατον ἔφησαν ὑπὸ ἀνθρώπου τοῦτο λεχθῆναι τὸ ὑπὸ τοῦ βασιλέως ζητούμενον, ἐπέδειξεν αὐτοῖς ὁ θεὸς ὅτι τὰ παρ’ ἀνθρώποις ἀδύνατα, ταῦτα δυνατὰ ἦν παρὰ θεῷ. | |
2.4.2 | Μέλλοντος γὰρ Ἀριὼχ τοῦ ἀρχιμαγείρου ἀναιρεῖν τόν τε «Δανιὴλ καὶ τοὺς» τρεῖς «φίλους αὐτοῦ» —αὐτὸς γὰρ «ἐξῆλθεν ἀναιρεῖν τοὺς σοφοὺς Βαβυλῶνος»· ἀρχιμάγειρον ...· ὥσπερ γὰρ ὁ μάγειρος πάντα τὰ ζῷα | |
5 | ἀναιρεῖ καὶ μαγειρεύει, οὕτω κἀκεῖνος τῷ αὐτῷ τρόπῳ καὶ οἱ ἄρχοντες τοῦ κόσμου ἀναιροῦσι τοὺς ἀνθρώπους ὡς ἄλογα ζῷα μαγειρεύοντες αὐτοὺς— ... «περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη ἐκ προσώπου τοῦ βασιλέως;» ἐζήτησεν γὰρ τὴν αἰτίαν μαθεῖν παρ’ αὐτοῦ, τίνι λόγῳ | |
10 | ἀναιροῦνται οἱ Βαβυλώνιοι. | |
2.4.3 | «Ὁ» δὲ «Ἀριὼχ» «ἐγνώρισεν» «τὸ ῥῆμα τῷ Δανιὴλ.» Ὁ δὲ ἀκούσας «ἠξίωσεν αὐτὸν, ὅπως χρόνον δῷ αὐτῷ» καὶ τὸ σύγκριμα «τῷ βασιλεῖ» γνωρίσῃ. | |
2.5.1 | Τότε «Δανιὴλ» «εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ Ἀνανίᾳ καὶ τῷ Μισαὴλ καὶ τῷ Ἀζαρίᾳ» «ἐγνώρισεν τὸ ῥῆμα. Καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ», «ὅπως μὴ καὶ αὐτοὶ ἀπόλωνται» «σὺν τοῖς ἐπιλοίποις | |
5 | σοφοῖς Βαβυλῶνος. Τότε δὴ τῷ Δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη. Καὶ εὐλόγησεν τὸν θεὸν τοῦ οὐρανοῦ, Δανιὴλ καὶ εἶπεν· εἴη τὸ ὄνομα κυρίου εὐλογη‐ μένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις καὶ ἡ ἰσχὺς αὐτοῦ ἐστιν· καὶ αὐτὸς ἀλλοιοῖ | |
10 | καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς | |
σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσιν σύνεσιν· αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν. Σοὶ, ὁ θεὸς τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ | 130 | |
15 | δύναμιν ἔδωκάς μοι καὶ ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ, καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἐγνώρισάς μοι.» | |
2.5.2 | Δεῖ οὖν νοεῖν ἡμᾶς τὴν τοῦ θεοῦ εὐσπλαγχνίαν, πῶς τοῖς ἀξίοις καὶ φοβουμένοις αὐτὸν ταχέως ἀποκαλύπτει καὶ φανεροῖ ἀποπληρῶν τὰς δεήσεις καὶ τὰ αἰτήματα αὐτῶν, ὡς ὁ | |
5 | προφήτης λέγει· «Τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ ἄνθρωπος συνετὸς καὶ γνώσεται ταῦτα;» | |
2.6.1 | Τούτων δὲ γενομένων ἀνέστη Δανιὴλ «καὶ ἦλθεν» «πρὸς Ἀριώχ·» «καὶ εἶπεν αὐτῷ· τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως καὶ ἀναγγελῶ» «τῷ βασιλεῖ» τὸ ἐνύπνιον καὶ | |
5 | «τὴν σύγκρισιν» αὐτοῦ. | |
2.6.2 | Ὁ δὲ ἀκούσας ταῦτα «εἰσή‐ γαγεν τὸν Δανιὴλ μετὰ σπουδῆς» «καὶ εἶπεν· εὗρον ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ.» | |
2.6.3 | Ὁ δὲ καταπλαγεὶς ἔφη «τῷ Δανιὴλ»· «δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον ὃ εἶδον καὶ τὴν σύγκρισιν αὐτοῦ;» εἶπεν δὲ Δανιὴλ· «Τὸ μυστήριον, ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστιν μάγων, | |
5 | ἐπαοιδῶν, γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ, ἀλλ’ ἔστιν ὁ θεὸς ἐν οὐρανῷ ὁ ἀποκαλύπτων μυστήρια, καὶ ἐγνώρισεν τῷ βασιλεῖ Ναβουχοδονόσορ ἃ δεῖ γενέσθαι ἐπ’ ἐσχάτων τῶν ἡμέρων.» | |
2.6.4 | ... τοὺς χαλδαίους ἐκ τοῦ κινδύνου ... | |
2.6.5 | διδά‐ σκει δὲ τὸν βασιλέα μὴ παρὰ ἀνθρώπων ἐπιγείων τὰ ἐπουράνια μυστήρια ἐπιζητεῖν, ἅπερ ἔμελλεν ἰδίοις καιροῖς παρὰ θεοῦ ἐπιτελεῖσθαι. | |
2.6.6 | Καὶ διὰ τοῦτο ἀναπέμπων τὸ φρόνημα τοῦ βασιλέως πρὸς τὸν θεὸν ἔλεγεν· «ἔστιν ὁ | |
θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια», παρ’ οὗ δεῖ τὸν ἄνθρωπον ἐν οἰκτιρμοῖς καὶ δεήσεσιν αἰτούμενον λαμβάνειν. | 132 | |
2.6.7 | Καθ’ ὃ καὶ αὐτὸς ταπεινοφρονῶν καὶ σμικρύνων ἑαυτὸν καὶ μὴ καυχώμενος παρὰ πάντας Βαβυλωνίους σοφώτερος εὑρεθεὶς ἔλεγεν· «Κἀμοὶ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας κατοικοῦντας ἐπὶ τῆς γῆς τὸ μυστήριον τοῦτο | |
5 | ἀπεκαλύφθη, ἀλλ’ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι, ἵνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς.» | |
2.6.8 | Τοῦ γὰρ βασιλέως κρατήσαντος μὲν τῆς γῆς Αἰγύπτου, τὴν δὲ Ἰουδαίαν χώραν παραλαβόντος καὶ τὸν λαὸν μετοικίσαντος, διελογίζετο «ἐπὶ τῆς κοίτης» ὤν, «τί» ἄρα ἔσται «μετὰ ταῦτα.» | |
2.6.9 | Ὁ δὲ τὰ κρυπτὰ πάντων ἐπιστάμενος καὶ «τοὺς διαλογισμοὺς» τῶν καρδιῶν «ἐρευνῶν», ἀπεκάλυψεν αὐτῷ διὰ μὲν τῆς εἰκόνος τὰ ἐσόμενα, ἀπέκρυψεν δὲ ἀπ’ αὐτοῦ τὸ ὅραμα, ἵνα μὴ ὑπὸ τῶν | |
5 | σοφῶν Βαβυλῶνος τὰ τοῦ θεοῦ βουλεύματα ἑρμηνευθῆναι δυνηθῇ, ἀλλ’ ὑπὸ τοῦ μακαρίου Δανιὴλ ἅτε προφήτου τοῦ θεοῦ τὰ πᾶσιν ἀποκεκρυμμένα φανερωθῇ. | |
2.7.1 | Λέγει γοῦν· «Σὺ βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, μεγάλη ἡ εἰκὼν ἐκείνη καὶ ἡ πρόσοψις αὐτῆς φοβερά· εἰκὼν ἧς ἡ κεφαλὴ αὐτῆς χρυσίου χρηστοῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, ἡ | |
5 | κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος μέν τι σιδηροῦν καὶ μέρος δέ τι ὀστράκινον. Ἐθεώ‐ ρεις ἕως ἀπεσχίσθη λίθος ἄνευ χειρῶν καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν εἰς τέλος. Τότε ἐλεπτύνθησαν εἰσάπαξ τὸ | |
10 | ὄστρακον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν. Τοῦτό ἐστιν τὸ ἐνύπνιον καὶ τὴν | |
15 | σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως. Σὺ βασιλεῦ, βασιλεὺς βασιλευόντων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων, θηρία τε ἀγροῦ καὶ πετεινὰ τοῦ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου καὶ κατέστη‐ | 134 |
20 | σέν σε κύριον πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. Καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου, ἥτις ἐστὶν ὁ ἄργυρος· καὶ βασιλεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκός, ἣ κυριεύσει πάσης τῆς γῆς· καὶ βασιλεία τετάρτη, ἥτις ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει | |
25 | καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ, καὶ δαμάσει. Καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ. Καὶ οἱ δάκτυλοι | |
30 | τῶν ποδῶν μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρόν, καὶ ἀπ’ αὐτῆς ἔσται συντριβόμενον. Ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ, συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ | |
35 | σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστράκου. Ἐν ταῖς ἡμέ‐ ραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὐτὴ ἀναστήσεται εἰς | |
40 | τοὺς αἰῶνας· ὃν τρόπον εἶδες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν καὶ ἐλέπτυνεν τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν. Ὁ θεὸς ὁ μέγας ἐγνώ‐ ρισεν τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ.» | |
2.8.1 | Τούτων ἀκούσας Ναβουχοδονόσορ ὑπομνησθεὶς τοῦ ἐνυπνίου ἐπέγνω ὅτι καὶ τὰ λελαλημένα ὑπὸ τοῦ Δανιὴλ | |
ἔσται ἀληθῆ, καὶ «πεσὼν ἐπὶ πρόσωπον τῷ Δανιὴλ προσε‐ κύνησεν καὶ μαναὰ καὶ εὐωδίας εἶπεν σπεῖσαι αὐτῷ.» | 136 | |
2.8.2 | Πόσον ἰσχύει χάρις θεοῦ, ἀγαπητοὶ, ἵνα τὸν πρὸ μικροῦ μέλλοντα ἀναιρεῖσθαι μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος, τοῦτον ὁ βασιλεὺς μηκέτι ὡς ἄνθρωπον ἀλλ’ ὡς θεὸν πεσὼν προσκυνήσῃ· «Μαναά τε καὶ εὐωδίας εἶπεν σπένδεσθαι | |
5 | αὐτῷ.» | |
2.8.3 | Καὶ γὰρ πάλαι τῷ Μωϋσῇ τὸ ὅμοιον ἐπηγγεί‐ λατο ὁ κύριος «λέγων· ἰδοὺ δέδωκά σε εἰς θεὸν τῷ Φαραώ», ἵνα διὰ τῶν σημείων τῶν ὑπ’ αὐτοῦ ἐν Αἰγύπτῳ γινομένων μηκέτι Μωϋσῆς ἄνθρωπος ὢν νομισθῇ, ἀλλ’ ὡς θεὸς ὑπὸ | |
5 | τῶν Αἰγυπτίων προσκυνηθῇ. | |
2.9.1 | Θαυμάσας μὲν οὖν Ναβυχοδονόσορ ἐπὶ τῶν εἰρη‐ μένων ὑπὸ τοῦ Δανιὴλ ἔφη· «Ἐπ’ ἀληθείας ὁ θεὸς ὑμῶν αὐτός ἐστιν θεὸς θεῶν καὶ κύριος τῶν κυριευόντων καὶ ἀποκαλύπτων μυστήρια ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ | |
5 | μυστήριον τοῦτο. Καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιὴλ καὶ δόματα πολλὰ καὶ μεγάλα ἔδωκεν αὐτῷ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος καὶ ἄρχοντα σατραπῶν, ἐπὶ πάντας σοφοὺς Βαβυλῶνος.» | |
2.9.2 | Ἐπειδὴ γὰρ αὐτὸς ἑαυτὸν ἐσμίκρυνεν καὶ ἐλάχιστον παρὰ πάντας ἀνθρώπους εἶναι ἀπεφήνατο, ηὔξησεν αὐτὸν ὁ βασιλεὺς καὶ κατέστησεν αὐτὸν ἄρχοντα πάσης χώρας Βαβυλῶνος. | |
2.9.3 | Ὃν τρόπον ἐποίησεν καὶ ὁ Φαραὼ τῷ Ἰωσήφ, τότε καταστήσας αὐτὸν ἄρχοντα ἐπὶ πάσης τῆς γῆς Αἰγύπτου. | |
2.9.4 | Ἐν πάσῃ γὰρ τῇ γῇ Αἰγύπτου οὐδεὶς εὑρέθη ἄνθρωπος ὃς ἂν τὰ ἐνύπνια ἀπαγγείλειε τῷ Φαραώ, εἰ μὴ μόνος Ἰωσήφ, ἐν δὲ Βαβυλῶνι οὐδεῖς τῶν σοφῶν ἠδυνήθη ἐξηγεῖσθαι τὸ ὅραμα | |
5 | τῷ βασιλεῖ, εἰ μὴ μόνος ὁ Δανιήλ. | |
2.9.5 | Κατὰ γὰρ γενεὰν καὶ γενεὰν ἀνθρώπους ἁγίους ὁ θεὸς προσάγει ἑαυτῷ, δι’ ὧν εἰς πάντα τὸν κόσμον δοξασθῆναι. | |
2.10.1 | «Καὶ Δανιὴλ ᾐτήσατο παρὰ τοῦ βασιλέως καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδράκ, Μισάκ, Ἀβδεναγώ.» | |
2.10.2 | Καὶ τοῦτο δὲ πίστεως καὶ ἐπαίνου ἄξιον τὸ ὑπὸ τοῦ Δανιὴλ γεγενημένον. Ἐπειδὴ γὰρ αὐτοὶ ἐν τῇ προσευχῇ συνηγόρευσαν τῷ Δανιὴλ πρὸς τὸν θεὸν, ἵνα τὸ ὅραμα αὐτῷ ἀποκαλυφθῇ, καὶ αὐτὸς Δανιὴλ ἀξίαν καὶ | 138 |
5 | τιμὴν λαβὼν παρὰ τοῦ βασιλέως ἐμνήσθη τούτων, ἀναθέ‐ μενος τῷ βασιλεῖ τὸ ἔργον τὸ ὑπ’ αὐτῶν γεγενημένον, ἵνα καὶ αὐτοὶ τιμῆς τινος ἀξιωθῶσιν ὡς συμμύσται καὶ θεοσεβεῖς ἄνδρες. | |
2.10.3 | Αἰτησάμενοι γὰρ τὰ ἐπουράνια παρὰ τοῦ κυρίου, ἔτυχον καὶ τῶν ἐπιγείων παρὰ τοῦ βασιλέως. | |
2.11.1 | Ἐπειδὴ οὖν τὸ ἐνύπνιον ἀνήγγειλεν τῷ βασιλεῖ ὁ μακάριος Δανιὴλ καὶ τὴν αὐτοῦ σύγκρισιν οὐκ ἐσιώπησεν, ἐπιλείπει τὸ ζήτημα τοῖς εὐθὺν νοῦν κεκτημένοις, ἵνα πάλιν ὑφ’ ἑτέρων τὰ ὑπὸ τοῦ Δανιὴλ λεγόμενα ἑρμηνευθῇ. | |
2.11.2 | Ἀναγκαῖον δὲ σπουδαίως ἐπιζητεῖν τοὺς φιλαληθεῖς, καὶ μὴ μόνον ἐν παραδρομῇ ἀναγινώσκοντας ἐπ’ ἄδηλον νομίζειν εἰρῆσθαι τὰ ὑπὸ τῶν προφητῶν εἰρημένα. | |
2.11.3 | Εἰκόνα γὰρ μεγάλην θεωρεῖ, καὶ ταύτης τὴν κεφαλὴν «χρυσίου χρηστοῦ» εἶναι ὁμολογεῖ· ἔπειτα ὤμους καὶ στῆθος ἄργυ‐ ρον εἶναι διηγεῖται· εἶτα κοιλίαν καὶ μηροὺς χαλκόν· | |
5 | ἔπειτα κνήμας σίδηρον· ὡσαύτως δὲ καὶ δακτύλους τῶν ποδῶν ὄστρακον καὶ σίδηρον ἐν ταὐτῷ ἀναμεμιγμένους· εἶτα λίθον τεμνόμενον ἀπὸ ὄρους ἄνευ χειρῶν καὶ πατάσ‐ σοντα τὴν εἰκόνα καὶ λεπτύνοντα αὐτήν· καὶ αὐτὸς «ὁ λίθος» «ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσεν πᾶσαν τὴν | |
10 | γῆν». | |
2.11.4 | Ταῦτα εἰπὼν περὶ τῆς εἰκόνος ... διαιρεῖ καὶ εἰς βασιλείας κα... μετάγων κατὰ μέρος ... παραφράζειν, τὸν μὲν χρυσὸν λέγων αὐτὸν εἶναι τὸν βασιλέα Ναβουχοδονόσορ, κεφαλὴν τῆς εἰκόνος χρυσῆν τοῦτον εἶναι διηγούμενος. | |
2.11.5 | Ἔπειτα δευτέραν βασιλείαν ὀνομάζει, ἥττονα ταύτην εἶναι λέγων τὸν ἄργυρον. | 140 |
2.11.6 | Εἶτα τρίτην, «ἥτις ἐστὶν ὁ χαλκός». | |
2.11.7 | Ἔπειτα τετάρτην ἰσχυράν, ἥτις ὁ σίδηρος. | |
2.11.8 | Εἶτα ὄστρακον καὶ σίδηρον ἀναμεμιγμένον ὁμοῦ ἀναδέ‐ δεικται τὰ ἄκρα τῶν ποδῶν τῆς εἰκόνος. | |
2.11.9 | Ἤρξατο μὲν γὰρ ἀπὸ κεφαλῆς, ἵνα δείξῃ τὸν χρυσόν· εἶτα τὸ στῆθος καὶ τοὺς βραχίονας καὶ ὀνομάζει ἄργυρον· ἔπειτα κοιλίαν καὶ μηροὺς, καὶ σημαίνει τὸν χαλκόν· εἶτα κνήμας διηγεῖται, | |
5 | καὶ ἐπιδεικνύει σίδηρον· ἔπειτα πόδας καὶ δακτύλους δέκα, καὶ καταγγέλει ὄστρακον καὶ σίδηρον καὶ μετὰ ταῦτα οὐδὲν λείπεται τοῦ ὁράματος, ἀλλ’ ἢ ὅτι «ἐτμήθη λίθος ἀπὸ ὄρους» «καὶ ἐπάταξεν τὴν εἰκόνα» καὶ «ἐγενήθη ὄρος μέγα» πληροῦν «πᾶσαν τὴν γῆν.» | |
2.12.1 | Πῶς οὖν μὴ νοήσωμεν τὰ πάλαι ἐν Βαβυλῶνι ὑπὸ Δανιὴλ πεπροφητευμένα καὶ νῦν ἔτι ἐν κόσμῳ πληρούμενα; | |
2.12.2 | Ἡ γὰρ εἰκὼν ἡ κατ’ ἐκεῖνον τὸν καιρὸν δειχθεῖσα τῷ Ναβουχοδονόσορ τὸν τύπον περιεῖχεν τῆς βασιλείας τοῦ παντὸς κόσμου. | |
2.12.3 | Ἐν οἷς καιροῖς ἐβασίλευσαν τότε Βαβυλώνιοι, ὡς κεφαλὴ χρυσῆ τῆς εἰκόνος ὑπάρχοντες. | |
2.12.4 | Ἔπειτα μετ’ αὐτοὺς ἐκράτησαν Πέρσαι ἐπὶ ἔτη σʹ τεσσα‐ ράκοντα πέντε, ὡς δείκνυσθαι τούτους εἶναι τὸν ἄργυρον. | |
2.12.5 | Μετὰ τούτους ἐκράτησαν Ἕλληνες ἀρξάμενοι ἀπὸ Ἀλε‐ ξάνδρου τοῦ Μακεδόνος ἐπὶ ἔτη τριακόσια, ὡς εἶναι τούτους τὸν χαλκόν. | |
2.12.6 | Μετὰ τούτους Ῥωμαῖοι, κνῆμαι σιδηραῖ τῆς εἰκόνος ὑπάρχοντες, ἰσχυροὶ ὄντες ὡς ὁ σίδηρος. | |
2.12.7 | Εἶτα δάκτυλοι ποδῶν, ἵνα δειχθῶσιν αἱ ... δημοκρατίαι αἱ μέλλου‐ σαι γίγνεσθαι, διαιρούμεναι εἰς τοὺς δέκα δακτύλους τῆς εἰκόνος, ἐν οἷς ἔσται ὁ σίδηρος ἀναμεμιγμένος τῷ ὀστράκῳ. | |
2.13.1 | Μετὰ ταῦτα τί λέγει ὁ Δανιήλ; «Ἀπεσχίσθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξεν τὴν εἰκόνα.» | |
2.13.2 | Τοῦ δὲ σιδήρου σὺν ὀστράκῳ ἀναμεμιγμένου καὶ ἐπὶ τὰ ἄκρα τῶν δακτύλων χωρήσαντος καὶ ἀσυμφώνων ἀλλήλοις τῶν ἀνθρώπων γεναμένων, τί δεῖ λοιπὸν περιμένειν, ἀλλ’ ἢ Χριστὸν ἀπ’ οὐρανῶν ἐρχόμενον, ὡς λίθον ἀπὸ ὄρους τεμνό‐ | 142 |
5 | μενον, ἵνα τὰς τοῦ κόσμου τούτου βασιλείας μεταστήσῃ, ἀναστήσῃ δὲ τὴν ἐπουράνιον τῶν ἁγίων βασιλείαν, «ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται», αὐτὸς «ὄρος» καὶ πόλις τῶν ἁγίων γινόμενος πληρῶν «πᾶσαν τὴν γῆν.» | |
2.13.3 | Καὶ διὰ τοῦτο ὁ μακάριος Δανιὴλ ἔφη· καὶ μετὰ τὸ τέλος τῶν ἡμέρων «ἐκείνων ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται.» | |
2.13.4 | Ἵνα οὖν μή τις δυσπιστήσῃ ἐπὶ τοῖς εἰρημένοις «εἰ ἄρα ὄντως ταῦτα ἔσται ἢ οὔ», ἐπεσφράγισεν ὁ προφήτης λέγων «καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ.» | |
2.14.1 | «Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεειρᾷ ἐν χώρᾳ Βαβυλῶνος. Καὶ ἀπέστειλεν συνα‐ | |
5 | γαγεῖν τοὺς ὑπάτους, στρατηγοὺς καὶ τοπάρχας, ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ’ ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχον‐ τας τῶν χωρῶν, ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἧς ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεύς. Καὶ συνήχθησαν» ἅπαντες καὶ ἦλθον· «καὶ ἔστησαν ἐνώπιον τῆς εἰκόνος. Καὶ | |
10 | ὁ κήρυξ ἐβόα ἐν ἰσχύι· ὑμῖν λέγεται, λαοὶ, φυλαὶ, γλῶσσαι, ᾗ ἂν ὥρᾳ ἀκουσήτε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ· καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς | |
15 | τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.» | 144 |
2.15.1 | Χρόνου μὲν οὖν ἱκανοῦ διαδραμόντος καὶ ἐπιγενο‐ μένου ὀκτωκαιδεκάτου ἔτους, ὑπομνησθεὶς ὁ βασιλεὺς τοῦ ἐνυπνίου αὐτοῦ «ἐποίησεν εἰκόνα χρυσῆν», ἧς τὸ μὲν ὕψος «πήχεων ἑξήκοντα» τὸ δὲ «εὖρος αὐτῆς πήχεων ἕξ». | |
2.15.2 | Ἐπειδὴ γὰρ ὁ μακάριος Δανιὴλ ἐν τῷ συγκρῖναι αὐτὸν τὸ ἐνύπνιον ἀπεκρίθη τῷ βασιλεῖ λέγων «σὺ εἶ ἡ κεφαλὴ» τῆς εἰκόνος «ἡ χρυσῆ», ἐν τούτῳ τῷ λόγῳ φυσιωθεὶς ὁ βασιλεὺς Ναβυχοδονόσορ καὶ τῇ καρδίᾳ ἐπαρθεὶς ἀντίτυπον | |
5 | ταύτης «εἰκόνα ἐποίησεν», ἵνα ὡς θεὸς ὑπὸ πάντων προσκυνηθῇ. | |
2.15.3 | Ταύτην μὲν οὖν μεγέθει κατασκευάσας «ἔστησεν» «ἐν πεδίῳ Δεειρᾷ ἐν χώρᾳ Βαβυλῶνος». | |
2.15.4 | Καὶ πέμψας μετεκαλέσατο «τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας» «καὶ πάντας» «τοὺς ἐπ’ ἐξουσιῶν» ἐλθεῖν «εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος», «ἧς ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεὺς.» | |
2.15.5 | Εἶτα πάντων ἀνθρώπων εἰς τὸ αὐτὸ συναχθέντων καὶ τῶν ὀργάνων ἐπὶ τὸ αὐτὸ ... «πίπτοντες» «λαοί, φυλαί, γλῶσσαι, προσε‐ κύνουν τῇ εἰκόνι», τινὲς μὲν αὐτῶν τὸν βασιλέα φοβούμενοι, | |
5 | οἱ δὲ πάντες εἰδωλολάτραι γινόμενοι, ὑπήκουον τῷ ῥήματι τῷ ὑπὸ τοῦ βασιλέως προστεταγμένῳ. | |
2.16.1 | «Τότε» δὲ προσῆλθον τινὲς τῶν χαλδαίων «καὶ διέβαλλον τοὺς Ἰουδαίους τῷ βασιλεῖ»· «Σὺ βασιλεῦ ἔθηκας δόγμα, πάντα ἄνθρωπον ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ | |
5 | ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθῆναι αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Εἰσὶν δὲ ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σεδρὰκ, Μισὰκ καὶ Ἀβδεναγώ, οἳ οὐχ ὑπή‐ | |
10 | κουσαν τῷ δόγματί σου, τοῖς θεοῖς σου οὐ λατρεύουσιν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκύνουσιν. Τότε ἀκούσας ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀχθῆναι αὐτούς, καὶ ἀποκριθεὶς ἔφη· εἰ ἀληθῶς, Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ | 146 |
15 | χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε; νῦν οὖν εἰ ἔχετε ἑτοίμως, ἵνα, ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσητε τῇ εἰκόνι τῇ χρυσῇ· εἰ δὲ μὴ, ἐν αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς | |
20 | τὴν καιομένην, καὶ τίς ἐστιν θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;» | |
2.17.1 | Ἴδες ἀνθρώπου βασιλέως τυραννοῦντος ἀπειλὴν μὴ ἐγνωκότος τὸν εἰπόντα· ... «μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν | |
5 | καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ». | |
2.17.2 | Τούτους τοὺς λόγους μὴ καταπτήξαντες οἱ παῖδες «ἀπεκρίθησαν» «λέγοντες· οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκρι‐ θῆναι σοι. Ἔστιν γὰρ θεὸς ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, | |
5 | δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς· καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν.» | |
2.18.1 | Ἰδέ, τρεῖς παῖδες ὑπόδειγμα πᾶσιν ἀνθρώποις πιστοῖς γενάμενοι, οἵτινες οὐκ ὄχλον σατραπῶν ἐφοβήθησαν οὐδὲ τὰ τοῦ βασιλέως ῥήματα ἀκούσαντες ἐδειλίασαν οὐδὲ τὸ πῦρ τῆς καμίνου καιόμενον εἰδότες ἔπτηξαν, ἀλλὰ πάντων | |
5 | ἀνθρώπων καὶ ὅλου τοῦ κόσμου κατεφρόνησαν, τὸν φόβον τοῦ θεοῦ μόνον πρὸ ὀφθαλμῶν ἐσχηκότες. | 148 |
2.18.2 | Τούτους Δανιὴλ, μακρόθεν ἑστὼς καὶ σιωπῶν, θαρρεῖν ἐδίδασκεν, μειδιῶν μὲν πρὸς αὐτούς, χαίρων δὲ καὶ αὐτὸς ἐπὶ τῇ τούτων μαρτυρίᾳ, ἐνορῶν τρεῖς παῖδας μέλλοντας κατὰ τοῦ διαβόλου | |
5 | στεφανοῦσθαι, μὴ τέχνῃ τούτους μουσικῇ ἀπατηθέντας, μηδὲ ἡδονῇ ὀργάνων δουλωθέντας, μηδὲ πλάνῃ Βαβυλωνίων ἀπαχθέντας, μηδὲ δόγματι βασιλέως ὑποταγέντας, μηδὲ σφυρηλάτῳ εἰκόνι χρυσῇ γόνατα κλίναντας. | |
2.18.3 | Τρεῖς οὗτοι πιστοὶ μάρτυρες ἐν Βαβυλῶνι εὑρεθέντες, ἵνα δι’ αὐτῶν ὁ θεὸς δοξασθῇ καὶ Ναβουχοδονόσορ καταισχυνθῇ καὶ Βαβυλωνίων τὰ εἴδωλα μηδὲν ὄντα φανῇ. | |
2.19.1 | Τολμήσω τι εἰπεῖν καὶ οὐ κινδυνεύσω ἐν τῷ λέγειν· οὗτοι τὸ ῥητὸν ἀναγνόντες ... τὸ διὰ τοῦ προφήτου εἰρημένον ... τι περὶ αὐτῶν ἦν γεγραμμένον ...ητὸν ... «Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με», εἰ μὴ προορῶν | |
5 | τῷ πνεύματι τὸ μυστήριον τὸ οἰκονομούμενον ἐκεῖ. | |
2.19.2 | Οὗτοι γὰρ τὸτε θεασάμενοι τοὺς πάντας ἀνθρώπους τῇ εἰκόνι προσκυνοῦντας καὶ τῷ προστάγματι τοῦ βασιλέως ὑπακού‐ οντας ὑπέστησαν τὸν νοῦν λέγοντες· οὐκ ἀργῶς τοῦτο | |
5 | γεγραμμένον ἐστίν, ἀδελφοί· ἴσως ἐφ’ ἡμῖν τοῦτο νῦν πληρωθήσεται. | |
2.19.3 | Ἰδοὺ γὰρ ἐνέστηκεν, καὶ τὸ πᾶν γένος ἡμῶν αἰχμαλωτῶν εἴληπται καὶ ὑπόδουλον Βαβυλωνίοις γεγένηται· Ναβουχοδονόσορ καθ’ ἡμῶν ὡς μέγας διάβολος τυραννεῖ καὶ εἰκόνα ποιήσας χρυσῆν εἰδωλολατρεῖν ἀνα‐ | |
5 | γκάζει. | |
2.19.4 | Μείνωμεν πιστοὶ ἄχρι θανάτου, μὴ καταισχύνωμεν τὸν διδάσκαλον ἡμῶν Μωϋσῆν, μηδὲ ἐάσωμεν τὸ γένος ἡμῶν καταγελασθῆναι· νικήσωμεν οἱ τρεῖς τὴν πᾶσαν δύναμιν Βαβυλωνίων· «ῥύσεται ἡμᾶς» ὁ θεὸς ἐκ χειρὸς τοῦ | 150 |
5 | βασιλέως, ὡς ἐξερρύσατο τὸν προπάτορα ἡμῶν «ἐκ χειρὸς Φαραώ.» | |
2.19.5 | Μνησθῶμεν τὰ πάλαι ἐν γῇ Αἰγύπτου γεγενημένα· ὡς «ἡ θάλασσα» ῥάβδῳ παταχθεῖσα ἐφοβήθη, καὶ «Ἰορδάνης» θεασάμενος κιβωτὸν «εἰς τὰ ὀπίσω ἀπεστράφη,» «Ῥαὰβ ἡ πόρνη» πιστὴ ἐν πόλει Ἱεριχὼ | |
5 | εὑρεθεῖσα ἐκ φόνου μαχαίρας διεσώθη. | |
2.19.6 | Καὶ νῦν «δυνατὸς ὁ θεὸς» τὸ πῦρ τῆς καμίνου εὐκόλως κατασβέσαι. | |
2.19.7 | Εἰ μαχαίρᾳ ἀπειλεῖ, τὸν θάνατον ὑπομείνωμεν· εἰ θηρσὶν ἀγρίοις παραβαλεῖν, τοὺς θῆρας μὴ καταπτήξωμεν· ὄχλος Βαβυλωνίων τὴν ἡμετέραν πίστιν μὴ νικησάτω. | |
2.19.8 | Προτρε‐ πόμενοι ἀλλήλοις ὡς ἔμψυχοι ἀθληταὶ προηγοῦντο ὑπὸ τοῦ πνεύματος εἰς τὸ σκάμμα, τρεῖς παῖδες νεώτεροι πρὸς μυριάδας ἀνθρώπων ἀπίστων ἀγωνιζόμενοι. | |
2.20.1 | Ἀλλ’ ἐρεῖ τις· ταῦτα πιθανολογεῖς. | |
2.20.2 | Διδάχθητι, ἄνθρωπε, τὰ ἐπὶ Ἀντιόχου συμβάντα. | |
2.20.3 | Ἡνίκα ἑπτὰ ἀδελφοὶ «ἅμα τῇ μητρὶ» συλληφθέντες «μάστιξιν καὶ νευραῖς» ἐτύπτοντο, «εἷς αὐτῶν» ἀποκριθεὶς «ἔφη· τί μέλλεις ἐρωτᾶν, ... ἕτοιμοι γὰρ ἀποθνήσκειν ἔσμεν, ἢ παρα‐ | |
5 | βαίνειν τοὺς πατρῴους νόμους. | |
2.20.4 | Ἔκθυμος δὲ» ἐπὶ τούτῳ «γενόμενος ὁ βασιλεὺς ἐκέλευσεν τήγανα καὶ λέβητας ἐκπυροῦσθαι» «παραχρῆμα,» καὶ «τὸν γενάμενον αὐτῶν προήγορον ἐκέλευσεν γλωσσοτομεῖσθαι καὶ περισκυθίσαντας | |
5 | ἀκρωτηριάζειν, τῶν δὲ λοιπῶν ἀδελφῶν» «ἐνορώντων»· καὶ «τῆς ἀτμίδος τοῦ τηγάνου ἐφ’ ἱκανὸν διαδιδούσης παρεκάλουν ἀλλήλους» τῇ πατρῴᾳ φωνῇ «λέγοντες»· | |
«Κύριος ὁ θεὸς ἐφορᾷ καὶ ταῖς ἀληθείαις ἐφ’ ἡμῖν παρα‐ καλεῖται καθάπερ διὰ τῆς κατὰ πρόσωπον λελαλημένης | 152 | |
10 | ᾠδῆς διεσάφησεν πάλαι Μωϋσῆς λέγων· καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.» | |
2.21.1 | Ὁρᾷς πῶς τὸ πνεῦμα τοῦ πατρὸς μελετᾶν τοὺς μάρτυρας διδάσκει ... παραμυθούμενον καταφρονεῖν μὲν τοῦ θανάτου τούτου, σπεύδειν δὲ ἐπουράνια. | |
2.21.2 | Ἐὰν γάρ τις χωρὶς ἁγίου πνεύματος ᾖ, οὗτος δειλιῶν ἀγωνιᾷ καὶ φοβούμενος κρύβεται καὶ τὸν πρόσκαιρον θάνατον εὐλαβεῖται καὶ μάχαιραν καταπτήσσει καὶ κόλασιν οὐχ ὑπομένει, τὸν | |
5 | κόσμον τοῦτον πρὸ ὀφθαλμῶν ἔχει, τὰ «τοῦ βίου» μεριμνᾷ, τὴν γυναῖκα προτιμᾷ καὶ ἴδια τέκνα ἀγαπᾷ καὶ πλοῦτον κτημάτων ἐπιζητεῖ· ὁ τοιοῦτος δύναμιν ἐπουράνιον μὴ κεκτημένος εὐχερῶς ἀπόλλυται. | |
2.21.3 | Δεῖ οὖν πάντα ἄνθρωπον τῷ λόγῳ προσίοντα ἀκούειν, τί προστάσσει ὁ ἐπουράνιος βασιλεὺς καὶ δεσπότης· «Ὃς ἂν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος»· | |
5 | καὶ «ὃς μὴ ἀποτάξηται πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῷ, οὐ δύναται εἶναι μου μαθητής.» | |
2.22.1 | Οὕτως οὖν καὶ τότε οἱ τρεῖς παῖδες ἐν Βαβυλῶν μαθηταὶ τοῦ λόγου ὄντες «ἀπεκρίθησαν» .. «τῷ βασιλεῖ» «λέγοντες»· «οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι.» | |
2.22.2 | Δανιὴλ δὲ ἀκούσας τῶν ῥημάτων τούτων ἐπῄνεσεν. | |
2.22.3 | Οἱ δὲ πάλιν· «ἔστιν» «θεὸς,» «ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς.» | |
2.22.4 | Ὁ δὲ μακάριος Δανιὴλ, ἅτε προφήτης ὑπάρχων καὶ προβλέπων τὸ μέλλον, ἐπένευσεν ὡς ἀληθῶς ἔσται τοῦτο τὸ ὑπ’ αὐτῶν λελαλημένον, καὶ οἱ παῖδες ἵνα ἐνδείξωνται τῷ βασιλεῖ τὸ τῆς πίστεως ἀνυπέρ‐ | 154 |
5 | βλητον προσέθηκαν λέγοντες· «Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεὺ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας οὐ προσκυνοῦμεν.» | |
2.22.5 | Ὧν πάλιν ἀκούσας ὁ μακάριος Δανιὴλ τὴν τρίτην φωνήν, θαυμάσας τούτους ὡς καλοὺς ἀθλητὰς τῇ πίστει ἐστεφά‐ νωσεν. | |
2.23.1 | Ἴδετε ἀσφάλειαν λόγων δι’ ἑνὸς στόματος λαλουμένων, ἵνα ἐν μηδενὶ ῥήματι πταίσωσιν. | |
2.23.2 | Τοῦ γὰρ βασιλέως ἀπειλησαμένου καὶ εἰπόντος· διὰ τί «τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε;» «ἀπεκρίθησαν»· «οὐ χρείαν ἔχομεν ἡμεῖς | |
5 | περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι,» μηδὲ ἄξιον αὐτὸν περὶ τοιούτου ἀπολογίας ἡγούμενοι. | |
2.23.3 | Ἔπειτα τοῦ βασιλέως εἰπόντος· «Ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην, καὶ τίς ἐστιν θεός, ὃς» δυνήσεται ῥύσασθαι «ὑμᾶς ἐκ χειρῶν μου»; ἀντέπεσαν τῷ ῥήματι τῷ | |
5 | ὑπὸ τοῦ βασιλέως λελαλημένῳ καὶ εἶπαν· «Ἔστιν» «θεός», «ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς.» | |
2.23.4 | Τοῦ δὲ βασιλέως πάλιν εἰπόντος· «νῦν οὖν εἰ ἑτοίμως ἔχετε, ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν, πεσόντες | |
5 | προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ», οἱ δὲ πρὸς αὐτὸν· «Γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυ‐ | |
νοῦμεν.» | 156 | |
2.24.1 | Τρία γὰρ αὐτοῖς δι’ ἑνὸς λόγου προέθετο ὁ βασι‐ λεὺς ῥήματα ὡς περὶ τῶν τριῶν βραβείων ἀγωνιζομένοις, ἵνα κἂν ἑνὶ ῥήματι παγιδεύσας τούτους πτερνίσῃ. | |
2.24.2 | Οἳ δὲ πρὸς τὰ τρία γενναίως ἀπεκρίθησαν ἐν μηδενὶ ἡττηθῆναι βουλόμενοι. | |
2.24.3 | Τὸ μὲν γὰρ πρῶτον ἐξουθένησαν τὸ ῥῆμα τοῦ βασιλέως, ἐνδεικνύμενοι, ὅτι μηδὲ λόγου τινὸς ἄξιον εἴη τὸ εἴδωλον τὸ ὑπ’ αὐτοῦ προσκυνούμενον. | |
2.24.4 | Τὸ δὲ δεύτερον ἐδίδαξαν τὸν βασιλέα τίνα δεῖ φοβεῖσθαι καὶ προσκυνεῖν, λέγοντες· «ἔστιν» «θεός,» «ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς | |
5 | καιομένης.» | |
2.24.5 | Τὸ δὲ τρίτον τὴν ἑαυτῶν πίστιν ἐπιδεῖξαι βουλόμενοι ἔφασαν· «καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν.» | |
2.24.6 | Τοῦτο γάρ ἐστιν, ὃ ἠσφαλίσαντο διὰ τοῦ ῥητοῦ, μήποτε ἐμβληθέντων αὐτῶν ἐν τῇ καμίνῳ καὶ κατακαυθέντων καυχήσωνται οἱ χαλδαῖοι καὶ πλανήσωσιν τὸν βασιλέα λέγοντες· μὴ λυποῦ, βασιλεῦ, | |
5 | ἐνίκησας καὶ ἔλαβες βραβεῖον κατ’ αὐτῶν· ἔκραζον γὰρ ἐν τῷ πυρὶ καιόμενοι καὶ ἔλεγον· ἐρωτῶμεν, κύριε βασιλεῦ, ποιοῦμεν τὰ ὑπό σου κελευόμενα, προσκυνοῦμεν τὴν εἰκόνα. | |
2.24.7 | Ἵνα οὖν καὶ μετὰ θάνατον πιστοὶ μάρτυρες κληθῶσιν, κατὰ πάντα τρόπον ἑαυτοὺς ἠσφαλίσαντο, ὁπωσοῦν τινα παρέχειν ἀφορμὴν τῷ διαβόλῳ μὴ θέλοντες. | |
2.24.8 | Πᾶσαν γὰρ τὴν ἐξουσίαν καὶ τὴν δόξαν ἀπέδωκαν τῷ θεῷ πιστεύοντες, ὅτι «δυνατός» ἐστιν «ἐξελέσθαι»· «ἐὰν» δὲ «μὴ» βούληται, ἡμεῖς μᾶλλον ἡδέως ἀποθνήσκομεν, ἢ ποιοῦμεν τὰ | |
5 | ὑπό σου προστεταγμένα. | |
2.25.1 | «Τότε Ναβουχοδονόσορ ἐπλήσθη θυμοῦ καὶ ἡ | |
ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ, καὶ εἶπεν· ἐκκαύσατε τὴν κάμινον ἑπταπλασίως ἕως οὗ εἰς τέλος ἐκκαῇ. Καὶ ἄνδρας ἰσχυροὺς ἐν ἰσχύϊ εἶπεν, | 158 | |
5 | πεδήσαντας» αὐτοὺς «ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς» ... κατὰ «τὸ ῥῆμα τοῦ βασιλέως» ὑπερισχῦον. | |
2.25.2 | μὲν οὖν γε, εἰ δεῖ τὰ ἀληθῆ λέγειν, ... «ἐκκαῦσαι» «ἑπταπλασίως»· πάντως ὡς ἤδη ὑπ’ αὐτῶν ἡττώμενος. | |
2.25.3 | Ἐν μὲν γὰρ τοῖς ἐπιγείοις ὑπερίσχυσεν ὁ βασιλεύς, ἐν δὲ τῇ πίστει τῇ πρὸς τὸν θεὸν ὑπερίσχυσαν οἱ τρεῖς παῖδες. | |
2.25.4 | Ἀλλ’ ἐρεῖ τις· οὐκ ἠδύνατο οὖν Δανιὴλ φίλος ὢν τοῦ βασιλέως παρακαλέσαι ὑπὲρ αὐτῶν καὶ ἐξαιτήσασθαι; ἠδύ‐ νατο· ἀλλ’ ἵνα ἤμελλον ἂν λέγειν οἱ Βαβυλώνιοι· εἰ μὴ Δανιὴλ ὑπὲρ αὐτῶν τὸν βασιλέα παρεκάλεσεν, ἐν πυρὶ ἂν | |
5 | οὗτοι σήμερον ἀπολώλεισαν, καὶ ἀνθρωπίνη χάρις μᾶλλον ἐνομίζετο εἶναι, οὐκέτι θεοῦ δύναμις. | |
2.26.1 | Τί δὲ ὅλως ὁ βασιλεὺς εἰδὼς τὸν Δανιὴλ Ἰουδαῖον ὄντα οὐ κατενύγη καὶ εἶπεν αὐτῷ· σὺ «διὰ τί οὐ προσκυνεῖς» τῇ εἰκόνι; πάντως ἂν εἴρηκεν τῷ βασιλεῖ· «ὅτι οὐ σέβομαι ἔργα χειροποίητα, ἀλλὰ τὸν ζῶντα θεὸν | |
5 | τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν.» | |
2.26.2 | Ὥσπερ γὰρ ἀπεκρίθη τῷ Κύρρῳ ἐπὶ τοῦ Βήλ· συναρπαγεὶς εἶπεν ... | |
2.26.3 | .. τὸν Βὴλ πλὴν ἢ κατὰ γνώμην τῶν σατραπῶν· τὸ «ἕως ἡμερῶν τριάκοντα» ἐὰν αἰτήσηται «παρὰ παντὸς θεοῦ ἢ ἀνθρώπου» «ἀλλ’ ἢ παρὰ» τοῦ βασιλέως, «ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν | |
5 | λεόντων.» | |
2.26.4 | Ἀλλ’ ἐπειδὴ ἐν τῇ καμίνῳ τοὺς τρεῖς παῖδας | |
ἔδει δοξασθῆναι, ἐπὶ δὲ τοῦ Βὴλ βασιλεύοντος Κύρρου τὸν Δανιὴλ μόνον εἰς τὸν λάκκον τῶν λεόντων ἐμβληθῆναι, εἷς ἕκαστος αὐτῶν τῇ ἰδίᾳ διατάξει καὶ τῷ ἰδίῳ καιρῷ ἐτηρεῖτο, | 160 | |
5 | ἵνα καὶ Ναβουχοδονόσορ ὁ βασιλεὺς τῶν Βαβυλωνίων ἰδῶν τοὺς τρεῖς παῖδας ὑπὸ τοῦ πυρὸς μηδὲν διαφθαρέντας τὸν θεὸν δοξάσῃ, καὶ Κύρρος ὁ Πέρσης ἰδῶν τὸν Δανιὴλ ὑπὸ τῶν λεόντων μὴ καταποθέντα τὸν θεὸν τοῦ οὐρανοῦ θεὸν ὄντα μόνον διδαχθῇ. | |
2.26.5 | Οὕτως οὖν ὁ θεὸς κατὰ καιροὺς διὰ τῶν δούλων αὐτοῦ τῶν προφητῶν οἰκονομῶν πράγματα πείθει πάντας ἀνθρώπους «εἰς» τὴν ἑαυτοῦ «ἐπίγνωσιν ἐλθεῖν.» | |
2.27.1 | «Τότε» οὖν πεδηθέντες οἱ παῖδες «σὺν» τοῖς ἐνδύμασιν καὶ «τοῖς σαραβάροις αὐτῶν» «ἐβλήθησαν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην, κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως.» | |
2.27.2 | Εἰπέ μοι, Ναβουχοδονόσορ, τίνι λόγῳ δεδεμένους αὐτοὺς κελεύεις ἐμβληθῆναι εἰς τὸ πῦρ; μή πως φύγωσιν; ἢ λελυμένοι τὸ πῦρ τοῖς ποσὶν κατασβέσωσιν; ἀλλ’ οὐ σὺ εἶ ὁ ταῦτα ἐργαζόμενος, ἀλλ’ ἕτερος ἐν σοὶ ὁ | |
5 | ταῦτα ἐνεργῶν. | |
2.27.3 | Καὶ διὰ τοῦτο ἡ γραφὴ λέγει· «τότε» τοῦ βασιλέως ἡ μορφὴ «ἠλλοιώθη»· ἄλλος γὰρ ἦν καὶ ἄλλος ἐγένετο. Ἦν γὰρ ἄνθρωπος βασιλεὺς ἐν ἀρχῇ τὸν θεὸν φοβούμενος· ἔπειτα κατ’ αὐτοῦ ἐπαρθεὶς ἠλλοιώθη τὰ | |
5 | τοῦ διαβόλου ἔργα μιμούμενος. | |
2.27.4 | Καὶ διὰ τοῦτο ἡ γραφὴ προανεφώνησεν λέγουσα· «ἐγὼ ὁ θεὸς καὶ οὐκ ἠλλοίωμαι», ἵνα δειχθῇ, ὅτι ὁ θεὸς ἄτρεπτός ἐστιν καὶ ἀναλλοίωτος. Τοῦ δὲ βασιλέως ἡ μορφὴ ἠλλοιώθη, ἵνα εὐκόλως ἄνθρωπος | |
5 | ὢν νοηθῇ, καὶ ὁ ἐν αὐτῷ ἐνεργῶν πλάνος εὐχερῶς ἐπιγνωσθῇ, πάντοτε τὰ τοῦ θεοῦ ἔργα μιμούμενος καὶ ποικίλοις τρόποις τὸν ἄνθρωπον ἐξαπατᾶν βουλόμενος. | |
2.27.5 | Λέγει γὰρ· «Ἔτους ὀκτὼ καὶ δεκάτου Ναβουχοδονόσορ | |
ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεειρᾷ ἐν χώρᾳ Βαβυλῶνος.» | 162 | |
2.27.6 | Διὰ μὲν οὖν τῶν δεκαοκτὼ ἐτῶν τὸν Ἰησοῦν τὸν υἱοὺ τοῦ θεοῦ ἐμιμήσατο, ὃς παρὼν ἐν κόσμῳ τὴν εἰκόνα τὴν ἰδίαν ἄνθρωπον ἐκνεκρῶν ἀνέστησεν καὶ ταύτην καθαρὰν καὶ ἄμωμον ὡς χρυσὸς οὖσαν | |
5 | τοῖς μαθηταῖς ἐπέδειξεν. | |
2.27.7 | Διὰ δὲ τοῦ ὕψους τῶν ἑξήκοντα πηχῶν τοὺς ἑξήκοντα πατριάρχας, δι’ ὧν τὸ κατὰ σάρκα ἡ εἰκὼν τοῦ θεοῦ ὁ λόγος ἀνετυπώθη καὶ ἀνεπλάσθη καὶ ὑπὲρ πάντας τοὺς πατριάρχας ἀνυψώθη. | |
2.27.8 | Διὰ δὲ τοῦ πλάτους τῶν ἓξ πηχῶν τὴν ἑξαήμερον ἐμήνυσεν· ἐν γὰρ τῇ ἕκτῃ ἡμέρᾳ ὁ ἄνθρωπος ἐκ χοὸς πλασθεὶς γεγένηται. | |
2.27.9 | Χρυσὸν μὲν οὖν ἐκτυπώσας Ναβουχοδονόσορ καὶ ἀντίμωμον εἰκόνα ποιησάμενος ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεειρᾷ ἐν χώρᾳ Βαβυλῶνος, σημαίνων τὸ μὲν πεδίον εἶναι τὸν κόσμον, | |
5 | Βαβυλῶνα δὲ τὴν μεγάλην πόλιν. | |
2.27.10 | Καὶ τότε μὲν Ναβουχοδονόσορ μίαν ἐποίησεν εἰκόνα, νυνὶ δὲ ὁ πλάνος πλείονας ἐν κόσμῳ ἐφεξεῦρεν, ἵνα διὰ τῶν πολλῶν θεαμάτων τοὺς πάντας ἀνθρώπους διοδεύσῃ, ἄλλον ἀλλαχοῦ | |
5 | φερόμενον, τοὺς μὲν τὸν χρύσεον προσκυνοῦντας, ἑτέρους δὲ τὸν ἀργύρεον, ἄλλους δὲ τὸν χάλκεον, τινὰς δὲ τὸν δι’ ἐλέφαντος συγκείμενον, πολλοὺς τὸν ὀστράκινον καὶ λίθινον σέβοντας· οἱ δὲ πάντες καταλιπόντες τὸν ἐπουράνιον θεὸν τοῖς κενοῖς καὶ ἀψύχοις καὶ ματαίοις εἰδώλοις ὑπετάγησαν, | |
10 | εἰς ὕψος ἀναβλέπειν μὴ θέλοντες, μηδὲ τὸ κάλλος τοῦ οὐρανοῦ κατανοεῖν, ἵνα μὴ τὸν τούτου θεὸν ἐπιγνόντες σωθῆναι δυνηθῶσιν. | |
2.27.11 | Ταῦτα τὰ τοῦ διαβόλου τεχνάσματα, ἃ οὐ μόνον πάλαι ἐν Βαβυλῶνι ἐνήργησεν, ἀλλὰ καὶ νῦν τὰ | |
ὅμοια ποιεῖ καὶ χείρονα κατὰ τῶν δούλων τοῦ θεοῦ τολμᾶν ἐπιχειρεῖ, κάμινον πυρὸς ἑαυτῷ προετοιμάσας, ἵνα δι’ | 164 | |
5 | αὐτῆς ἐκφοβήσῃ τὸν ἄνθρωπον, μὴ εἰδὼς τὴν παρὰ θεοῦ | |
παρασκευασμένην αὐτῷ αἰώνιον διὰ πυρὸς κόλασιν. | 166 | |
2.28.1 | Τούτων τοίνυν γεγενημένων φησὶν ἡ γραφή. «Καὶ οἱ ἄνδρες οἱ τρεῖς οὗτοι Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγὼ ἐπέπεσον εἰς μέσον τῆς καμίνου πεπεδημένοι καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς, ὑμνοῦντες τὸν θεὸν καὶ εὐλογοῦντες | |
5 | τὸν κύριον.» | |
2.28.2 | Τὰ μὲν οὖν δεσμὰ ἃ περιέθηκεν αὐτοῖς ὁ βασιλεὺς, ταῦτα εὐθέως τὸ πῦρ κατεδαπάνησεν, τῶν δὲ ἱματίων αὐτῶν καὶ τῶν σαραβάρων οὐχ ἥψατο, ἵνα καὶ ἐν τούτῳ τὸ μεγαλεῖον τοῦ θεοῦ ἔργον δειχθῇ. | |
2.28.3 | Ἐπειδὴ γὰρ τὰ ἱμάτια περὶ τὰ σώματα τῶν παίδων ἦν περικείμενα, καὶ ταῦτα σὺν αὐτοῖς ἡγιάσθη καὶ ὑπὸ τοῦ πυρὸς οὐκ ἐ... | |
2.28.4 | Λεγέτωσαν οὖν μοι αἱρεσιάρχαι οἱ τὴν ἑαυτῶν ἀνάστασιν ἀρνούμενοι, πῶς λέγουσιν σαρκὸς ἀνάστασιν μὴ εἶναι, ὁπότε φθαρτὰ ἱμάτια καὶ ὑποδήματα ἐκ νεκρῶν ζῴων γεγονότα ὑπὸ τοῦ πυρὸς οὐ διεφθάρη διὰ τὸ περὶ σῶμα ἅγιον | |
5 | περικεῖσθαι, πῶς οὐχὶ καὶ σὰρξ φθαρτὴ ὑπάρχουσα περὶ ψυχὴν ἁγίαν περικειμένη καὶ αὐτὴ σὺν αὐτῇ ἁγιασθήσεται καὶ εἰς ἀφθαρσίαν μετατεθήσεται; | |
2.28.5 | Εἰ γὰρ τὰ φύσει φθαρτὰ ὄντα φθορὰν οὐκ ἐδέξαντο, πῶς τὸ μὴ γενάμενον φύσει φθαρτὸν ἀλλὰ διὰ τῆς παρακοῆς νεκρωθὲν πάλιν ζωοποιηθὲν δυνάμει θεοῦ οὐκ ἀναστήσεται; | |
2.28.6 | Ὥστε κατὰ πάντα τρόπον πείθει ἡμᾶς ἡ γραφὴ πιστεύειν ἐξ ὅλης καρδίας θεῷ, ὃν τρόπον κἀκεῖνοι πιστεύσαντες ἐκ καμίνου πυρὸς ὁλόκληροι σὺν ἐσθῆτι καὶ σαραβάροις διεσώθησαν. | |
2.28.7 | Εἰ γὰρ ἐκείνων τότε τὸ πῦρ οὐ κατεκράτησεν, πῶς τῶν ἁγίων καὶ ὁμοίως πιστευόντων θεῷ τὸ αἰώνιον πῦρ κυριεῦσαι | |
δύναται; | 168 | |
2.29.1 | Τότε μὲν οὖν «συστὰς Ἀζαρίας» ἅμα τοῖς λοιποῖς δι’ ὕμνου καὶ εὐχῆς ἐξωμολογοῦντο τῷ θεῷ «ἐν μέσῳ» τῆς καμίνου. | |
2.29.2 | Καὶ τότε μὲν πρῶτον τὰς ἁμαρτίας ἑαυτῶν καὶ τῶν πατέρων διηγόρευον διδόντες δόξαν τῷ θεῷ, ὡς ἀξίως καὶ δικαίως ταῦτα πάσχειν ἐν γῇ ἀλλοτρίᾳ αἰχμά‐ λωτοι, παραδοθέντες «βασιλεῖ» ἀνόμῳ «καὶ πονηροτάτῳ | |
5 | παρὰ πᾶσαν τὴν γῆν», ἀνθ’ ὧν οὐκ ἐφύλαξαν οἱ πατέρες αὐτῶν τὸν νόμον κυρίου τοῦ θεοῦ αὐτῶν. | |
2.29.3 | Ἔπειτα προσκαλούμενοι πᾶσαν τὴν κτίσιν «ὡς» δι’ «ἑνὸς στόματος, ὕμνουν καὶ ἐδόξαζον καὶ ηὐλόγουν τὸν θεὸν» «λέγοντες· εὐλόγητος εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸς | |
5 | καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας». | |
2.29.4 | Ἀρξάμενοι οὖν ἀπὸ τοῦ ἁγίου καὶ ἐνδόξου καὶ μεγαλοπρεποῦς ὀνόματος, ἦλθον ἐπ’ αὐτὰ τὰ ἔργα τοῦ κυρίου, πρῶτον τὰ ἐπουράνια ὀνομάζοντες, καὶ ἐδόξαζον λέγοντες· ὦ «εὐλογεῖτε πάντα | |
5 | τὰ ἔργα αὐτοῦ τὸν κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.» | |
2.29.5 | Εἶτα καθεξῆς ἅπαντα, τοὺς ἑπτὰ οὐρα‐ νοὺς καὶ τὰς ἐν αὐτοῖς ἐξουσίας καὶ δυνάμεις προσκαλούμενοι καὶ τὸ ὕδωρ τὸ «ὑπεράνω τοῦ οὐρανοῦ», ἦλθον ἐπὶ τὸ στερέωμα καὶ τοὺς ἐν αὐτῷ φωστῆρας· ὀνομάσαντες ἥλιον | |
5 | καὶ σελήνην καὶ ἄστρα ἔλεγον· «εὐλογεῖτε» πάντα τὰ στοιχεῖα τὰ κινούμενα ἐν τῷ οὐρανῷ, «ὑμνεῖτε καὶ ὑπερυ‐ ψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.» | |
2.29.6 | Ἔπειτα μετῆλθον ἐπὶ τὰς τροπὰς τοῦ ἀέρος καὶ «τὰ πνεύματα» ἅτινά ἐστιν ἐν μέσῳ τῆς κτίσεως ὑπάρχοντα ἀνέμους, ὄμβρους τε καὶ νιφετούς, | |
ψῦχος καὶ καῦμα, φῶς καὶ σκότος, ἡμέρας τε καὶ νύκτας | 170 | |
5 | καὶ τὰ ὅμοια αὐτοῖς. Εἶτα ἦλθον ἐπὶ τὸ ἕδρασμα τῆς γῆς. | |
2.29.7 | Ἤρξαντο μὲν τὸ πρῶτον ἀπ’ αὐτῆς τῆς δόξης τοῦ θεοῦ καὶ ἐδόξαζον· ἔπειτα δὲ «τὰ ὑπεράνω τοῦ οὐρανοῦ», τὰ λεγόμενα ὑπερκόσμια· εἶτα τὸ στερέωμα σὺν τοῖς φωστήρ‐ σιν ὠνόμασαν· εἶτα τὰ ἐν μέσῳ τῷ στερεώματι. | |
2.29.8 | εἶτα πρὸς τὴν γῆν λέγοντες «εὐλογείτω ἡ γῆ τὸν κύριον, ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.» Ἔπειτα «ὄρη καὶ» βουνούς· εἶτα «πάντα τὰ φυόμενα ἐν τῇ γῇ.» | |
2.29.9 | Ἔπειτα μετῆλθον ἐπὶ τὰ ὕδατα, ποταμούς τε καὶ πηγὰς καὶ θαλάσσας· εἶτα «τὰ κινούμενα ἐν τοῖς ὕδασι» «κήτη» τε καὶ ἰχθύας· ἔπειτα «πετείνα τοῦ οὐρανοῦ» «κτήνη» τε καὶ «θηρία.» | |
2.29.10 | Ἔπειτα μετῆλθον ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων κατὰ τάξιν τὸν ὕμνον ἀναφέροντες. | |
2.29.11 | Ἔπειτα τὰ καταχθόνια ὠνόμασαν «πνεύματα» ταρταρούχων ἀγγέλων καὶ ψυχὰς δικαίων, ἵνα καὶ αὐτοὶ σὺν αὐτοῖς τὸν θεὸν ὑμνήσωσιν. | |
2.29.12 | Καὶ μετὰ τὸ τελέσαι ἅπαντα ἑαυτοὺς ἐσχάτους ὡς ἐλαχίστους καὶ ταπεινοὺς ὠνόμασαν λέγοντες. «Εὐλογεῖτε Ἀνανία, Ἀζαρία, Μισαὴλ τὸν κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας· ὅτι ἐξείλετο ἡμᾶς ἐξ | |
5 | ᾅδου καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμᾶς, καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογὸς καὶ ἐκ μέσου πυρὸς ἐρρύσατο ἡμᾶς· ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν | |
αἰῶνα τὸ ἔλεος αὐτοῦ.» | 172 | |
2.30.1 | Εἴπατέ μοι, τρεῖς παῖδες—μνήσθητέ μου, παρα‐ καλῶ, ἵνα κἀγὼ σὺν ὑμῖν τὸν αὐτὸν κλῆρον τὸν τῆς μαρτυρίας λάχω—, τίς ἦν τέταρτος σὺν ὑμῖν ὁ ἐν μέσῳ τῆς καμίνου περιπατῶν καὶ ὡς ἐξ ἑνὸς στόματος μεθ’ ὑμῶν | |
5 | τὸν θεὸν ὑμνῶν; Διηγήσασθε ἡμῖν εἶδος αὐτοῦ καὶ κάλλος, ἵνα καὶ ἡμεῖς ἔνσαρκον αὐτὸν ἰδόντες ἐπιγνῶμεν. | |
2.30.2 | Τίς ὁ οὕτως εὐτάκτως πᾶσαν κτίσιν διὰ στόματος ὑμῶν διηγησά‐ μενος, ἵνα μηδὲν τῶν ὄντων καὶ γενομένων παραλείπητε; | |
2.30.3 | Μίαν ὥραν ἐν καμίνῳ ποιήσαντες, τὴν τῆς κτίσεως δημιουργίαν ἐδιδάσκεσθε· ὁ γὰρ λόγος ἦν σὺν ὑμῖν καὶ δι’ ὑμῶν φθεγγόμενος, ὁ καὶ ἐπιστάμενος τὴν τῆς κτίσεως δημιουργίαν. | |
2.30.4 | Θαυμαστὰ γάρ ἐστιν, ἀγαπητοί, τὰ ὑπὸ τῶν τριῶν παίδων ἐν τῇ καμίνῳ δι’ ὕμνων λελαλημένα· πῶς οὐδὲν παρέλειπον τῶν ἐκτισμένων, ἵνα μὴ ὡς ἐλεύθερόν τι ἢ ὡς αὐτεξούσιον νομισθῇ, ἀλλὰ πάντα συμπεριλαβόντες καὶ | |
5 | ὀνομάσαντες, τά τε ἐπουράνια καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια, πάντα δοῦλα ἔδειξαν εἶναι τοῦ θεοῦ τοῦ τὰ πάντα διὰ τοῦ λόγου κτίσαντος, ἵνα μή τις καυχήσηται ὡς ἀγέννητόν τι ἢ ἄναρχον εἴη τῶν κτισμάτων. | |
2.30.5 | Παυσάσθων τοίνυν οἱ τῶν αἱρεσιαρχῶν δογματισταί, οἱ δυνάμεις καὶ αἰῶνας καὶ προβολὰς ὀνομάζοντες κενὰ τερατολογήματα ἐφευρίσκουσιν, ἵνα διὰ τῶν ξένων ῥημάτων εὐκόλως τοὺς | |
5 | ἀνθρώπους ἀπατήσαντες ἀποκτείνωσιν καὶ τὰ μὴ ὄντα ὡς ὄντα προσκυνεῖν ἀναγκάζωσιν, ... ὥσπερ Ναβουχοδονόσορ ἀναπλάσσοντες. | |
2.30.6 | Πάντα γὰρ συμπεριλαβοῦσα ἡ γραφή, εἴτε «ἀρχὰς» εἴτε «ἐξουσίας» εἴτε «δυνάμεις» εἴτε «θρόνους» εἴτε «κυριότητας» εἴτε «πᾶν ὄνομα ὀνομα‐ ζόμενον», ὑπέταξεν τὰ πάντα καὶ ἐδούλωσεν τῷ θεῷ ὡς | |
5 | κυρίῳ καὶ δεσπότῃ ἀνυμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸν πεποιηκότα. | |
2.30.7 | Καὶ διὰ τοῦτο Ἀνανίας, Ἀζαρίας τε καὶ Μισαὴλ μετὰ πάντα τὰ ὄντα ἐξειπεῖν ἐπήνεγκαν λέγοντες· «Εὐλογεῖτε πάντες οἱ σεβόμενοι κύριον τὸν θεὸν τῶν θεῶν, | |
ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» | 174 | |
2.31.1 | Οἱ μὲν οὖν Βαβυλώνιοι ὁρῶντες τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ ὑμνοῦντας «οὐ διέλιπον» «καίοντες νάφθαν καὶ πίσσαν, στυπίον καὶ κληματίδα καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου πήχεις τεσσαράκοντα ἐννέα»· ... θεῷ. | |
2.31.2 | «Καὶ διώδευσεν» τὸ πῦρ, φησίν, «καὶ ἐνεπύρισεν οὓς εὗρεν περὶ τὴν κάμινον τῶν χαλδαίων.» | |
2.31.3 | Ὁρᾶτε πῶς αὐτὸ τὸ πῦρ φρόνιμον ὑπάρχει, ἐπιγινῶσκον καὶ κολάζον τοὺς αἰτίους; τῶν μὲν γὰρ δούλων τοῦ θεοῦ «οὐχ ἥψατο», τοὺς δὲ ἀπίστους καὶ ἀθέους τῶν χαλδαίων κατεφλόγισεν· | |
5 | καὶ οἱ μὲν εἴσω ὄντες ἐν τῇ καμίνῳ ὑπὸ τοῦ ἀγγέλου ἐδροσίζοντο, οἱ δὲ δοκοῦντες ἔξω τῆς καμίνου ἀμέριμνοι ἑστάναι αὐτοὶ ὑπὸ τοῦ πυρὸς διεφθάρησαν. | |
2.31.4 | Καὶ ὡς ἡ γραφὴ λέγει· «Ὁ δὲ ἄγγελος τοῦ θεοῦ συγκατέβη ἅμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον καὶ ἐξετίναξεν τὴν φλόγα τοῦ πυρὸς τῆς καμίνου καὶ ἐποίησεν τὸ μέσον τῆς | |
5 | καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ οὐδὲ ἐλύπησεν οὐδὲ παρηνώ‐ | |
χλησεν αὐτούς.» | 176 | |
2.32.1 | Ζητεῖν οὖν χρή· τίς ἦν οὗτος ὁ ἄγγελος ὁ ἐν τῇ καμίνῳ φανεὶς καὶ ὡς τέκνα ἴδια ὑπὸ τὰς ἀγκάλας τοὺς παῖδας συντηρῶν, καὶ τοῖς μὲν εἴσω τὸ πῦρ εἰς δρόσον ὕδατος τρέψας, τοῖς δὲ ἔξω τὸ ἑαυτοῦ κριτήριον ἀπονείμας, | |
5 | ὡς γέγραπται «ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.»; | |
2.32.2 | Οὐκ ἄλλος ἦν, μὴ πλανῶ, ἀλλ’ ἢ οὗτος ὁ καὶ τοὺς Αἰγυπτίους ἐν ὕδατι κρίνας. Ἀνθ’ ὧν γὰρ ἐκεῖνοι τότε τὰ ἄρρενα τῶν Ἑβραίων βρέφη ἐν τῷ ποταμῷ ἔρριπτον, τῷ αὐτῷ τρόπῳ κἀκεῖνοι ἐν τῇ θαλάσσῃ ἀπώλοντο ἐν τῷ ὕδατι | |
5 | δικαίως βυθισθέντες, ἵνα ἰσόρροπος ἀμοιβὴ τοῖς κακῶς πράσσουσιν ἀποδοθῇ. | |
2.32.3 | Οὗτος ἦν ὁ τὴν ἐξουσίαν τῆς κρίσεως παρὰ τοῦ πατρὸς λαβών· ὁ καὶ ἐν Σοδόμοις τὸ πῦρ καὶ τὸ θεῖον ἐπιβρέξας, καὶ τούτους διὰ τὴν αὐτῶν ἀνομίαν καὶ κακὴν ἀσέβειαν καταφθείρας. | |
2.32.4 | Τοῦτον καὶ Ἰεζεκιὴλ ὁμολογεῖ τὸ πῦρ ἐν τῇ χειρὶ λαβόντα καὶ κρατοῦντα περιμένοντα τὴν τοῦ πατρὸς φωνήν, ὅτε κελεύσει ἐπιρρῖψαι ἐπὶ τὸν κόσμον. | |
2.32.5 | Τοῦτον ἰδὸν τὸ πῦρ ἐν τῇ καμίνῳ ἐδειλίασεν καὶ τὸ τούτου ὑπεραυγάζον φῶς ἰδὸν ἐτρόμασεν. | |
2.32.6 | Περὶ τούτου Ἡσαΐας λέγει· «Τὸ ὄνομα αὐτοῦ καλεῖται μεγάλης βουλῆς ἄγγελος.» | |
2.32.7 | Τοῦτον ἡ γραφὴ καὶ ἄγγε‐ λον θεοῦ ὡμολόγησεν· αὐτὸς γὰρ ἦν ὁ ἀναγγείλας ἡμῖν τὰ τοῦ πατρὸς μυστήρια. | |
2.32.8 | Οὗτος «συγκατέβη ἅμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον.» | |
2.32.9 | Τοῦτον τὸν ἄγγελον ἰδὸν τὸ πῦρ ἐπέγνω τὸν ἑαυτοῦ δεσπότην καὶ φοβηθὲν ἔφυγεν ἔξω καὶ διὰ τοῦτο εἰς «τεσσαράκοντα ἐννέα» «πήχεις» ὑψώθη· ἐλασθὲν γὰρ ἔσωθεν ἔξω ἐξέβλυσεν, | |
5 | καὶ ἐγένετο «τὸ μέσον τῆς καμίνου» δρόσος λεπτὴ διασυ‐ ρίζουσα ὀσμὴν ὅλως ἔνδοθεν πυρὸς μὴ κεκτημένον. | 178 |
2.32.10 | Ὁ γὰρ «ἄγγελος» ἐν τῇ καμίνῳ ἤλαυνεν ἔσωθεν ἔξω τὴν φλόγα, καὶ τοῦτο τελούμενον «διεχεῖτο «κύκλῳ «τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα.» | |
2.33.1 | Τότε ἰδὼν «Ναβουχοδονόσορ» τὸ γενόμενον «ἐθαύμασεν καὶ ἐξανέστη ἐν σπουδῇ» καὶ «ἤκουσεν ὑμνούντων αὐτῶν» «καὶ εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· οὐχὶ τρεῖς ἄνδρας ἐβάλομεν εἰς τὸ μέσον τοῦ πυρὸς πεπεδη‐ | |
5 | μένους;» οἱ δὲ εἶπαν· «Ἀληθῶς, βασιλεῦ.» Ὁ δὲ ἀποκριθεὶς ἔφη· «Ὅδε ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρὸς καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ.» | |
2.33.2 | Εἰπέ μοι, Ναβουχοδονόσορ, πότε γὰρ εἶδες τὸν υἱὸν τοῦ θεοῦ, ἵνα υἱὸν θεοῦ τοῦτον ὁμολογήσῃς; Τίς δὲ ὁ τὴν καρδίαν σου κατανύξας, ἵνα τοιοῦτον ῥῆμα ἀποφθέγξῃ; Ποίοις δὲ ὀφθαλμοῖς ἐδυνήθης τοῦτο τὸ φῶς | |
5 | ἐνοπτρίσασθαι; | |
2.33.3 | Διὰ τί δὲ σοὶ μόνῳ καὶ οὐδενὶ τῶν ἄλλων σατραπῶν ἐπεδείχθη; Ἀλλ’ ἐπεὶ γεγραμμένον ἦν «καρδία βασιλέως ἐν χειρὶ θεοῦ.» | |
2.33.4 | Αὕτη ἡ τοῦ θεοῦ χείρ, ὅπερ ἦν ὁ λόγος, τὴν καρδίαν τούτου κατένυξεν, ἵνα ἐπιγνοὺς τοῦτον ἐν τῷ καμίνῳ δοξάσῃ. | |
2.33.5 | Καὶ τοῦτο δὲ οὐκ ἀργὸν τὸ ὑφ’ ἡμῶν νενοημένον. Ἐπειδὴ γὰρ ἤμελλον οἱ υἱοὶ Ἰσραὴλ τὸν υἱὸν τοῦ θεοῦ ἰδόντες ἐν κόσμῳ μὴ πιστεύειν, προαπέδειξεν ἡ γραφὴ ὅτι μελλήσουσιν τὰ ἔθνη τοῦτον | |
5 | ἔνσαρκον ἐπιγινώσκειν, ὃν πάλαι ἄσαρκον ἰδὼν ἐπέγνω ὁ | |
Ναβουχοδονόσορ καὶ υἱὸν θεοῦ τοῦτον εἶναι ὡμολόγησεν. | 180 | |
2.34.1 | «Τότε προσῆλθεν Ναβουχοδονόσορ πρὸς τὴν θύραν τῆς καμίνου τῆς καιομένης καὶ εἶπε· Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ, οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε.» | |
2.34.2 | Ἐπειδὴ γὰρ αὐτὸς εἰς τὴν κάμινον εἰσελθεῖν οὐκ ἠδύνατο, ἐκείνους ἐκάλει ἔξω ἐλθεῖν. | |
2.34.3 | Καὶ τῶν μὲν τριῶν τὰ ὀνόματα ἐκάλεσεν, τοῦ δὲ τετάρτου οὐχ εὗρεν ἐξειπεῖν· οὐδέπω γὰρ ἦν ἐκ τῆς παρθένου γεγενημένος ὁ Ἰησοῦς. | |
2.34.4 | «Καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ τοπάρχαι καὶ δυνάσται τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἄνδρας, ὅτι οὐκ ἐκυρίευσεν τὸ πῦρ τοῦ σώματος αὐτῶν καὶ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη, καὶ τὰ σαράβαρα | |
5 | αὐτῶν οὐκ ἠλλοιώθη καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς. | |
2.35.1 | Ἀλλ’ ἴσως ἐρεῖ τις· διὰ τί οὖν τοὺς πάλαι μάρτυρας ἐρρύετο ὁ θεός, τοὺς δὲ νῦν οὐχ οὕτως; | |
2.35.2 | Εὑρίσ‐ κομεν γὰρ τὸν μακάριον Δανιὴλ δὶς ἐν λάκκῳ λεόντων βληθέντα καὶ τοῦτον ὑπὸ τῶν θηρίων μὴ διαφθαρέντα, τοὺς δὲ τρεῖς παῖδας ἐν τῇ καμίνῳ καὶ τούτους ὑπὸ τοῦ πυρὸς | |
5 | μὴ ἀδικηθέντας. | |
2.35.3 | Πρόσεχε ... | |
2.35.4 | ... Τούτους στεφανώσας προσελάμβανεν. | |
2.35.5 | Τοὺς μὲν γὰρ τρεῖς παῖδας ἐρρύσατο, ἵνα τὸ τοῦ Ναβουχοδονόσορ καύχημα μηδὲν ὂν φανῇ, ἐνδείξασθαι τοῦτο βουλόμενος, ὅτι «τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ θεῷ.» Ἐπειδὴ γὰρ μεγαλοφρονῶν | |
5 | Ναβουχοδονόσορ εἶπεν· «Καὶ τίς ἐστιν θεὸς ὃς «δυνήσεται ῥύσασθαι «ὑμᾶς» «ἐκ τῆς καμίνου τοῦ πυρός», ἔδειξεν αὐτῷ ὁ θεός, ὅτι «δυνατός» ἐστιν ῥύσασθαι τοὺς ἑαυτοῦ δούλους, ἡνίκα ἂν θέλῃ. | |
2.35.6 | Καὶ γὰρ ὁμοίως ἐπὶ τοῦ Δανιὴλ | |
συνέβη. Τοῦ γὰρ Δαρείου εἰπόντος· «Ὁ θεὸς ᾧ σὺ λατρεύεις ἐνδελεχῶς, εἰ ἠδυνήθη ῥύσασθαί σε ἐκ τοῦ στόμα‐ τος τῶν λεόντων;» ἀπεκρίθη Δανιὴλ «καὶ εἶπεν»· «Ὁ | 182 | |
5 | θεὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐνέφραξε τὰ στόματα τῶν λεόντων καὶ οὐκ ἐλυμήναντό με.» | |
2.35.7 | Πάντες γὰρ «οἱ σατράπαι ἐζήτουν» ἀφορμήν, ἵνα ἀποκτείνωσιν τὸν Δανιὴλ τοῖς θηρίοις παραδόντες· ὁ δὲ θεὸς εἰδὼς τὴν ἐκείνων κακομηχανίαν καὶ τὴν τοῦ μακαρίου Δανιὴλ ἁπλό‐ | |
5 | τητα ἐρρύσατο αὐτὸν «ἐκ στόματος τῶν λεόντων», ὥστε οὓς μὲν θέλει ῥύεται, οὓς δὲ θέλει παραλαμβάνει. | |
2.35.8 | Εὑρίσ‐ κομεν γὰρ καὶ τοὺς ἑπτὰ μάρτυρας ἐπὶ Ἀντιόχου δεινὰς κολάσεις ὑπομείναντας καὶ ἐκ τοῦ κόσμου παραληφθέντας. Τί οὖν; οὐκ ἠδύνατο ὁ θεὸς πατάξαι τὸν βασιλέα Ἀντίοχον | |
5 | καὶ ῥύσασθαι τοὺς ἑπτὰ ἀδελφούς; ἠδύνατο· ἀλλ’ ἵνα ἡμέτερος οὗτος γένηται ὑπογραμμός. | |
2.35.9 | Εἰ γὰρ πάντας ἐρρύετο, τίς ἤμελλεν μαρτυρεῖν; εἰ δὲ πάντες ἐμαρτύρουν ἀποθνήσκοντες, ἐλέγετο ἂν ὑπό τινων ἀπίστων ... | |
2.36.1 | ... «ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνήσκωμεν, τῷ κυρίῳ ἀποθνήσκωμεν· ἐάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ κυρίου ἐσμέν.» | |
2.36.2 | Ἐρρύσατο τὸν Ἰωνᾶν ἐκ κοιλίας τοῦ κήτους, ἐπεὶ ἠθέλησεν. | |
2.36.3 | Ἐρρύ‐ σατο καὶ τὸν Πέτρον ἐκ χειρὸς Ἡρώδου ἐξαγαγὼν αὐτὸν ἐκ τῆς φυλακῆς, ἐπεὶ καὶ τοῦτον ἔτι ζῆν ἠθέλησεν· παρέλαβεν κατὰ χρόνον ὑπὲρ τοῦ ὀνόματος σταυρωθέντα, ὅτε αὐτὸς | |
5 | ἠθέλησεν. | |
2.36.4 | Παῦλον ἐρρύσατο ἐκ κινδύνων πολλῶν ἐπεὶ ἠθέλησεν· παρέλαβεν αὐτὸν ἀποκεφαλισθέντα μετὰ χρόνον, καὶ τοῦτον ὅτε ἠθέλησεν. | |
2.36.5 | Στέφανον εἴασεν λιθασθῆναι ὑπὸ Ἰουδαίων, ἀλλὰ ὑπομείναντα τοῦτον ἐστεφάνωσεν. | |
2.36.6 | Πῶς σὺ σήμερον ἤμελλες μαρτυρεῖν, εἰ μὴ ἐκεῖνοι πρῶτοι μαρτυρήσαντες ἐμακαρίσθησαν; | |
2.36.7 | Ἔχεις οὖν ἐν τῇ παλαιᾷ διαθήκῃ πολλοὺς .. μαρτυρήσαντας, πολλοὺς δὲ καὶ ῥυσθέντας, ἵνα εἷς καὶ ὁ αὐτὸς θεὸς πάλαι καὶ νῦν ὢν ἐπιδεικνύηται, ἐξουσίαν ἔχων ἐκ τῶν δούλων αὐτοῦ ποιεῖν | 184 |
5 | ὅπερ ἂν θέλῃ. | |
2.36.8 | Ἔλθωμεν δὲ καὶ ἐπ’ αὐτὸν τὸν βασιλέα τῆς δόξης καὶ εἴπωμεν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ· οὐκ ἠδύνατο ὁ θεὸς ῥύσασθαι τὸν Χριστὸν αὐτοῦ, ἵνα μὴ παραδοθῇ τοῖς Ἰουδαίοις; Ναί, ἠδύνατο· ἀλλ’ εἴασεν αὐτὸν παθεῖν, ἵνα | |
5 | ἡμεῖς διὰ τοῦ θανάτου τοῦ σταυροῦ αὐτοῦ ζήσωμεν· καὶ διὰ τοῦτο εἰδὼς ὁ υἱὸς τὴν βουλὴν τοῦ πατρὸς ἔλεγεν· «Πάτερ» «μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γενέσθω.» | |
2.37.1 | Τί δέ σοι συμφέρει, ὦ ἄνθρωπε, μαρτυρή‐ σαντα ἐν δόξῃ ἐξελθεῖν ἐκ τοῦ κόσμου τούτου, ἢ ῥυσθέντα καὶ ἐνθάδε ἀπομείναντα ἁμαρτάνειν; | |
2.37.2 | Πολλοὺς γὰρ ἴσμεν ὁμολογήσαντας πρὸ βήματος καὶ δι’ ἀφορμῆς τινος κατὰ θεοῦ πρόνοιαν ἀπολυθέντας καὶ τούτους χρόνον ἐπιβιώ‐ σαντας ... | |
2.37.3 | ... αὐτοῖς μᾶλλον, εἰ ἐξεληλύθεσαν ἐκ τοῦ κόσμου τούτου καθαροί, ἔχοντες τὸν ἐπουράνιον στέφανον ἢ ἀπομείναντας ἐπισωρεύειν ἑαυτοῖς ἁμαρτίας, περὶ ὧν λόγον ἀποδοῦναι ἔχουσιν. | |
2.37.4 | Ὥστε εὐχέσθω ὁ ἕνεκεν τοῦ ὀνόματος προσφερόμενος οἵῳ δήποτε τρόπῳ μαρτυρήσας ἐξελθεῖν. Οὗτος γὰρ οὐκέτι οὐδὲ κρίνεται ἀλλὰ κρινεῖ, μέρος ἴδιον ἐν τῇ πρώτῃ ἀναστάσει ἔχων. | 186 |
2.37.5 | Ἑδραῖος οὖν γενοῦ, ὦ ἄνθρωπε, μήποτε τῇ πίστει βαμβαίνων, καὶ, ὅτ’ ἂν κληθῇς εἰς μαρτύριον προθύμως ἐπάκουσον, ἵνα ἡ πίστις σου φανῇ· τυχὸν δὲ ὁ θεὸς ἐπείραζέν σε ὡς τὸν Ἀβραάμ, ἡνίκα ᾔτησε | |
5 | τὸν Ἰσαάκ. Ἐάν σε προσενεχθέντα θελήσῃ ῥύσασθαι, καὶ ἐν τούτῳ τὸν θεὸν δόξαζε. | |
2.37.6 | Μίμησαι καὶ σὺ τοὺς τρεῖς παῖδας καὶ τὴν τούτων πίστιν κατανόησον· εἶπαν γὰρ τῷ βασιλεῖ· «Δυνατὸς» ὁ θεὸς «ἐξελέσθαι ἡμᾶς», «ἐὰν» δὲ «μὴ» βούληται, ἐν ἐξουσίᾳ θεοῦ ἐσμέν ... ἡδέως ἀποθνήσκομεν ἢ | |
5 | ποιοῦμεν τὸ ὑπό σου προστεταγμένον. | |
2.37.7 | Οὓς καὶ ἰδὼν τότε Ναβουχοδονόσορ καθαροὺς καὶ ἀμώμους ἐκ τῆς καμίνου ἐξελθόντας καταπλαγεὶς ἐθαύμασεν· οὔτε γὰρ «θρὶξ» τούτων «ἐφλογίσθη», οὔτε «τὰ σαράβαρα αὐτῶν» | |
5 | «ἠλλοιώθη», ἀλλ’ οὐδὲ «ὀσμὴ πυρὸς» «ἦν ἐν αὐτοῖς.» | |
2.38.1 | Οὕτως οὖν ἀποκριθεὶς Ναβουχοδονόσορ ἔφη· «Εὐλογητὸς ὁ θεὸς τοῦ Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ, ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐρρύσατο τοὺς παῖδας αὐτοῦ ὅτι ἐπεποίθεισαν ἐπ’ αὐτῷ, καὶ τὸ ῥῆμα τοῦ βασιλέως | |
5 | ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτὼν, ὅπως μὴ λατρεύσωσιν παντὶ θεῷ, ἀλλ’ ἢ τῷ θεῶ αὐτῶν. Κἀγὼ ἐκτίθεμαι δόγμα· πᾶς λαὸς, φυλὴ, γλῶσσα, ἐὰν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγὼ εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν, | |
10 | ὅτι οὐκ ἔστιν θεὸς ἕτερος, ὅστις δυνήσεται ῥύσασθαι οὕτως.» Καὶ «κατεύθυνεν τὸν Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγὼ ἐν τῇ χώρᾳ Βαβυλῶνος καὶ ηὔξησεν αὐτοὺς καὶ ἠξίωσεν ἡγείσθαι πάντων τῶν Ἰουδαίων τῶν ὄντων ἐν τῇ βασιλείᾳ αὐτοῦ.» | |
2.38.2 | Δεῖ οὖν ἐνορᾶν, ἀγαπητοί, πόσην χάριν παρέχει ἡ πρὸς τὸν θεὸν πίστις. | 188 |
2.38.3 | Ὥσπερ γὰρ αὐτὸν τὸν θεὸν ἐδόξασαν, ἑαυτοὺς τῷ θανάτῳ παραδόντες, οὕτως πάλιν καὶ αὐτοὶ, οὐ μόνον ὑπὸ θεοῦ, ἀλλὰ καὶ ὑπὸ τοῦ βασιλέως ἐδοξάσθησαν καὶ τὰ ἀλλόφυλα καὶ βάρβαρα ἔθνη τὸν θεὸν σέβειν ἐδίδαξαν. | |
2.38.4 | Καὶ γάρ ἐστιν ἀληθῶς καταλαβέσθαι ἕως νῦν τοῦτο γινόμενον. Ἡνίκα γὰρ ἄν τις τῶν ἁγίων ἐπὶ μαρτύριον κληθῇ καὶ μεγαλεῖά τινα ὑπὸ θεοῦ εἰς αὐτὸν γενηθῇ, εὐθέως πάντες ἰδόντες θαυμάζουσιν ... πολλοὶ δὲ δι’ αὐτῶν πιστεύ‐ | |
5 | σαντες ὡσαύτως καὶ αὐτοὶ μάρτυρες θεοῦ γίνονται. | |
2.38.5 | Ὧι πιστεύσαντες καὶ ἡμεῖς ἀξίους ἑαυτοὺς θεῷ παραστήσωμεν σωφρονοῦντι σώματι καὶ ψυχῇ καὶ πνεύματι, ἵνα τὸν τῆς ἀφθαρσίας στέφανον καὶ ἡμεῖς λαβόντες ἅμα τοῖς μακαρίοις | |
5 | μάρτυσιν σὺν αὐτοῖς τὸν θεὸν ὑμνήσωμεν. Αὐτῷ γὰρ ἡ | |
δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 190 | |
3t1 | ΛΟΓΟΣ Γ. Περὶ Ναβουχοδονόσορ καὶ περὶ τοῦ Δανιήλ, ὅτε ἐβλήθη εἰς τοὺς λέοντας. | |
3.1.1 | «Ναβουχοδονόσορ ὁ βασιλεὺς πᾶσιν τοῖς λαοῖς, φυλαῖς, γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ· εἰρήνη ὑμῖν πληθυν‐ θείη. Τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησεν μετ’ ἐμοῦ ὁ θεός, ἤρεσεν ἐναντίον μου ἀπαγγεῖλαι ὑμῖν ὡς μεγάλα καὶ ἰσχυρά· | |
5 | ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Ἐγὼ Ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου καὶ εὐθαλῶν ἐπὶ τοῦ θρόνου μου· ἐνύπνιον ἴδον καὶ ἐφοβέρισέ με καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με. Καὶ δι’ ἐμοῦ | |
10 | ἐτέθη δόγμα τοῦ εἰσαγαγεῖν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς Βαβυλῶνος, ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσίν μοι. Καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοὶ, μάγοι, γαζαρηνοὶ, χαλδαῖοι· καὶ τὸ ἐνύπνιον εἶπον ἐγὼ ἐνώπιον αὐτῶν, καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι. Ἕως | |
15 | οὗ ἦλθεν Δανιήλ, οὗ τὸ ὄνομα Βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου, ὃς πνεῦμα θεοῦ ἅγιον ἐν ἑαυτῷ ἔχει· ᾧ εἶπα· Βαλτάσαρ ὁ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἐγὼ ἔγνων ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοὶ καὶ πᾶν μυστήριον οὐκ ἀδυνατήσει σοι· ἄκουσον τοῦ ἐνυπνίου οὗ ἴδον καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπόν | |
20 | μοι.» | |
3.2.1 | Τὰ μὲν οὖν συμβάντα τότε ἐπὶ τῶν τριῶν παίδων θαυμάσια ἰδὼν Ναβουχοδονόσορ καὶ καταπλαγεὶς, πᾶσιν τοῖς ὑπ’ αὐτὸν οὖσιν λαοῖς, φυλαῖς, γλώσσαις προθεὶς διὰ δόγματος δημοσίως ἀνήγγειλεν, ὅπως καὶ αὐτοὶ ἀκούσαντες | |
5 | τὰ γενόμενα τὸν θεὸν φοβηθέντες δοξάσωσιν, καθὼς καὶ | |
αὐτὸς αἰνῶν ἔλεγεν «ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.» | 192 | |
3.2.2 | Ἔπειτα τὸ συμβὰν ἐπὶ τῷ δευτέρῳ αὐτοῦ ὁράματι διηγήσατο, ὡς οὐδεὶς τῶν μάγων, γαζαρηνῶν, χαλδαίων ἠδυνήθη τὸ ῥῆμα ἀπαγγεῖλαι τῷ βασιλεῖ, ἕως ἐκλήθη Δανιὴλ ὁ καὶ τὸ πρῶτον | |
5 | αὐτῷ ὅραμα διηγησάμενος, ἵνα ἐν πᾶσιν ὁ θεὸς τοὺς ἰδίους αὐτοῦ δούλους τοὺς προφήτας δοξάσῃ παρὰ τὰ λοιπὰ βάρβαρα καὶ ἀλλόφυλα ἔθνη, ἃ ἐδόκουν ἐν τῇ ἑαυτῶν τῇ ἀνθρωπίνῃ σοφίᾳ ἐπαίρεσθαι ἐπίγειον μάθησιν ἠσκημένα. | |
3.2.3 | Ἡ γὰρ ἐκ τοῦ θεοῦ «χάρις καὶ δωρεὰ» ἄνωθεν ἐκ τοῦ οὐρανοῦ ἦν παρέχουσα τὸν ἑαυτῆς πλοῦτον τοῖς ἀξίοις· ἧς μετεῖχον οἱ μακάριοι προφῆται ὑπὸ τοῦ ἁγίου πνεύματος ἀεὶ συνετιζόμενοι. | |
3.2.4 | Καθ’ ἃ καὶ ὁ ἀπόστολος πρὸς Κορινθίους γράφων φησίν· «κἀγὼ ἦλθον πρὸς ὑμᾶς» «οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις», «καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ Χριστοῦ», «ἀλλ’ | |
5 | ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρί‐ νοντες.» | |
3.2.5 | Οὕτως οὖν καὶ ἐν Βαβυλῶνι τῶν μὲν σοφῶν πάντων ἡ ἐπίγειος σοφία ἐμωράνθη, μὴ δυνηθέντων τὸ ἐνύπνιον τοῦ βασιλέως συγκρῖναι, «ἕως οὗ ἦλθεν Δανιὴλ», «ὃς πνεῦμα θεοῦ ἅγιον εἶχεν ἐν αὐτῷ», καθ’ ὃ καὶ αὐτὸς | |
5 | ὁ βασιλεὺς ἐν πολλοῖς τοῦτον δοκιμάσας ἐμαρτύρησεν, καὶ τοῦτο γραπτῶς δημοσίᾳ προέθηκεν, ἵνα μὴ μόνον ὑπ’ αὐτοῦ τοῦ βασιλέως ἔντιμος ὢν φανῇ, ἀλλὰ καὶ ὑπὸ πάντων τῶν ὑποτεταγμένων τῷ βασιλεῖ ὡς θεοῦ ἄνθρωπος καὶ μέγας προφήτης ὀνομασθῇ. | |
3.2.6 | Ὥσπερ καὶ οἱ Αἰγύπτιοι πάλαι ἰδόντες τὰ διὰ Μωϋσέως θαυμάσιαν ἔργα ἐπὶ τῶν δέκα πληγῶν γεγενημένα φοβηθέντες Μεννουθὶμ τοῦτον ὠνό‐ μασαν, ὅ ἐστιν αἰγυπτιστὶ ἄνθρωπος τοῦ θεοῦ· τὸ γὰρ | |
5 | μεννοῦ καλεῖται ἄνθρωπος, θὶμ δὲ θεός· οὕτως καὶ Ναβου‐ χοδονόσορ περὶ τοῦ Δανιὴλ ἐμαρτύρησεν, ὅτι «πνεῦμα θεοῦ | |
ἅγιον ἐν αὑτῷ ἔχει.» | 194 | |
3.3.1 | Οὗ κληθέντος τότε καὶ ἐνώπιον τοῦ βασιλέως σταθέντος ἀπεκρίθη πρὸς αὐτόν· «Ἐπὶ τῆς κοίτης μου ἐθεώρουν, καὶ ἰδοὺ δένδρον ἐν μέσῳ τῆς γῆς καὶ τὸ ὕψος αὐτοῦ πολύ. Ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσεν καὶ τὸ | |
5 | ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ εἰς τὰ πέρατα πάσης τῆς γῆς· τὰ φύλλα αὐτοῦ ὡραῖα καὶ ὁ καρπὸς αὐτοῦ πολύς, καὶ τροφὴ πάντων ἐν αὐτῷ· ὑποκάτω αὐτοῦ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐρανοῦ καὶ ἐξ αὐτοῦ ἐτρέφετο | |
10 | πᾶσα σάρξ. Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ εἴρ, καὶ ἅγιος κατέβη ἀπὸ τοῦ οὐρανοῦ καὶ ἐφώνησεν ἐν ἰσχύϊ καὶ εἶπεν· ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ· σαλευθήτω τὰ θηρία | |
15 | ὑποκάτωθεν αὐτοῦ καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ· πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε καὶ ἐν δεσμῷ χαλκῷ καὶ σιδηρῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ κοιτασθήσεται καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ καὶ ἐν τῷ χόρτῳ τῆς γῆς. Ἡ καρδία αὐτοῦ | |
20 | ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται καὶ καρδία θηρίου δοθήσεται αὐτῷ καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ’ αὐτόν· διὰ συγκρίματος εἲρ ὁ λόγος καὶ ῥῆμα ἅγιον τὸ ἐπερώτημα, ἵνα γνῶσιν οἱ ζῶντες, ὅτι κύριός ἐστιν ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν, καὶ | |
25 | ἐξουδένωμα ἀνθρώπων ἀναστήσει ἐπ’ αὐτήν. Τοῦτο τὸ ἐνύπνιον ἴδον ἐγὼ Ναβουχοδονόσορ ὁ βασιλεύς, καὶ σὺ Βαλτάσαρ τὸ σύγκριμα αὐτοῦ εἰπόν· ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι, σὺ δὲ Δανιὴλ δύνασαι, ὅτι πνεῦμα ἅγιον ἐν σοί.» | |
3.4.1 | Ἦν μὲν τὸ ἐνύπνιον τὸ ὑπὸ τοῦ Ναβουχοδονόσορ ἑωραμένον πρὸς ἐπιτιμίαν αὐτῷ τῷ βασιλεῖ δεδειγμένον· ἀνθ’ ὧν γὰρ ὑψώθη ἡ καρδία αὐτοῦ καὶ κατὰ τοῦ θεοῦ | |
ἐπήρθη εἰκόνα χρυσῆν ἀναστήσας καὶ πάντας εἰδωλολάτρας | 196 | |
5 | εἶναι ἀναγκάσας, ἐπεδείχθη αὐτῷ δι’ ὁράματος, ὅτι καὶ αὐτὸς ἐν τῇ τοῦ θεοῦ ἐξουσίᾳ ὢν τυγχάνει, εἰ καὶ ἐδόκει ὑπὲρ πάντας τότε βασιλεῖς ... | |
3.4.2 | «Σὺ βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν ἔδωκεν ἐν παντὶ τόπῳ, ᾧ κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων.» | |
3.4.3 | Καὶ αὐτὸς δὲ Ναβουχοδονόσορ ἐπὶ τῷ συγκρῖναι τὸν Δανιὴλ τὸ ἐνύπνιον θαυμάσας ὁμοίως ἔφη· «Ἐπ’ ἀληθείας ὁ θεὸς ὑμῶν αὐτός ἐστιν θεὸς θεῶν καὶ κύριος κυρίων, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον | |
5 | τοῦτο.» | |
3.4.4 | Ἐπεὶ οὖν ἐπιλαθόμενος τῶν προτέρων αὐτοῦ ῥημάτων ἐπήρθη ὕστερον ὑπερηφάνως, ἔλαβεν ταύτην παρὰ θεοῦ ἐπιτιμίαν ὑπόδειγμα καὶ ὑπογραμμὸς πᾶσιν ἀνθρώποις τυράννοις τε καὶ βασιλεῦσιν γενόμενος, ὡς μὴ τὰ ὑπὲρ | |
5 | ἄνθρωπον φρονοῦντας ἀλαζονεύεσθαι καὶ κατὰ τοῦ θεοῦ ἐπαιρομένους καυχάσθαι, ἀλλὰ καὶ αὐτοὺς προορῶντας τὸν ἑαυτῶν κίνδυνον τὸν θεὸν φοβεῖσθαι «εἰδότας ὅτι καὶ» αὐτοὶ «κύριον ἔχουσιν ἐνουράνιον.» | |
3.4.5 | Καὶ γὰρ Ἀντίοχος ὁ ἐπικληθεὶς Ἐπιφανής, βασιλεὺς τῆς Συρίας γεγονὼς, ποικίλαις βασάνοις αἰκισάμενος τοὺς δούλους τοῦ θεοῦ καὶ τὰ χείριστα τολμήσας, ὕστερον καὶ αὐτὸς τῆς παρὰ θεοῦ | |
5 | ἀξίας ἔτυχεν τιμωρίας «θείᾳ μάστιγι» ἐπιπληχθείς, ὡς μὴ δύνασθαι αὐτὸν μηδὲ τὴν ἑαυτοῦ ὀσμὴν ὑπενεγκεῖν, ἀλλ’ ἔτι «ζῶντος» αὐτοῦ ἐκ τῶν ὀφθαλμῶν «τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν, δι’ ὃ καὶ πολλαῖς λιτανείαις καὶ ἐξομο‐ λογήσεσιν πρὸς τὸν θεὸν χρησάμενος οὐκ ἔτυχεν τῆς παρ’ | |
10 | αὐτοῦ σωτηρίας. | |
3.4.6 | Ὃς καὶ ἀφελπίσας ἑαυτὸν καὶ «εἰς ἐπίγνωσιν λοιπὸν τῶν ἀνθρωπίνων ἐλθών, μέλλων τελευτᾶν οὕτως ἔφησεν· «Δίκαιον ὑποτάσσεσθαι θεῷ, καὶ μὴ θνητὸν ὄντα ἰσόθεα φρονεῖν.» | |
3.4.7 | Ὥστε, ὅσοι βασιλεῖς εὐλαβῶς | |
καὶ θεοφιλῶς ἀνεστράφησαν, οὗτοι καὶ παρὰ θεοῦ ἐτιμή‐ θησαν, ὅσοι δὲ κατὰ φυσίωσιν ὑπὲρ τὸ δέον ἐπήρθησαν, οὗτοι ἀξίαν καὶ δικαίαν τὴν παρὰ τοῦ θεοῦ τιμωρίαν | 198 | |
5 | ἀπέλαβον. | |
3.4.8 | Ὃν τρόπον καὶ ὁ Σενναχερεὶμ καυχησάμενος ἐπὶ τῇ ἰδίᾳ καὶ πολλῇ δυνάμει, λόγοις ψευδέσιν «τὸν θεὸν ὀνειδίσας» ὑπὸ τοῦ ἀγγέλου ἐπατάχθη ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας μιᾷ νυκτὶ ἀπολέσας· ὕστερον δὲ καὶ αὐτὸς | |
5 | ὑπὸ τῶν υἱῶν αὐτοῦ ἐν τῇ ἰδίᾳ γῇ ἀνῃρέθη κατὰ τὸ ῥῆμα κυρίου ὁ ἐλάλησεν διὰ Ἡσαΐου τοῦ προφήτου, ἵνα ἐπιγνῶσιν πάντες ἄνθρωποι τὴν ἐξουσίαν τὴν ἐπουράνιον. | |
3.5.1 | Ὁμοίως οὖν καὶ τῷ Ναβουχοδονόσορ συνέβη· ὀκτω‐ καιδεκάτου μέντοι γὰρ ἔτους ἀρχομένου ἔστησεν τὴν εἰκόνα, καθὼς ἐν τῇ πρὸ ταύτης βίβλῳ εἴρηται καὶ τὰ μέτρα ταύτης ἀποδέδεικται· πληρωθέντος δὲ τοῦ ἐνιαυτοῦ μετὰ δωδεκά‐ | |
5 | μηνον, ἀφῃρέθη ἀπ’ αὐτοῦ ἡ βασιλεία, ἵνα ... καὶ ὁ ἑτέρους ... ἐν τοῖς ὄρεσιν φυγὰς γένηται καὶ ὁ ἐν γῇ ἀλλοτρίᾳ τοὺς Ἑβραίους κολάσας καὶ αὐτὸς ἐν γῇ ἐρήμῳ ἀξίως κολασ‐ θήσεται. | |
3.5.2 | Καθ’ ὃ ἡ γραφὴ ὑφηγεῖται λέγουσα· «Τότε Δανιὴλ οὗ τὸ ὄνομα Βαλτάσαρ ἀπηνεώθη ὡσεὶ ὥραν μίαν, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν. Καὶ ἀπεκρίθη Βαλτάσαρ καὶ εἶπεν· κύριε, ἔστω τὸ ἐνύπνιον τοῖς μισοῦσίν | |
5 | σε καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου. Τὸ δένδρον ὃ εἶδες τὸ μεγαλυνθὲν καὶ ἰσχυκός, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κῦτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ καὶ ὁ καρπὸς αὐτοῦ πολὺς καὶ τροφὴ πᾶσιν ἦν ἐν αὐτῷ, ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια | |
10 | καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, —σὺ εἶ, βασιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας, καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανόν, καὶ ἡ κυρία σου εἰς τὰ πέρατα τῆς γῆς. Καὶ ὅτι εἶδεν ὁ | |
βασιλεὺς εἲρ καὶ ἅγιον καταβαίνοντα ἀπὸ οὐρανοῦ καὶ εἶπεν· | 200 | |
15 | ἐκτίλατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό, πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε, καὶ ἐν δεσμῷ χαλκῷ καὶ σιδηρῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω καὶ τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ, ἕως οὗ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ’ αὐτῷ. Τοῦτο ἡ σύγκρισις | |
20 | αὐτοῦ, βασιλεῦ, καὶ σύγκριμα ὑψίστου ἐστίν, ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα· καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπί σε, | |
25 | ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ, δώσει αὐτήν. Καὶ ὅτι εἶπεν· ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου· ἡ βασιλεία σου σοὶ μένει, ἀφ’ ἧς ἂν γνῷς τὴν ἐξουσίαν τὴν οὐράνιον. Διὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι καὶ τὰς ἁμαρτίας | |
30 | σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακροθυμία τοῖς παραπτώ‐ μασίν σου. —Ταῦτα πάντα ἔφθασεν ἐπὶ Ναβουχοδονόσορ τὸν βασιλέα. Μετὰ δωδεκάμηνον ἐν τῷ ναῷ τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι περιπατῶν ἀπεκρίθη ὁ βασιλεὺς καὶ | |
35 | εἶπεν· οὐχ αὕτη ἐστὶν Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου εἰς τιμὴν τῆς δόξης μου; ἔτι τοῦ λόγου ἐν τῷ στόματι τοῦ βασιλέως ὄντος φωνὴ ἀπ’ οὐρανοῦ ἐγένετο· σοὶ λέγουσιν, Ναβουχοδονόσορ βασιλεῦ, ἡ βασιλεία σου παρῆλθεν ἀπὸ σοῦ | |
40 | καὶ ἀπὸ τῶν ἀνθρώπων σε ἐκδιώξουσιν, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου, χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοί, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν. Αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ | |
45 | Ναβουχοδονόσορ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ χόρτον ὡς βοῦς ἤσθιεν καὶ ὑπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ | |
σῶμα αὐτοῦ ἐβάφη, ἕως αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες αὐτοῦ ἐγένοντο ὡς ὀρνέων. Καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐγὼ Ναβουχοδονόσορ τοὺς | 202 | |
3.5.2(50) | ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον καὶ αἱ φρένες μου ἐπ’ ἐμὲ ἐπεστράφησαν, καὶ τὸν ὕψιστον ηὐλόγησα καὶ τὸν ζῶντα εἰς τὸν αἰῶνα ᾔνεσα καὶ ἐδόξασα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν, καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν εἰς οὐδὲν | |
55 | ἐλογίσθησαν, καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ χειρὶ αὐτοῦ καὶ ἐρεῖ αὐτῷ· τί ἐποίησας;» | |
3.6.1 | Τὸ μὲν οὖν ἐνύπνιον δοκεῖ αὐθερμήνευτον εἶναι καὶ πᾶσιν εὔδηλον, καθὼς καὶ ἡ γραφὴ διδάσκει ταῦτα οὕτως γεγενῆσθαι, καὶ αὐτὸς δὲ ὁ βασιλεὺς ὕστερον ἐξομολογού‐ μενος τὰ συμβάντα αὐτῷ διηγήσατο. | |
3.6.2 | Ἀλλὰ γοῦν ἡ χάρις τοῦ θεοῦ ἀφθόνως συνετίζει τὸν ἄνθρωπον, ἵνα ἐν πᾶσιν τὸν νοῦν ἀνεμπόδιστον ἔχοντες μὴ προσώποις ἀνθρώπων βασιλέων προσέχωμεν—ματαία γὰρ ἐλπὶς εἰς ἄνθρωπον—, | |
5 | μηδὲ ἄρχοντας τοὺς ἐπ’ ἐξουσιῶν τεταγμένους ἕνεκεν δόματος κολακεύωμεν, ἀλλὰ μόνῳ θεῷ προσκαρτεροῦντες καὶ τὰ εὐάρεστα τούτῳ ποιοῦντες καὶ τὸν νῦν βίον ἀκίνδυνον διατελέσωμεν καὶ τὴν μέλλουσαν κρίσιν εὐκόλως ἐκφύ‐ γωμεν. | |
3.6.3 | Τί γὰρ ὠφελῆσαι δύναται βασιλεὺς καὶ δυνάστης ἄνθρωπον, ὁπότε καὶ αὐτὸς θνητὸς ὢν ὑπὸ τὴν τοῦ πεποιηκότος αὐτὸν κινεῖται ἐξουσίαν; | |
3.6.4 | Δύναται μὲν γὰρ ἐν τῷ νῦν βιῷ δόματά σοι πολλὰ καὶ μεγάλα παρασχεῖν, ἀλλὰ καὶ ταῦτα ἐπίγειά ἐστιν καὶ πρόσκαιρα τυγχάνει. | |
3.6.5 | Πολλοὶ δὲ καὶ τιμῆς καὶ δωρεᾶς ὑπὸ βασιλέως λαχόντες καὶ ἐπ’ ἐξουσιῶν καὶ τιμῶν κατασταθέντες, ὕστερον αὐτοὶ δι’ ἑαυτοὺς ἐκινδύνευσαν ἢ ὡς ἐπίβουλοι εὑρεθέντες, ἢ ὡς φίλοι βασιλέως ὑπὸ ἑτέρων ἀναιρεθέντες. | |
3.6.6 | Τί τούτους ὠφέλησεν ἡ πρὸς τὸν βασιλέα φιλία; οἳ μήτε τῶν δομάτων | |
ὧν ἔλαβον ἐνεπλήσθησαν, προσέτι δὲ καὶ τὴν ἑαυτῶν ψυχὴν προσαπώλεσαν. | 204 | |
3.6.7 | Φεῦγε οὖν τὰ τοιαῦτα πρόσωπα, ὦ ἄνθρωπε, μήποτε κινδυνεύσῃς δι’ αὐτούς. «Πᾶσα» γὰρ «σὰρξ χόρτος καὶ πᾶσα δόξα» ἀνθρώπου «ὡς ἄνθος χόρτου· ὁ χόρτος ἐξηράνθη καὶ τὸ ἄνθος ἐξέπεσεν.» | |
3.6.8 | Ἄκουσον τὸ ὑπὸ τοῦ ἀποστόλου Παύλου εἰρημένον, πῶς παραινεῖ Τιμοθέῳ γράφων· «Τοῖς πλουσίοις τοῦ νῦν αἰῶνος παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ πεποιθέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’» ἠλπικέναι «ἐπὶ θεὸν ζῶντα, ὅς ἐστιν | |
5 | σωτὴρ πάντων ἀνθρώπων, μάλιστα δὲ πιστῶν.» | |
3.6.9 | Ἡ γὰρ τῶν ἐν ὑπεροχῇ κειμένων δόξα φύλλοις ξηροῖς ἔοικεν, ἃ «πρὸς ὀλίγον» ἀκμάσαντα, εὐθέως δὲ μαρανθέντα. | |
3.7.1 | Τί ὠφέληκεν Ναβουχοδονόσορ τὸν βασιλέα τὸ ὑπέρογκον ῥῆμα ἐν τῷ εἰπεῖν· «Οὐχ αὕτη ἐστὶν Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου εἰς τιμὴν τῆς δόξης μου;», ὁπότε | |
5 | φυγαδευθεὶς χλόην μετὰ τῶν θηρίων ἐν τοῖς ὄρεσιν ἤσθιεν; | |
3.7.2 | Ποῦ τὸ θράσος ἐκεῖνο καὶ ἡ πολλὴ τῶν λόγων ὑπερη‐ φανία; καὶ ἡ τῆς καμίνου μεγάλη καὶ δεινὴ φλόξ, ὁπότε οὐδὲ τῆς ἰδίας αὐτοῦ ψυχῆς ἐκυρίευσεν; | |
3.7.3 | Καὶ διὰ τοῦτο σύμβουλος τούτου ἐγένετο ὁ μακάριος Δανιήλ, ὡς καλὸν ἰατρὸς τὰ τούτου θεραπεῦσαι τραύματα βουλόμενος· νῦν «ἡ βουλή μου» λέγων «ἀρεσάτω σοι, βασιλεῦ, καὶ τὰς | |
5 | ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως μακρόθυμος ἔσται τοῖς παραπτώμασίν σου.» | |
3.7.4 | Δι’ ὃ καὶ συγκρίνων τὸ ἐνύπνιον τοῦ βασιλέως σύνδακρυς γενάμενος ἐλυπήθη καὶ «ὡσεὶ ὥραν μίαν ἀπηνεώθη καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον | |
αὐτόν», μὴ βουλόμενος μηδὲ φωνὴν διὰ στόματος προϊέσθαι, | 206 | |
5 | ἐνδεικνύμενος, ἣν εἶχεν περὶ τὸν βασιλέα φιλοστοργίαν, ἵνα ἐν τούτῳ καὶ αὐτὸς κατανυγῇ καὶ τὰ λεγόμενα ὑπὸ τοῦ προφήτου ποιήσας σωθῆναι δυνηθῇ. | |
3.7.5 | Τοῦ μὲν οὖν Δανιὴλ ἐπὶ μίαν ὥραν ἀφώνου ἑστῶτος καὶ πολλῆς ἡσυχίας γεγενημένης, ἐώρων πάντες ὑπὸ τῶν διαλογισμῶν τοῦτον ταρασσόμενον καὶ τὸ τούτου πρόσωπον ἀλλοιούμενον, ποτὲ | |
5 | μὲν ὠχρὸν γινόμενον διὰ τὸν φόβον τοῦ συγκρίματος, μήπως ἀκούσας ὁ βασιλεὺς τὰ περὶ αὐτοῦ λεγόμενα θυμωθεὶς κελεύσῃ αὐτὸν ἀποκτανθῆναι, ποτὲ δὲ ὑπὸ τοῦ πνεύματος ἐνδυναμούμενον καὶ πρόσωπον ἀγγέλου ἀναλαμβάνοντα, τὴν ὄψιν τούτου ἔμπυρον γινομένην καὶ ὀφθαλμοὺς ὡς φλόγα | |
10 | πυρὸς λάμποντας, ἵνα καὶ ἐν τούτῳ καταπλαγεὶς ὁ βασιλεὺς φοβηθῇ. | |
3.7.6 | Εἰ γὰρ τοῦ μακαρίου Μωϋσέως τὸ πρόσωπον οἱ υἱοὶ Ἰσραὴλ ἰδεῖν οὐκ ἠδυνήθησαν «διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ», πῶς οὐχὶ τότε οἱ Βαβυλώνιοι ἰδόντες τὸ πρόσωπον τοῦ Δανιὴλ ἀλλοιούμενον ἐφοβήθησαν; Καὶ ποτὲ | |
5 | μὲν ἄνθρωπος ὢν ἐφαίνετο, ποτὲ δὲ ὡς ἄγγελος θεοῦ ἐδείκνυτο. Πάντες εἱστήκεισαν ἐνεοί, περιμένοντες τοὺς τῆς καρδίας αὐτοῦ προερχομένους διαλογισμούς. | |
3.7.7 | Τότε μὲν ἀπὸ τῆς πολλῆς δόξης καὶ ἀγωνίας κατασταλεὶς καὶ εἰς τὴν ἰδίαν ἕξιν τῆς ἀνθρωπίνης φύσεως ἐλθών, ἀπεκρίθη τῷ βασιλεῖ «καὶ εἶπεν»· «Ἔστω» δὴ, βασιλεῦ, «τὸ | |
5 | ἐνύπνιον» «τοῖς μισοῦσίν σε, καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου.» | |
3.7.8 | Καὶ οὕτως ἀρξάμενος καθ’ ἕκαστον αὐτῷ τὸ εἰς αὐτὸν συμβησόμενον ἀπήγγειλεν καὶ τοῦτον λόγοις παρακλητικοῖς παραμυθούμενος εὐέλπιδα πάλιν πρὸς τὰ μέλλοντα κατήρτιζεν. | |
3.7.9 | Φησὶν γὰρ πρὸς αὐτόν· «Καὶ ἐπεὶ ἴδεν ὁ βασιλεὺς εἲρ καὶ ἅγιον ἀπὸ οὐρανοῦ καταβαίνοντα καὶ εἶπεν»· «ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τὰ φύλλα αὐτοῦ καὶ ἐκτινάξατε τοὺς κλάδους αὐτοῦ,» «πλὴν τὴν | |
5 | φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐάσατε ἐν τῇ γῇ»· «ἡ βασιλεία σου σοὶ μένει, βασιλεῦ, ἕως ἂν ἐπιγνῷς τὴν | |
ἐξουσίαν τὴν ἐπουράνιον», «ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἂν θέλῃ δώσει αὐτήν.» | 208 | |
3.8.1 | «Ταῦτα» μὲν οὖν ἅπαντα συνέβη τῷ βασιλεῖ Ναβουχοδονόσορ «μετὰ δωδεκάμηνον.» | |
3.8.2 | Οὔτε γὰρ ἡ γραφὴ ἐψεύσατο, οὔτε Δανιὴλ τοῦτον ἐπλάνησεν, ἀλλὰ τὰ μέλλοντα ἐπ’ αὐτὸν τελεῖσθαι ταῦτα τοῦτον προεδίδαξεν. | |
3.8.3 | Τὸ γὰρ δένδρον τὸ μεγαλυνθὲν καὶ ἰσχυκός, οὗ «τὸ ὕψος» «ἔφθασεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ εἰς τὰ πέρατα τῆς γῆς» σημαίνει ἡ γραφὴ αὐτὸν εἶναι τὸν βασιλέα, ὡς καὶ Δανιὴλ τοῦτο ῥητῶς διεσάφησεν· διὰ τὸ ὑψωθῆναι | |
5 | τὸν βασιλέα καὶ ἔνδοξον γενέσθαι καὶ κυριεῦσαι πάσης τῆς γῆς καὶ τῶν μακρόθεν ἐθνῶν περικρατῆσαι. | |
3.8.4 | Οἱ δὲ κλάδοι αὐτοῦ ὑπῆρχον ὕπατοι καὶ στρατηγοὶ καὶ τοπάρχαι καὶ πάντες οἱ ὑπ’ αὐτοῦ καθεστηκότες ὡς ἐκ δένδρου κλάδοι προβεβλημένοι. | |
3.8.5 | Τὰ δὲ φύλλα τοῦ δένδρου δείκνυται τὸ διὰ τῶν λόγων αὐτοῦ διάταγμα ἀποσταλὲν εἰς πᾶσαν τὴν γῆν, κελεῦον καὶ διατάσσον καθὼς ἠβούλετο. | |
3.8.6 | Τὸν δὲ καρπὸν τὸν πολὺν ὃν εἶχεν τὸ δένδρον δηλοῖ τὴν πολλὴν πρόσοδον καὶ τοὺς φόρους τοὺς ἀναφερομένους αὐτῷ ἀφ’ ἑνὸς ἑκάστου ἔθνους. | |
3.8.7 | Τὸ δὲ κύτος αὐτοῦ τὸ ἐπὶ τῆς γῆς ἡδρασμένον σημαίνει αὐτὴν εἶναι τὴν βασιλείαν διὰ τὸ ἐπίγειον αὐτὴν εἶναι καὶ ὡς ἐπὶ γῆς ἡδρασμένην. | |
3.8.8 | Ὁ δὲ «καρπὸς αὐτοῦ πολὺς καὶ τροφὴ πάντων» ἣ ἦν «ἐν αὐτῷ» τὰ ὀψώνια καὶ τὰς τιμὰς καὶ τὰ χαρίσματα τὰ ὑπὸ τοῦ βασιλέως πᾶσιν διδόμενα, ἅτινα ἦσαν ὡς τροφὴ ἀπὸ δένδρου | |
5 | τοῖς ἀνθρώποις διδομένη. | |
3.8.9 | Τὰ δὲ «θηρία τὰ ἄγρια,» | |
τὰ ὑποκάτω αὐτοῦ κατασκηνοῦντα σημαίνονται εἶναι τὰ στρατόπεδα καὶ αἱ δυνάμεις, αἳ ἀεὶ παρέμενον καὶ προσε‐ καρτέρουν τῷ βασιλεῖ τὰ κελευόμενα ἐξυπηρετοῦντες, ὡς | 210 | |
5 | θηρία ὑπάρχοντες ἕτοιμοι εἰς τὸ πολεμεῖν καὶ διαφθείρειν καὶ τοὺς ἀνθρώπους ὥσπερ θηρία διασπαράσσειν. | |
3.8.10 | Τὰ δὲ «ὄρνεα» τὰ «ἐν τοῖς κλάδοις αὐτοῦ» κατοικοῦντα ἡ πάντων τῶν ἐθνῶν οὖσα εἰς αὐτὸν ὑπακοή, ἅτινα πόρρωθεν καὶ μακρόθεν ἐρχόμενα τοῖς ἄρχουσιν τοῖς ὑπ’ αὐτοῦ κατασ‐ | |
5 | ταθεῖσιν ὑπετάσσοντο, ὡς κλάδοις ἀπὸ δένδρου ὑπάρχουσιν. | |
3.9.1 | Ἐν τῷ οὖν καταβῆναι τὸν ἄγγελον ἀπὸ οὐρανοῦ καὶ εἰπεῖν· «ἐκκόψατε τὸ δένδρον καὶ ἐκτινάξατε τοὺς κλάδους αὐτοῦ, καὶ ἐκτίλατε τὰ φύλλα αὐτοῦ καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ, σαλευθήτωσαν τὰ θηρία ὑποκάτωθεν αὐτοῦ | |
5 | καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ» σημαίνει τὴν γενομένην ἐπιβουλὴν ὑπὸ τῶν σατραπῶν τῷ βασιλεῖ καὶ τῶν ὑπ’ αὐτὸν οὐσῶν δυνάμεων. | |
3.9.2 | Ὃ δὲ ἐκδιωχθεὶς ὑπ’ αὐτῶν ἔφυγεν εἰς τὴν ἔρημον καὶ ἀφῃρέθη ἡ τούτου βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη ἣν εἶχεν τὸ πρότερον, καὶ ὁ ποτὲ καυχώμενος καὶ λέγων· ὅτι «τίς ἔστιν θεός, ὃς | |
5 | ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; ὕστερον κεκυφὼς πρὸς τὴν γῆν ἐλεεινῶς ἐν τοῖς ὄρεσιν βρυχώμενος μετὰ τῶν θηρίων διῆγεν φοβούμενος τοὺς ἑαυτοῦ σατράπας, μήποτε ὑπ’ αὐτῶν ἀναιρεθῇ. | |
3.9.3 | Καὶ διὰ τοῦτο ἡ γραφὴ λέγει· «Ἐν τῇ χλόῃ τῇ ἔξω καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ κοιτασθήσεται καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ ἐν τῷ χόρτῳ τῆς γῆς· ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων | |
5 | ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ.» | |
3.9.4 | Οὐκέτι γὰρ ὡς ἄνθρωπος, μέγας βασιλεὺς, καὶ δυνάστης ἐν τοῖς βασιλείοις διαιτώμενος διῆγεν, ἀλλὰ μονάζων ἐν | |
ἐρημίαις «χόρτον» καὶ χλόην «ἤσθιεν», ἕως ἡ καρδία αὐτοῦ ἀλλοιωθεῖσα ἐγενήθη ὡς θηρίου ἐν ὕλαις καὶ | 212 | |
5 | σπηλαίοις νεμομένου, «ἕως οὗ ἡ θρὶξ αὐτοῦ ὡς λεόντων ηὔξησεν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων ἐμεγαλύνθησαν» «καὶ ἑπτὰ καιροὶ» ἠλλάγησαν «ἐπ’ αὐτόν.» | |
3.9.5 | Συνέκρινεν μὲν γὰρ ταῦτα οὕτως γενέσθαι ὁ θεὸς ὁ ὕψιστος, καθὼς Δανιὴλ λέγει· «σύγκριμα ὑψίστου ἐστὶν ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα.» | |
3.9.6 | Ὁ δὲ λόγος ἀκούσας τὴν βουλὴν τοῦ πατρὸς καταβὰς ἀπὸ οὐρανῶν τὸ θέλημα τοῦ πατρὸς τοῖς ἀγγέλοις ἀνήγγειλεν, ὡς λέγει ἡ γραφὴ· «Ἅγιος ἀπὸ οὐρανῶν κατέβη.» | |
3.9.7 | Οἱ δὲ ἄγγελοι τὸν λόγον ἐπηρώτησαν· τί ἐκέλευσεν ἡμᾶς ποιῆσαι ὁ δεσπότης; ἁγίων γὰρ τὸ ἐπερωτήμα. | |
3.9.8 | Ὁ δὲ λόγος πρὸς αὐτούς· τάδε λέγει ὁ θεὸς ὁ ὕψιστος· «ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ.» | |
3.9.9 | Οἱ δὲ ἀκούσαντες ἐτάραξαν τὰς δυνάμεις τοῦ βασιλέως, ἵν’ ἀφέλωσιν ἀπ’ αὐτοῦ τὴν βασιλείαν. | |
3.9.10 | Τὰ γὰρ ἔθνη πάντα ἀγγέλοις ἐστὶν παραδεδομένα, ὡς λέγει Ἰωάννης ἐν τῇ Ἀποκαλύψει· «Καὶ ἤκουσα» ἑνὸς λέγοντος· «λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς καθημένους ἐπὶ τῷ ποταμῷ | |
5 | τῷ μεγάλῳ Εὐφράτῃ»· οἵτινες ἦσαν Περσῶν, Μήδων, Ἀσσυρίων, Βαβυλωνίων. | |
3.10.1 | Εἶτα λέγει· «Ἐν τῇ χλόῃ τῇ ἔξω καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται», «καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ’ αὐτὸν», «ἕως οὗ γνῷ ὅτι κυριεύει ὁ θεὸς ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων.» | |
3.10.2 | Ἑπτὰ μὲν οὖν καιρούς τινες ἑπτὰ ἐνιαυτοὺς ψηφίζουσιν· τινὲς δὲ ἑπτὰ καιροὺς κατὰ τρίμηνον ἀλλασσομένους—ὁ γὰρ ἐνιαυτὸς τέσσαρας καιροὺς ἔχει, χειμῶνα, ἔαρ, θέρος καὶ μετόπωρον—, ὡς | |
5 | ἑπτὰ καιροὺς τότε ἐπὶ τὸν βασιλέα ἀλλαγῆναι. | |
3.10.3 | Τὸ δὲ | |
εἰπεῖν αὐτὸν «τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐν τῇ γῇ ἐάσατε», ὅτι ἤμελλεν πάλιν κατὰ βούλησιν θεοῦ καθίστασθαι εἰς τὴν ἰδίαν ἀρχήν. | 214 | |
3.10.4 | Τοῦτο γὰρ πρὸς παιδείαν ἐγένετο τῷ βασιλεῖ, ἵνα μηκέτι, ὑψηλοφρονῶν δυνηθῇ λοιπὸν λέγειν· «Τίς ἐστιν θεός;» ἀλλ’ ἵνα γνῷ ὅτι· «πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶσαι.» | |
3.11.1 | Εὑρίσκομεν οὖν ἐν τοῖς ὑπομνήμασιν τὸν Ναβουχο‐ δονόσορ εἴκοσι πέντε ἔτη βεβασιλευκότα. | |
3.11.2 | Ὀκτωκαίδεκα μὲν γὰρ τὰ πρῶτα ἔτη ἐβασίλευσεν, ὅτε ἐπαρθεὶς ἔστησεν τὴν εἰκόνα. Ἔπειτα «μετὰ δωδεκάμηνον» τοῦτο αὐτῷ συνέβη, καὶ «ἐξεδιώχθη ἀπὸ τῶν ἀνθρώπων» καὶ ἀφῃρέθη | |
5 | ἀπ’ αὐτοῦ ἡ βασιλεία. | |
3.11.3 | Καὶ ἐν τῷ ταπεινωθῆναι αὐτὸν καὶ δεηθῆναι τοῦ κυρίου καὶ ἐξομολογήσασθαι καὶ λιτανεῦσαι τὸν θεὸν τὸν ὕψιστον, ἐκζητηθεὶς ὑπὸ τῶν μεγιστάνων ἑαυτοῦ καὶ ὑποστρέψας πάλιν ἑπτὰ ἔτη ἐβασίλευσεν. | |
3.11.4 | Καθ’ ἃ καὶ αὐτὸς διηγεῖται λέγων· «καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ αἱ φρένες μου ἐπ’ ἐμὲ ἐπεστράφησαν | |
5 | καὶ τὸν ὕψιστον ηὐλόγησα καὶ τῷ ζῶντι εἰς τοὺς αἰῶνας ᾔνεσα καὶ ἐδόξασα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ | |
ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν, καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν εἰς οὐδὲν ἐλογίσθησαν· καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐν τῇ | 216 | |
10 | κατοικίᾳ τῆς γῆς· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ χειρὶ αὐτοῦ καὶ ἐρεῖ αὐτῷ· τί ἐποίησας; Αὐτῷ τῷ καιρῷ αἱ φρένες μου ἐπεστράφησαν ἐπ’ ἐμὲ καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον· καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ’ ἐμὲ καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐξεζήτουν με, καὶ | |
15 | ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην καὶ μεγαλωσύνη περισ‐ σοτέρα προσετέθη μοι. Νῦν οὖν ἐγὼ Ναβουχοδονόσορ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπει‐ | |
20 | νῶσαι.» | |
3.11.5 | Ἐν τῷ ἀποθέσθαι αὐτὸν τὴν ὑπερηφανίαν τὴν πολλὴν ἣν ἐκέκτητο καὶ ἐν τοῖς ὄρεσιν ὀδυνηθέντα ἐξομο‐ λογήσασθαι τῷ θεῷ ἐπιγνόντα τὴν ἐξουσίαν τὴν ἐπουράνιον ἀπεκατέστη πάλιν ἐπὶ τὴν ἀρχὴν τῆς βασιλείας αὐτοῦ· | |
5 | ἐκζητησάντων τε αὐτὸν τῶν μεγιστάνων καὶ τυράννων καὶ πάντων τῶν ὑπ’ αὐτὸν ὄντων καὶ περισσοτέραν τιμὴν καὶ δόξαν περιέθηκαν αὐτῷ, ἵνα πληρωθῆ τὸ ἐν τῷ ὁράματι εἰρημένον· «Πλὴν τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐάσατε ἐν τῇ γῇ», «ἕως οὗ γνῷ ὅτι κυριεύει ὁ ὕψιστος τῆς | |
10 | βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν.» | |
3.12.1 | Τὰ μὲν οὖν συμβάντα τῷ βασιλεῖ Ναβουχοδονόσορ τοῖς τότε καιροῖς ταῦτα εἰς ... καὶ ὑπόμνησιν ... πάντων τῶν ἀνθρώπων ἀναγραφέντα εὑρίσκομεν, ὡς καὶ ὁ Δανιὴλ ἐν τοῖς αὐτοῦ ὁράμασιν ὄντως ταῦτα γενόμενα διηγήσατο, περὶ | |
5 | ὧν ἐὰν ἐπιβησώμεθα ἐπὶ τὸν τόπον ἀμφότερα συγκρίναντες ὅμοια καὶ ἀληθῆ ταῦτα εἶναι ἐπιδείξομεν. | |
3.12.2 | Δύο μὲν γὰρ ἐνύπνια εἶδεν Ναβουχοδονόσορ, τὸ τῆς ποικίλης εἰκόνος, ἔπειτα περὶ τοῦ δένδρου, ἅτινα Δανιὴλ μὲν συνέκρινεν, κατὰ καιρὸν δὲ καὶ πληρωθήσεται. | 218 |
3.12.3 | Ὁμοίως ἃ καὶ Δανιὴλ τέσσαρα θηρία θεωρεῖ ἀναβαίνοντα ἐκ τῆς θαλάσσης, ἐξ ὧν τινὰ μὲν ἤδη ἐγένοντο, τινὰ δὲ γενήσεται, ἵνα ἐπιδείξωμεν τὴν προφητείαν τοῦ Δανιὴλ ὁμοίαν τοῖς λοιποῖς καὶ ἴσην ἐν | |
5 | μηδενὶ διαλλάσσουσαν, πρὸς ἀπόδειξιν τῶν ἤδη μὲν γεγονότων καὶ ὄντων καὶ αὖθις ἐσομένων. | |
3.12.4 | Εἰ γὰρ πιστεύομεν τοῖς ἤδη γεγονόσιν ὡς ἀληθεύει, πῶς οὐχὶ καὶ τὰ γενησόμενα ἀληθῆ ἔσται, ἃ οἱ μακάριοι προφῆται ὡς ἐσόμενα προεπήγγειλαν· κατὰ δὲ τὴν τοῦ θεοῦ βουλὴν τοῖς | |
5 | ἰδίοις καιροῖς προκύπτουσιν ἅπαντα πληρωθέντα. | 220 |
3.13.1 | Ἴδωμεν οὖν τί λέγει ἡ γραφή· «Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησεν δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις, καὶ κατέναντι τούτων ὁ οἶνος, καὶ πίνων Βαλτάσαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ | |
5 | καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλήμ, καὶ πινέτωσαν ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ. Καὶ ἠνέχθησαν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονόσορ ὁ | |
10 | πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ θεοῦ τοῦ ἐν Ἱερουσαλήμ, καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ. Ἔπινον οἶνον καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους. Ἐν αὐτῇ τῇ ὥρᾳ | |
15 | ἔξηλθεν δάκτυλος χειρὸς ἀνθρώπου καὶ ἔγραφεν κατέναντι τῆς λαμπάδος ἐπὶ τῷ κονιάματι τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως, καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης. Τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοι‐ ώθη καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτὸν καὶ οἱ | |
20 | σύνδεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο καὶ τὰ γόνατα αὐτοῦ συνεκροτοῦντο. Καὶ ἐβόησεν ὁ βασιλεὺς ἐν ἰσχύϊ τοῦ εἰσα‐ γαγεῖν μάγους, Χαλδαίους, γαζαρηνούς· καὶ εἶπεν τοῖς σοφοῖς Βαβυλῶνος· ὃς ἂν ἀναγνῷ τὴν γραφὴν ταύτην καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσῃ μοι, πορφύραν ἐνδύσεται καὶ | |
25 | ὁ μανιάκης ὁ χρυσοῦς ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξει. Καὶ εἰσεπορεύοντο πάντες οἱ σοφοὶ | |
τοῦ βασιλέως καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνῶσαι οὐδὲ τὴν σύγκρισιν γνωρίσαι τῷ βασιλεῖ. Καὶ ὁ Βαλτάσαρ ἐταράχθη καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη καὶ οἱ μεγιστᾶνες | 222 | |
30 | αὐτοῦ συνεταράσσοντο.» | |
3.14.1 | Μετὰ οὖν τὴν τελευτὴν τοῦ Ναβουχοδονόσορ διαδέχεται τὴν βασιλείαν αὐτοῦ ὁ υἱὸς Εὐιλὰτ Μαρωδὰκ, οὗ ἡ γραφὴ οὐ μέμνηται, ἤτοι διὰ τὸ μὴ εὐλαβῶς αὐτὸν βεβιωκέναι, ἤτοι διὰ τὸ μηδὲν ἐπ’ αὐτῶν τεράστιον γεγε‐ | |
5 | νῆσθαι. | |
3.14.2 | Οὗτος βασιλεύει ἔτη δεκαδύο, καὶ μετὰ τοῦτον ὁ ἀδελφὸς αὐτοῦ Βαλτάσαρ, περὶ οὗ νῦν ἡ γραφὴ τὴν διήγησιν ποιεῖται. | |
3.14.3 | Οὗτος οὖν ἐν τῷ τετάρτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐποίησεν δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις. | |
3.14.4 | Ὄντων δὲ αὐτῶν ἐν τῷ πότῳ, φυσιωθεὶς ὁ βασιλεὺς ἐκέλευσεν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ἤνεγκεν Ναβουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλὴμ προσενεχθῆναι, πίνειν τε ἐν αὐτοῖς τοὺς | |
5 | μεγιστᾶνας καὶ τὰς παλλακὰς αὐτοῦ, καὶ τὰ τῷ θεῷ ὑπὸ ἑτέρων βασιλέων εἰς δόξαν καὶ τιμὴν ἀνατεθέντα ταῦτα ταῖς μιαραῖς χερσὶν λαμβάνοντες ἔσπενδον ἐν αὐτοῖς καὶ ᾔνουν τὰ ἄψυχα καὶ ἀκίνητα εἴδωλα. | |
3.14.5 | Τούτου τοίνυν γεναμένου «ἔξηλθεν δάκτυλος χειρὸς ἀνθρώπου καὶ ἔγραφεν κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως.» | |
3.14.6 | Ἐπὶ μὲν τοῦ Ναβουχοδονόσορ εἴρηται· «ἅγιος ἀπὸ οὐρανοῦ κατέβη», ἐνθάδε δὲ λέγει· «ἔξηλθον δάκτυλοι χειρός», σημαίνουσα ἡ γραφὴ μελλή‐ σειν αὐτὸν τὸν λόγον ἐπ’ ἐσχάτων σωματοποιεῖσθαι καὶ | |
5 | σχῆμα ἀνθρώπου ἀναλαμβάνειν, ἵνα μηκέτι ὡς δι’ εἴδους βλέπηται, ἀλλὰ σαρκικῶς ἄνθρωπος γενόμενος καὶ μετὰ ἀνθρώπων ἀναστραφεὶς τὸ θέλημα τοῦ πατρὸς ἐπιτελῆται. | |
3.14.7 | Ἐν τῷ οὖν γράψαι τὴν γραφὴν ἐν τῷ τοίχῳ, ἐσήμανεν ἡ γραφὴ ἐν τούτῳ αὐτὸν εἶναι τὸν ἐν τῷ ὄρει ἐν ταῖς πλαξὶν τὸν νόμον τοῦ θεοῦ ἐγχαράξαντα. Ὡς ἡ γραφὴ λέγει· «Καὶ ἦσαν αἱ πλάκες γεγραμμέναι δακτύλῳ θεοῦ», καὶ | 224 |
5 | «ἡ γραφὴ, γραφὴ θεοῦ» ἦν γεγραμμένη «ἐν ταῖς πλαξίν.» | |
3.14.8 | Οὕτως οὖν καὶ ἐνθάδε μόνῳ τῷ βασιλεῖ οἱ «δάκτυλοι τῆς χειρὸς» ἐδείκνυντο «κατέναντι τῆς λαμπάδος» ἀστράπτοντες, ἵνα τὰ ἐκεῖ γραφόμενα θεοῦ γραφὴ εἶναι νομισθῇ. | |
3.14.9 | Τὸ γὰρ φῶς τῆς χειρὸς ἀντιλάμ‐ ψαν τῷ φωτὶ τῆς λαμπάδος ἤμβλυνεν τὸ ταύτης φῶς, ἵνα οἱ δάκτυλοι γράφοντες ἐν τῷ τοίχῳ ὁραθῶσιν. | |
3.15.1 | Οὓς ἰδὼν ὁ βασιλεὺς καὶ ἔμφοβος γενόμενος τρόμῳ τε πολλῷ συσχεθεὶς «ἐβόησεν» «ἐν ἰσχύϊ τοῦ εἰσαγαγεῖν μάγους, Χαλδαίους, γαζαρηνούς»· μὴ νοῶν, ὅτι οὐ τούτοις ἐξὸν ἦν τὰ τοῦ θεοῦ γράμματα ἀναγιγνώσκειν, | |
5 | ἀλλὰ τοῖς ἐκ παιδὸς νόμον θεοῦ ἠσκηκόσιν καὶ τὰ θεῖα γράμματα ἐκ πατέρων ἐπεγνωκόσιν. | |
3.15.2 | Κληθέντων οὖν πάντων ἔφη πρὸς αὐτοὺς ὁ βασιλεύς· «Ὃς ἂν ἀναγνῷ τὴν γραφὴν ταύτην καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσῃ μοι, πορφύραν ἐνδύσεται καὶ ὁ μανιάκης ὁ χρυσοῦς περὶ τὸν | |
5 | τράχηλον αὐτοῦ καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξει. Καὶ ἐπορεύοντο πάντες οἱ σοφοὶ τοῦ βασιλέως καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνῶναι, οὐδὲ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι τῷ βασιλεῖ.» | |
3.15.3 | Πόσοι γὰρ τότε τῶν Βαβυλωνίων πολλοῖς τρόποις μηχανώμενοι ἐβούλοντό τι ξένον ῥῆμα πλάσαντες ἀρέσαι τῷ βασιλεῖ καὶ πορφύραν ἐνδύσασθαι καὶ ἐπὶ θρόνῳ τρίτῳ δοξασθῆναι. Ἀλλ’ ἦν ἀποκεκρυμμένον ἀπ’ | |
5 | αὐτῶν τὸ ῥῆμα. Ἠμβλύνθησαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καὶ ἐπηρώθη τὰ νοήματα τῆς καρδίας αὐτῶν· γινώσκει γὰρ ὁ | |
κύριος «τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶν μάταιοι.» | 226 | |
3.15.4 | Πάντων οὖν παραιτουμένων, «ἐταράχθη» «ὁ βασιλεὺς» «καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη, καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράσσοντο.» | |
3.15.5 | Τότε δὴ ἀκούσασα «ἡ βασίλισσα» τὸ γεγονὸς «εἴσηλθεν» «εἰς τὸν οἶκον τοῦ πότου καὶ εἶπεν» τῷ βασιλεῖ· «Μὴ ταρασσέτωσάν σε οἱ διαλογισ‐ μοί σου, καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω· ἔστιν ἀνὴρ ἐν τῇ | |
5 | βασιλείᾳ σου, ἐν ᾧ πνεῦμα θεοῦ, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ σύνεσις ἐδόθη αὐτῷ· καὶ ὁ βασιλεὺς Ναβουχοδονόσορ ὁ πατήρ σου ἄρχοντα ἐπαοιδῶν, μάγων, Χαλδαίων, γαζαρηνῶν κατέστησεν αὐτόν, ὅτι πνεῦμα θεοῦ περισσὸν ἐν αὐτῷ καὶ φρόνησις καὶ σύνεσις, συγκρίνων | |
10 | ἐνύπνια καὶ ἀπαγγέλλων κρατούμενα καὶ λύων συνδέσμους, Δανιήλ· καὶ ὁ βασιλεὺς ἐπέθηκεν αὐτῷ ὄνομα Βαλτάσαρ. Νῦν οὖν κληθήτω καὶ τὴν σύγκρισιν ἀναγγελεῖ σοι.» | |
3.16.1 | Τίς οὖν ἡ αἰτία τοῦ τὴν βασίλισσαν εἰσελθεῖν καὶ μνείαν ποιεῖσθαι τοῦ Δανιήλ; πάντες γὰρ οἱ μεγιστᾶνες καὶ οἱ φίλοι τοῦ βασιλέως οὐκ ᾔδεσαν τοῦτον ἢ οὐκ ἔγνωσαν τὰ ἐπὶ Ναβουχοδονόσορ συμβάντα, ὡς αὐτὸς μόνος τὰ | |
5 | ἐνύπνια αὐτῷ διέκρινεν, καὶ ἄρχοντα ἐπὶ τοὺς σοφοὺς Βαβυλῶνος τοῦτον κατέστησεν; | |
3.16.2 | Ἤιδεσαν καὶ αὐτοὶ, ἀλλὰ δὴ ἐφθόνουν αὐτῷ, ἐπειδὴ σοφίᾳ ἐπουρανίῳ ἦν κεκοσμημένος· οὐκ ἠβούλοντο ἀναγγεῖλαι τῷ βασιλεῖ περὶ αὐτοῦ, ἵνα μὴ ἐλθόντος αὐτοῦ καὶ εἰπόντος τὴν γραφὴν | |
5 | ὕστερον αὐτοῖ καταισχυνθῶσιν. | |
3.16.3 | Τοῦτο δὲ οὐ μόνον τότε ἐπὶ τῷ Δανιὴλ ἐγένετο, ἀλλὰ καὶ ἕως νῦν ἐπὶ πολλοῖς συμβαίνει. | 228 |
3.16.4 | Ἡνίκα γάρ τις ἄξιος γενάμενος χάριν παρὰ θεοῦ κτήσηται καὶ σοφώτερος τῶν ἄλλων εὑρεθῇ, εὐθέως πάντες περιβλεπόμενοι μισοῦσιν τοῦτον, διώκουσιν, ὑβρί‐ ζουσιν, ἀτιμάζουσιν, καταλαλοῦσιν, ἐξουθενοῦσιν, ἵνα ἐν | |
5 | τούτῳ δόξωσιν αὐτοὶ «εἶναί τι, μηδὲν» ὄντες. | |
3.16.5 | Τὸ ὅμοιον γὰρ ἐπὶ τοῖς προφήταις συνέβη καὶ ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀποστόλοις. Οὕτως καὶ ἐπὶ τοῦ Δανιὴλ τὰ ἐν Βαβυλῶνι συμβάντα νοήσομεν. Προκόπτουσα γὰρ ἡ γραφὴ | |
5 | δείξει ταῦτα οὕτως γεγενημένα. | |
3.17.1 | Τότε τοίνυν ἀκούσας ὁ βασιλεὺς τὰ περὶ αὐτοῦ ἐκέλευσεν ἀχθῆναι τὸν Δανιὴλ καί φησιν πρὸς αὐτόν· «Σὺ εἶ Δανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ἧς ἤγαγεν Ναβουχοδονόσορ ὁ πατήρ μου;» «Ἤκουσα | |
5 | περὶ σοῦ, ὅτι δύνασαι κρίματα συγκρῖναι. Νῦν οὖν ἐὰν δυνηθῇς τὴν γραφὴν ταύτην ἀναγνῶναι καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι μοι, πορφύραν ἐνδύσῃ καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἔσται ἐπὶ τὸν τράχηλόν σου, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις.» | |
3.17.2 | Ὁ δὲ μακάριος Δανιὴλ, μὴ δώροις ἐπιγείοις χαιρόμενος, μηδὲ δόξῃ βασιλικῇ ὑπεραι‐ ρόμενος ἀπεκρίθη· «Τὰ δόματά σου, βασιλεῦ, σοὶ ἔστω, καὶ τὴν δωρεὰν τοῦ οἴκου σου ἑτέρῳ δός· ἐγὼ δὲ τὴν | |
5 | γραφὴν ἀναγνώσομαι καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσω σοι.» | |
3.17.3 | Καὶ οὕτως ἀρξάμενος πάντα καθεξῆς τὰ τῷ πατρὶ αὐτοῦ συμβάντα διηγήσατο τῷ βασιλεῖ, ἅμα μὲν ἐκδιδάσ‐ κων αὐτὸν τὰ γενόμενα, ἅμα δὲ καὶ συνετίζων μὴ ἀλαζονεύεσθαι μηδὲ ὑπερηφανεῖν παρὰ τὸ δέον ἐν τῇ τοῦ | |
5 | θεοῦ ἐξουσίᾳ ὑπάρχοντα. | |
3.17.4 | Φησὶν οὖν πρὸς αὐτὸν· «ὁ | |
θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν Ναβουχοδονόσορ τῷ πατρί σου. Καὶ ἀπὸ τῆς μεγαλωσύνης ἧς ἔδωκεν αὐτῷ πάντες οἱ λαοί, | 230 | |
5 | φυλαί, γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ· οὓς ἠβούλετο αὐτὸς ἀνῄρει καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτεν καὶ οὓς ἠβούλετο αὐτὸς ὕψου καὶ οὓς ἠβούλετο αὐτὸς ἐταπείνου. Καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύεσθαι, | |
10 | κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπὸ αὐτοῦ· καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ ἡ καρδία αὐτοῦ μετὰ θηρίων ἐδόθη καὶ μετὰ ὀνάγρων ἡ κατοικία αὐτοῦ, χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ | |
15 | ἔγνω, ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν.» | |
3.17.5 | Καὶ ταῦτα εἰπὼν ἐπήνεγκεν τὰ ἀκόλουθα· ἅμα μὲν ἐπιπλήσσων τῷ βασιλεῖ καὶ πρόσωπον τούτου μὴ λαμβάνων, ἵνα ἀκούσας φοβηθῇ καὶ ὃ ἐποίησεν ἁμάρτημα εὐθέως ἐπιγνῷ. | |
3.17.6 | Λέγει οὖν· «Καὶ σὺ ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ, οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατέναντι τοῦ θεοῦ. Οὐ ταῦτα πάντα ἔγνως; καὶ ἐπὶ κύριον τὸν θεὸν τοῦ οὐρανοῦ ὑψώθης καὶ τὰ σκεύη | |
5 | τοῦ οἴκου αὐτοῦ ἤνεγκας ἐνώπιόν σου, καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ αἱ παλλακαί σου καὶ αἱ παράκοιτοί σου, οἶνον ἐπίνετε ἐν αὐτοῖς, καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους, οἳ οὐ βλέπουσι καὶ οἳ οὐκ ἀκούουσι καὶ οὐ γινώσκουσιν, | |
10 | ᾔνεσας καὶ τὸν θεὸν, οὗ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας. Διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς καὶ τὴν γραφὴν ταύτην ἔταξεν· μανὴ θεκὲλ φαρές. Τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος· μανή, ἐμέτρησεν ὁ θεὸς τὴν | |
15 | βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν· θεκέλ, ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα· φαρές, διῄρηται ἡ βασιλεία | |
σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις.» | 232 | |
3.18.1 | Ὁ μὲν γὰρ βασιλεὺς ἀκούσας τὴν γραφὴν καὶ τὸ ταύτης σύγκριμα ἐλυπήθη ἐπὶ τοῖς εἰρημένοις, ἐκέλευσεν δ’ ἐνδυθῆναι «τὸν Δανιὴλ πορφύραν» καὶ «εἶναι αὐτὸν τρίτον ἄρχοντα ἐν τῇ βασιλείᾳ.» | |
3.18.2 | «Ἐν αὐτῇ τῇ νυκτὶ ἀνῃρέθη Βαλτάσαρ ὁ βασιλεὺς ὁ χαλδαῖος, καὶ Δαρεῖος ὁ Μῆδος παρέλαβεν τὴν βασιλείαν αὐτοῦ, ὢν ἐτῶν ἑξήκοντα δύο.» | |
3.18.3 | Τοῦ δὲ συγκρίματος καθὼς ἡ γραφὴ περιέχει ὑπὸ τοῦ Δανιὴλ ἐπιλυθέντος αὐτῇ τῇ νυκτὶ ... ἐπὶ τοὺς Μήδους καθὼς ὑπὸ τοῦ Δανιὴλ εἴρηται· «Καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ» «γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς | |
5 | μετ’ αὐτοῦ ἐστιν.» | 234 |
3.19.1 | Παραλαβὼν οὖν Δαρεῖος ὁ ἐπικληθεὶς Ἀσουῆρος τὴν βασιλείαν «κατέστησεν «σατράπας ἑκατὸν εἴκοσι» «καὶ ἐπάνω αὐτῶν τακτικοὺς τρεῖς, ὃς ἦν Δανιὴλ εἷς ἐξ αὐτῶν, τοῦ ἀποδιδόναι αὐτοῖς τοὺς σατράπας λόγον, ὅπως ὁ | |
5 | βασιλεὺς μὴ ἐνοχλῆται. Καὶ ἦν Δανιὴλ ὑπὲρ αὐτοὺς ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ, καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ’ ὅλης τῆς βασιλείας αὐτοῦ.» | |
3.19.2 | Ἀκούσας γὰρ περὶ αὐτοῦ Δαρεῖος τήν τε σοφίαν ἣν ἐκέκτητο καὶ τὸ ἐκ παιδὸς πιστόν τε καὶ εὐλαβές, αὐτὸν πρωτεύειν πάντων τῶν φίλων αὐτοῦ καὶ κυριεύειν πάσης τῆς βασιλείας αὐτοῦ .. | |
3.19.3 | .. τοῦ θρόνου τῆς αὐτοῦ βασιλείας χαρισάμενος καὶ πάντας τοὺς ἄρχοντας Αἰγύπτου ὑπηκόους τούτῳ ὑποτάξας. | |
3.19.4 | Τούτου τοίνυν γεναμένου, φθόνῳ κινηθέντες «οἱ τακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν πρόφασιν εὑρεῖν κατὰ Δανιήλ,» ὅπως ἀφορμήν τινα κατ’ αὐτοῦ λαβόντες κατηγορήσαντες τοῦτον | |
5 | ἀποκτείνουσιν· ὅπως τὸ ῥητὸν πληρωθῇ, ὃ πρὸ μικροῦ εἴπαμεν, ὅτι ἐπὰν εὐλαβής τις ᾖ τὸν θεὸν φοβούμενος, ἔχων χάριν καὶ σοφίαν παρὰ θεοῦ, ὑπὸ τῶν λοιπῶν ἀνθρώπων μισεῖται, διότι καὶ αὐτοὶ τῆς αὐτῆς χάριτος οὐκ ἠξιώθησαν. | |
3.19.5 | Οὕτως καὶ οἱ σατράπαι καὶ οἱ τακτικοὶ διὰ φθόνου ἐμίσουν τὸν Δανιήλ, ἐπειδὴ σοφώτερος καὶ πιστικώτερος πάντων ἦν. | |
3.19.6 | Τοῦτο γὰρ ἡ γραφὴ ἐμαρτύρησεν λέγουσα· «Καὶ | |
πᾶσαν πρόφασιν καὶ παράπτωμα καὶ ἀμπλάκημα οὐχ εὗρον κατ’ αὐτοῦ, ὅτι πιστὸς ἦν». | 236 | |
3.19.7 | Οὐ γὰρ μόνον τὰς τοῦ θεοῦ ἐντολὰς κατὰ τὸν νόμον ἐφύλαττεν, ἀλλὰ καὶ τὰ τοῦ βασιλέως προστάγματα μετὰ πολλῆς ἐπιμελείας καὶ ἀκριβείας διέπων ἦν, ἐν μηδενὶ ῥυπαρῷ πράγματι κέρδους | |
5 | ὀλίγου χάριν τὴν ἑαυτοῦ καθαρὰν συνείδησιν μολῦναι βουλόμενος. | |
3.20.1 | Πόσοι γὰρ τότε προσποιούμενοι φίλοι μὲν εἶναι τῷ Δανιήλ, τῇ δὲ καρδίᾳ τοῦτον ἐμίσουν πονηρεύοντες, καὶ δῶρα δι’ ἑτέρων προσώπων ὑπέπεμπον καὶ χρήματα ἱκανὰ δώσειν ἐπηγγείλαντο, τὴν τούτου ἁπλότητα πειράζειν | |
5 | βουλόμενοι, ὡς λοιπὸν πρόφασιν κατ’ αὐτοῦ ἐσχηκότες ἐντύχωσιν τῷ βασιλεῖ ὡς χαριζόμενον αὐτὸν τὰ τοῦ βασιλέως κτήματα, καὶ οὕτως ὡς ἐπίβουλος ἀναιρεθῇ. | |
3.20.2 | Πάντοτε οὖν πολυμηχάνως «ἐζήτουν» κατ’ αὐτοῦ αἰτίαν· καὶ μὴ εὑρισκόντων ὕστερον συμβούλιον ἐγένετο λεγόντων· «Οὐχ εὑρήσομεν κατὰ Δανιὴλ πρόφασιν, εἰ μὴ ἐν νομίμοις θεοῦ | |
5 | αὐτοῦ. | |
3.20.3 | Τότε» μὲν μίαν γνώμην ποιησάμενοι πρόσηλθον «τῷ βασιλεῖ καὶ εἶπον· Δαρεῖε βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· συνεβουλεύσαντο οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι, ὕπατοι καὶ τοπάρχαι, τοῦ στῆσαι στάσει | |
5 | βασιλικῇ καὶ ἐνισχῦσαι ὁρισμόν, ὅπως ὃς ἂν αἰτήσηται αἴτημα παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπων ἕως ἡμερῶν τριάκοντα, ἀλλ’ ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων. Νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν καὶ ἔκθες γραφὴν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Μήδων καὶ | |
10 | Περσῶν. | |
3.20.4 | Τότε Δαρεῖος», ἀγνοῶν τὴν τούτων κακομήχανον ἣν ἐβουλεύσαντο γνώμην, ἐκέλευσεν «γραφῆναι τὸ δόγμα» καὶ δημοσίως τοῦτο προτεθῆναι. | 238 |
3.20.5 | Καὶ γὰρ .. Ἀμάν, βουλόμενος ἀποκτεῖναι τὸν Μαρδοχαῖον καὶ τὸ τούτου γένος, προσελθὼν τῷ βασιλεῖ Ἀρταξέρξῃ τὰ ὅμοια συνεβουλεύ‐ σατο, ὅπως ἐκ βασιλικοῦ δόγματος τῇ τεσσαρεσκαιδεκάτῃ | |
5 | τοῦ δωδεκάτου μηνὸς μιᾷ ἡμέρᾳ οἱ πάντες Ἰουδαῖοι ἀποκτανθῶσιν. | |
3.21.1 | Ὁ μὲν οὖν «Δανιὴλ ἡνίκα ἔγνω» τὸ γεγραμμένον, νοήσας τὴν εἰς αὐτὸν γεγενημένην ἐπιβουλὴν οὐκ ἐφοβήθη οὐδὲ ἐδειλίασεν, ἑτοίμως ἔχων βρῶμα τοῖς θηρίοις παρα‐ δοθῆναι ἢ ὑποταγῆναι τῷ προστάγματι τοῦ βασιλέως· | |
5 | καίτοι ἔχων προκέντημα τὸ ἐπὶ τῶν τριῶν παίδων γεγενη‐ μένον, ὡς μὴ βουληθέντες τῇ εἰκόνι τοῦ βασιλέως προσ‐ κυνῆσαι ἐκ καμίνου πυρὸς διεσώθησαν. | |
3.21.2 | Καὶ δὴ εἰσελθὼν «εἰς τὸν οἶκον αὐτοῦ» ἤνοιξεν τὰς θυρίδας «ἐν τοῖς ὑπερῴοις κατέναντι Ἱερουσαλὴμ καὶ καιροὺς τρεῖς τῆς ἡμέρας ἦν κάμπτων τὰ γόνατα ἑαυτοῦ καὶ προσευχόμενος | |
5 | καὶ ἐξομολογούμενος ἐναντίον τοῦ θεοῦ αὐτοῦ, καθὼς ἦν ποιῶν ἐν τοῖς ἔμπροσθεν.» | |
3.22.1 | Χρὴ οὖν ὁρᾶν τὴν εὐλάβειαν τοῦ μακαρίου Δανιήλ, πῶς, εἰ καὶ ἐδόκει ἐν τοῖς βασιλικοῖς πράγμασιν ἀποσχο‐ λεῖσθαι, ἀλλ’ ἤγουν τῇ προσευχῇ τὸ καθ’ ἡμέραν προσε‐ καρτέρει, ἀποδιδοὺς «τὰ μὲν Καίσαρι τῷ Καίσαρι, τὰ δὲ | |
5 | τῷ θεῷ τῷ θεῷ.» | |
3.22.2 | Ἀλλ’ ἴσως ἐρεῖ τις· τί οὖν; οὐκ ἠδύνατο τῇ μὲν ἡμέρᾳ ἐν τῇ καρδίᾳ πρὸς τὸν θεὸν εὔχεσθαι τὴν δὲ νύκτα ὡς ἐβούλετο ἐν τῷ οἴκῳ λαθραίως τῇ προσευχῇ σχολάζειν, ἵνα μὴ κινδυνεύσῃ; ἠδύνατο· ἀλλ’ οὐκ ἠθέλησεν. | |
3.22.3 | Εἰ γὰρ τοῦτο πεποιήκει, εἶχον ἂν οἱ τακτικοὶ καὶ οἱ σατράπαι εἰπεῖν· πῶς φοβεῖται τὸν θεόν, ὁπότε τοῦ βασιλέως τὸ δόγμα ἐφοβήθη καὶ τοῖς ὑπ’ αὐτοῦ κελευσθεῖσιν ὑπετάγη; καὶ ἤμελλον μομφήν τινα καὶ ψόγον ἀπιστίας | 240 |
5 | καταφέρειν κατ’ αὐτοῦ· ὑποκρίσεως γὰρ τοῦτο ἔργον ἀλλ’ οὐ φόβου καὶ πίστεως τῆς πρὸς τὸν θεόν. | |
3.22.4 | Καὶ διὰ τοῦτο οὐκ ἔδωκεν «ἀφορμὴν» καταλαλίας τοῖς ἀντικειμένοις· «ᾧ γὰρ ἄν τις» ὑποταγῇ «τούτῳ καὶ δεδούλωται.» | |
3.23.1 | Οἱ γὰρ θεῷ πιστεύοντες οὐκ ὀφείλουσιν οὔτε ὑπο‐ κρίνεσθαι οὔτε τοὺς ὑπ’ ἐξουσιῶν τεταγμένους φοβεῖσθαι, χωρὶς ἐὰν μή τι κακὸν ποιήσωσιν· εἰ δὲ ἕνεκεν τῆς εἰς θεὸν πίστεως ἕτερόν τι ποιεῖν αὐτοὺς ἀναγκάζουσιν, ἡδέως | |
5 | ἀποθνήσκειν μᾶλλον ἢ ποιεῖν τὰ ὑπ’ αὐτῶν κελευόμενα. | |
3.23.2 | Τῷ γὰρ εἰπεῖν τὸν ἀπόστολον πάσαις «ἐξουσίαις ὑπερε‐ χούσαις» ὑποτάσσεσθαι οὐ περὶ τούτου λέγει, ἵνα ἀρνησάμενοι τὴν πίστιν ἡμῶν καὶ τὰ ὑπὸ θεοῦ προστεταγ‐ μένα ἅπερ οἱ ἄνθρωποι κελεύουσιν ταῦτα καὶ ποιῶμεν, | |
5 | ἀλλὰ φοβουμένους τὰς ἐξουσίας μηδὲν κακὸν πράσσειν, ἵνα μὴ ὑπ’ αὐτῶν ὡς κακοποιοὶ κολασθῶμεν. | |
3.23.3 | Καὶ διὰ τοῦτο λέγει· «Θεοῦ διάκονός ἐστιν ὁ ἔκδικος» τοῖς «τὸ κακὸν» πράσσουσιν. Τί; «θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς.» «ἐπὰν δὲ τὸ | |
5 | κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ.» Ὥστε κατὰ τοῦτο εἶπεν ὑποτάσσεσθαι τῷ ὁσίως καὶ εὐλαβῶς ἐν τῷ νῦν βίῳ ζῆν, πρὸ ὀφθαλμῶν ἔχοντας τὸν τῆς μαχαίρας κίνδυνον. | |
3.23.4 | Οἱ μὲν οὖν ἀπόστολοι κωλυόμενοι ὑπὸ τῶν ἀρχόντων καὶ γραμματέων τὸν λόγον λαλεῖν οὐκ ἐπαύοντο πειθαρχοῦντες «θεῷ μᾶλλον ἢ ἀνθρώποις», καὶ διὰ τοῦτο ἀγανακτήσαντες «ἔθεντο αὐτοὺς ἐν τηρήσει | |
5 | δημοσίᾳ»· ἀλλ’ ὁ «ἄγγελος διὰ νυκτὸς» «ἐξαγαγὼν αὐτοὺς εἶπεν»· πορευθέντες «λαλεῖτε» «τὰ ῥήματα τῆς ζωῆς ταύτης.» | 242 |
3.24.1 | Οὕτως οὖν καὶ ὁ Δανιήλ, κωλυόμενος προσεύ‐ χεσθαι, τῷ δόγματι τοῦ βασιλέως οὐχ ὑπετάγη, ἵνα μὴ δόξαν θεοῦ θῇ ὑποκάτω δόξης ἀνθρώπων. | |
3.24.2 | Εἰ γὰρ διὰ θεόν τις ἀποθνήσκει, χαίρεσθαι ὀφείλει ἐπὶ τούτῳ ζωὴν αἰώνιον εὑρών. | |
3.24.3 | ... ἐν τῷ κόσμῳ ... ζῶντας μηδὲ μίαν ἀφορμὴν διδόναι τοῖς ζητοῦσιν ἀφορμήν, ἵνα ἐν τούτῳ αὐτοὶ μᾶλλον καταισχύνωνται· ὃν τρόπον καὶ «οἱ τακτικοὶ» «ἐζήτουν» τότε «κατὰ Δανιὴλ» ἀφορμὴν «εὑρεῖν» καὶ | |
5 | οὐχ εὕρισκον, «ὅτι πιστὸς ἦν.» | |
3.24.4 | εἰ δέ τινες βιάζονται τὸν θεὸν μὴ σέβειν μηδὲ αἰτεῖσθαι παρ’ αὐτοῦ, θάνατον ἡμῖν ἀπειλοῦντες, ἥδιστον μᾶλλον ἀποθνήσκειν ἢ ποιεῖν τὰ ὑπὸ τούτων κελευόμενα. «Τίς» γὰρ «ἡμᾶς χωρίσει ἀπὸ τῆς | |
5 | ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ κίνδυνος ἢ μάχαιρα;» | |
3.24.5 | Καὶ διὰ τοῦτο ὁ μακάριος Δανιὴλ τὸν θεὸν μᾶλλον φοβηθεὶς καὶ παραδοὺς ἑαυτὸν τῷ θανάτῳ ὑπὸ τοῦ ἀγγέλου ἐκ τῶν λεόντων διεσώθη. | |
3.24.6 | Εἰ γὰρ εὐλαβηθεὶς τὸ δόγμα ἡσύχασεν ἐν ταῖς τριάκοντα ἡμέραις, οὐκέτι ἡ τούτου πίστις πρὸς τὸν θεὸν ... ἂν ἦν· «οὐδεὶς» γὰρ «δύναται δυσὶν κυρίοις δουλεύειν.» | |
3.24.7 | Τοῦ γὰρ διαβόλου ἀεὶ ἡ τέχνη τοιαύτη γεγένηται εἰς τὸ διώκειν καὶ θλίβειν καὶ καταπονεῖν τοὺς ἁγίους, ἵνα μὴ ἐπαίρωσιν προσευχόμενοι «χεῖρας ὁσίους» τῷ θεῷ, εἰδὼς ὅτι ἡ τῶν | |
5 | ἁγίων προσευχὴ τῷ μὲν κόσμῳ εἰρήνην παρέχει, τῷ δὲ πονηρῷ κόλασιν. | |
3.24.8 | Ὥσπερ καὶ ἐν τῇ ἐρήμῳ «ἡνίκα ἂν ἐπῆρεν τὰς χεῖρας Μωϋσῆς, ὑπερίσχυσεν ὁ Ἰσραήλ, ἡνίκα δ’ ἂν κατέθηκεν, ὑπερίσχυσεν Ἀμαλήκ.» | |
3.24.9 | Ὥσπερ τοῦτο | |
ἕως νῦν γίνεται καὶ ἐφ’ ἡμῖν πληροῦται. Ἡνίκα γὰρ ἂν παυσώμεθα προσευχόμενοι, ὑπερισχύει καθ’ ἡμῶν ὁ ἀντι‐ κείμενος, ἡνίκα δὲ τῇ προσευχῇ προσκαρτεροῦμεν, κεκα‐ | 244 | |
5 | τάργηται ἡ τοῦ πονηροῦ δύναμις καὶ ἐξουσία. | |
3.25.1 | Οὗτος οὖν καὶ ἐν τοῖς τακτικοῖς καὶ σατράπαις ἐνήργησεν τότε, ἵνα τὸ ἴδιον θέλημα δι’ αὐτῶν ἐπιτελέσῃ καὶ τὸν μακάριον Δανιὴλ εἰς τὸν λάκκον ἐμβάλῃ τῶν λεόντων. | |
3.25.2 | Ὃν καὶ παρατηρήσαντες καὶ ἰδόντες αὐτὸν τρὶς τῆς ἡμέρας προσευχόμενον προσῆλθον λέγοντες «τῷ βασι‐ λεῖ»· Δαρεῖε «βασιλεῦ· οὐχὶ ὁρισμὸν ἔθηκας ὅπως πᾶς ἄνθρωπος ὃς ἂν αἰτήσῃ παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου | |
5 | αἴτημα ἕως ἡμερῶν τριάκοντα ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων;» ὁ δὲ εἶπεν· «ἀληθινὸς ὁ λόγος καὶ τὸ δόγμα Μήδων καὶ Περσῶν οὐ παρελεύσεται.» | |
3.25.3 | Οἱ δὲ πρὸς αὐτόν· ἰδού, «Δανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας οὐχ ὑπετάγη τῷ δόγματί σου, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας αἰτεῖ παρὰ τοῦ θεοῦ αὐτοῦ τὰ αἰτήματα αὐτοῦ. Τότε ὁ βασιλεὺς τὸ | |
5 | ῥῆμα ὡς ἤκουσεν ἐλυπήθη ἐπ’ αὐτῷ καὶ περὶ τοῦ Δανιὴλ ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτόν.» | |
3.25.4 | Ἐπιγνοὺς γὰρ τὴν τούτων μηχανήν, ὡς ἐχθραίνοντες τῷ Δανιήλ, ἅτε σοφωτέρῳ καὶ ἐνδοξοτέρῳ παρὰ πάντας αὐτοὺς ὄντι, ταύτην τὴν ἐπιβουλὴν κατ’ αὐτοῦ συνέθεντο, δόλῳ τοῦτον τοῖς θηρίοις | |
5 | παραδοῦναι θελήσαντες, διεκρίνετο πρὸς τοὺς σατράπας, εἰ δύναιτο ἐξαιτησάμενος τοῦτον ἀπὸ τοῦ κινδύνου διασῶσαι. | |
3.25.5 | Ἀλλ’ ἵνα μὴ ὑπὸ ἀνθρώπου ῥυσθῇ καὶ βασιλέως χάρις εἶναι νομισθῇ, ἔργον δὲ θεοῦ ἐπ’ αὐτὸν τελούμενον φανῇ, ἑσπέρας ἤδη οὔσης καὶ τοῦ βασιλέως πρὸς τοὺς σατράπας ὑπὲρ αὐτοῦ διαλεγομένου ἔφασαν λέγοντες· «Γνῶθι, | |
5 | βασιλεῦ, ὅτι τὸ δόγμα Μήδοις καὶ Πέρσαις τοῦ πάντα | |
ὁρισμὸν καὶ στάσιν ἣν ἂν ὁ βασιλεὺς στήσῃ οὐ δεῖ παραλλάξαι,» ἐν τούτῳ τῷ λόγῳ δυσωπῆσαι τὸν βασιλέα βουλόμενοι, ὡς εἰ μὴ τὸ ὑπ’ αὐτοῦ ὁρισθὲν δόγμα κύριον καὶ βέβαιον γενηθῇ, καὶ τὰ λοιπὰ ὑπ’ αὐτοῦ ὁριζόμενα | 246 | |
10 | κύρια εἶναι οὐ νομισθήσεται. | |
3.26.1 | Διὰ ποίαν οὖν αἰτίαν μόνου τοῦ Δανιὴλ οἱ σατράπαι κατηγόρησαν; πάντως γὰρ καὶ οἱ τρεῖς παῖδες ἦσαν σὺν αὐτῷ προσευχόμενοι· εἰ γὰρ τῷ τοῦ Ναβου‐ χοδονόσορ προστάγματι οὐχ ὑπήκουσαν, πολλῷ μᾶλλον τῷ | |
5 | τοῦ Δαρείου δόγματι. | |
3.26.2 | Αἰτία δὲ ἥδε· ἐπειδὴ γὰρ τότε ἐπὶ τοῖς χρόνοις Ναβουχοδονόσορ παρόντος μὲν τοῦ Δανιὴλ οἱ Χαλδαῖοι οὐδενὸς ἑτέρου κατηγόρησαν, εἰ μὴ μόνον τῶν τριῶν παίδων—αὐτοῖς γὰρ τὸ μαρτύριον ἀπέκειτο—, | |
5 | οὕτως νῦν ἐπὶ τοῖς καιροῖς Δαρείου τοῦ Δανιὴλ μόνου κατηγόρησαν, αὐτοῦ γὰρ ἡ κλῆσις εἰς μαρτύριον ἦν. | |
3.26.3 | Κατὰ γὰρ καιροὺς θεοῦ ἄνθρωπος οὐ λείπει, ἵνα δι’ αὐτῶν δοξασθῇ· ὡς ὁ προφήτης λέγει· ὁ ποιῶν «τοὺς κόσμους αὐτοῦ» τοῦ κατὰ ἕνα «ἐπ’ ὀνόματι» αὐτῶν καλεῖσθαι αὐτούς. | |
3.27.1 | Τότε τοίνυν ἐπὶ πλεῖον μὴ δυνάμενος ἀντιλέγειν τοῖς σατράπαις εἶπεν ἀχθῆναι «τὸν Δανιὴλ, καὶ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων.» | |
3.27.2 | Καὶ ἀποκριθεὶς «ὁ βασιλεὺς εἶπεν»· «ὁ θεός σου, ᾧ λατρεύεις ἐνδελεχῶς αὐτὸς ἐξελεῖταί σε,» εὐθυμεῖν τοῦτον προτρεπόμενος· ἐπειδὴ γὰρ ἐγὼ μὲν βουληθεὶς οὐκ ἠδυνήθην καίτοι | |
5 | βασιλεύων, «ὁ θεὸς, ᾧ λατρεύεις» «αὐτὸς ἐξελεῖταί σε,» ἵνα» τὰ παρὰ ἀνθρώποις ἀδύνατα παρὰ θεοῦ δυνατὰ εἶναι δειχθῇ. | |
3.27.3 | «Καὶ ἤνεγκαν λίθον καὶ ἐπέθηκαν εἰς τὸ στόμα | |
τοῦ λάκκου, καὶ ἐσφράγισεν ὁ βασιλεὺς τῷ δακτυλίῳ αὐτοῦ,» «ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν τῷ Δανιήλ.» | 248 | |
3.27.4 | Καὶ τοῦτο δὲ κακοηθείας ἔργον ἦν· εὐλαβούμενοι γὰρ οἱ σατράπαι, μήπως κατὰ λάθρα ὁ βασιλεὺς κελεύσῃ τοῦτον ἐκ τοῦ λάκκου ἀνασπασθῆναι, ἠξίωσαν σφραγισθῆναι τὸν λίθον. | |
3.27.5 | Ὃν τρόπον καὶ «οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι» ἐποίησαν ἐπὶ τῷ σωτῆρι «σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.» | |
3.28.1 | Τούτου τοίνυν γενομένου «ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐκοιμήθη ἄδειπνος καὶ ἐδέσματα οὐκ εἰσήνεγκαν αὐτῷ καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ.» | |
3.28.2 | Πόσον ποιεῖ ἀνὴρ δίκαιος τὸν θεὸν φοβούμενος, ἵνα λυπηθεὶς ἐπ’ αὐτῷ ὁ βασιλεὺς μηδὲ τροφὴν προσενέγκηται. | |
3.28.3 | Καὶ οἱ μὲν σατράπαι δι’ ὅλης τῆς νυκτὸς εὐφραίνοντο, ὡς βραβεῖον κατὰ Δανιὴλ λαβόντες, ὁ δὲ βασιλεὺς δι’ ὅλης τῆς νυκτὸς ἀγρυπνῶν ἐπένθει, τοιοῦτον ἄνδρα ἀδίκως ἀπολέσας, μήπως | |
5 | δι’ αὐτοῦ καὶ αὐτὸς κινδυνεύσῃ. | |
3.28.4 | Οὐ γὰρ ἔλαθεν τοῦτον τὰ τῷ Ναβουχοδονόσορ συμβάντα καὶ τὰ ἐπὶ τοῦ Βαλτάσαρ γενόμενα, τοῦ μὲν ἐκ τῆς βασιλείας ἐκδιωχθέντος, τοῦ δὲ διὰ τὰ σκεύη τὰ ἅγια «αὐτῇ τῇ νυκτὶ ἀναιρεθέντος.» | |
3.28.5 | «Τότε» τοίνυν «ἀνέστη πρωῒ ἐν φωτὶ καὶ ἐν σπουδῇ ἦλθεν εἰς τὸν λάκκον τῶν λεόντων», καὶ φωνήσας «ἰσχυρᾷ φωνῇ» εἶπεν· «Δανιήλ, ὁ δοῦλος τοῦ θεοῦ τοῦ ζῶντος, ὁ θεός σου, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς, εἰ ἠδυνήθη ἐξελέσθαι | |
5 | σε ἐκ στόματος τῶν λεόντων;» | |
3.28.6 | Πόθεν οὖν τοῦτο κινηθεὶς τὸ ῥῆμα ἐφθέγξατο ὁ βασιλεύς, εἰ μὴ ὅτι ἀκηκόει τὰ ἐπὶ τῶν παίδων συμβάντα, οἳ μὴ θελήσαντες τῷ προστάγματι τοῦ βασιλέως ὑποταγῆναι ἐκ καμίνου πυρὸς | |
5 | διεσώθησαν, ... τὸ ὅμοιον ἐπ’ αὐτῷ συμβήσεται, ἀνθ’ ὧν τὸν μὲν θεὸν ἐφοβήθη, τὸ δὲ «δόγμα Μήδων καὶ Περσῶν» | |
ἐξουδένωσεν. | 250 | |
3.29.1 | «Καὶ εἶπεν Δανιὴλ τῷ βασιλεῖ»· «Ὁ θεός μου ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐνέφραξεν τὰ στόματα τῶν λεόντων καὶ οὐκ ἐλυμήναντό με, ὅτι κατενώπιον αὐτοῦ εὐθύτης εὑρέθη μοι καὶ ἐνώπιον δέ σου, βασιλεῦ, παράπτωμα | |
5 | οὐκ ἐποίησα.» | |
3.29.2 | Πόσον ποιεῖ πεποίθησιν ἔχειν πρὸς τὸν θεὸν μᾶλλον ἢ ἀνθρώπους. Ἄνθρωποι μὲν γὰρ ἀπελπίζουσιν καὶ θανάτῳ παραδιδόασιν, ὁ δὲ θεὸς «τοὺς δούλους αὐτοῦ οὐκ ἐγκαταλείπει· διὰ τοῦτο ὁ ψαλμῳδὸς διδάσκει λέγων | |
5 | «ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ’ ἄρχουσιν.» | |
3.29.3 | Τότε τοίνυν τοῦ ἀγγέλου φανέντος ἐν τῷ λάκκῳ τὰ μὲν θηρία τὰ ἄγρια ἡμερώθησαν, καὶ τούτῳ τὰς οὐρὰς σείοντα προσέχαιρον ὡς νέῳ Ἀδὰμ ὑποτασσόμενα, λείχοντα μὲν τοὺς τοῦ Δανιὴλ ἁγίους πόδας καὶ πρὸς τὰ ἴχνη τῶν τούτου | |
5 | ποδῶν ἐκυλίοντο πατεῖσθαι καὶ αὐτοὶ ὑπ’ αὐτοῦ ἐπιθυμοῦντα. | |
3.29.4 | Εἰ γὰρ πιστεύομεν, ὅτι Παύλου εἰς θηρία κατακριθέντος ἀφεθεὶς ἐπ’ αὐτὸν ὁ λέων εἰς τοὺς πόδας ἀναπεσὼν περιέλειχεν αὐτόν, πῶς οὐχὶ καὶ ἐπὶ τοῦ Δανιὴλ γενόμενα πιστεύσομεν, εἴπερ καὶ αὐτὸς Δαρεῖος πᾶσιν ταῦτα διὰ | |
5 | γραμμάτων ἀποστείλας διηγήσατο καὶ ἐν ταῖς Περσῶν καὶ Μήδων βίβλοις ταῦτα ὄντως ἕως σήμερον ἀναγέγραπται, ἵνα μὴ μόνον Ἑβραῖος, μηδὲ μόνοι Βαβυλώνιοι, ἀλλὰ καὶ Μῆδοι, καὶ Πέρσαι καὶ πάντα τὰ ἔθνη τὰ ὑπὸ τὸν οὐρανὸν οἰκοῦντα ἀκούσαντες τὰ γενόμενα καὶ αὐτοὶ τὸν θεὸν | |
10 | φοβηθῶσιν. | |
3.29.5 | Ὡς καὶ τότε Δαρεῖος ἀκούσας τὴν τοῦ Δανιὴλ φωνὴν καταπλαγεὶς ἐθαύμασεν, καὶ ἐκέλευσεν ἀπο‐ κυλισθῆναι τὸν λίθον καὶ εἶδεν τὸν Δανιὴλ ἐν μέσῳ τῶν λεόντων καθήμενον καὶ ταῖς ἰδίαις χερσὶν τὴν τούτων κόμην | |
5 | καταψήχοντα. Καὶ δὴ συγκαλεσάμενος ἅπαντας, ἐπέδειξεν αὐτοῖς τὸ τεράστιον θέαμα, θῆρας ἀγρίους ὑπὸ ἀνδρὸς ἡμερωμένους καὶ ἐν ταῖς τούτου χερσὶν θαλπομένους. | 252 |
3.29.6 | Ἀναχθέντος τοίνυν τοῦ Δανιὴλ «ἐκ τοῦ λάκκου» «πᾶσα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτῷ, ὅτι ἐπίστευσεν ἐν τῷ θεῷ αὐτοῦ.» | |
3.30.1 | Τότε «εἶπεν ὁ βασιλεὺς, καὶ ἤγαγον τοὺς ἄνδρας τοὺς διαβαλόντας τὸν Δανιὴλ καὶ εἰς τὸν λάκκον τῶν λεόντων ἐνεβλήθησαν αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν, καὶ οὐκ ἔφθασαν εἰς τὸ ἔδαφος τοῦ λάκκου, | |
5 | ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες καὶ πάντα τὰ ὀστᾶ αὐτῶν ἐλέπτυναν.» | |
3.30.2 | Οἱ οὖν πεποιθότες ἐπὶ ἀνθρώπῳ βασιλεῖ καὶ «τῷ πλησίον βόθρον» ὀρύξαντες αὐτοὶ εἰς αὐτὸν ἐμπεσοῦνται εἰς ἀπώλειαν. | |
3.30.3 | Ὡς καὶ τότε ἐπὶ τοῖς τρισὶν παισὶν συνέβη· τῶν μὲν ἐν τῇ καμίνῳ ὄντων πῦρ οὐκ ἐκυρίευσεν, τοὺς δὲ ἔξω τῶν Χαλδαίων διοδεῦσαν κατέφλεξεν. | |
3.30.4 | Δικαίως γὰρ οἱ τοῦ θεοῦ ὀφθαλμοὶ ἀξίαν τὴν κρίσιν τοῖς ἀνθρώποις ἀπονέμουσιν. | |
3.30.5 | Ὡς καὶ τῷ Ἀμὰν μεταξὺ συνέβη, βουληθέντι τὸν Μαρδοχαῖον καὶ τὸ τούτου γένος μιᾷ ἡμέρᾳ διολέσαι· «πεντήκοντα πήχεων ξύλον» τούτῳ ἑτοιμάσας, αὐτὸς πανοικεὶ ἐν αὐτῷ «ἐκρεμάσθη.» | |
3.30.6 | Νυνὶ οἱ τοῦ Δανιὴλ κατηγορήσαντες καὶ τοῖς θηρίοις εἰς ἔδεσμα τοῦτον παραδίδοντες αὐτοὶ ὑπὸ τῶν λεόντων | |
διεφθάρησαν. | 254 | |
3.31.1 | «Τότε Δαρεῖος» «ἐπέγραψεν πᾶσιν τοῖς λαοῖς, φυλαῖς, γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ», εἰρήνην πᾶσιν καταγγέλλων καὶ διὰ τοῦ τότε προτεθέντος ὑπ’ αὐτοῦ δόγματος τὸν θεὸν αὐτοὺς σέβειν ἀναγκάζων, καθὼς λέγει· | |
5 | «ἐκ προσώπου μου ἐτέθη δόγμα ἐν πάσῃ ἀρχῇ τῆς βασι‐ λείας μου, εἶναι τρέμοντας καὶ φοβουμένους ἀπὸ προσώπου τοῦ θεοῦ Δανιήλ· ὅτι αὐτός ἐστιν θεὸς ζῶν καὶ μένων εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται καὶ ἡ κυρεία αὐτοῦ ἕως τέλους· ἀντιλαμβάνεται καὶ ῥύεται καὶ | |
10 | ποιεῖ τέρατα καὶ σημεῖα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ὅστις ἐξείλετο τὸν Δανιὴλ ἐκ χειρὸς τῶν λεόντων.» | |
3.31.2 | Ἰδὲ σύ· σήμερον Βαβυλών ἐστιν ὁ κόσμος, σατράπαι δὲ τούτου αἱ ἐξουσίαι, Δαρεῖος δὲ ὁ τούτων βασιλεὺς, λάκκος ὁ Ἅιδης, λέοντες οἱ βασανίζοντες ἄγγελοι. | |
3.31.3 | Τὸν οὖν Δανιὴλ μίμησαι, τοὺς δὲ σατράπας μὴ φοβηθεὶς καὶ ἀνθρωπίνῳ δόγματι μὴ ὑποταγείς, ἵνα βληθεὶς εἰς τὸν λάκκον τῶν λεόντων ὑπὸ τοῦ ἀγγέλου φρουρηθῇς καὶ τοὺς | |
5 | θῆρας ἡμερώσῃς καὶ ὑπ’ αὐτῶν ὡς δοῦλος θεοῦ προσκυνη‐ θῇς καὶ «διαφθορὰ» ἐν σοὶ μὴ εὑρεθῇ, ἀλλὰ ζῶν ἐκ τοῦ λάκκου ἀνενεχθῇς καὶ τῆς ἀναστάσεως κοινωνὸς εὑρεθῇς καὶ τῶν ἐχθρῶν σου κυριευσῇς καὶ τῷ ἀεὶ ζῶντι θεῷ εὐχαρισ‐ τησῇς. | |
3.31.4 | Αὐτῷ γὰρ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς | |
ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 256 | |
4t1 | ΛΟΓΟΣ Δʹ Περὶ ὁράσεως τοῦ προφήτου Δανιήλ. | |
4.1.1 | «Ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ βασιλέως Χαλδαίων Δανιὴλ ἐνύπνιον εἶδεν, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ ἐνύπνιον ἔγραψεν.» | |
4.1.2 | Ὅσα μὲν οὖν ὑπὸ τοῦ πνεύματος δι’ ὁραμάτων ἀπεκαλύφθη τῷ μακαρίῳ προφήτῃ, ταῦτα καὶ ἑτέροις ἀφθόνως διηγήσατο, ἵνα μὴ μόνον αὐτὸς ἑαυτῷ προφητεύων τὰ μέλλοντα φανῇ, | |
5 | ἀλλὰ καὶ ἑτέροις τοῖς βουλομένοις μετὰ πίστεως ἐρευνᾶν τὰς θείας γραφὰς προφήτης ἀποδειχθῇ. | |
4.1.3 | Λέγει γοῦν· «Ἐγὼ Δανιὴλ ἐθεώρουν, καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλον εἰς τὴν θάλασσαν τὴν μεγάλην, καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσσης διαφέροντα ἀλλή‐ | |
5 | λοις· τὸ πρῶτον ὡσεὶ λέαινα καὶ πτερὰ αὐτῇ ὡς ἀετοῦ. Ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς, καὶ ἐξήρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. Καὶ ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάθη καὶ τρία πλευρὰ ἐν τῷ | |
10 | στόματι αὐτῆς ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς, καὶ οὕτως ἔλεγον αὐτῇ· ἀνάστηθι, φάγε σάρκας πολλάς. Ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ ἕτερον θηρίον ὡσεὶ πάρδαλις, καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἐξουσία ἐδόθη αὐτῇ. | |
15 | Ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχυρὸν περισσῶς· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτύνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει. Καὶ αὐτὸ | |
διαφέρον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν | 258 | |
20 | αὐτοῦ, καὶ κέρατα δέκα αὐτῷ. Προσενόουν τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν, καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα. | |
25 | Ἐθεώρουν ἕως ὅτε θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθισεν, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν. Ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες | |
30 | ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Κριτήριον ἐκάθισεν καὶ βίβλοι ἠνεῴχθησαν. Ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός· καὶ τῶν λοιπῶν | |
35 | θηρίων ἡ ἀρχὴ μετεστάθη, καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ.» | |
4.2.1 | Ἐπεὶ οὖν διάφορα θηρία ἐπεδείχθη τῷ μακαρίῳ Δανιὴλ καὶ ταῦτα ἀλλήλων διαφέροντα, δεῖ νοῆσαι ἡμᾶς, ὅτι οὐ περὶ θηρίων τινῶν διαλέγεται, ἀλλ’ ἐν τύπῳ καὶ εἰκόνι δείκνυσιν τὰς ἐν τῷ κόσμῳ τούτῳ ἐπαναστάσας | |
5 | βασιλείας, ὥσπερ θηρία διαφθείροντα τὴν ἀνθρωπότητα. | |
4.2.2 | Τὴν γὰρ θάλασσαν τὴν μεγάλην τὸν σύμπαντα κόσμον λέγει, τέσσαρας δὲ ἀνέμους τοῦ οὐρανοῦ τὴν τετραπέρατον κτίσιν σημαίνει. | |
4.2.3 | Τὸ οὖν εἰπεῖν· εἶδον «τέσσαρα θηρία» ἀναβαίνοντα «ἐκ τῆς θαλάσσης», τὰς βασιλείας λέγει τοῦ κόσμου τούτου. | |
4.2.4 | «Τὸ» μὲν «πρῶτον ὡσεὶ λέαινα καὶ πτερὰ αὐτῇ ὡς ἀετοῦ», λέαιναν οὖν εἰπὼν τὴν τῶν Βαβυλωνίων βασιλείαν ὀνομάζει, ἧς ἦρξεν τότε Ναβουχοδονόσορ. | |
4.2.5 | Τὸ δὲ εἰπεῖν «πτερὰ αὐτῇ ὡς ἀετοῦ», | |
ὅτι ὑψώθη ὁ βασιλεὺς καὶ κατὰ τοῦ θεοῦ ἐπήρθη φυσιωθεὶς τῇ καρδίᾳ διὰ τὸ μέγαν καὶ ἔνδοξον αὐτὸν γεγενῆσθαι. | 260 | |
4.2.6 | Ἔπειτα λέγει· «ἐξετίλη τὰ πτερὰ αὐτῆς, καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ.» | |
4.2.7 | Τοῦτο γὰρ ὄντως ἐπὶ τοῦ Ναβουχοδονόσορ συνέβη, καθὼς ἐν τῇ πρὸ ταύτης βίβλῳ σεσήμανται, καὶ αὐτὸς δὲ τοῦτο οὕτως ἐπ’ αὐτῷ γεγενῆσθαι μαρτυρεῖ, ὡς ἐξεδιώχθη ἀπὸ τῆς βασιλείας καὶ ἀφῃρέθη ἀπ’ | |
5 | αὐτοῦ ἡ δόξα καὶ ἡ μεγαλωσύνη ἣν ἐκέκτητο τὸ πρότερον. | |
4.2.8 | Ὥσπερ οὖν παντὸς ὀρνέου ἐπὰν ἐκτιλῇ τὰ πτερὰ ἀδυνατεῖ καὶ εὐάλωτον γίνεται, οὕτως καὶ τότε τοῦ βασιλέως ἀπέστησαν αἱ δυνάμεις, δι’ ὧν ἐδόκει καυχᾶσθαι καὶ ὑψηλοφρονεῖν, οὓς φοβηθεὶς τότε ἔφυγεν εἰς τὴν ἔρημον | |
5 | ἵνα μὴ ὑπ’ αὐτῶν ἀναιρεθῇ. | |
4.2.9 | Τὸ οὖν εἰπεῖν «ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ», τοῦτο δηλοῖ, ὅτι ταπεινοφρονήσας Ναβουχοδονόσορ καὶ ἐπιγνοὺς ἑαυτὸν ὅτι ἄνθρωπός ἐστιν ὑπὸ τὴν τοῦ θεοῦ ἐξουσίαν | |
5 | κείμενος, δεηθεὶς τοῦ κυρίου ἔτυχεν τῆς παρ’ αὐτοῦ εὐσπλαγχνίας, πάλιν εἰς τὴν αὐτοῦ βασιλείαν καὶ δόξαν ἀποκατασταθείς. | |
4.2.10 | Καθὼς αὐτὸς μαρτυρεῖ λέγων· «Καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐκείνων ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ αἱ φρένες μου ἐπ’ ἐμὲ ἐπεστράφησαν, καὶ τῷ ὑψίστῳ ηὐλόγησα, καὶ | |
5 | τῷ ζῶντι εἰς τοὺς αἰῶνας ᾔνεσα καὶ ἐδόξασα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν, καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν εἰς οὐδὲν ἐλογίσθησαν καὶ ὡς οὐδὲν εἰσίν.» | |
4.3.1 | Τούτων οὕτως συμβάντων τοῖς τότε καιροῖς τῷ Ναβουχοδονόσορ, καθὼς ὁ μακάριος Δανιὴλ ἐν τῷ ὁράματι ἡμῖν ἐδήλωσεν, καὶ αὐτὸς δὲ ὁ βασιλεὺς οὕτως τοῦτο ὡμολόγησεν, καὶ παυσαμένης τῆς τούτου ἀρχῆς ἐπὶ τοῦ | |
5 | Βαλτάσαρ, ἡνίκα αὐτὸς μὲν διὰ τὸ ἔργον ὃ ἔπραξεν διὰ | |
νυκτὸς ἀνῃρέθη, ὡς σεσήμανται ἐν τῇ πρὸ ταύτης βίβλῳ, «παρέλαβεν δὲ τὴν βασιλείαν» «Δαρεῖος ὁ Μῆδος» «ὢν ἐτῶν ἑξήκοντα δύο», εὐλόγως ἕτερον θηρίον διηγεῖ‐ ται ἀναβαῖνον ὁ προφήτης, ὅπερ ἦν ἡ ἄρκος, ἵνα ἐν τούτῳ | 262 | |
10 | ἐπιδείξῃ τὴν τῶν Περσῶν βασιλείαν. | |
4.3.2 | «Καὶ τρία, φησίν, πλευρὰ ἐν τῷ στόματι αὐτῆς.» Τρία δὲ πλευρὰ κλίματα τρία ἐθνῶν λέγει, ὧν ἦρχεν αὐτὸ τὸ θηρίον· οἳ ἦσαν Μῆδοι, Ἀσσύριοι καὶ Βαβυλώνιοι. | |
4.3.3 | «Καὶ οὕτως ἔλεγον αὐτῇ· ἀνάσθητι, φάγε σάρκας πολλάς.» Οἱ γὰρ Πέρσαι ἐπαναστάντες τοῖς τότε καιροῖς τὴν πᾶσαν χώραν ἠρήμωσαν καὶ πολλοὺς τῶν ἀνθρώπων ὑποδούλους ἑαυτοῖς ποιήσαντες | |
5 | διέφθειραν. | |
4.3.4 | Ὥσπερ γὰρ τὸ θηρίον, ἡ ἄρκος, ῥυπαρόν ἐστιν ζῶον καὶ σαρκοβόρον σπαράσσον ὄνυξίν τε καὶ ὀδοῦσιν, οὕτως ἐγενήθη καὶ ἡ τῶν Περσῶν βασιλεία, οἵτινες διεκράτησαν ἐπὶ ἔτη διακόσια τριάκοντα. | |
4.3.5 | Τινὲς δὲ τῶν ἱστοριογράφων ἐπὶ διακόσια τεσσαράκοντα πέντε ἔτη τούτους κεκρατηκέναι ἀνεγράψαντο ἕως τῆς Δαρείου ἀρχῆς, ὃν καθελὼν Ἀλέξανδρος ὁ Μακεδὼν ἐν τῷ ἑβδόμῳ ἔτει | |
5 | μετέστησεν τὴν τῶν Περσῶν βασιλείαν εἰς τὴν Ἑλλάδα. Καθὼς καὶ Δανιὴλ λέγει· «Ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλις, καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ καὶ ἐξουσία ἐδόθη αὐτῇ.» | |
4.3.6 | Πάρδαλιν οὖν ὀνομάσας, τὴν τῶν Ἑλλήνων βασιλείαν ἐσήμανεν, ὧν ἦρχεν Ἀλέξανδρος ὁ Μακεδών· ἀφωμοίωσεν δὲ αὐτοὺς παρδάλει διὰ τὸ γεγενῆ‐ σθαι αὐτοὺς ὀξεῖς τῷ νοῒ καὶ πολυμηχάνους ἐν τοῖς λογισμοῖς | |
5 | καὶ πικροὺς τῇ καρδίᾳ, ὃν τρόπον καὶ τὸ ζῶον ποικίλον ἐστὶν τῇ ἰδέᾳ, ὀξὺ δὲ εἰς τὸ κακοποιῆσαι καὶ αἷμα ἀνθρώπου πιεῖν. | |
4.3.7 | «Τέσσαρα» δέ φησιν «πτερὰ πετεινοῦ ὑπεράνω αὐτῆς καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ.» Μετὰ γὰρ τὸ ὑψωθῆναι τὴν βασιλείαν Ἀλεξάνδρου καὶ αὐξηθῆναι καὶ εἰς πάντα τὸν κόσμον ὀνομασθῆναι, | |
5 | διεμερίσθη ἡ βασιλεία αὐτοῦ εἰς τέσσαρας ἀρχάς. | |
4.3.8 | Τελευτῶν γὰρ ὁ Ἀλέξανδρος διεῖλεν αὐτὴν τοῖς συντρόφοις τοῖς ἐκ τοῦ γένους αὐτοῦ τέσσαρσιν ἀνθρώποις, Σελεύκῳ, Δημητρίῳ, Πτολεμαίῳ καὶ Φιλίππῳ, καὶ «ἐπέθεντο πάντες» οὗτοι «διαδήματα», καθὼς Δανιὴλ | 264 |
5 | τοῦτο προμηνύει καὶ ἐν τῇ πρώτῃ βίβλῳ τῶν Μακκαβαϊκῶν ἀναγέγραπται. | |
4.4.1 | Κρατησάντων οὖν τῶν Ἑλλήνων ἐπὶ ἔτη τριακόσια, ἕτερόν μοι πάλιν σημαίνει ὁ προφήτης. | |
4.4.2 | Φησὶν γὰρ οὕτως «Ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχύον περισσῶς· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ | |
5 | ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει· καὶ αὐτὸ διαφέρον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ καὶ κέρατα δέκα αὐτῷ. Προσενόουν τοῖς κέρασιν αὐτοῦ καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· | |
10 | καὶ ἰδοὺ ὀφθαλμοὶ ὡς ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα. Ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ | |
15 | τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισεν καὶ βίβλοι ἠνεῴχθησαν. Ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ | |
20 | θηρίον καὶ ἀπώλετο καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός· καὶ τῶν λοιπῶν θηρίων ἡ ἀρχὴ μετεστάθη, καὶ | |
μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ.» | 266 | |
4.5.1 | Ὅτι μὲν οὖν μετὰ τὴν τῶν Ἑλλήνων βασιλείαν ἑτέρα ἄλλη οὐκ ἐγήγερται βασιλεία, εἰ μὴ ἡ κρατοῦσα νῦν, ἣ καὶ συνέστηκεν, καὶ τοῦτο πᾶσιν πρόδηλόν ἐστιν. | |
4.5.2 | Ἥτις ὀδόντας μὲν ἔχει σιδηροῦς διὰ τὸ πάντας δαμάζειν καὶ λεπτύνειν τῇ ἰδίᾳ ἰσχύϊ ὥσπερ ὁ σίδηρος· τὰ δὲ «ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει» διὰ τὸ μὴ καταλείπεσθαι | |
5 | ἑτέραν βασιλείαν ἔτι μετὰ ταύτην, ἀλλ’ ἢ ἐξ αὐτῆς ταύτης κέρατα δέκα ἀναφύεσθαι καὶ ἐν μέσῳ αὐτῶν ἓν μικρὸν ἀναβαίνειν καὶ τρία τῶν πρώτων ἐκριζοῦν. | |
4.5.3 | Ὥσπερ γὰρ ἐπὶ τῆς παρδάλεως προεῖπεν ὁ προφήτης, ὅτι «τέσσαρες κεφαλαὶ τῷ θηρίῳ», καὶ ἐγένετο καὶ ἐμερίσθη ἡ βασιλεία Ἀλεξάνδρου εἰς τέσσαρας ἀρχάς, οὕτω καὶ νῦν προσδοκᾶν | |
5 | δεῖ, ἕως ἀναβήσεται δέκα κέρατα ἐξ αὐτῆς ταύτης, ὅταν ὁ χρόνος τοῦ θηρίου πληρωθῇ καὶ τὸ μικρὸν κέρας, ὅπερ ἐστὶν ὁ ἀντίχριστος, ἐν αὐτοῖς αἰφνιδίως ἀναφανῇ, καὶ ἡ δικαιοσύνη ἐκ τῆς γῆς ἐξαρθῇ, καὶ ὁ πᾶς κόσμος εἰς συντέλειαν τότε παρῇ. | |
4.5.4 | Ὥστε οὔτε προλαμβάνειν ἡμᾶς δεῖ τὴν τοῦ θεοῦ βουλήν, ἀλλὰ μακροθυμεῖν καὶ δέεσθαι, ἵνα μὴ εἰς τοιούτους χρόνους ἐμπέσωμεν, οὔτε μὴν ἀπιστεῖν, ὡς μὴ μέλλοντα ταῦτα γίνεσθαι. | |
4.5.5 | Εἰ γὰρ τὰ πρῶτα, ὅσα προεῖπον οἱ προφῆται, οὐκ ἐγένοντο, μηδὲ ταῦτα προσδόκα· εἰ δὲ ἐκεῖνα ἐγένοντο κατὰ καιροὺς ἰδίους καθὼς προείρηται, πάντως καὶ ταῦτα τελεσθήσονται. | |
4.5.6 | Τὸ γὰρ λέγειν τινάς· καὶ «πότε ταῦτα ἔσται»; ἀπίστων ἐστὶν ἀνθρώπων οὐ πιστευόντων· τὸ δὲ προγινώσκειν τὰ ἐσόμενα, ὅτι οὕτως ἔσται, μακαρίου ἐστὶν ἀνδρός, εἰδότος καὶ σιωπῶντος, ἵνα | |
5 | μή ποτε πολλὰ λαλῶν κινδυνεύσῃ. | 268 |
4.6.1 | Ὅτι δὲ ἀληθῆ ἐστι ταῦτα καὶ πρόδηλα τοῖς τοῦ θεοῦ δούλοις γεγένηται, ἐπιδείξωμεν καὶ ἑτέρως. | |
4.6.2 | Οὐδὲν γὰρ ὅλως ψεύδεται ἡ γραφή, οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον πλανᾷ τοὺς δούλους αὐτοῦ τοὺς προφήτας, δι’ ὧν εὐηρέστη‐ σεν τὴν βουλὴν τοῦ θεοῦ καταγγεῖλαι τοῖς ἀνθρώποις, ἵνα | |
5 | βλέποντες ταῦτα γινόμενα μὴ σφαλλώμεθα, μηδὲ ὡς ξένα ταῦτα θεωροῦντες ταρασσώμεθα. | |
4.6.3 | Ἄλλως γὰρ ἡ συντέλεια τῷ κόσμῳ τούτῳ ἐπελθεῖν οὐ δύναται, εἰ μὴ οὕτως. | |
4.6.4 | Ὥσπερ γὰρ ἐπὶ Σοδόμων, ἡνίκα ἐπληρώθη αὐτῶν τὰ παραπτώματα, εὐθέως τὸ πῦρ κατῆλθεν ἐπ’ αὐτοὺς καὶ ἀπώλοντο, οὕτως καὶ νῦν ἔσται· ἡνίκα πληθυνθῇ ἡ ἀνομία ἐν τῷ κόσμῳ καὶ διαμερισθῇ τὸ νῦν σιδηροῦν θηρίον εἰς τὰ | |
5 | δέκα κέρατα καὶ γένωνται ἀκαταστασίαι καὶ ἀσυμφωνίαι ἄλλων ἀλλαχῇ διασπώντων τὸ βασίλειον, «τότε ἥξει» ἐπ’ αὐτοὺς «τὸ τέλος.» | |
4.7.1 | Ἐπεὶ οὖν φθάσαντες καὶ ἐν ἑτέρῳ λόγῳ περὶ τούτων ἀποδεδώκαμεν τὸν λόγον, τήν τε τοῦ ἀντιχρίστου παρουσίαν καὶ τὸ τούτου γένος, καὶ πόθεν καὶ πῶς παρέσται ὁ πλάνος, καὶ τὴν πρᾶξιν αὐτοῦ οὐκ ἐσιωπήσαμεν, ὅμως καὶ | |
5 | νῦν δι’ ὀλίγων ἐπιμνησθήσομαι, ἵνα κατὰ πάντα ἑδραίως ἑστὼς ὁ ἄνθρωπος καὶ ἐν μηδενὶ βαμβαίνων τῷ νοῒ ἐξ ὅλης καρδίας τῷ θεῷ πιστεῦσαι δυνηθῇ. | |
4.7.2 | Λέγει γὰρ ὁ μακάριος Δανιὴλ ἐπιλύων τὸ ὅραμα τῷ Ναβουχοδονόσορ, λέγω δὴ τὸ τῆς εἰκόνος, ἧς τὴν κεφαλὴν χρυσὸν εἶναι ἀπεφήνατο, | |
ἔπειτα χεῖρας καὶ βραχίονας καὶ στῆθος ἄργυρον, εἶτα | 270 | |
5 | κοιλίαν καὶ μηροὺς χαλκόν, ἔπειτα κνήμας σίδηρον, εἶτα πόδας μέρος μέν τι σίδηρον, μέρος δέ τι ὄστρακον, ἵνα ἐν τούτῳ ἀποδείξῃ, ὅπερ νῦν ἐν τῷ αὐτοῦ ὁράματι διὰ τῶν θηρίων διηγήσατο. | |
4.7.3 | ὡς τὸν μὲν χρυσὸν εἶναι τὴν τῶν Βαβυλωνίων βασιλείαν, ἥτις ἦν ἡ λέαινα, τὸν δὲ ἄργυρον τὴν τῶν Περσῶν, ἥτις ἦν ἡ ἄρκος, εἶτα τὸν χαλκὸν τὴν τῶν Ἑλλήνων, ὧν ἦρξεν ὁ Ἀλέξανδρος ὁ Μακεδών, ἵνα δείξῃ | |
5 | τὴν πάρδαλιν. | |
4.7.4 | Μετὰ ταῦτα λέγει κνήμας σιδηρᾶς, ἵνα τὸ θηρίον τὸ ἔκθαμβον καὶ φοβερὸν σημήνῃ, τὸ ἔχον τοὺς ὀδόντας σιδηροῦς, ὅπερ ἐστὶν οἱ νῦν κρατοῦντες Ῥωμαῖοι, ἰσχυροὶ ὄντες ὡς ὁ σίδηρος. | |
4.7.5 | Μετὰ γοῦν τὰς κνήμας τῆς εἰκόνος τὰς σιδηρᾶς τί περιλείπεται, εἰ μὴ οἱ πόδες, ἐν οἷς εἰσιν δέκα δάκτυλοι καὶ οὗτοι ἀναμεμιγμένοι ὀστράκῳ καὶ σιδήρῳ· ἵνα διὰ μὲν τῶν δέκα δακτύλων σημανθῇ τὰ δέκα | |
5 | κέρατα, διὰ δὲ τοῦ ὀστράκου καὶ τοῦ σιδήρου ἡ τούτων ἀσυμφωνία, ὡς συμμιγεῖς μὲν ἔσονται ἐν σπέρμασιν ἀνθρώπων, οὐκ ἔσονται δὲ κολλώμενοι οὗτος μετὰ τούτου; | |
4.7.6 | Καθάπερ γὰρ ὁ σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστράκου, οὕτως οὐδὲ τότε οἱ ἄνθρωποι ἀλλήλοις ὁμονοεῖν δυνήσονται, ἄλλων ἀλλαχῇ ἀτάκτως φερομένων, καὶ ἑαυτοῖς τὸ βασίλειον κατὰ ἔθνη διαιρουμένων. | |
4.8.1 | Ἀλλ’ ἐπεὶ ἡ χάρις τοῦ θεοῦ πλουσίως ἐκδιδάσκει τοὺς ἐπ’ αὐτῷ ἠλπικότας καὶ τούτου τοῦ κόσμου καταπεφρο‐ νηκότας, οὐδὲ τοῦτο παραλείψομεν, τίνι λόγῳ ὁ μακάριος προφήτης πάσας μὲν τὰς βασιλείας τὰς ἔμπροσθεν γενομένας | |
5 | ὠνόμασεν θηρίοις ταύτας ὁμοιώσας, τὴν δὲ νῦν ἐνεστῶσαν βασιλείαν οὐκ ἐξεῖπεν, ποταπὸν εἴη τὸ θηρίον. | |
4.8.2 | Ἐρῶ δὲ περὶ αὐτοῦ σαφέστερον ἵνα μᾶλλον νοηθῇ τὸ λεγόμενον. Εἰπὼν γὰρ τὴν τῶν Βαβυλωνίων βασιλείαν λέαιναν εἶναι καὶ τὴν τῶν Περσῶν ἄρκον καὶ τὴν τῶν Ἑλλήνων πάρδαλιν, | |
5 | διατί τὴν τῶν Ῥωμαίων οὐκ εἶπεν τὸ τί ἦν τὸ θηρίον, ἀλλά φησιν «φοβερὸν καὶ ἔκθαμβον περισσῶς, οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ»; | |
4.8.3 | Νόησον, ὦ ἄνθρω‐ πε, καὶ δόξασον τὸν κύριον. | 272 |
4.8.4 | Ἐπειδὴ γὰρ οἱ Βαβυλώνιοι ἓν ἔθνος ὑπῆρχον, αὐτοῖ δὲ τοῖς τότε καιροῖς ἐδόκουν πάντων κυριεύειν, δικαίως λέαιναν αὐτοὺς ὠνόμασεν, ὡς ζῷον μονοειδές. | |
4.8.5 | Ὁμοίως δὲ καὶ οἱ Πέρσαι ἓν ἔθνος ἐστὶν ῥυπα‐ ρὸν μὲν πλὴν ὁμόγλωσσον· διὰ τοῦτο καὶ ἄρκῳ αὐτοὺς ὡμοίωσεν. | |
4.8.6 | Ὡσαύτως καὶ τοὺς Ἕλληνας πάρδαλιν εἶπεν· οἱ γὰρ πάντες Ἕλληνες ὑπῆρχον. | |
4.8.7 | Νυνὶ δὲ τὸ νῦν κρατοῦν θηρίον οὐκ ἔστιν ἓν ἔθνος, ἀλλ’ ἐκ πασῶν τῶν γλωσσῶν καὶ ἐκ παντὸς γένους ἀνθρώπων συνάγει ἑαυτῷ καὶ παρασκευ‐ άζει δύναμιν εἰς παράταξιν πολέμου, οἱ πάντες μὲν Ῥωμαῖοι | |
5 | καλούμενοι, μὴ ὄντες δὲ πάντες ἐκ μιᾶς χώρας. | |
4.8.8 | Ὥστε καλῶς ὁ προφήτης καταπλαγεὶς καὶ προορῶν τὸ μέλλον οὐκ ὠνόμασεν ποταπὸν τὸ θηρίον, ἀλλ’ ἐθαύμασεν λέγων· «ἔφριξεν τὸ πνεῦμά μου ἐν τῇ ἕξει μου, ἐγὼ Δανιὴλ καὶ αἱ | |
5 | ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με. Καὶ προσῆλθον ἑνὶ τῶν ἑστηκότων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ’ αὐτοῦ περὶ πάντων τούτων. Καὶ εἶπέν μοι τὴν ἀκρίβειαν, καὶ τὴν σύγκρισιν τῶν λόγων ἐγνώρισέν μοι.» | |
4.8.9 | Τίνες οὖν ἦσαν οἱ ἑστηκότες ἀλλ’ ἢ οἱ ἄγγελοι οἱ πρὸ προσώπου τῆς δόξης τοῦ κυρίου ἑστῶτες καὶ τὴν ἀδιάλειπτον λειτουργίαν τούτῳ ἑτοιμάζοντες, ὑπηρέται ἀεὶ πρὸς τὰ κελευόμενα | |
5 | γινόμενοι; | 274 |
4.9.1 | Ἀλλ’ ἐπεὶ ὑπέπεσέν τι νόημα ἐν καρδίᾳ, οὐ καταλεί‐ ψομεν αὐτὸ ἀδιήγητον, δυνάμενον ὠφελῆσαι ψυχήν. | |
4.9.2 | Ἐπειδὴ γὰρ ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει ἐπὶ Αὐγούστου Καίσαρος γεγέννηται ὁ κύριος, ἀφ’ οὗπερ ἤκμασεν τὸ τῶν Ῥωμαίων βασίλειον, διὰ δὲ τῶν ἀποστόλων ὁ κύριος προσεκαλέσατο πάντα τὰ ἔθνη καὶ πάσας τὰς γλώσσας καὶ | |
5 | ἐποίησεν ἔθνος πιστῶν χριστιανῶν τὸ κύριον καὶ «καινὸν ὄνομα» ἐν καρδίᾳ βασταζόντων, τῷ αὐτῷ τρόπῳ ἀντεμιμή‐ σατο ἡ βασιλεία ἡμῶν ἥτις κρατεῖ «κατ’ ἐνέργειαν τοῦ σατανᾶ» ὁμοίως δὲ καὶ αὕτη ἐκ πάντων τῶν ἐθνῶν συλλέ‐ γουσα τοὺς γενναιοτάτους καταρτίζει εἰς πόλεμον, Ῥωμαίους | |
10 | τούτους ἀποκαλοῦσα. | |
4.9.3 | Καὶ διὰ τοῦτο καὶ πρώτη ἀπογραφὴ ἐγένετο ἐπὶ Αὐγούστου, ἡνίκα ὁ κύριος ἐν Βηθλεὲμ ἐγεννή‐ θη, ἵνα οἱ τοῦ κόσμου τούτου ἄνθρωποι ἐπιγείῳ βασιλεῖ ἀπογραφόμενοι Ῥωμαῖοι κληθῶσιν, οἱ δὲ τῷ ἐπουρανίῳ | |
5 | βασιλεῖ πιστεύοντες χριστιανοὶ ὀνομασθῶσιν, τὸ τρόπαιον | |
κατὰ τοῦ θανάτου ἐπὶ μετώπῳ βαστάζοντες. Ἵνα μὴ ἐκτραπῶμεν τῶν προκειμένων, δειχθῇ δὲ τὰ ὑπὸ τοῦ προφήτου ἑωραμένα ἀληθῆ καὶ τὰ ὑφ’ ἡμῶν χάριτι κυρίου νενοημένα καὶ εἰρημένα ἀκριβῆ, ἴδωμεν εἰ ἐπιμαρ‐ | 276 | |
10 | τυρεῖ τοῖς ἡμετέροις λόγοις ὁ ἄγγελος ὁ ἐκδιδάσκων τὸν μακάριον Δανιήλ. | |
4.10.1 | Λέγει γὰρ οὕτως· «ταῦτα τὰ θηρία τὰ τέσσαρα τέσσαρες βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς, αἳ ἀρθήσονται, καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος τῶν αἰώνων.» | |
4.10.2 | Ἀναγκαίως οὖν· τῶν γὰρ τριῶν θηρίων ἤδη διαδρα‐ μόντων καὶ μεταστάντων, καθ’ ἃ ἐπάνω δέδεικται, καὶ τοῦ ἑνὸς ἔτι ἀκμὴν ἐνεστῶτος, ἐὰν καὶ τοῦτο μεταρθῇ, παύεται λοιπὸν τὰ ἐπίγεια, ἄρχεται δὲ τὰ ἐπουράνια, ἵνα τὸ | |
5 | τῶν ἁγίων ἀκατάλυτον καὶ αἰώνιον βασίλειον δειχθῇ καὶ ὁ βασιλεὺς ὁ οὐράνιος προφανῶς πᾶσιν ἐπιδειχθῇ, μηκέτι διὰ εἴδους ὡς ἐν ὄρει Σινᾶ βλεπόμενος μηδὲ ἐν στύλῳ νεφέλης ἐπὶ κορυφῆς ὄρους ἀποκαλυπτόμενος, ἀλλὰ μετὰ δυνάμεων καὶ στρατιῶν ἀγγέλων, ἔνσαρκος δὲ θεὸς καὶ ἄνθρωπος, | |
10 | υἱὸς θεοῦ καὶ ἀνθρώπου ἀπ’ οὐρανῶν κριτὴς τῷ κόσμῳ παραγινόμενος. | |
4.10.3 | Ὃς μεταστήσει πάσας τὰς βασιλείας τὰς ἐν τῷ κόσμῳ τούτῳ καὶ ἀλοήσει καὶ λικμήσει καὶ διασπερεῖ αὐτὰς ὡσεὶ κονιορτὸν «ἀπὸ ἅλωνος θερινῆς» καὶ δώσει τὸ βασίλειον «ἁγίοις ὑψίστου», τὸν μὲν | |
5 | «σῖτον» συνάγων «εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄρχυρον» κατακαίων «πυρὶ ἀσβέστῳ»· ὃς νῦν ὑπὸ τῶν ἀθέων καὶ ἀσεβῶν καταφρονεῖται καὶ ὑπὸ τῶν ἀπίστων βλασφημεῖται μήτε τὰ γεγραμμένα νοούντων, μήτε τίνι παραδέδοται ἡ ἐξουσία τῆς κρίσεως. | |
4.10.4 | Εἰ γὰρ καὶ νῦν «βραδύνει» πρὸ καιροῦ μὴ θέλων τὴν κρίσιν τῷ ἐπενεγ‐ κεῖν τὸ τοῦ ἰδίου πατρὸς πρόσταγμα ἐπιτελῶν, ἀλλ’ ἐρχόμενος ἥξει μετὰ τῶν τραυμάτων αὐτοῦ καὶ «ἀποδώσει | |
5 | ἑκάστῳ» «κατὰ τὰ ἔργα αὐτοῦ.» | 278 |
4.11.1 | Ὅσοι οὖν εὐλαβῶς τῷ θεῷ προσέρχεσθε, ἐπίγνωτε τοῦτον, πάλαι ὑπὸ Μωσέως τῷ λαῷ δεδειγμένον καὶ ἐπὶ τῷ ὄρει πεφανερωμένον καὶ ὑπὸ τῶν προφητῶν προκεκηρυγ‐ μένον καὶ ὑπὸ τοῦ μακαρίου Δανιὴλ ὡς ἄνθρωπον | |
5 | ἑωραμένον, περὶ οὗ λέγει· «ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν, καὶ προσηνέχθη αὐτῷ. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι | |
10 | δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.» | |
4.11.2 | Παλαιὸν μὲν οὖν ἡμερῶν οὐχ ἕτερον λέγει, ἀλλ’ ἢ τὸν τῶν ἁπάντων κύριον καὶ θεὸν καὶ δεσπότην τὸν καὶ αὐτοῦ τοῦ Χριστοῦ πατέρα, τὸν παλαιοῦντα τὰς ἡμέρας, οὐκ αὐτὸν ὑπὸ χρόνων ἢ ἡμερῶν παλαιούμενον, περὶ οὗ ἀνωτέρω | |
5 | εἴρηται· «θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθητο καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκόν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ | |
10 | μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισεν καὶ βίβλοι ἠνεῴχθησαν.» | |
4.11.3 | Πρὸς τοῦτον προσηνέχθη ὁ υἱὸς τοῦ ἀνθρώπου ὑπὸ νεφέλης βασταζόμενος, καὶ ὑπ’ ἀρχαγγέλων προσφερόμενος, ἵνα λάβῃ παρ’ αὐτοῦ τὴν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ βασιλείαν, ἵνα | |
5 | «πάντες λαοί, φυλαί, γλῶσσαι» δουλεύσωσιν «αὐτῷ». | |
4.11.4 | Καὶ ἵνα μήτις ὑπολάβῃ ὅτι πρόσκαιρος αὐτοῦ ἢ ἐπίγειος ἡ δοθεῖσα αὐτῷ ὑπὸ τοῦ πατρὸς βασιλεία, λέγει ὁ προφή‐ | |
της· «ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύ‐ σεται, καὶ ἡ βασιλεία οὐ διαφθαρήσεται.» | 280 | |
4.11.5 | Τῷ οὖν ἰδίῳ ὁ πατὴρ πάντα ὑποτάξας τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ «ἐπὶ τῆς γῆς καὶ» τὰ «ὑποκάτω τῆς γῆς» διὰ πάντων ἐπέδειξεν αὐτὸν πρωτότοκον ἐν πᾶσιν γινόμενον· πρωτότοκον ἐκ θεοῦ, | |
5 | ἵνα δεύτερος μετὰ τὸν πατέρα υἱὸς θεοῦ ὢν ἀποδειχθῇ· πρωτότοκον πρὸ ἀγγέλων, ἵνα καὶ ἀγγέλων κύριος φανῇ· πρωτότοκον ἐκ παρθένου, ἵνα τὸν πρωτόπλαστον Ἀδὰμ ἐν ἑαυτῷ ἀναπλάσσων δειχθῇ· «πρωτότοκον ἐκ νεκρῶν», ἵνα «ἀπαρχὴ» τῆς ἡμετέρας ἀναστάσεως αὐτὸς γενηθῇ. | |
4.12.1 | Ἐπεὶ οὖν τοῦτον πάντες οἱ προφῆται καὶ ἀπόστολοι μαρτυροῦσιν, οἱ δὲ ἄνομοι ἀπειθοῦντες αὐτὸν βλασφημοῦσιν καὶ τὰ λεγόμενα ἐξουθενοῦσιν καὶ τοὺς δούλους αὐτοῦ διώκοντες καταπονοῦσιν, καὶ ὡς μηδὲ ἐσόμενα ταῦτα οὐ | |
5 | προσδοκῶσιν, ἴδωμεν ἡμεῖς οἱ τῷ τῆς ἀληθείας λόγῳ πιστεύοντες καὶ ὗπ’ αὐτοῦ τοῦ λόγου εἰς τὴν αἰώνιον ζωὴν ὁδηγούμενοι, ὑπὸ δὲ τῶν προφητῶν διδασκόμενοι καὶ ὑπὸ τοῦ πνεύματος φωτιζόμενοι, ἵνα διὰ τῆς χάριτος αὐτοῦ σοφισθέντες ἐπιγνῶμεν τὰ πάλαι μὲν προκεκηρυγμένα κατὰ | |
10 | καιροὺς δὲ συμβάντα καὶ συμβησόμενα· τήν τε κρίσιν τοῦ θεοῦ πρὸ ὀφθαλμῶν ἔχοντες φυλάξωμεν ἑαυτοὺς ἀπὸ παντὸς κακοῦ, ἵνα ἐκφύγωμεν τὸ πῦρ τὸ αἰώνιον καὶ τὴν κόλασιν τὴν ἀκατάπαυστον. | |
4.12.2 | Εἰ γὰρ καὶ νῦν ἐφ’ ἡμῶν οὐ συμβαί‐ νει ταῦτα διὰ τὸ μήπω τοὺς χρόνους πεπληρῶσθαι, ἀλλὰ γοῦν εὔχεσθαι δεῖ μηδὲ εὑρεθῆναι ἡμᾶς ἐν τοῖς τοιούτοις καιροῖς, ἐν οἷς ταῦτα συμβήσεται, μήποτε ἀτονήσας τις ἀπὸ | |
5 | τῆς θλίψεως τῆς μεγάλης τῆς ἐπερχομένης τῷ κόσμῳ ἐκπέσῃ τῆς αἰωνίου ζωῆς. | |
4.12.3 | Ἐνορᾶν γὰρ χρὴ τί λέγει ὁ προφήτης· «καὶ ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τετάρτου, ὅτι ἦν διαφέρον παρὰ πᾶν θηρίον, φοβερὸν περισσῶς· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦ‐ | |
5 | νον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει· καὶ περὶ | |
τῶν κεράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ καὶ τοῦ μικροῦ τοῦ ἀναβάντος καὶ ἐκτινάξαντος ἐκ τῶν προτέρων τρία, οὗ οἱ ὀφθαλμοὶ καὶ τὸ στόμα λαλοῦν μεγάλα, καὶ ἡ ὅρασις αὐτοῦ ἐγένετο μείζων τῶν λοιπῶν. Ἐθεώρουν, καὶ | 282 | |
10 | τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἴσχυσεν πρὸς αὐτούς, ἕως οὗ ἦλθεν ὁ παλαιὸς τῶν ἡμερῶν καὶ τὸ κρίμα ἔδωκεν ἁγίοις ὑψίστου, καὶ ὁ καιρὸς ἔφθασεν καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι.» | |
4.12.4 | Ἐπεὶ οὖν, καθὼς φθά‐ σαντες εἴπαμεν, τὴν τετάρτην βασιλείαν ταύτην δηλοῖ, παρ’ ἣν ἑτέρα ἄλλη μείζων βασιλεία ἐπὶ τῆς γῆς οὐκ ἐγήγερται, ἐξ ἧς μέλλει ἀναφύεσθαι δέκα κέρατα, αὐτὴ μερισθήσεται | |
5 | εἰς δέκα διαδήματα καὶ ἐν αὐτοῖς ἕτερον μικρὸν κέρας ἀναβήσεται, ὅπερ ἐστὶν τὸ τοῦ ἀντιχρίστου, καὶ ἐκριζώσει τρία τῶν ἔμπροσθεν αὐτοῦ, τοῦτ’ ἔστιν τοὺς τρεῖς βασιλεῖς ἀνελεῖ Αἰγύπτου, Λιβύων τε καὶ Αἰθιόπων, βουλόμενος ἑαυτῷ περιποιεῖσθαι τὴν πᾶσαν βασιλείαν. | |
4.12.5 | Ὃς περικρα‐ τήσας τῶν λοιπῶν κεράτων ἑπτά, ἄρχεται λοιπὸν ὑπὸ τοῦ ἐν αὐτῷ ἀλλοτρίου καὶ πονηροῦ πνεύματος φυσιωθεὶς πόλεμον ἐγείρειν κατὰ τῶν ἁγίων καὶ πάντας πανταχοῦ διώκειν, | |
5 | βουλόμενος ὑπὸ πάντων δοξάζεσθαι καὶ προσκυνεῖσθαι ὡς θεός. | |
4.12.6 | Καθὼς καὶ Ἰεζεκιὴλ περὶ αὐτοῦ λέγει· «ἀνθ’ ὧν ὑψώθη ἡ καρδία σου καὶ εἶπας· θεός εἰμι ἐγώ», καὶ πάλιν «μὴ λέγων ἐρεῖς τοῖς ἀναιροῦσίν σε· θεός εἰμι ἐγώ; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός.» | |
4.12.7 | Καὶ Ἡσαΐας ὁμοίως· «Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ στήσω τὸν θρόνον μου, | |
καθιῶ ἐν τῷ ὄρει» τῷ ἁγίῳ, «ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.» | 284 | |
4.13.1 | Εἰ μὲν οὖν βούλεταί τις λεπτομερῶς ἐντυχεῖν περὶ αὐτοῦ, ἐν ἑτέρᾳ βίβλῳ σαφέστερον ταῦτα ἐπιδέδεικται, ἵνα μηδὲ ἐκ δευτέρου περὶ αὐτοῦ τὸν λόγον ποιεῖσθαι μέλλωμεν. | |
4.13.2 | Νυνὶ δὲ πρὸς τὸ προκείμενον ἐροῦμεν περὶ τοῦ νῦν ἐνεστῶτος θηρίου. | |
4.13.3 | Λέγει γὰρ Δανιὴλ οὕτως· «Καὶ εἶπέ» μοι ὁ ἄγγελος· «Τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας, καὶ καταφάγεται πᾶσαν τὴν γῆν, καὶ συμπατήσει αὐτὴν καὶ | |
5 | κατακόψει. Καὶ τὰ δέκα κέρατα αὐτοῦ δέκα βασιλεῖς ἀναστήσονται καὶ ὀπίσω αὐτῶν ἀναβήσεται ἕτερος, ὃς ὑπε‐ ροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους ὑψίστου πλανήσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ δοθήσεται | |
10 | ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ. Καὶ τὸ κριτήριον ἐκάθισεν καὶ τὴν ἀρχὴν μεταστήσουσιν τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους, καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις ὑψίστου, καὶ ἡ βασιλεία | |
15 | αὐτοῦ βασιλεία αἰώνιος, καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύ‐ σουσιν καὶ ὑπακούσονται. Ἕως ὧδε τὸ πέρας τοῦ λόγου.» | |
4.14.1 | Ἐπεὶ οὖν βουλόμενος ὁ προφήτης κατὰ πάντα πεῖσαι ἡμᾶς καὶ συμβιβάσαι πρὸς τὴν ἀλήθειαν τῶν ὑπ’ αὐτοῦ ἑωραμένων πυνθάνεται παρ’ ἑνὸς τῶν ἑστηκότων ἀγγέλων, ὅπως καὶ αὐτὸς ἀκριβέστερον ἐκδιδαχθῇ περὶ τοῦ | |
5 | θηρίου τοῦ τετάρτου· «Ἐζήτουν» γάρ φησιν «ἀκριβέσ‐ τερον περὶ» αὐτοῦ «ὅτι ἦν» «φοβερὸν» καὶ ἔκθαμβον. Τοῦτον οὖν ἐκδιδάσκων ὁ ἄγγελος, μᾶλλον δὲ δι’ αὐτοῦ πείθων καὶ ἡμᾶς πιστεύειν τοῖς ὑπ’ αὐτοῦ καλῶς ἑωραμένοις, διηγεῖται αὐτῷ ἅπαντα τὰ μέλλοντα ἔσχατον γίνεσθαι, τόν | |
10 | τε μερισμὸν τοῦ θηρίου τοῦ τετάρτου τῶν δέκα κεράτων | |
τῶν ἐξ αὐτοῦ ἐγειρομένων, τήν τε τοῦ ἀντιχρίστου ἐν αὐτοῖς φανέρωσιν καὶ τὸν τούτου πρὸς τοὺς ἁγίους πόλεμον καὶ τὸν χρόνον αὐτοῦ, ὃν μελλήσει περικρατεῖν. | 286 | |
4.14.2 | «Δοθήσεται» γάρ φησιν «ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ», ὅπερ σημαίνει τρία ἥμισυ ἔτη, καὶ μετὰ ταῦτα» τὸ κριτήριον τὸ ἐσόμενον· «θρόνοι» γάρ φησιν | |
5 | «ἐτέθησαν» «καὶ κριτήριον ἐκάθισεν» «καὶ ἡ βασιλεία» «ἐδόθη ἁγίοις ὑψίστου», τὸ δὲ «σῶμα» τοῦ θηρίου δοθήσεται «εἰς καῦσιν πυρός.» | |
4.14.3 | Ὁ γὰρ «καιρὸς ἔφθασεν», τοῦτ’ ἔστιν ὁ σύμπας χρόνος ἐπληρώθη, «καὶ τὴν βασιλείαν καθέξουσιν οἱ ἅγιοι», παραγινομένου λοιπὸν ἀπ’ οὐρανοῦ τοῦ κριτοῦ τῶν κριτῶν καὶ τοῦ βασιλέως τῶν | |
5 | βασιλέων, ὃς μεταστήσει πᾶσαν τὴν τοῦ ἀντικειμένου ἀρχὴν καὶ δύναμιν καὶ καταφλέξει πάντας αἰωνίῳ πυρὶ κολάζων τοὺς ἀδίκους, τοῖς δὲ δούλοις αὐτοῦ προφήταις τε καὶ μάρ‐ τυσι καὶ πᾶσιν τοῖς φοβουμένοις αὐτὸν δώσει τὸ αἰώνιον βασίλειον. | |
4.14.4 | Ὡς ὁ προφήτης λέγει· «Ἕως ὧδε τὸ πέρας τοῦ λόγου. Ἐγὼ Δανιήλ, οἱ διαλογισμοὶ ἐπὶ πλεῖον συνετά‐ ρασσόν με καὶ ἡ μορφή μου ἠλλοιώθη καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου διετήρησα.» | |
4.15.1 | Δεῖ οὖν πάντα ἄνθρωπον τὸν ἐντυγχάνοντα ταῖς θείαις γραφαῖς μιμεῖσθαι τὸν προφήτην Δανιὴλ καὶ μὴ εἶναι εἰκαῖόν τε καὶ προαλῆ, πρὸ καιροῦ καιρὸν ἐπιζητοῦντα καὶ «τοὺς ὀλύνθους» τῆς συκῆς ἰδεῖν ἐπιθυμοῦντα, ἀλλὰ | |
5 | κατέχειν μετὰ φόβου «τὸ μυστήριον τοῦ θεοῦ» ἐν καρδίᾳ, ἵνα μὴ αὐτὸς ὑφ’ ἑαυτοῦ τοῖς ἰδίοις χείλεσιν παγιδευθεὶς ἔνοχος γένηται τῆς ἰδίας ψυχῆς. | |
4.15.2 | Ἥξει γὰρ ὁ καιρός, ὅτε «ἀνθήσει τὸ ἀμύγδαλον» καὶ τραχυνθῇ «ἡ κάππαρις» «καὶ πληθυνθῇ ἡ ἀκρὶς» καὶ βλαστήσει ἡ συκῆ καὶ προκό‐ ψουσιν οἱ τῆς ἀποστασίας καρποί. Τότε «κλεισθήσεται ἡ | |
5 | θύρα» τῆς ζωῆς καὶ συντριβήσεται «ἡ ὑδρία ἐπὶ τὴν πηγὴν καὶ συντροχάσει ὁ τροχὸς ἐπὶ τὸν λάκκον» καὶ ἀργήσουσιν «αἱ ἀλήθουσαι, ὅτι ὠλιγώθησαν» καὶ ἐξεγερθήσονται πάντες ἀπὸ «φωνῆς τοῦ στρουθίου» καὶ ταραχθήσονται «πᾶσαι αἱ θυγατέρες τοῦ ᾄσματος» καὶ συναχθήσονται | 288 |
10 | «ἐν ἀγορᾷ οἱ κοπτόμενοι» καὶ ἀπελεύσεται «ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ.» | |
4.16.1 | Ἀλλ’ ἐρεῖ τις, καὶ «πότε ταῦτα ἔσται»; ποίῳ δὲ καιρῷ ἢ χρόνῳ μέλλει γὰρ ὁ πλάνος ἀποκαλύπτεσθαι; καὶ ποία ἡ ἡμέρα τῆς τοῦ κυρίου ἐπιφανείας; | |
4.16.2 | Ἐπεζήτησαν ταῦτα μαθεῖν παρὰ τοῦ κυρίου ὁμοίως καὶ οἱ μαθηταί, ἀλλ’ ἀπέκρυψεν ἀπ’ αὐτῶν τὴν ἡμέραν, ἵνα ἐγρηγόρους αὐτούς τε καὶ πάντας πρὸς τὰ μέλλοντα καταστήσῃ, ἀεὶ μεριμνῶντας | |
5 | καὶ προσδοκῶντας τὸ καθ’ ἡμέραν τὸν ἐπουράνιον νυμφίον, μή ποτε διὰ τὴν μακροημερίαν ἀμελήσαντες τῶν ὑπ’ αὐτοῦ προστεταγμένων, «χρονίζοντος» αὐτοῦ, ἀπονυστάξαντες οἱ ἄνθρωποι ἐκπέσωσιν τῆς ἐπουρανίου ζωῆς. | |
4.16.3 | «Γρηγο‐ ρεῖτε» γὰρ λέγει «οὐ γὰρ οἴδατε ποίᾳ ἡμέρᾳ ἢ ὥρᾳ ὁ κύριος ὑμῶν ἔρχεται, ἢ ὀψέ, ἢ μεσονυκτίῳ, ἢ πρωί.» | |
4.16.4 | Διὰ τοῦτο λέγει· «Μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθῶν ὁ κύριος αὐτοῦ εὑρήσει γρηγοροῦντα· ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Ἐὰν δὲ | |
5 | εἴπῃ ὁ κακὸς δοῦλος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν μετὰ τῶν μεθυόντων, ἥξει ὁ κύριος αὐτοῦ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ | |
10 | τῶν ἀπίστων θήσει· ἐκεῖ γὰρ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.» «Διὰ τοῦτο» «λέγω ὑμῖν· γρηγορεῖτε.» | |
4.16.5 | Ταῦτα μὲν οὖν ἐν τῷ εὐαγγελίῳ αὐτὸς ὁ κύριος ἡμῶν διδάσκων τοὺς μαθητὰς ἀπεφήνατο. | |
4.16.6 | Ὁμοίως | |
δὲ καὶ μετὰ τὴν ἀνάστασιν αὐτοῦ τὰ αὐτὰ προσελθόντες οἱ μαθηταὶ «ἐπηρώτων αὐτὸν λέγοντες· κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τοῦ Ἰσραήλ; ὁ δὲ | 290 | |
5 | εἶπεν πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστὶν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν τῇ Γαλιλαίᾳ καὶ πάσῃ χώρᾳ τῆς Σαμαρείας καὶ ἕως ἐσχάτου τῆς γῆς.» | |
4.17.1 | Ἐπεὶ οὖν ἀπέκρυψεν ἀπ’ αὐτῶν τὴν ἡμέραν, διὰ δὲ τῶν σημείων τῶν γινομένων, δι’ ὧν εὐκόλως ἐπιγνώσεται ὁ ἄνθρωπος, ἐξεῖπεν, νοεῖν ὀφείλομεν τὰ κατὰ καιρὸν συμβαίνοντα καὶ εἰδότες σιωπᾶν. | |
4.17.2 | Δεῖ δὲ αὐτὰ γενέσθαι κἂν ἡμεῖς μὴ θέλωμεν· ἡ γὰρ ἀλήθεια οὐδέποτε ψεύδεται. | |
4.17.3 | Ὥσπερ δὲ εἶπεν περὶ τῆς Ἱερουσαλὴμ πόλεως, καὶ ἐπῆλθεν ἐπ’ αὐτὴν τὰ εἰρημένα· «Ὅταν γὰρ ἴδητε, φησί, κυκλουμένην τὴν Ἱερουσαλὴμ ὑπὸ στρατοπέδων, τότε γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς», οὕτως καὶ τὸ | |
5 | νῦν προσδοκᾶν χρῆ. | |
4.17.4 | «Ὅταν γὰρ ἴδητε, φησίν, τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ—ὁ ἀναγινώσκων νοείτω—τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραί τι ἐκ τῆς | |
5 | οἰκίας αὐτοῦ, καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. Ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐκ ἐγένετο ἀπ’ ἀρχῆς κόσμου οὐδὲ μὴ γένηται. Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι | |
10 | ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ.» | |
4.17.5 | Φανερὸν οὖν ἐν τούτῳ ἐποίησεν ἡμῖν, ἵνα μηκέτι ἐν μηδενὶ ἀμφιβάλλωμεν. | |
4.17.6 | Καὶ πάλιν λέγει· ὅταν «ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως» ἑστὸς «ἐν τόπῳ ἁγίῳ» καὶ ὅταν ἴδητε τὴν | |
συκῆν προβάλλουσαν «τὰ φύλλα αὐτῆς, γινώσκετε ὅτι ἐγγύς ἐστιν τὸ θέρος· οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα πάντα | 292 | |
5 | γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.» | |
4.17.7 | Τοῦ οὖν βδελύγματος μηδέπω παραγενομένου, ἀλλ’ ἔτι τοῦ τετάρτου θηρίου μόνου κρατοῦντος, πῶς δύναται ἡ ἐπιφάνεια τοῦ κυρίου γενέσθαι; | |
4.17.8 | Ἀλλ’ ἐρεῖ τις· γέγραπται, ὅταν ἴδητε «πολέμους καὶ ἀκαταστασίας», τότε «γινώσκετε ὅτι ἐγγύς ἐστιν.» Ναί, γέγραπται· «Ἐγερθήσεται γὰρ, φησίν, ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται | |
5 | σεισμοὶ κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοί», ἅτινα ἤδη ἐγένοντο καὶ γενήσεται. | |
4.17.9 | «Ταῦτα δὲ πάντα», φησίν, «ἀρχαὶ ὠδίνων», «ἀλλ’ οὔπω τὸ τέλος.» «Πρῶτον γὰρ «δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον» τοῦ κυρίου ἐν ὅλῳ τῷ κόσμῳ «εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ οὕτως ἥξει | |
5 | τὸ τέλος», ὅταν ὁ σύμπας χρόνος πληρωθῇ. | |
4.18.1 | Διηγήσομαι γὰρ καὶ τὸ συμβὰν οὐ πρὸ πολλοῦ χρόνου ἐν τῇ Συρίᾳ. | |
4.18.2 | Προεστὼς γάρ τις τῆς ἐκεῖ ἐκκλη‐ σίας καὶ μὴ ἐμπόνως ἐντυγχάνων ταῖς θείαις γραφαῖς μηδὲ τῇ φωνῇ τοῦ κυρίου ἀκολουθήσας ἐπλανήθη καὶ αὐτὸς καὶ ἑτέρους ἐπλάνησεν. | |
4.18.3 | Τοῦ γὰρ κυρίου εἰπόντος «ἐξεγερ‐ θήσονται πολλοὶ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα, ὥστε πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς»· «τότε ἐάν τις εἴπῃ ὑμῖν· ἰδοὺ ὧδε ὁ | |
5 | Χριστός, ἢ ὧδε, μὴ πιστεύσητε»· «ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ εἰσήλθητε», ταῦτα μὴ νοήσας ἐκεῖνος, ἔπεισε πολλοὺς τῶν ἀδελφῶν μετὰ γυναικῶν καὶ τέκνων εἰς συνάντησιν τῷ Χριστῷ ἐξελθεῖν εἰς τὴν ἔρημον, οἳ καὶ ἐπλανῶντο ἐν τοῖς ὄρεσιν καὶ ἐν ταῖς | |
10 | ὁδοῖς εἰκῇ πλαζόμενοι· ὥστε μικροῦ δεῖν ὡς λῃστὰς αὐτοὺς συλληφθέντας πάντας ὑπὸ τοῦ ἡγεμόνος ἀναιρεθῆναι, εἰ μὴ | |
ἔτυχεν ἡ τούτου γυνὴ οὖσα πιστή, καὶ ὑπ’ αὐτῆς παρα‐ κληθεὶς κατέστειλε τὸ πρᾶγμα, ἵνα μὴ δι’ αὐτοὺς διωγμὸς πᾶσιν ἐπιγένηται. | 294 | |
4.18.4 | Πόση αὐτῶν μωρία καὶ ἀπαιδευσία, ἵνα ἐν τῇ ἐρήμῳ τὸν Χριστὸν ζητῶσιν, ὃν τρόπον καὶ ἐπὶ Ἐλι‐ σαίου τοῦ προφήτου οἱ υἱοὶ τῶν προφητῶν ἀναληφθέντα τὸν Ἠλίαν ἐπὶ τρεῖς ἡμέρας ἐν τοῖς ὄρεσιν ἐζήτουν. | |
4.18.5 | Εἰπόν‐ τος οὖν τοῦ κυρίου; «ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνει ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου», —ἐν τούτῳ σημαίνων | |
5 | ἑαυτὸν εὐδήλως καὶ προφανῶς «μετὰ δυνάμεως καὶ δόξης» πατρικῆς ἀπὸ οὐρανῶν μέλλειν παραγίνεσθαι, —οὗτοι ἐν τοῖς ὄρεσιν καὶ ἐν τῇ ἐρήμῳ αὐτὸν ἐζήτουν. | |
4.18.6 | Οὐ γὰρ οὕτως ἔσται ἡ δευτέρα αὐτοῦ παρουσία ὁποία ἡ πρώτη ἐγένετο. Τότε γὰρ ὡς εὐτελὴς ἄνθρωπος μόνον ἐφαίνετο, νυνὶ δὲ κριτὴς τοῦ παντὸς κόσμου παραγίνεται, καὶ τότε | |
5 | παρεγένετο σῶσαι τὸν ἄνθρωπον, νῦν δὲ παραγίνεται κολάσαι πάντας ἁμαρτωλοὺς καὶ τοὺς εἰς αὐτὸν ἠσεβηκότας. | |
4.18.7 | Ταῦ‐ τα δὲ λέγομεν πρὸς στηριγμὸν τῶν πιστῶν ἀδελφῶν, ἵνα μὴ προλαμβάνωσιν τὴν βουλὴν τοῦ θεοῦ, γινώσκων εἷς ἕκαστος ὅτι ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃ ἐκτοῦ κόσμου τούτου «ἤδη κέκριται»· | |
5 | ἔφθασεν γὰρ ἐπ’ αὐτὸν ἡ συντέλεια. | |
4.19.1 | Ἕτερος δέ τις ὁμοίως ἐν τῷ Πόντῳ, καὶ αὐτὸς προεστὼς ἐκκλησίας, εὐλαβὴς μὲν ἀνὴρ καὶ ταπεινόφρων, μὴ προσέχων δὲ ἀσφαλῶς ταῖς γραφαῖς, ἀλλὰ τοῖς ὁράμασιν οἷς αὐτὸς ἑώρα μᾶλλον ἐπίστευεν. | |
4.19.2 | Ἐπιτυχὼν γὰρ ἐφ’ ἑνὶ καὶ δευτέρῳ καὶ τρίτῳ ἐνυπνίῳ, ἤρξατο λοιπὸν προλέγειν τοῖς ἀδελφοῖς ὡς προφήτης· τόδε εἶδον καὶ τόδε μέλλει γίνεσθαι. | |
4.19.3 | Καὶ δή ποτε πλανηθεὶς εἶπεν· γινώσκετε, ἀδελφοί, ὅτι μετὰ ἐνιαυτὸν ἡ κρίσις μέλλει γίνεσθαι. | |
4.19.4 | Οἱ δὲ ἀκούσαντες αὐτοῦ προλέγοντος, ὡς ὅτι «ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου», μετὰ κλαυθμῶν καὶ ὀδυρμῶν ἐδέοντο τοῦ κυρίου νυκτὸς καὶ ἡμέρας πρὸ ὀφθαλμῶν ἔχοντες τὴν | 296 |
5 | ἐπερχομένην τῆς κρίσεως ἡμέραν. | |
4.19.5 | Καὶ εἰς τοσοῦτον ἤγαγεν φόβον καὶ δειλίαν τοὺς ἀδελφούς, ὥστε ἐᾶσαι αὐτῶν τὰς χώρας καὶ τοὺς ἀγροὺς ἐρήμους τά τε κτήματα αὐτῶν οἱ πλείους κατεπώλεσαν. | |
4.19.6 | Ὁ δὲ ἔφη αὐτοῖς· ἐὰν μὴ γένηται καθὼς εἶπον, μηκέτι μηδὲ ταῖς γραφαῖς πιστεύσητε, ἀλλὰ ποιείτω ἕκαστος ὑμῶν ὃ βούλεται. | |
4.19.7 | Τῶν δὲ προσδο‐ κώντων μὲν τὸ ἀποβησόμενον καὶ τοῦ ἐνιαυτοῦ πληρωθέντος, μηδενὸς δὲ ὧν ἐκεῖνος ἔλεγεν συμβάντος, αὐτὸς μὲν κατῃσχύνθη ὡς ψευσάμενος, αἱ δὲ γραφαὶ ἐφάνησαν ἀληθεύ‐ | |
5 | ουσαι, οἱ δὲ ἀδελφοὶ εὑρέθησαν σκανδαλιζόμενοι, ὥστε λοιπὸν τὰς παρθένους αὐτῶν γῆμαι καὶ τοὺς ἄνδρας ἐπὶ τὴν γεωργίαν χωρῆσαι· οἱ δὲ εἰκῇ τὰ ἑαυτῶν κτήματα πωλή‐ σαντες εὑρέθησαν ὕστερον ἐπαιτοῦντες. | |
4.20.1 | Ταῦτα συμβαίνει τοῖς ἰδιώταις καὶ ἐλαφροῖς ἀνθρώποις, ὅσοι ταῖς μὲν γραφαῖς ἀκριβῶς οὐ προσέχουσιν, ταῖς δὲ ἀνθρωπίναις παραδόσεσιν καὶ ταῖς ἑαυτῶν πλάναις καὶ τοῖς ἑαυτῶν ἐνυπνίοις καὶ μυθολογίαις καὶ λόγοις | |
5 | γραῴδεσι μᾶλλον πείθονται. | |
4.20.2 | Καὶ γὰρ τοῖς υἱοῖς Ἰσραὴλ τὸ ὅμοιον συνέβη· τὸν μὲν «τοῦ θεοῦ» νόμον ἐξουθενοῦν‐ τες παρεγράφοντο, ταῖς δὲ «τῶν πρεσβυτέρων» παραδό‐ σεσιν εὐαρεστοῦντες ὑπετάσσοντα. | |
4.20.3 | Καὶ νῦν δέ τινες τὰ ὅμοια τολμῶσιν «προσέχοντες» ὁράμασι ματαίοις «καὶ διδασκαλίαις δαιμονίων» καὶ ἐν σαββάτῳ καὶ κυριακῇ πολλάκις νηστείαν ὁρίζοντες, ἥνπερ ὁ Χριστὸς οὐχ ὥρισεν, | 298 |
5 | ἵνα τὸ τοῦ Χριστοῦ εὐαγγέλιον ἀτιμάσωσιν. | |
4.21.1 | Ἐπεὶ οὖν τὰ τοῦ κυρίου ῥήματά ἐστιν ἀληθῆ, «πᾶς δὲ ἄνθρωπος ψεύστης», καθὼς γέγραπται, ἴδωμεν εἰ καὶ ὁ ἀπόστολος Παῦλος σύμφωνός ἐστιν τοῖς τοῦ κυρίου ῥήμασιν. | |
4.21.2 | Γράφων γὰρ πρὸς Θεσσαλονικεῖς καὶ παραινῶν τούτοις ἀεὶ μὲν γρηγορεῖν καὶ προσκαρτερεῖν ταῖς εὐχαῖς, μηδέπω δὲ τὴν ἡμέραν τῆς κρίσεως προσδοκᾶν διὰ τὸ τὸν καιρὸν μήπω πεπληρῶσθαι, οὕτως ἔφη· «Ἐρωτῶμεν δὲ | |
5 | ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου, ἵνα μὴ θορυβῆσθε μήτε διὰ λόγου μήτε δι’ ἐπιστολῆς ὡς ἐξ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα κυρίου. Μηδεὶς ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ πρῶτον ἔλθῃ ἡ ἀποστασία καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς | |
10 | ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ὑπὲρ πάντα θεὸν λεγόμενον, ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶν θεός. Οὐ μνημο‐ νεύετε, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; καὶ νῦν τὸ κατέχον οἴδατε εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ | |
15 | καιρῷ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς πλάνης, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφ‐ θήσεται ὁ ἄνομος. ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ | |
20 | σατανᾶ.» | |
4.21.3 | Τίς οὖν ἐστιν ὁ κατέχων ἕως ἄρτι, ἀλλ’ ἢ τὸ τέταρτον θηρίον, οὗ μετατεθέντος καὶ ἐκ μέσου γεναμένου ἐλεύσεται ὁ πλάνος; | |
4.21.4 | Ἀλλὰ πάντως ζητεῖς περίεργος ὢν πόσα ἔτη περιλείπεται τῷ θηρίῳ, ἵνα μεταρθῇ, μὴ νοῶν ὅτι ταῦτα ζητῶν ἑαυτῷ τὸν κίνδυνον ἐπιζητεῖς καὶ τάχιον τὴν κρίσιν ἰδεῖν ἐπιθυμεῖς. | 300 |
4.21.5 | «Οὐαὶ», γάρ φησιν, «οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν κυρίου», «καὶ αὕτη ἐστὶν σκότος καὶ οὐ φῶς. Ὃν τρόπον ἐάν τις ἐκφύγῃ ἀπὸ προσώπου λέοντος, καὶ ἀπαντήσῃ αὐτῷ ἄρκτος, καὶ εἰσπηδήσῃ εἰς τὸν | |
5 | οἶκον αὐτοῦ, καὶ ἀπερείσῃ τὰς χείρας πρὸς τὸν τοῖχον καὶ δάκνῃ αὐτὸν ὄφις. Οὐχὶ τοιαύτη ἡ ἡμέρα τοῦ κυρίου σκότος καὶ οὐ φῶς; καὶ γνόφος οὐκ ἔχων φέγγος;» | |
4.22.1 | Τί δέ σοι καὶ τοὺς χρόνους περιεργάζεσθαι καὶ τὴν ἡμέραν ἐπιζητεῖν, ὁπότε ἀπέκρυψεν ἀφ’ ἡμῶν ταύτην ὁ σωτήρ; Εἰπέ μοι εἰ γινώσκεις τὴν ἡμέραν τῆς ἐξόδου σου, ἵνα τὴν συντέλειαν τοῦ παντὸς κόσμου πολυπραγμονήσῃς. | |
4.22.2 | Εἰ μὴ δὲ ἐμακροθύμει ὁ θεὸς ἐφ’ ἡμῖν διὰ τὴν ὑπερβάλ‐ λουσαν αὐτοῦ εὐσπλαγχνίαν, πάλαι ἂν τὰ πάντα ἐξήλειπτο. | |
4.22.3 | Ἀνάγνωθι τὸ εἰρημένον ὑπὸ Ἰωάννου ἐν τῇ Ἀποκαλύψει· «Καὶ εἶδον τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὸ ὄνομα Ἰησοῦ ὑποκάτω τοῦ θυσιαστηρίου καὶ ἐβόησαν καὶ εἶπαν πρὸς τὸν θεόν· ἕως πότε, κύριε ὁ θεὸς ἡμῶν, οὐ κρίνεις | |
5 | καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἀπὸ τῶν κατοικούντων ἐπὶ τῆς | |
γῆς; καὶ ἐδόθησαν αὐτοῖς στολαὶ λευκαὶ καὶ ἐρρέθη αὐτοῖς, ἵνα περιμείνωσιν χρόνον ἔτι μικρόν, ὅπως οἱ σύνδουλοι αὐτῶν πληρώσωσιν τὴν μαρτυρίαν αὐτῶν οἱ μέλλοντες ἀποκτείνεσθαι ὡς καὶ αὐτοί.» | 302 | |
4.22.4 | Εἰ οὖν τοῖς μάρτυσι προσετάγη μακροθυμεῖν, οἵτινες τὸ ἴδιον αἷμα ὑπὲρ τοῦ Χριστοῦ ἐξέχεαν, διὰ τί καὶ σὺ οὐ μακροθυμεῖς, ἵνα καὶ ἕτεροι σωθῶσιν καὶ ὁ ἀριθμὸς τῶν κλητῶν ἁγίων πληρωθῇ; | |
4.23.1 | Ἵνα δὲ μηδὲ ἐν τούτῳ ἀναπόδεικτον καταλείψω‐ μεν τὸ προκείμενον διὰ τὸ λίχνον εἶναι τὸν ἄνθρωπον, ἀναγκαζόμενοι ὃ μὴ ἔξεστιν εἰπεῖν παρὰ βίαν λέγομεν. | |
4.23.2 | Οἱ γὰρ χρόνοι ἀπὸ καταβολῆς κόσμου καὶ ἀπὸ Ἀδὰμ καταριθμούμενοι εὔδηλα ἡμῖν παριστῶσι τὰ ζητούμενα. | |
4.23.3 | Ἡ γὰρ πρώτη παρουσία τοῦ κυρίου ἡμῶν ἡ ἔνσαρκος, ἐν ᾗ γεγέννηται ἐν Βηθλεέμ, ἐγένετο πρὸ ὀκτὼ καλανδῶν ἰανουαρίων, ἡμέρᾳ τετράδι, βασιλεύοντος Αὐγούστου τεσσα‐ ρακοστὸν καὶ δεύτερον ἔτος, ἀπὸ δὲ Ἀδὰμ πεντακισχιλιοστῷ | |
5 | καὶ πεντακοσιοστῷ ἔτει· ἔπαθεν δὲ τριακοστῷ τρίτῳ ἔτει πρὸ ὀκτὼ καλανδῶν ἀπριλίων, ἡμέρᾳ παρασκευῇ, ὀκτωκαι‐ δεκάτῳ ἔτει Τιβερίου Καίσαρος, ὑπατεύοντος Ῥούφου καὶ Ῥουβελλίωνος. | |
4.23.4 | Δεῖ οὖν ἐξ ἀνάγκης τὰ ἑξακισχίλια ἔτη πληρωθῆναι, ἵνα ἔλθῃ τὸ σάββατον, ἡ κατάπαυσις, ἡ ἁγία ἡμέρα, ἐν ᾗ «κατέπαυσεν» ὁ θεὸς «ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ποιεῖν.» | |
4.23.5 | Τὸ σάββατον τύπος ἐστὶν καὶ εἰκὼν τῆς μελλούσης βασιλείας τῶν ἁγίων, ἡνίκα συμβασιλεύσουσιν τῷ Χριστῷ, παραγινομένου αὐτοῦ ἀπ’ οὐρανῶν, ὡς Ἰωάννης ἐν τῇ Ἀποκαλύψει αὐτοῦ διηγεῖται. | |
5 | Ἡμέρα γὰρ κυρίου «ὡς χίλια ἔτη.» | |
4.23.6 | Ἐπεὶ οὖν ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὰ πάντα, δεῖ τὰ ἑξακισχίλια ἔτη πληρωθῆναι· οὐδέπω γὰρ πεπλήρωνται, ὡς Ἰωαννῆς λέγει· «Οἱ πέντε ἔπεσον, ὁ εἷς ἔστιν», τοῦτ’ ἔστιν ὁ ἕκτος, «ὁ | 304 |
5 | ἄλλος οὔπω ἦλθεν», τὸν ἄλλον δὲ λέγων τὸν ἕβδομον διηγεῖται, ἐν ᾧ ἔσται ἡ κατάπαυσις. | |
4.24.1 | Ἀλλὰ πάντως ἐρεῖ τις· πῶς μοι ἀποδείξεις εἰ πεντακισχιλιοστῷ καὶ πεντακοσιοστῷ ἔτει ἐγεννήθη ὁ σωτήρ; | |
4.24.2 | Εὐκόλως διδάχθητι, ὦ ἄνθρωπε· τὰ γὰρ ἐν τῇ ἐρήμῳ πάλαι ὑπὸ Μωϋσέως περὶ τὴν σκηνὴν γεγενημένα τύποι καὶ εἰκόνες τῶν πνευματικῶν ἐτελοῦντο μυστηρίων, ἵνα ἐλθούσης ἐπ’ ἐσχάτων τῆς ἀληθείας ἐν Χριστῷ, ταῦτα πεπληρωμένα | |
5 | νοῆσαι δυνηθῇς. | |
4.24.3 | Φησὶν γὰρ πρὸς αὐτόν· «Καὶ ποιήσεις τὴν κιβωτὸν ἐκ ξύλων ἀσήπτων», «καὶ καταχρυσώσεις αὐτὴν χρυσίῳ καθαρῷ ἔσωθεν καὶ ἔξωθεν, καὶ ποιήσεις» «τὸ μῆκος» αὐτῆς «δύο πήχεων καὶ ἡμίσεως» καὶ τὸ | |
5 | εὖρος αὐτῆς «πήχεως καὶ ἡμίσεως» καὶ «τὸ ὕψος» αὐτῆς «πήχεως καὶ ἥμισυ.»· ὅπερ συναγόμενον τὸ μέτρον ποιεῖ πήχεις πέντε ἥμισυ, ἵνα δειχθῇ τὰ πεντακισχίλια πεντακόσια ἔτη, ἐν ᾧ χρόνῳ παρὼν ὁ σωτὴρ ἐκ τῆς παρθένου τὴν κιβωτόν, τὸ ἴδιον σῶμα, ἐν τῷ κόσμῳ προσήνεγκεν χρυσίῳ | |
10 | καθαρῷ κεχρυσωμένην ἔνδοθεν μὲν τῷ λόγῳ, ἔξωθεν δὲ τῷ πνεύματι τῷ ἁγίῳ. Ὥστε ἀποδέδεικται ἡ ἀλήθεια καὶ πεφα‐ νέρωται ἡ κιβωτός. | |
4.24.4 | Ἀπὸ γενέσεως οὖν Χριστοῦ δεῖ ψηφίζειν πεντακόσια ἔτη τὰ ἐπίλοιπα εἰς συμπλήρωσιν τῶν ἑξακισχιλίων ἐτῶν, καὶ οὕτως ἔσται τὸ τέλος. | |
4.24.5 | Ὅτι δὲ πέμπτῳ καὶ ἡμίσει καιρῷ παρῆν ὁ σωτὴρ ἐν τῷ κόσμῳ φέρων τὴν ἄσηπτον κιβωτόν, τὸ ἴδιον σῶμα, λέγει ὁ Ἰωάν‐ νης «ἦν δὲ ὥρα ἕκτη», ἵνα τὸ ἥμισυ τῆς ἡμέρας ἐπιδείξῃ, | |
5 | ἡμέρα δὲ κυρίου «χίλια ἔτη»· τούτων οὖν τὸ ἥμισυ γίνεται πεντακόσια. | 306 |
4.24.6 | Οὐ γὰρ ἐνεδέχετο τάχιον αὐτὸν παρεῖναι· ἔτι γὰρ βάρος νόμου ἦν· οὐδὲ αὖ ἕκτης πεπλη‐ ρωμένης· κλείεται γὰρ τὸ λουτρόν· ἀλλὰ πέμπτης καὶ ἡμισείας, ἵνα ἐν τῷ ἐπιλοίπῳ ἡμίσει χρόνῳ εἰς πάντα τὸν | |
5 | κόσμον τὸ εὐαγγέλιον κηρυχθῇ καὶ πληρωθείσης τῆς ἕκτης ἡμέρας παύσῃ τὸν νῦν βίον. | |
4.24.7 | Ἐπειδὴ γὰρ οἱ μὲν Πέρσαι διεκράτησαν βασιλεύοντες ἔτη διακόσια τριάκοντα, καὶ μετὰ τούτους οἱ Ἕλληνες ἅτε δὴ ἐνδοξότεροι ὑπάρχοντες ἔτη τριακόσια, ἐξ ἀνάγκης δεῖ τὸ τέταρτον θηρίον ὡς ἰσχυρὸν | |
5 | καὶ μεῖζον πάντων τῶν ἔμπροσθεν αὐτοῦ γενομένων βασι‐ λεῦσαι ἔτη πεντακόσια, ὧν καιρῶν συμπληρουμένων καὶ τῶν δέκα κεράτων ἐπ’ ἐσχάτων ἐξ αὐτοῦ ἐγειρομένων, ἀναφανή‐ σεται ἐν αὐτοῖς ὁ ἀντίχριστος, περὶ οὗ ἔμπροσθεν λόγον ἐποιησάμεθα. | |
4.24.8 | Τούτου πολεμοῦντος καὶ διώκοντος τοὺς ἁγίους, τότε δεῖ προσδοκᾶν ἀπ’ οὐρανῶν τὴν ἐπιφάνειαν τοῦ κυρίου, ἵνα ὁ «βασιλεὺς τῶν βασιλέων» φανερῶς πᾶσιν ἐπιδειχθῇ καὶ ὁ κριτὴς τῶν κριτῶν μετὰ παρρησίας καὶ | |
5 | δόξης ἐρχόμενος σημανθῇ. | |
4.24.9 | Ὅσα γὰρ ἤδη παρὰ θεοῦ προωρίσθη γενέσθαι, καὶ ἀπὸ τῶν προφητῶν προκεκήρυκται, ταῦτα οὕτως καιροῖς ἰδίοις πληρωθήσεται. | |
4.25.1 | Παυσάμενος οὖν ὁ προφήτης τοῦ προκειμένου, ἐκδιδάξας ἡμᾶς μετὰ πάσης ἀκριβείας τῶν ἐσομένων τὴν ἀσφάλειαν, μετέβη πάλιν ἐπὶ τὴν τῶν Περσῶν καὶ Ἑλλήνων βασιλείαν, ἑτέραν ὅρασιν ἡμῖν διηγούμενος, ἥτις ἐγένετο | |
5 | καὶ ἐπληρώθη ἐν τοῖς ἰδίοις καιροῖς, ὅπως ἐν τούτῳ πιστοὺς ἡμᾶς καταρτίσας καὶ πρὸς τὰ μέλλοντα γίνεσθαι πιστοτέρους τῷ θεῷ παραστῆσαι δυνηθῇ. | 308 |
4.25.2 | Φησὶν γὰρ οὕτως· «Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτάσαρ τοῦ βασιλέως, ὅρασις ὤφθη ἐμοὶ Δανιὴλ μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν. Καὶ ἤμην ἐν Σούσοις τῇ βάρει, ἥ ἐστιν ἐν χώρᾳ Αἰλάμ, καὶ ἤμην | |
5 | ἐπὶ τοῦ Οὐβάλ. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς ἐπὶ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἕτερον ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ’ ἐσχάτων. Καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον· Καὶ πάντα τὰ θηρία | |
10 | οὐ στήσεται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ· καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη. Καὶ ἐγὼ ἤμην συνιῶν, καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλμῶν, καὶ ἦλθεν ἕως τοῦ | |
15 | κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστὼς ἀνὰ μέσον τοῦ Οὐβάλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ. Καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισεν τὸν κριόν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι | |
20 | ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπά‐ τησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. Καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα, καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη τέσσαρα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας | |
25 | ἀνέμους τοῦ οὐρανοῦ. Καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθεν κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς τὴν δύναμιν, καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ | |
οὐρανοῦ· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἄστρων καὶ συνεπάτησεν αὐτά. Καὶ ἕως ὁ ἀρχιστράτηγος | 310 | |
30 | ῥύσεται τὴν αἰχμαλωσίαν, καὶ δι’ αὐτὸν θυσία ἐταράχθη καὶ ἐγενήθη καὶ εὐωδώθη αὐτῷ. Καὶ τὸ ἅγιον ἐρημωθήσε‐ ται, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη καὶ ἐποίησεν καὶ κατευωδώθη. Καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ τῷ | |
35 | λαλοῦντι· ἕως πότε ἡ ὅρασις στήσεται καὶ ἡ θυσία ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται; καὶ εἶπεν αὐτῷ· ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι χίλιαι τριακόσιαι, καὶ ἀρθήσεται τὸ ἅγιον.» | |
4.26.1 | Ὅσα μὲν οὖν ἐν τῇ πρώτῃ ὁράσει διηγήσατο, ταῦτα πάλιν ἐκ δευτέρου ἄνωθεν ἐπεξηγεῖται πρὸς οἰκοδομὴν τῶν πιστευόντων. | |
4.26.2 | Τὸν γὰρ «κριὸν τὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον» Δαρεῖον λέγει τὸν βασιλέα τῶν Περσῶν, ὃς περιεγένετο πάντων τῶν ἐθνῶν· «Πάντα» γάρ φησιν «τὰ θηρία οὐ στήσονται ἐνώπιον | |
5 | αὐτοῦ.» | |
4.26.3 | Τὸν δὲ τράγον τῶν αἰγῶν τὸν ἐρχόμενον ἀπὸ λιβὸς Ἀλέξανδρον λέγει τὸν Μακεδόνα τὸν βασιλέα τῶν Ἑλλήνων. | |
4.26.4 | Τὸ οὖν ἐλθεῖν τὸν τράγον πρὸς τὸν κριὸν καὶ ἀγριωθῆναι πρὸς αὐτὸν καὶ τύψαι αὐτὸν ἐπὶ τὸ πρόσωπον καὶ συντρῖψαι καὶ ῥῖψαι αὐτὸν ἐπὶ τὴν γῆν καὶ καταπατῆσαι, τοῦτο σημαίνει, ὅπερ καὶ ἐγένετο· συνάψας γὰρ πόλεμον | |
5 | πρὸς τὸν Δαρεῖον ὁ Ἀλέξανδρος, ἴσχυσεν κατ’ αὐτοῦ καὶ περιεγένετο πάσης τῆς δυνάμεως αὐτοῦ, ἀνελὼν καὶ καταπα‐ τήσας τὸ στρατόπεδον αὐτοῦ. | |
4.26.5 | Ἔπειτα μετὰ τὸ ὑψωθῆναι τὸν τράγον τῶν αἰγῶν «συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα καὶ ἀνέβη τέσσαρα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ.» | |
4.26.6 | Κρατήσας γὰρ ὁ Ἀλέξανδρος πάσης τῆς γῆς Περσίδος καὶ ὑποτάξας αὐτούς, ὕστερον | |
τελευτᾷ, διελὼν τὴν βασιλείαν αὐτοῦ εἰς τέσσαρας ἀρχάς, ὡς ἐπάνω δέδεικται, τοῦτ’ ἔστιν Σελεύκῳ, Δημητρίῳ, Πτο‐ | 312 | |
5 | λεμαίῳ καὶ Φιλίππῳ, ἐξ ὧν ὑψώθη «κέρας ἓν» «καὶ ἐμε‐ γαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ.» | |
4.26.7 | Καὶ δι’ αὐτὸν θυσία, φησίν, ἐταράχθη» «καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη.» Γεγένηται γὰρ Ἀντίοχος, ὁ ἐπικληθεὶς Ἐπιφανής, ὢν ἐκ τοῦ γένους Ἀλεξάνδρου, βασιλεύς· βασιλεύσας δὲ τῆς | |
5 | Συρίας καὶ διαλαβὼν ὑφ’ ἑαυτὸν πᾶσαν τὴν Αἴγυπτον ὕστε‐ ρον «ἀνέβη ἐπὶ Ἱερουσαλήμ», «καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα» «καὶ ἔλαβεν» πάντας «τοὺς θησαυροὺς» τοὺς ἐν οἴκῳ κυρίου «καὶ τὴν λυχνίαν» τὴν χρυσῆν «καὶ τὴν τράπεζαν» καὶ «τὸ θυσιαστήριον», καὶ «ἐποίησεν» | |
10 | μεγάλην «φονοκτονίαν» ἐν τῇ γῇ «καὶ ἐλάλησεν» ὑπέ‐ ρογκα ῥήματα καὶ ἐκώλυσεν θυσίαν καὶ προσφοράν, καὶ ᾠκοδόμησεν «τεμένη καὶ εἰδωλεῖα» κατὰ τὴν πόλιν, καὶ ἔθυσαν «ὕεια καὶ κτήνη κοινά», ἵνα πληρωθῇ τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου· «Καὶ δι’ αὐτὸν θυσία ἐταράχθη», | |
15 | «καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη» «καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται», «ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι χίλιαι τριακόσιαι.» | |
4.26.8 | Συνέβη γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν τρία ἥμισυ ἔτη ἔρημον διαμεῖναι τὸ ἁγίασμα, ὡς πληρω‐ θῆναι ἡμέρας χιλίας τριακοσίας, μέχρις οὗ ἀναστὰς Ἰούδας ὁ Μακκαβαῖος μετὰ τὴν τελευτὴν Ματταθίου τοῦ πατρὸς | |
5 | αὐτοῦ ἀντέστη αὐτῷ καὶ ἐξέκοψεν τὰς παρεμβολὰς Ἀντιό‐ χου καὶ ἠλευθέρωσε τὴν πόλιν καὶ ἀνεκτήσατο τὰ ἅγια, καὶ ἀνεκαίνισαν αὐτὰ ποιήσαντες ἅπαντα κατὰ τὸν νόμον. | |
4.27.1 | Ὅτι δὲ ἀληθῆ ταῦτα γεγένηται, καθὼς εἴρηται, αὐτὸς Δανιὴλ μαρτυρεῖ. | |
4.27.2 | Φησὶν γὰρ οὕτως· «Καὶ ἐγένετο | |
ἐν τῷ ἰδεῖν με τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν καὶ ἰδοὺ ἔστη ἐνώπιόν μου ὡς ὅρασις ἀνδρός, καὶ ἤκουσα φωνῆς ἀνδρὸς ἀνὰ μέσον τοῦ Οὐβάλ, καὶ ἐκάλεσεν καὶ εἶπεν· Γαβριὴλ | 314 | |
5 | συνέτισον τὴν ὅρασιν ἐκεῖνον· καὶ ἦλθεν καὶ ἔστη ἐχόμενος τῆς στάσεώς μου, καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ εἶπεν πρός με· σύνες, υἱὲ ἀνθρώπου· ἔστι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις. Καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ’ ἐμοῦ ἐθαμβήθην καὶ πίπτω ἐπὶ πρόσω‐ | |
10 | πόν μου ἐπὶ τὴν γῆν, καὶ ἥψατό μου καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου καὶ εἶπεν· ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ’ ἐσχάτων τῆς ὀργῆς· ἔστι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις. Ὁ κριός, ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα, βασιλεὺς Περσῶν καὶ Μήδων ἐστίν· καὶ ὁ τράγος τῶν αἰγῶν βασιλεὺς | |
15 | Ἑλλήνων ἐστίν· καὶ τὸ κέρας τὸ μέγα ὃ ἦν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος. Καὶ τούτου συντριβέντος ἀνέστησαν ὑποκάτω αὐτοῦ κέρατα τέσσαρα· τέσσαρες βασιλεῖς ἐκ τοῦ ἔθνους αὐτοῦ ἀναστή‐ σονται καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ. Καὶ ἐπ’ ἐσχάτων τῆς | |
20 | βασιλείας αὐτῶν πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν ἀναστή‐ σεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνιῶν προβλήματα, καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ καὶ θαυμαστὰ διαφθερεῖ καὶ κατευθυνεῖ καὶ ποιήσει, καὶ διαφθε‐ ρεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον, καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ | |
25 | κατευθυνεῖ. Δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείᾳ πολλῶν στήσεται καὶ ὡς ὠὰ ἐν χειρὶ συντρίψει. Καὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωίας, τῆς ῥηθείσης ἀληθής ἐστιν· καὶ σὺ σφράγισον τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλάς. | |
30 | Καὶ ἐγὼ Δανιὴλ ἐκοιμήθην καὶ ἐμαλακίσθην, καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως, καὶ ἐθαύμαζον τὴν ὅρα‐ | |
σιν καὶ οὐκ ἦν ὁ συνιῶν.» | 316 | |
4.28.1 | Ἐπειδὴ οὖν καὶ ὁ ἄγγελος Γαβριὴλ καθὼς ὑφ’ ἡμῶν νενόηται οὕτως ταῦτα διηγήσατο τῷ προφήτῃ, καθὼς καὶ ἐγένετο καὶ ἐν τοῖς Μακκαβαϊκοῖς σαφῶς πάντα ἀναγέγραπται, ἴδωμεν ἐν ταῖς ἑβδομάσιν τί λέγει. | |
4.28.2 | Οὗτος γὰρ ἀναγνοὺς τὴν βίβλον Ἱερεμίου τοῦ προφήτου, ἐν ᾗ γέγραπται «ἑβδομήκοντα ἔτη» ἔρημον ἔσεσθαι τὸ ἁγί‐ ασμα, ἐν νηστείαις καὶ δεήσεσιν ἐξομολογούμενος ἱκέτευεν, | |
5 | τάχιον ἐπιστρέψαι τὸν λαὸν ἐκ τῆς αἰχμαλωσίας εἰς τὴν Ἱερουσαλὴμ πόλιν. | |
4.28.3 | Οὕτως οὖν διηγούμενος λέγει· «Ἐν τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ἀσουήρου ἀπὸ τοῦ σπέρ‐ ματος Μήδων, ὃς ἐβασίλευσεν ἐπὶ τὴν βασιλείαν τῶν Χαλδαίων, ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν | |
5 | τῶν ἐτῶν, ὡς ἐγενήθη λόγος κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλὴμ ἑβδο‐ μήκοντα ἔτη. Καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύριον τὸν θεόν, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δεήσεις ἐν νηστείαις καὶ σάκκῳ καὶ προσευξάμην πρὸς κύριον τὸν θεόν μου καὶ | |
10 | ἐξωμολογησάμην καὶ εἶπα· κύριε, ὁ θεὸς ὁ μέγας καὶ θαυ‐ μαστός, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσίν σε καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολάς σου, ἡμάρ‐ τομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, καὶ ἀπέστημεν καὶ ἐξεκλί‐ ναμεν ἀπὸ τῶν ἐντολῶν σου καὶ ἀπὸ τῶν κριμάτων σου, καὶ | |
15 | οὐκ εἰσηκούσαμεν τῶν δούλων σου καὶ ἀπὸ τῶν κριμάτων τῶν προφητῶν, οἳ ἐλάλουν ἐν τῷ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν καὶ τοὺς ἄρχοντας ἡμῶν καὶ πατέρας ἡμῶν | |
καὶ πάντα τὸν λαὸν τῆς γῆς. Σοὶ δέ, κύριε, ἡ δικαιοσύνη καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη ἀνδρὶ | 318 | |
20 | Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ.» | |
4.29.1 | Ταῦτα μὲν οὖκ ἐκ προσώπου τοῦ λαοῦ ἐξομολο‐ γούμενος διηγεῖται, ἀναγγέλων τὰ τοῦ λαοῦ καὶ τὰ τῶν πατέ‐ ρων αὐτῶν ἁμαρτήματα, οἳ οὐκ ἤκουον «τῶν δούλων αὐτοῦ τῶν προφητῶν», οἳ ἐπέμποντο πρὸς αὐτοὺς λαλεῖν | |
5 | ἐν τῷ ὀνόματι τοῦ κυρίου. | |
4.29.2 | Καὶ διεξαγγέλλοντος αὐτοῦ πᾶσαν τὴν δέησιν ἐν ταπεινοφροσύνῃ καὶ νηστείαις καὶ σάκκῳ, ἐξαπεστάλη πρὸς αὐτὸν ὁ ἄγγελος Γαβριήλ, ὅπως αὐτὸν συνετίσῃ πρὸς τὰ ὑπ’ αὐτοῦ ζητούμενα. | |
4.29.3 | Φησὶν γὰρ Δανιὴλ οὕτως· «Καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἐναντίον κυρίου τοῦ | |
5 | θεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου, καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ἀνὴρ Γαβριήλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος, καὶ ἥψατο μου ὡσεὶ ὥρᾳ θυσίας ἑσπερινῆς καὶ συνέτισέν με καὶ ἐλάλησεν μετ’ ἐμοῦ καὶ εἶπεν· Δανιήλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν· ἐν | |
10 | ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ». | |
4.30.1 | Ὅρα πῶς ὁ προφήτης τὴν ὀξύτητα τῶν ἀγγέλων πετεινῷ πτερωτῷ ὡμοίωσεν διὰ τὸ κοῦφον καὶ ἐλαφρὸν τῶν ἀγγέλων, οἵτινές «εἰσιν» «πνεύματα» πετόμενα ταχέως, πρὸς τὰ κελευόμενα ὑπακούοντα, ὡς Σολομὼν λέγει· «Μὴ | |
5 | καταράσῃ ἐν ταμείῳ σου βασιλέα, μή ποτε πετεινὸν πτερω‐ τὸν ἀποίσει τοὺς λόγους σου πρὸς αὐτὸν.» | |
4.30.2 | Φησὶν οὖν πρὸς αὐτὸν Γαβριὴλ οὕτως· ἀφ’ ἧς ἡμέρας ἔδωκας τὸ πρόσω‐ πόν σου ταπεινωθῆναι πρὸ προσώπου κυρίου τοῦ θεοῦ σου εἰσηκούσθη ἡ δέησίς σου καὶ ἀπεστάλην ἐγὼ συνετίσαι σε, | 320 |
5 | ἵνα μὴ πρὸ καιροῦ καιρὸν ἐπιζητῇς· «Ἀνὴρ» γὰρ «ἐπι‐ θυμιῶν σὺ εἶ»· ταῦτα γὰρ ἰδεῖν ἐπιθυμεῖς, ἅπερ μέλλεις δι’ ἐμοῦ διακονεῖσθαι· καιρῷ δὲ ἰδίῳ ταῦτα πληρωθήσεται. Καὶ ἐπήνεγκεν λέγων· «Ἑβδομήκοντα ἑβδομάδες συνετμή‐ θησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ | |
10 | συντελεσθῆναι ἁμαρτίας καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι ἀδικίας καὶ τοῦ ἐξιλάσασθαι ἀνομίας καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων· καὶ γνώσει καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκο‐ | |
15 | δομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο.» | |
4.30.4 | Ἑβδομήκοντα οὖν ἑβδομάδας ὀνομάσας διεῖλεν αὐτὰς εἰς δύο, ἵνα μᾶλλον νοηθῇ τὸ ὑπ’ αὐτοῦ πρὸς τὸν προφήτην λαλούμενον. | |
4.30.5 | Φησὶν γὰρ οὕτως· «Ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτά,» ἅ ἐστιν ἔτη τεσσαράκοντα ἐννέα· εἰκοστῷ γὰρ καὶ πρώτῳ ἔτει θεωρεῖ ταῦτα ἐν Βαβυλῶνι Δανιήλ. | |
4.30.6 | Τῶν οὖν τεσσαρά‐ κοντα ἐννέα ἐτῶν πρὸς τῷ εἰκοστῷ πρώτῳ ἔτει ψηφιζομέ‐ νων, πληροῦνται ἑβδομήκοντα ἔτη, ἅπερ εἴρηκεν ὁ μακάριος προφήτης Ἱερεμίας, ὅτι «ἑβδομήκοντα ἔτη» ἔσται ἔρημον | |
5 | τὸ ἁγίασμα ἀπὸ τῆς αἰχμαλωσίας τῆς γενομένης αὐτοῖς ἐπὶ Ναβουχοδονόσορ, καὶ μετὰ ταῦτα ἐπιστρέψει ὁ λαός, καὶ προσενεχθήσεται θυσία καὶ προσφορὰ «Χριστοῦ ἡγουμένου» αὐτῶν. | |
4.30.7 | Χριστοῦ δὲ τίνος λέγει, ἀλλ’ ἢ Ἰησοῦ τοῦ Ἰωσε‐ δέκ, ὃς ὑπέστρεψεν ἅμα τῷ λαῷ τότε, καὶ ἑβδομηκοστῷ | |
ἔτει οἰκοδομηθέντος τοῦ ἁγιάσματος προσήνεγκεν θυσίαν κατὰ τὸν νόμον; | 322 | |
4.30.8 | Πάντες γὰρ οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς χριστοὶ προσηγορεύοντο διὰ τὸ χρίεσθαι αὐτοὺς τῷ ἐλαίῳ τῷ ἁγίῳ, ὃ ἐσκεύασεν πάλαι Μωσῆς. | |
4.30.9 | Οὗτοι οὖν τὸ κύριον ὄνομα ἔφερον μεθ’ ἑαυτῶν τὸν τύπον προμηνύοντες καὶ τὴν εἰκόνα προφαίνοντες, ἕως οὗ ὁ ἀπ’ οὐρανῶν τέλειος βασιλεὺς καὶ ἱερεὺς παρεγένετο, ὃς μόνος τὸ θέλημα τοῦ | |
5 | πατρὸς ἐποίησεν, ὡς ἐν ταῖς βασιλείαις γέγραπται· «καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς ποιήσει πάντα κατὰ τὴν καρδίαν μου.» | |
4.31.1 | Ἵνα οὖν ἐπιδείξῃ τὸν χρόνον πότε μέλλει παραγίνεσθαι, ὃν ἐπεθύμει ὁ μακαρίος Δανιὴλ ἰδεῖν, λέγει· «Καὶ μετὰ τὰς» ἑπτὰ ἑβδομάδας ἄλλαι «ἑβδομάδες ἑξήκοντα δύο», αἳ περιέχουσιν χρόνον ἐτῶν τετρακοσίων | |
5 | τριάκοντα τεσσάρων. | |
4.31.2 | Μετὰ γὰρ τὸ ἐπιστρέψαι τὸν λαὸν ἐκ Βαβυλῶνος ἡγουμένου αὐτῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ Ἔσδρα τοῦ γραμματέως καὶ Ζοροβάβελ τοῦ Σαλαθιήλ, ὄντος ἐκ φυλῆς Ἰούδα, τετρακόσια τριάκοντα τέσσαρα ἔτη | |
5 | γεγένηται, ἕως τῆς παρουσίας τοῦ Χριστοῦ, ἵνα ὁ ἱερεὺς τῶν ἱερέων ἐν κόσμῳ φανῇ καὶ «ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου» φανερῶς ἐπιδειχθῇ, ὡς ὁ Ἰωάννης περὶ αὐτοῦ λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» | |
4.31.3 | Ὁμοίως δὲ καὶ Γαβριὴλ λέγει, «καὶ τοῦ ἀπαλεῖψαι ἀδικίας καὶ τοῦ ἐξιλάσασθαι ἁμαρτίας.» | |
4.31.4 | Τίς δὲ ἀπήλειψεν τὰς ἀδικίας ἡμῶν, διδάσκει σε Παῦλος ὁ ἀπόστολος λέγων· «Αὐτὸς ἐγενήθη ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ | |
5 | διαλύσας, τὴν ἔχθραν ἐν τῇ σαρκί, τὸν νόμον τῶν ἐντολῶν ἐν τοῖς δόγμασιν καταργήσας» καὶ «ἀπαλείψας τὸ καθ’ | |
ἡμῶν χειρόγραφον τῶν ἁμαρτιῶν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ», τοῦ «ἀπαλεῖψαι» οὖν «τὰς ἀδικίας καὶ τοῦ ἐξιλάσασθαι | 324 | |
10 | τὰς ἁμαρτίας.» | |
4.31.5 | Τίνες δέ εἰσιν τὰς ἀδικίας αὐτῶν ἐξιλασκόμενοι, εἰ μὴ οἱ εἰς τὸ ὄνομα αὐτοῦ πιστεύοντες καὶ δι’ ἀγαθοεργίας τὸ πρόσωπον αὐτοῦ ἐξιλασκόμενοι; | |
4.32.1 | Ὅτι δὲ μετὰ τὸ ἐπιστρέψαι τὸν λαὸν ἐκ Βαβυλῶνος τετρακόσια τριάκοντα καὶ τέσσαρα ἔτη γεγέ‐ νηται ἕως γενέσεως Χριστοῦ, εὐκόλως ἐστὶ νοῆσαι κατὰ τὰ προκείμενα. | |
4.32.2 | Ἐπειδὴ γὰρ ἡ πρώτη διαθήκη τοῖς υἱοῖς Ἰσραὴλ «μετὰ τετρακόσια τριάκοντα» τέσσαρα «ἔτη» ἐδόθη, ἀναγκαίως ἔδει καὶ τὴν δευτέραν ὁμοίως τῷ αὐτῷ χρόνῳ ὁρίζεσθαι, ἵνα ὑπὸ τοῦ λαοῦ προσδόκιμος γενηθῇ καὶ | |
5 | ὑπὸ τῶν πιστευόντων εὐκόλως ἐπιγνωσθῇ. | |
4.32.3 | Καὶ διὰ τοῦτο Γαβριὴλ λέγει· «Καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.» | |
4.32.4 | Ἅγιος δὲ ἁγίων οὐδείς, εἰ μὴ μόνος ὁ υἱὸς τοῦ θεοῦ, ὃς παρὼν καὶ ἐπιδεικνὺς ἑαυτὸν εἶναι τὸν κεχρισμένον ὑπὸ τοῦ πατρὸς καὶ «εἰς τὸν κόσμον» ἀπεσταλμένον, ἔφη πρὸς αὐτούς· | |
5 | «Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισεν με, εὐαγγε‐ λίσασθαι πτωχοῖς ἀπέσταλκέν με, ἰάσασθαι τοὺς συντετριμ‐ μένους τῇ καρδίᾳ, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν.» | |
4.32.5 | Ὅσοι οὖν ἐπίστευον τῷ ἐπουρανίῳ ἱερεῖ, ὑπ’ αὐτοῦ τοῦ ἱερέως ἐκαθαρίζοντο, καὶ τούτων αἱ ἁμαρτίαι ἀπηλείφοντο· ὅσοι δὲ ἠπίστουν αὐτῷ, ὡς ἄνθρωπον αὐτὸν ἐξουδενοῦντες, τούτων | |
5 | αἱ ἁμαρτίαι ὡς ἀναφαίρετοι ἐσφραγίζοντο. | |
4.32.6 | Ὅθεν προορῶν ὁ ἄγγελος, ὅτι οὐ πάντες μέλλουσι πιστεύειν αὐτῷ, ἔφη· «Τοῦ συντελέσαι ἁμαρτίας καὶ τοῦ σφραγίσαι ἁμαρτίας.» | |
4.32.7 | Ὅσοι γὰρ ἕως τέλους ἠπείθησαν αὐτῷ, τούτων οὖν οὐ | |
συνετελέσθησαν αἱ ἁμαρτίαι ἀλλ’ ἐσφραγίσθησαν εἰς κρίσιν τηρούμεναι· ὅσοι δὲ ἤμελλον πιστεύειν αὐτῷ καὶ ἐξομολο‐ γεῖσθαι αὐτῷ ὡς δυναμένῳ ἀφιέναι ἁμαρτίας, τούτων | 326 | |
5 | ἀπηλείφοντο αἱ ἁμαρτίαι. | |
4.33.1 | Διὰ τοῦτο λέγει. «Καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην.» | |
4.33.2 | Ἐπειδὴ γὰρ πλήρωμα νόμου καὶ προφητῶν αὐτὸς παρῆν, «ὁ νόμος γὰρ καὶ οἱ προφῆται ἕως Ἰωάννου», ἔδει τὰ ὑπ’ ἐκείνων λαλούμενα σφραγίζεσ‐ θαι, ἵνα ἐν τῇ τοῦ κυρίου παρουσίᾳ πάντα λυθέντα φωτισθῇ | |
5 | καὶ τὰ ἐσφραγισμένα καὶ γνωσθῆναι μὴ δυνάμενα εὐκόλως ἐπιγνωσθῇ, καὶ τὰ πάλαι δεδεμένα νῦν ὑπ’ αὐτοῦ λυθῇ. | |
4.33.3 | Ὡς αὐτὸς ὁ κύριος εἴρηκεν πρὸς τοὺς ἄρχοντας τοῦ λαοῦ, οἳ ἡνίκα εἶδον αὐτὸν δυνάμεις ἐπιτελοῦντα ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου καὶ θεραπεύοντα «πᾶσαν νόσον καὶ πᾶσαν μαλα‐ κίαν» ἠγανάκτουν· ὁ δὲ πρὸς αὐτοὺς ἔφη· «Ὑποκριταί, | |
5 | ἕκαστος ὑμῶν τὸν βοῦν καὶ τὸν ὄνον λύει ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει· ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἔτη δέκα καὶ ὀκτώ, οὐκ ἔδει λυθῆναι ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου;» | |
4.33.4 | Ὅσους οὖν ὁ σατανᾶς ἔδησεν βροχίσας, τούτους ἐλθὼν ὁ κύριος ἔλυσεν ἐκ τῶν τοῦ θανάτου δεσμῶν, αὐτὸν μὲν τὸν καθ’ ἡμῶν «ἰσχυρὸν» δήσας, τὴν δὲ ἀνθρωπότητα ἐλευθερώσας· ὡς καὶ Ἡσαΐας | |
5 | λέγει· «Τότε ἐρεῖ τοῖς ἐν δεσμοῖς· ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει· φωτίσθητε.» | |
4.33.5 | Ὅτι δὲ τὰ πάλαι διὰ νόμου καὶ προφητῶν λελαλημένα πάντα ἦν ἐσφραγισμένα καὶ ἄγνωστα τοῖς ἀνθρώποις ὑπάρχοντα Ἡσαΐας λέγει· «Καὶ δώσουσιν τὸ βιβλίον τὸ ἐσφραγισμένον ἀνθρώπῳ ἐπισταμένῳ | |
5 | γράμματα καὶ ἐροῦσιν αὐτῷ· ἀνάγνωθι τοῦτο, καὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ.» | |
4.33.6 | Ἀναγκαίως· ἔδει γὰρ τὰ πάλαι διὰ προφητῶν λελαλημένα τοῖς μὲν ἀπίστοις Φαρισαίοις, οἳ ἐδόκουν τὰ τοῦ νόμου γράμματα γινώσκειν, | |
ἐσφραγίσθαι, τοῖς δὲ πιστεύουσιν τὰ πάντα ἠνεῷχθαι. | 328 | |
4.34.1 | Τὰ μὲν οὖν πάλαι ἐσφραγισμένα νῦν δὲ διὰ τῆς χάριτος τοῦ κυρίου πάντα τοῖς ἁγίοις ἀνέῳγεν· αὐτὸς γὰρ ἦν ἡ τελεία σφραγὶς καὶ ἡ κλεὶς ἡ ἐκ «Δαυΐδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείει καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει.» | |
4.34.2 | Ὡς καὶ Ἰωάννης λέγει· «Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθη‐ μένου ἐπὶ τὸν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν, καὶ ἔξωθεν, ἐσφραγισμένον σφραγῖσιν ἑπτά. Καὶ εἶδον ἄγγελον | |
5 | κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τᾶς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὐδὲ βλέπειν αὐτό· καὶ ἔκλαιον πολλοί, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. Καὶ εἷς | |
10 | ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα καὶ τὸ γένος Δαυΐδ, ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς | |
15 | ἑπτά, ἅ ἐστιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ τὰ ἀπεσταλμένα εἰς πᾶσαν τὴν γῆν. Καὶ ἦλθεν καὶ ἔλαβεν τὸ βιβλίον ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου· καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας | |
20 | χρυσᾶς γεμούσας θυμιαμάτων, ἅ εἰσιν προσευχαὶ τῶν ἁγίων, καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας ἡμᾶς τῷ θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους καὶ ἐποίησας τῷ θεῷ ἡμῶν | |
25 | βασιλείαν καὶ ἱερεῖς καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.» | |
4.34.3 | Ἔλαβεν οὖν τὸ βιβλίον καὶ ἔλυσεν, ἵνα τὰ πάλαι περὶ αὐτοῦ ἀποκρύφως λαλούμενα νῦν μετὰ παρρησίας «ἐπὶ τῶν δωμάτων» κηρυχθῇ. | |
4.34.4 | Καὶ διὰ τοῦτο τῷ μὲν Δανιὴλ ἔλεγεν ὁ ἄγγελος· «σφράγισον» «τοὺς λόγους» τούτους, «ὅτι εἰς» καιροῦ πέρας ἡ ὅρασις· τῷ δὲ Χριστῷ οὐκ ἐλέγετο· σφράγισον, ἀλλά· λῦσον τὰ πάλαι δεδεμένα, ἵνα διὰ τῆς | 330 |
5 | χάριτος αὐτοῦ ἐπιγνῶμεν ἡμεῖς «τὸ θέλημα τοῦ πατρός» καὶ πιστεύσωμεν «εἰς ὃν ἐκεῖνος ἀπέστειλεν» Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ. | |
4.35.1 | Λέγει γοῦν· «καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος.» Καὶ ὄντως γεγένηται. Ἐπιστρέψας γὰρ ὁ λαὸς ᾠκοδόμησεν τὴν πόλιν καὶ τὸν ναὸν καὶ τὸ τεῖχος αὐτῆς κύκλῳ. | |
4.35.2 | Ἔπειτα λέγει· «Μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο» «ἐκκενωθήσονται οἱ καιροὶ» «καὶ διαθήσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ καὶ ἐπὶ τὸ ἱερὸν | |
5 | βδέλυγμα τῶν ἐρημώσεων.» | |
4.35.3 | Τῶν γὰρ ἑξήκοντα δύο ἑβδομάδων πληρωθεισῶν καὶ Χριστοῦ παραγενομένου καὶ τοῦ εὐαγγελίου ἐν παντὶ τόπῳ κηρυχθέντος ἐκκενωθέντων τῶν καιρῶν μία ἑβδομὰς περιλειφθήσεται ἡ ἐσχάτη, ἐν ᾗ παρέσ‐ | |
5 | ται Ἡλίας καὶ Ἐνὼχ καὶ ἐν τῷ ἡμίσει αὐτῆς ἀναφανήσεται «τὸ βδέλυγμα τῆς ἐρημώσεως» ὁ ἀντίχριστος, ἐρήμωσιν τῷ κόσμῳ καταγγέλλων· οὗ παραγενομένου «ἀρθήσεται θυσία καὶ σπονδὴ» ἡ νῦν κατὰ πάντα τόπον ὑπὸ τῶν ἐθνῶν τῷ θεῷ προσφερομένη. | |
4.36.1 | Τούτων γὰρ οὕτως εἰρημένων ἑτέραν πάλιν ὀπτασίαν διηγεῖται ἡμῖν ὁ προφήτης· οὐδὲν γὰρ ἕτερον ἐμερίμνησεν ὁ μακάριος Δανιήλ, εἰ μὴ ἵνα τὰ πάντα ἀκρι‐ | |
βῶς ἐκδιδαχθεὶς τὰ μέλλοντα καὶ ἡμᾶς πάλιν αὐτὸς | 332 | |
5 | διδάσκων φανῇ. | |
4.36.2 | Λέγει γοῦν· «Ἐν ἔτει τρίτῳ Κύρου βασιλέως Περσῶν λόγος ἀπεκαλύφθη τῷ Δανιήλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ, καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ. Ἐν | |
5 | ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν, ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμέρων. Ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου.» | |
4.36.3 | Ἐταπεινοφρόνησα, φησίν, εἴκοσι καὶ μίαν ἡμέραν εὐχόμενος τῷ θεῷ ζῶντι, ἀπαιτῶν παρ’ αὐτοῦ ἀποκάλυψιν μυστηρίων. | |
4.36.4 | Καὶ δὴ εἰσακούσας ὁ πατὴρ ἀπέστειλεν λόγον ἴδιον, ἐνδεικνύμενος τὸ μέλλον ἀποβῆναι δι’ αὐτοῦ, καὶ δὴ ἐγένετο παρὰ τὸν ποταμὸν τὸν μέγαν· ἔδει γὰρ ἐκεῖ τὸν παῖδα δείκνυσθαι, ὅπου καὶ ἁμαρτίας ἀφίειν ἔμελλεν. | |
4.36.5 | «Καὶ ᾖρα, φησίν, τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοῦ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδίν.» Ἐν μὲν οὖν τῇ πρώτῃ ὀπτασίᾳ φησίν· «Ἰδού, ἄγγελος Γαβριήλ» «πετόμενος», ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ αὐτὸν τὸν κύριον ὁρᾷ, οὔπω | |
5 | μὲν τελείως ἄνθρωπον, ἐν δὲ σχήματι ἀνθρώπου φαινόμενον καθὼς λέγει «καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδίν.» | |
4.36.6 | Τὸ γὰρ ποικίλον τῆς κλήσεως τῶν χαρισμάτων ἐνδεδυμένος ὁ Χριστὸς ποικίλον χιτῶνα μυστηρίῳ ἐπεδείκ‐ νυεν· ὅτι ἐκ διαφόρων χρωμάτων ἦν κατηρτισμένος ὁ ἱερατικὸς χιτὼν εἰς ἔνδειξιν τῶν ποικίλων ἐθνῶν τὴν | |
5 | παρουσίαν Χριστοῦ προσδεχομένων, ἵνα ποικίλοις χαρίσμα‐ | |
σιν καταρτισθῆναι δυνηθῶμεν. | 334 | |
4.37.1 | «Καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ Ὠφάς.» Τὸ δὲ Ὠφὰς χρυσίον καθαρὸν σημαίνει ἐκ τῆς ἑβραΐδος εἰς τὴν ἑλληνίδα μετατιθέμενον. | |
4.37.2 | Καθαρὰν οὖν ἦν περιεζωσμένος περὶ τὴν ὀσφὺν αὐτοῦ ζώνην· πάντας γὰρ ἡμᾶς ἤμελλεν ὁ λόγος περὶ τὸ ἑαυτοῦ σῶμα τῇ ἰδίᾳ ἀγάπῃ, ὡς ζώνην σφίγξας, βαστάζειν· τὸ γὰρ σῶμα αὐτοῦ | |
5 | τὸ τέλειον αὐτὸς ἦν, ἡμεῖς δὲ αὐτοῦ μέλη, ὡς ἐν τελείῳ σώματι ἡνωμένοι καὶ ὑπ’ αὐτοῦ τοῦ λόγου βασταζόμενοι. | |
4.37.3 | «Καὶ τὸ σῶμα αὐτοῦ ὡς Θαρσείς.» Θαρσεὶς δὲ ἑρμη‐ νεύεται Αἰθίοπες· τὸ γὰρ δυσεπίγνωστον αὐτοῦ ἤδη ὁ προ‐ φήτης προκατήγγειλεν, ὡς μελλήσει ὁ λόγος ἔνσαρκος ἐν κόσμῳ φανεὶς δύσγνωστος ἔσεσθαι πολλοῖς. | |
4.37.4 | «Καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ἡ ἀστραπὴ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός.» Ἔδει γὰρ τὸ πυρῶδες καὶ τὸ κριτικὸν τοῦ λόγου προσημαίνεσθαι, ἵνα τοῖς μὲν ἀσεβέσιν δικαίως | |
5 | τὸ πῦρ ἐπενέγκας τούτους καταφλέξῃ, τοῖς δὲ δικαίοις καὶ εἰς αὐτὸν ἠλπικόσιν τὴν αἰώνιον ἀθανασίαν παράσχῃ. | |
4.37.5 | Προσέθηκεν δὲ λέγων, «καὶ οἱ βραχίονες αὐτοῦ καὶ οἱ πόδες ὅμοιοι χαλκῷ στίλβοντι,» ἵνα τὴν πρώτην τῶν πατέ‐ ρων κλῆσιν καὶ τὴν δευτέραν τὴν ἐξ ἐθνῶν ὁμοίαν σημάνῃ· ἔσονται γὰρ «τὰ ἔσχατα ὡς τὰ πρῶτα», «θήσω γὰρ, | |
5 | λέγει, τοὺς ἄρχοντάς σου ὡς τὸ ἀπ’ ἀρχῆς καὶ τοὺς ἡγου‐ μένους σου ὡς τὸ πρότερον.» | |
4.37.6 | Καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὄχλου πολλοῦ.» Πάντες γὰρ σήμερον οἱ εἰς αὐτὸν πιστεύοντες τὰ λόγια Χριστοῦ φθεγγόμεθα ὡς διὰ στόματος | |
αὐτοῦ λαλοῦντες τὰ ὑπ’ αὐτοῦ προστεταγμένα. | 336 | |
4.38.1 | «Καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν.» Τοῖς γὰρ ἁγίοις καὶ τοῖς φοβουμένοις αὐτὸν ἀποκαλύπτει. | |
4.38.2 | Εἰ γάρ τις δοκεῖ νῦν καὶ ἐν ἐκκλησίᾳ πολιτεύεσθαι, φόβον δὲ θεοῦ μὴ ἔχει, οὐδὲν τοῦτον ὠφελεῖ ἡ πρὸς τοὺς ἁγίους σύνοδος, τὴν δύναμιν τοῦ πνεύματος ἐν ἑαυτῷ μὴ κεκτημένος. | |
4.38.3 | Καὶ γὰρ τότε πολλοὶ μὲν ἦσαν οἱ μετὰ Δανιὴλ ἑστῶτες, ἀλλ’ οὐκ εἶδαν τὴν ὀπτασίαν, οὐ γὰρ ἦσαν ἄξιοι, «ἀλλ’ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ’ αὐτοὺς καὶ ἔφυγον ἐν φόβῳ.» | |
4.38.4 | «Κἀγώ, φησίν, ὑπελείφθην μόνος» καὶ πίπτω ἐπὶ «πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἰδοῦ ὡσεὶ χεὶρ» ἀνθρώπου ἥψατό μου. Χείρ, φησίν, ἀνθρώπου, οὔπω ἄνθρωπος, ἀλλὰ τὸ μέλλον τῆς οἰκονομίας διὰ τῆς | |
5 | χειρὸς σημαίνων. | |
4.39.1 | Καὶ ἀνέστησέν «με ἐπὶ τὰ γόνατά μου καὶ εἶπέν μοι· Δανιήλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρὸς σέ· καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον | |
5 | τοῦτον ἀνέστην ἔντρομος, καὶ εἶπεν πρός με· μὴ φοβοῦ Δανιὴλ, ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακωθῆναι ἐναντίον τοῦ θεοῦ, εἰσηκούσ‐ θησαν οἱ λόγοι σου.» | |
4.39.2 | Ὅρα πόσον ἰσχύει εὐλάβεια ἀνδρὸς δικαίου, ἵνα τὰ μήπω μέλλοντα φανεροῦσθαι ἐν τῷ κόσμω τούτῳ μόνῳ ὡς ἀξίῳ ἀποκαλυφθῇ. | |
4.39.3 | Καὶ τὸ μὲν πρῶτον ὑπὸ τοῦ ἀγγέλου Γαβριὴλ συνετίσθη, ἔπειτα ὑπ’ αὐτοῦ τοῦ κυρίου ἐκ δευτέρου ἐσοφίσθη. | 338 |
4.39.4 | Φησὶν γὰρ οὕτως· «Καὶ εἶδον, καὶ ἰδοὺ ὅρασις ὡς υἱοῦ ἀνθρώπου ἥψατό μου.» Τὸ μὲν οὖν πρῶτον εἶπεν ὡς χεὶρ ἀνθρώπου, νῦν δὲ λέγει ὡς ὅρασις υἱοῦ ἀνθρώπου, ἵνα πρῶτον μερικῶς αὐτὸν ἀποδείξῃ, | |
5 | ἐκ δευτέρου δὲ τὴν καθ’ ὅλου ἐνανθρώπησιν. | |
4.39.5 | Προεκηρύσ‐ σετο γὰρ ὁ λόγος τοῦ θεοῦ ὡς ἄνθρωπος ἐν σχήματι ἀνθρώ‐ που, ἄνθρωπος ἔνσαρκος ἐν κόσμῳ φανησόμενος, οὔπω τότε τέλειος υἱὸς ἀνθρώπου ὤν· ἡνίκα δὲ «τὸ πλήρωμα τοῦ | |
5 | χρόνου» παρῆν, «ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, «ἵνα τὸν ἐκ τῆς παρθένου ἄνθρωπον ἐπενδυσάμενος υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου ὢν ἀποδειχθῇ. | |
4.39.6 | «Καὶ ἤνοιξα, φησίν, τὸ στόμα μου καὶ ἐλάλησα πρὸς τὸν ἑστῶτα ἐναντίον μου· κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοὶ καὶ οὐκ ἔσχον ἰσχύν.» Ἔδει γὰρ ἐπὶ τῇ παρουσίᾳ τοῦ κυρίου τὰ ἄνω κάτω γενέσθαι, ἵνα καὶ τὰ | |
5 | κάτω εἰς τὰ ἄνω ἐλθεῖν δυνηθῇ. | |
4.39.7 | «Καὶ προσέθετο, φησίν, καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ ἐνίσχυσέν με καὶ εἶπέν μοι· μὴ φοβοῦ, ἀνὴρ ἐπιθυμιῶν· εἰρήνη σοι, ἀνδρίζου καὶ ἴσχυε.» Ὁπότε γὰρ παραλυθῇ πᾶσα ἡ τοῦ βίου ἡμῶν | |
5 | ἰσχὺς καὶ δόξα, τότε ἐνδυναμούμεθα ὑπὸ Χριστοῦ τοῦ ὀρέ‐ γοντος χεῖρα καὶ ἐγείροντος ἡμᾶς «ὡς ἐκ νεκρῶν ζῶντας» καὶ ὡς ἀπὸ ᾅδου εἰς ἀνάστασιν ζωῆς. | |
4.40.1 | «Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ ἴσχυσα καὶ εἶπα· λαλείτω ὁ κύριός μου ὅτι ἐνίσχυσάς με.» | |
4.40.2 | Ὁπότε γὰρ εὐέλπιδας ἐποίησεν ἡμᾶς ὁ λόγος πρὸς τὰ μέλλοντα, εὐκόλως καὶ τῆς τούτου φωνῆς ἀκούειν δυνάμεθα. | |
4.40.3 | Φησὶν | |
οὖν πρὸς αὐτόν· «Εἰ οἶδας τί ἦλθον πρὸς σέ; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ ἄρχοντος Περσῶν» «ἀλλ’ ἢ ἀναγγελῶ σοι τὸ ἐγγεγραμμένον ἐν γραφῇ ἀληθείας, καὶ | 340 | |
5 | οὐκ ἔστιν οὐδεὶς ὁ ἀντεχόμενος μετ’ ἐμοῦ περὶ τούτων, ἀλλ’ ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν», «καὶ τοῦτον κατέλιπον ἐκεῖ.» «Ἀφ’ ἧς γὰρ ἡμέρας ἔδωκας τὸ πρόσωπόν σου κακωθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου, εἰσηκούσθη ἡ δέησίς σου,» καὶ ἀπεστάλην ἐγὼ «τοῦ πολεμῆσαι μετὰ ἄρχοντος | |
10 | Περσῶν»· βουλὴ γάρ τις ἐγεγόνει μὴ ἀποστέλλειν τὸν λαόν· ἵνα οὖν ἐν τάχει τὸ αἴτημά σου γενηθῇ, ἀντέστην τούτῳ ἐγὼ καὶ «κατέλιπον ἐκεῖ» Μιχαὴλ τὸν ἄρχοντα ὑμῶν. | |
4.40.4 | Τίς δὲ ἔστιν Μιχαὴλ ἀλλ’ ἢ ὁ ἄγγελος ὁ τῷ λαῷ παραδεδομένος, ὡς λέγει τῷ Μωυσῇ· «οὐ μὴ πορευθῶ μεθ’ ὑμῶν ἐν τῇ ὁδῷ διὰ τὸ τὸν λαὸν σκληροτράχηλον εἶναι, ἀλλ’ ἢ ὁ ἄγγελός μου πορεύσεται μεθ’ ὑμῶν.» | |
4.40.5 | Οὗτος ἀντέστη ἐν τῷ καταλύματι» Μωυσῇ, ἡνίκα ἔφερεν τὸ παιδίον ἀκρόβυστον εἰς Αἴγυπτον· οὐ γὰρ ἦν ἐφικτὸν τὸν πρέσβυν καὶ μεσίτην νόμου γινόμενον Μωυσῆν καὶ διαθήκην πατέρων | |
5 | καταγγέλλοντα ἐπάγεσθαι παιδίον ἀκρόβυστον, ἵνα μὴ ὡς ψευδοπροφήτης καὶ πλάνος ὑπὸ τοῦ λαοῦ εἶναι νομισθῇ. | |
4.41.1 | «Καὶ νῦν, φησίν, ἀλήθειαν ἀναγγελῶ σοι.» Ἠδύ‐ νατο οὖν ἡ ἀλήθεια ἕτερόν τι παρὰ τὴν ἀλήθειαν ἀναγγεῖλαι; ἀλήθεια ἦν ὁ τῷ Δανιὴλ ὀφθεὶς καὶ ἀλήθειαν ἀνήγγειλεν· αὐτὸς πάλιν ἀλήθεια ἐν τῷ κόσμῳ φανεὶς ἀλήθειαν ἐδίδαξεν. | |
5 | Ὦ μακαρίων μαθητῶν ἀλήθειαν ὑπὸ Χριστοῦ διδασκομένων. | |
4.41.2 | Φησὶν οὖν πρὸς αὐτὸν. «Ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀνασ‐ τήσονται ἐν τῇ Περσίδι, καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ ἐπαναστήσεται πάσαις ταῖς βασιλείαις τῶν | 342 |
5 | Ἑλλήνων. Καὶ ἀναστήσεται βασιλεὺς δυνατός, καὶ κυριεύσει κυρείας πολλῆς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ· καὶ ὡς ἀναστῇ ἡ βασιλεία αὐτοῦ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ.» | |
4.41.3 | Ταῦτα μὲν οὖν ἤδη ἀνωτέρω διηγησάμεθα, ἡνίκα περὶ τῶν τεσσάρων θηρίων τὸν λόγον ἐποιούμεθα· ἀλλ’ ἐπειδὴ λεπτῶς ἡ γραφὴ νῦν τὰ πάντα ταῦτα πάλιν διηγεῖται, ἐξ ἀνάγκης δεῖ καὶ | |
5 | ἡμᾶς ἐκ δευτέρου τὸν λόγον ποιεῖσθαι, ἵνα μὴ ἀργὴν τὴν γραφὴν καὶ ἀναπόδεικτον καταλίπωμεν. | |
4.41.4 | «Ἔτι τρεῖς, φησίν, βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν.» Γεγένηται. Μετὰ γὰρ Κῦρον ἀνέστη Δαρεῖος, ἔπειτα Ἀρταξέρξης, εἶτα Ξέρξης. Τρεῖς | |
5 | οὗτοι γεγένηνται βασιλεῖς· πεπλήρωται ἡ γραφή. | |
4.41.5 | «Καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν.» Τίς οὗτος ἀλλ’ ἢ Δαρεῖος, ὃς βασιλεύσας καὶ ἔνδοξος γενηθεὶς ἐπλούτησεν καὶ ἐπανέστη πάσαις βασιλείαις Ἑλλήνων. | |
4.41.6 | Τούτῳ ἐπανέστη Ἀλέξανδρος ὁ Μακεδών, υἱὸς Φιλίππου γεγονώς, καὶ καθεῖ‐ λεν τὸ τούτου βασίλειον· καὶ μετὰ τὸ ὑποτάξαι αὐτὸν τοὺς Πέρσας διῃρέθη ἡ τούτου βασιλεία εἰς τοὺς τέσσαρας ἀνέ‐ | |
5 | μους τοῦ οὐρανοῦ. Τελευτῶν γὰρ Ἀλέξανδρος διεῖλεν τὴν βασιλείαν αὐτοῦ εἰς τέσσαρας ἀρχάς. | |
4.42.1 | «Καὶ ἀναστήσεται βασιλεὺς ἕτερος δυνατὸς» «καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως Αἰγύπτου.» | |
4.42.2 | Ἀντίοχος γάρ τις γεγένηται βασιλεὺς τῆς Συρίας. | 344 |
4.42.3 | Οὗτος «ἐβασίλευσεν ἐν ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει βασιλείας Ἑλλήνων.» | |
4.42.4 | Καὶ δὴ τοῖς τότε καιροῖς «πόλεμον» συνάπτει «πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου» καὶ ὑπερισχύσας αὐτοῦ κρατεῖ. | |
4.42.5 | Οὗτος ὑπο‐ στρέφων ἐξ Αἰγύπτου «ἀνέβη ἐπὶ Ἱερουσαλὴμ» ἔτει «ἑκατοστῷ καὶ τεσσαρακοστῷ τρίτῳ», «καὶ λαβὼν» πάντας τοὺς θησαυροὺς τοὺς ὄντας ἐν οἴκῳ κυρίου ἐπορεύθη εἰς | |
5 | Ἀντιόχειαν. | |
4.42.6 | Τούτων οὕτως γενομένων, «μετὰ δύο ἔτη ἡμερῶν ἀποστέλλει ὁ βασιλεὺς» ἴδιον φορολόγον «εἰς τὰς πόλεις τῆς Ἰουδαίας» ἀναγκάζειν τοὺς Ἰουδαίους μετα‐ βαίνειν ἀπὸ τῶν πατρῴων νόμων, τοῖς δὲ τοῦ βασιλέως | |
5 | δόγμασιν καὶ νόμοις ὑποτάσσεσθαι. | |
4.42.7 | Καὶ δὴ παραγενο‐ μένου αὐτοῦ ἐν Μωδεεὶμ τῇ πόλει, προσκαλεῖταί τινα ὀνόματι Ματταθίαν ἄνδρα εὐλαβῆ καὶ δίκαιον, ὄντα ἐκ τοῦ ἱερατικοῦ γένους, πρὸς ὃν ἀποκριθεὶς ἔφη· δεῦρο δή, ὦ | |
5 | Ματταθία, ἐπίθυσον καὶ «ποίησον τὸ πρόσταγμα τοῦ βασι‐ λέως», καθὼς «ἐποίησαν πάντα τὰ ἔθνη»· ὅτι σὺ «ἄρχων» «μέγας» καὶ ἡγούμενος ἐν τῇ πόλει καὶ «ἐστηριγμένος» ἐν τέκνοις, «καὶ ἔσῃ» φίλος «τοῦ βασιλέως.» | |
4.42.8 | Ὁ δὲ ἀποκριθεὶς ἔφη· «Εἰ πάντα τὰ ἔθνη» καὶ πᾶς ἄνθρωπος πορεύσεται ὀπίσω τοῦ βασιλέως ποιῆσαι κατὰ τὸ πρόσταγμα αὐτοῦ, «ἀλλ’ ἐγὼ καὶ» ὁ οἶκός μου καὶ ὁ οἶκος τοῦ | |
5 | πατρός μου οὐ μὴ ποιήσωμεν κατὰ τὸ πρόσταγμα τοῦ βασι‐ λέως. «Ἵλεως ἡμῖν» ἀποστῆναι ἀπὸ νόμου καὶ διαθήκης «πατέρων ἡμῶν», ἢ «τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα τοῦ» ἐκκλῖναι τὴν ὁδὸν ἡμῶν δεξιὰ ἢ ἀριστερά. | |
4.42.9 | Ἔτι λαλοῦντος αὐτοῦ τὰ ῥήματα ταῦτα αὐτῷ, ἰδοὺ «ἀνὴρ Ἰουδαῖος» ἐλθὼν κατὰ πρόσωπον αὐτοῦ προσῆλθεν ἐπιθῦσαι | |
ἐπὶ τὸν βωμὸν Μωδεείμ· ἰδὼν δὲ Ματταθίας «ἐζήλωσεν» κατὰ τὸν νόμον «καὶ ἐτρόμασαν οἱ νεφροὶ αὐτοῦ, καὶ | 346 | |
5 | ἀνήγαγεν θυμὸν κατὰ τὸ κρῖμα», καὶ ἐπιστὰς ἐφόνευσεν τὸν ἄνδρα τὸν Ἰουδαῖον καὶ τὸν δυνάστην τοῦ βασιλέως τὸν καταναγκάζοντα, «καὶ τὸν βωμὸν καθεῖλεν», καὶ ἐκραύ‐ γαζεν «ἐν τῇ πόλει» λέγων· εἴ τις πρὸς κύριον «ἱστῶν διαθήκην» ἁγίαν ἐκπορευέσθω «ὀπίσω μου.» | |
4.42.10 | Καὶ κατέλιπον πάντα τὰ «ἐν τῇ πόλει» καὶ ἔφυγον ἐν τοῖς ὄρεσιν, καὶ προσεκολλήθησαν αὐτῷ «συναγωγὴ ἀνδρῶν ἰσχυρῶν δυνάμει», καὶ ἐγενήθησαν αὐτῷ «στήριγμα.» | |
4.43.1 | Τότε δὴ αἱ δυνάμεις αἱ κατοικοῦσαι τὴν Συρίαν ἀκούσασαι τὰ γενόμενα ἔδραμον πρὸς αὐτοὺς καὶ «συνεσ‐ τήσαντο πόλεμον πρὸς αὐτοὺς ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου.» Οἱ δὲ νόμον θεοῦ φοβούμενοι καὶ τῇ ἐντολῇ τοῦ θεοῦ κρατού‐ | |
5 | μενοι οὐκ ἐπῆραν χεῖρα πρὸς αὐτοὺς «οὐδὲ λίθον ἐξετίναξαν αὐτοῖς, οὐδὲ ἐπέφραξαν τοὺς κρυφίους.» | |
4.43.2 | Καὶ ἀπεκρίθησαν αὐτοῖς ἐκεῖνοι καὶ εἶπαν· καὶ ἕως νῦν «ἐξέλθατε καὶ ποιή‐ σατε» τὸ πρόσταγμα «τοῦ βασιλέως καὶ ζήσεσθε.» Οἱ δὲ «εἶπαν· οὐκ ἐξελευσόμεθα, οὐδὲ ποιήσομεν» τὸ πρόσταγμα | |
5 | «τοῦ βασιλέως», «ἀποθανούμεθα» «ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφ’ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς.» | |
4.43.3 | Τότε ἐπέπεσον αὐτοῖς ἐν πυρὶ καὶ ἐν φόνῳ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἀπέκτειναν ἐξ αὐτῶν «ἕως χιλίων ψυχῶν.» | |
4.43.4 | Πληροῦνται οὖν τὰ πρὸς τὸν μακάριον Δανιὴλ λελαλημένα· καὶ εἰσελεύσεται ἐν ἐξοδίαις καὶ ἐπαρ‐ θήσεται ἡ καρδία αὐτοῦ ἐπὶ «διαθήκην ἁγίαν», καὶ θελήσει πάντα ποιῆσαι κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ θλιβήσονται | |
5 | «καὶ ἀσθενήσουσιν» οἱ δοῦλοί μου ἐν λιμῷ καὶ ἐν μαχαίρᾳ | |
καὶ «ἐν αἰχμαλωσίᾳ.» | 348 | |
4.44.1 | Ἤκουσεν δὲ ταῦτα «Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἐπένθησαν» περὶ τῶν ἀδελφῶν αὐτῶν καὶ εἶπαν πρὸς ἀλλήλους λέγοντες· «Ἐὰν πάντες ποιήσωμεν» καθὼς «ἐποίησαν οἱ ἀδελφοὶ ἡμῶν», ἐλεύσονται οἱ ἐχθροὶ ἡμῶν | |
5 | καὶ «τάχιον» ἐξαροῦσιν ἡμᾶς ἐκ «τῆς γῆς.» Ἐὰν οὖν ἐπιστῇ ἐφ’ ἡμᾶς πόλεμος ἐν σαββάτῳ, στῶμεν καὶ «πολε‐ μήσωμεν» ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ ὑπὲρ τῶν νομίμων ἡμῶν.» | |
4.44.2 | Τότε δὴ κατέδραμον ἐπ’ αὐτοὺς καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν, καὶ εἰσῆλθαν εἰς τὴν πόλιν καὶ «περιέτεμον τὰ παιδάρια ὅσα εὗρον ἀπερίτμητα» καὶ «καθεῖλαν τοὺς βωμοὺς» καὶ πάντα τὰ τεμένη «καὶ | |
5 | κατευωδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν.» | |
4.44.3 | Λέγει δὲ Δανιήλ· «Καὶ βοηθήσονται βοήθειαν μικράν.» Ἀνέστη γὰρ τότε Ματταθίας, «ἀνέστη Ἰούδας ὁ Μακκαβαῖος», καὶ ἐβοήθησαν αὐτοῖς καὶ ἐρρύσαντο αὐτοὺς ἐκ χειρὸς | |
5 | Ἑλλήνων καὶ ἐπληρώθη τὸ εἰρημένον ἐν τῇ γραφῇ. | |
4.45.1 | Λέγει πάλιν· «Καὶ εἰσελεύσεται» «θυγάτηρ βασιλέως τοῦ νότου» «πρὸς τὸν βασιλέα τοῦ βορρᾶ, τοῦ ποιῆσαι μετ’ αὐτοῦ συνθήκας»· «καὶ οὐ στήσονται βραχίονες τοῦ ἄγοντος αὐτήν, καὶ συντριβήσεται καὶ πεσεῖται | |
5 | καὶ αὐτὴ καὶ ὁ ἄγων αὐτήν.» | |
4.45.2 | Καὶ γεγένηται καὶ τοῦτο. Πτολεμαῒς γάρ τις βασιλεύουσα Αἰγύπτου τότε δὴ ἐκπορεύεται ἅμα τοῖς δυσὶν υἱοῖς αὐτῆς Πτολεμαίῳ καὶ Φιλομήτορι, συνθήκας ποιησομένη πρὸς Ἀντίοχον τὸν | |
5 | βασιλέα τῆς Συρίας. Καὶ δὴ ἐλθοῦσα κατὰ Σκυθόπολιν ἐκεῖ ἀναιρεῖται· ὁ γὰρ ἄγων αὐτὴν προέδωκεν αὐτήν. Τότε δὴ | |
οἱ δύο ἀδελφοὶ πρὸς ἀλλήλους πόλεμον συμβάλλουσιν καὶ ἀναιρεῖται ὁ Φιλομήτωρ, κρατεῖ δὲ ὁ Πτολεμαῖος. | 350 | |
4.45.3 | Συμ‐ βολὴ τοίνυν πάλιν γίνεται Πτολεμαίῳ πρὸς Ἀντίοχον· λέγει γὰρ οὕτως ἡ γραφή· καὶ ἐπαναστήσεται βασιλεὺς τοῦ νότου πρὸς βασιλέα τοῦ βορρᾶ, καὶ ἐπαναστήσεται σπέρμα | |
5 | ἐξ αὐτῆς. | |
4.45.4 | Ποῖον δὲ σπέρμα ἀλλ’ ἢ Πτολεμαῖος, ὃς συνῆψεν πόλεμον πρὸς Ἀντίοχον; | |
4.45.5 | Τούτῳ ἐπεξέρχεται ὁ Ἀντίοχος καὶ μὴ κατισχύσας αὐτοῦ φυγὰς γενόμενος ἀνέσ‐ τρεψεν πάλιν εἰς Ἀντιόχειαν συνάγων ὄχλον πλείονα. | |
4.45.6 | Λαμβάνει τοίνυν πᾶσαν τὴν πανοπλίαν αὐτοῦ Πτολεμαῖος καὶ ἄγει εἰς Αἴγυπτον· καὶ πληροῦται ἡ γραφὴ καθὼς λέγει Δανιήλ· «Καί γε τοὺς θεοὺς αὐτῶν καὶ τὰ χωνευτὰ αὐτῶν καὶ πᾶν χρυσίον ἐπιθυμητὸν» «οἴσει εἰς Αἴγυπτον.» | |
4.46.1 | Μετὰ ταῦτα ἐξέρχεται ὁ Ἀντιόχος ἐκ δευτέρου πόλεμον ἐγείρων κατ’ αὐτοῦ καὶ ἥττησεν τὸν Πτολεμαῖον. | |
4.46.2 | Καὶ δὴ τούτων γενομένων ἐπεγείρεται πάλιν ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ ὁ Ἀντίοχος καὶ ἐξαποστέλλει τινὰ Νικάνορα μετὰ δυνάμεως πολλῆς, ὅπως ἐκπολεμήσῃ τοὺς Ἰουδαίους, ἡνίκα Ἰούδας μετὰ τὴν τελευτὴν Ματταθίου τοῦ πατρὸς αὐτοῦ | |
5 | ἦρχεν τοῦ λαοῦ. | |
4.46.3 | Παραγενάμενος οὖν ὁ Νικάνωρ εἰς Ἱερουσαλὴμ ἡττᾶται ὑπὸ τοῦ Μακκαβαίου, καὶ ἀναγγέλλεται ταῦτα τῷ βασιλεῖ Ἀντιόχῳ· ὁ δὲ ἀκούσας μετεπέμψατο πάσας τὰς δυνάμεις αὐτοῦ, «καὶ ἔδωκεν» αὐτοῖς «ὀψώνια | |
5 | εἰς ἐνιαυτὸν καὶ» ἐκέλευσεν «αὐτοὺς ἑτοίμους» εἶναι πρὸς τὰς χρείας. | |
4.46.4 | Καὶ δὴ ὑστερηθεὶς τοῖς ὀψωνίοις «ἐβουλεύ‐ σατο πορευθῆναι εἰς τὴν Περσίδα», ὅπως λάβῃ «τοὺς φόρους.» | |
4.46.5 | Μέλλων τοίνυν ἀπιέναι προσκαλεῖταί τινα τῶν ἑαυτοῦ φίλων ὀνόματι Λυσίαν καὶ παρατίθεται αὐτῷ τὸν ἴδιον υἱὸν Ἀντιόχον καὶ «ἐνετείλατο αὐτῷ» πάντα ὅσα | |
«ἠβούλετο», καὶ ἐκέλευσεν αὐτὸν «δύναμιν» ἐξαποστεῖλαι | 352 | |
5 | εἰς «τὴν Ἰουδαίαν» «καὶ ἐξᾶραι» τὸ ἔθνος. | |
4.46.6 | Ἀναστὰς τοίνυν ὁ Λυσίας ἅμα τῷ παιδίῳ Ἀντιόχῳ πορεύεται μετὰ δυνάμεως πολλῆς ἐκπολεμήσων τὴν Ἱερουσαλήμ. | |
4.46.7 | Καὶ ἐλθὼν ἡττᾶται ὑπὸ τοῦ Μακκαβαίου καὶ ἀναγγέλλεται ταῦτα ἐν τῇ Περσίδι τῷ Ἀντιόχῳ, ὅτι κατεκόπησαν πᾶσαι αἱ δυνάμεις αἱ πεμφθεῖσαι εἰς τὴν Ἰουδαίαν, καὶ ὅτι «Λυσίας | |
5 | ἐπορεύθη» μετὰ δυνάμεως πρὸς αὐτοὺς «καὶ ἀνετράπη ἀπὸ προσώπου αὐτῶν, καὶ ἴσχυσαν ὅπλοις» καὶ πάσῃ παραθέσει ἐκ πασῶν «παρεμβολῶν ὧν ἐξέκοψαν», «καὶ ὠχύρωσαν» τὸ ὄρος Σιὼν καὶ ἐτείχισαν αὐτὸ τείχεσιν ὑψηλοῖς καὶ μεγάλοις. | |
4.46.8 | Ὁ δὲ ἀκούσας «ἀπὸ λύπης» «ἔπεσεν εἰς ἀρρωστίαν», διότι μὴ καθὼς ἠθέλησεν οὕτως καὶ ἐγένετο, μηδὲ καθ’ ἃ ἐβούλετο οὕτως καὶ συνέβη. | |
4.46.9 | Καὶ δὴ μέλλων τελευτᾶν προσκαλεῖται Φίλιππον τὸν ἑαυτοῦ φίλον, καὶ δίδωσιν αὐτῷ τὸ διάδημα, ὅπως ἀποκαταστήσῃ αὐτὸ τῷ παιδὶ αὐτοῦ Ἀντιόχῳ. | |
4.46.10 | Ὃς παραγενόμενος καὶ εἰσελθὼν εἰς Ἀντιόχειαν ἑαυτῷ περιεποιήσατο τὸ βασίλειον, ἦσαν γὰρ αἱ πλεῖσται δυνάμεις σὺν αὐτῷ. | |
4.46.11 | Ἀναγγέλλεται οὖν ταῦτα τῷ Λυσίᾳ καὶ τῷ παιδίῳ Ἀντιόχῳ—ἐτύγχανεν γὰρ χαρακώσας τὴν Ἱερουσαλὴμ περικαθίσας τε ὁ Λυσίας—, ὅτι πάρεστιν Φίλιππος φέρων τὸ διάδημα καὶ ὅτι κρατεῖ | |
5 | τῆς πόλεως. | |
4.46.12 | Ὁ δὲ ἀκούσας ταράσσεται καὶ φησίν· «Δῶμεν δεξιὰς τοῖς ἀνθρώποις τούτοις καὶ ποιήσωμεν μετ’ αὐτῶν εἰρήνην»· ὁ γὰρ «τόπος ἐστὶν ὀχυρὸς καὶ ἐπίκειται ἡμῖν καὶ τὰ τῆς βασιλείας.» | |
4.46.13 | Καὶ δοὺς δεξιὰς πορεύεται καὶ πληροῦται τὸ εἰρημένον ἐν τῇ γραφῇ· «Καὶ ἀκοὴ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν.» | 354 |
4.47.1 | Τούτων γενομένων λέγει πάλιν ἡ γραφή· καὶ ἐπαναστήσεται ἕτερος βασιλεὺς καὶ οὗτος κατισχύσει ἐπὶ τῆς γῆς, καὶ ἐπαναστήσεται βασιλεὺς τοῦ νότου, καί γε τῶν θυγατέρων αὐτοῦ λήψεται εἰς γυναῖκα. | |
4.47.2 | Γίνεται γάρ τινα Ἀλέξανδρον ἀναστῆναι υἱὸν Φιλίππου· οὗτος κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπανίσταται Ἀντιόχῳ καὶ πολε‐ μήσας αὐτὸν ἀναιρεῖ, κρατεῖ δὲ τῆς βασιλείας· | |
4.47.3 | Τότε ἀποστέλλει «πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου λέγων»· «Δός μοι τὴν θυγατέρα σου» Κλεοπάτραν «εἰς γυναῖκα»· ἰδοὺ γὰρ «ἐκάθισα ἐπὶ θρόνου» βασιλείας τῶν «πατέρων | |
5 | μου.» | |
4.47.4 | Καὶ δὴ λαβὼν τὴν θυγατέρα αὐτοῦ Πτολεμαῖος ἄγει εἰς Πτολεμαΐδα καὶ δίδωσιν τῷ Ἀλεξάνδρῳ εἰς γυναῖ‐ κα· καὶ πληροῦται ἡ γραφὴ ὡς λέγει· καὶ λήψεται τῶν θυγατέρων αὐτοῦ εἰς γυναῖκα. | |
4.47.5 | Λέγει δὲ καί· διαφθερεῖ αὐτὴν «καὶ οὐκ αὐτῷ ἔσται.» Ἀληθῶς καὶ τοῦτο πεπλή‐ ρωται· ἡνίκα γὰρ ἔδωκεν αὐτῷ Πτολεμαῖος τὴν ἰδίαν θυγατέρα ἐπιστρέφων εἶδεν τὴν βασιλείαν Ἀλεξάνδρου | |
5 | θαυμαστὴν καὶ ἔνδοξον, ἧς κατεπίθυμος γενηθεὶς ὑπούλως ἐλάλει τῷ Ἀλεξάνδρῳ. | |
4.47.6 | Λέγει δὲ ἡ γραφή· «Καὶ ἐπὶ μιᾷ τραπέζῃ ψευδῆ λαλήσουσιν» «ἀμφότεροι οἱ βασιλεῖς.» Ὁ γὰρ Πτολεμαῖος ἐπιθυμῶν τὴν βασιλείαν Ἀλεξάνδρου ἐσθίων μετ’ αὐτοῦ ἐπὶ τραπέζῃ ἐκακοηθίζετο μὴ ἔχων | |
5 | σύμφωνα πρὸς αὐτόν. Πληροῦται οὖν ἡ γραφή. | |
4.47.7 | Καὶ δὴ πορευθεὶς Πτολεμαῖος εἰς Αἴγυπτον καὶ στρατολογήσας δύναμιν πολλήν, ἐπῆλθε τῇ χώρᾳ, ἡνίκα Ἀλέξανδρος | |
ἐπορεύθη εἰς Κιλικίαν· ἔτυχε γὰρ Ταρσεῖς καὶ Μαλλεώτας | 356 | |
5 | τότε στασιάζειν· ὃς βουλόμενος καταστεῖλαι αὐτοὺς ἧκεν κατὰ σπουδήν, καταλείψας τὴν ἰδίαν γυναῖκα Κλεοπάτραν ἐκεῖ. | |
4.47.8 | Ἐπιβαίνων τοίνυν «ὁ Πτολεμαῖος» τῇ χώρᾳ «φρουρὰν» ἐξέταξεν κατὰ πόλεις· κρατήσας δὲ τῆς Ἰουδαίας ἦλθεν πρὸς τὴν ἰδίαν θυγατέρα, καὶ ἐξαπέστειλεν γράμματα πρὸς Δημήτριον ἐν ταῖς νήσοις λέγων· ἔξελθε | |
5 | καὶ ἐλθὲ ἐνθάδε «καὶ δώσω σοι τὴν θυγατέρα μου» Κλεοπάτραν εἰς γυναῖκα, ὅτι Ἀλέξανδρος «ἐζήτησεν ἀποκτεῖναί με.» Ταῦτα δὲ τὰ ῥήματα ἐπλάσατο βουλόμενος ψόγον ἐπενεγκεῖν τῷ Ἀλεξάνδρῳ. | |
4.47.9 | Ἔρχεται τοίνυν ὁ Δημήτριος καὶ λαβὼν ὁ Πτολεμαῖος δίδωσιν αὐτῷ τὴν ἰδίαν θυγατέρα εἰς γυναῖκα, τὴν γενομένην Ἀλεξάνδρου. Καὶ πληροῦται τὸ εἰρημένον· «Διαφθερεῖ αὐτὴν» «καὶ | |
5 | οὐκ αὐτῷ ἔσται» οὐδὲ αὐτῷ μενεῖ. Ὅτι «ἀμφότεροι οἱ βασιλεῖς αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν καὶ ἐπὶ μιᾷ τραπέζῃ ψευδῆ λαλήσουσιν» «ἀμφότεροι οἱ βασιλεῖς.» | |
4.47.10 | Τούτων οὕτως γενομένων, ἀκούσας ὁ Ἀλέξανδρος συνάπτει πόλεμον μετὰ Πτολεμαίου, καὶ μὴ κατισχύσας αὐτοῦ φυγὰς γίνεται πρὸς τὸν βασιλέα τῶν Ἀράβων· ὁ δὲ ἀφελὼν «τὴν κεφαλὴν | |
5 | Ἀλεξάνδρου» πέμπει «τῷ Πτολεμαίῳ», καὶ λαβὼν ἐκεῖνος περιτίθεται τὰ «δύο διαδήματα» τῆς τε Συρίας καὶ Αἰγύπτου, ἅτινα περιθέμενος τῇ τρίτῃ ἡμέρᾳ τελευτᾷ. Καὶ πληροῦται τὸ εἰρημένον ἐν τῇ γραφῇ· «Καὶ οὐ δώσουσιν αὐτῷ δόξαν βασιλείας.» Ἀπέθανεν γὰρ καὶ οὗτος καὶ οὐκ | |
10 | ἔλαβεν δόξαν ὑπὸ πάντων ὡς βασιλεύς. | 358 |
4.48.1 | Διηγησάμενος οὖν ὁ προφήτης τὰ ἤδη συμβάντα καὶ χρόνοις ἰδίοις καὶ τελεσθέντα, ἕτερον ἡμῖν μυστήριον καταγγέλλει, ἐσχάτων καιρῶν ἔνδειξιν ποιούμενος. | |
4.48.2 | Λέγει γὰρ οὕτως· καὶ ἀναστήσεται ἕτερος βασιλεὺς ἀναιδὴς καὶ «ὑψωθήσεται» ὑπὲρ «πάντα θεὸν» «καὶ μεγαλυνθήσεται» «καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ μέχρις οὗ συντε‐ | |
5 | λεσθῇ ἡ ὀργή· εἰς γὰρ συντέλειαν γίνεται. Καὶ ἐπὶ πάντα θεὸν τῶν πατέρων αὐτοῦ οὐ συνήσει καὶ ἐπιθυμίαν γυναικῶν, καὶ ἐπὶ πάντα θεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγαλυνθή‐ σεται. Καὶ θεὸν Μαζωεὶμ ἐπὶ τοῦ τόπου αὐτοῦ δοξάσει καὶ θεὸν, ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, δοξάσει ἐν χρυσῷ | |
10 | καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ», «καὶ πληθυνεῖ δόξαν καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις.» «Καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ Ἐδὼμ καὶ Μωὰβ καὶ ἀρχὴ υἱῶν Ἀμμών. Καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἡ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν· καὶ | |
15 | κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ ἐν πᾶσιν τοῖς ἐπιθυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοῖς ὀχυρώμασιν αὐτῶν.» «Καὶ πήξει τὴν σκηνὴν αὐτοῦ Ἐφαδανῶ ἀνὰ μέσον τῶν θαλασσῶν ἐπ’ ὄρος Σαβεὶν ἅγιον καὶ ἥξει ἕως μέρους αὐτοῦ.» | |
4.49.1 | Ταῦτα μὲν οὖν οὕτως ὁ προφήτης διηγεῖται περὶ τοῦ ἀντιχρίστου, ὡς ἔσται ἀναιδὴς καὶ πολεμοτρόφος καὶ τύραν‐ νος τολμῶν ὑπὲρ «πάντα θεὸν» ἑαυτὸν ὑπεραίρειν, ὃς ἐπὶ τῇ ἰδίᾳ δυνάμει καυχώμενος καὶ τὰ ὀχυρώματα τῶν | |
5 | πολεμίων ἐκπορθῶν, ἐπὶ «χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ | |
τιμίῳ» ὑψηλὰ φρονῶν, «λαλήσει ὑπέρογκα» ῥήματα πρὸς θεόν, ἑαυτὸν μόνον ὡς θεὸν προσκυνεῖσθαι θέλων. | 360 | |
4.49.2 | Περὶ τούτου πᾶσα γραφὴ οὐκ ἐσιώπησεν, καὶ προφῆται τοῦτον ἐπ’ ἀπωλείᾳ πολλῶν ἐρχόμενον προκατήγγειλαν, καὶ ὁ κύριος τούτοις ἐμαρτύρησεν, καὶ ἀπόστολοι ταῦτα περὶ | |
5 | αὐτοῦ ἐδίδαξαν, καὶ τὸ τούτου ὄνομα δι’ ἀριθμοῦ μυστικῶς Ἰωάννης ἐν τῇ Ἀποκαλύψει ἐφανέρωσεν. | |
4.49.3 | Τοῦτον «βδέ‐ λυγμα ἐρημώσεως» ὁ κύριος ἀπεφήνατο, καὶ ὁ ἀπόστολος υἱὸν διαβόλου «κατ’ ἐνέργειαν τοῦ σατανᾶ» τοῦτον παρε‐ σόμενον ἐδίδαξεν. | |
4.49.4 | Οὗτος πόλιν Τυρίων πατάξας ἐρημώσει καὶ γῆν Αἰγύπτου ἐκπολεμήσας καταστρώσει καὶ πᾶσαν χώραν Λιβύων κατασκάψει, τόν τε βασιλέα Αἰθιόπων σὺν τῇ δυνάμει αὐτοῦ φόνῳ μαχαίρας διολέσει. | |
4.49.5 | Ὃς ὑπὲρ πάντας βασιλεῖς καὶ «πάντα θεὸν» ἐπαρθεὶς οἰκοδομήσει τὴν Ἱερουσαλὴμ πόλιν καὶ τὸν ναὸν τὸν ἐστραμμένον ἀναστήσει, πᾶσάν τε τὴν χώραν καὶ τὰ ὅρια αὐτῆς τοῖς Ἰουδαίοις | |
5 | ἀποδώσει, καὶ τὸν λαὸν αὐτῶν ἐκ τῆς τῶν ἐθνῶν δουλείας προσκαλεσάμενος βασιλέα αὐτοῖς ἑαυτὸν ἀποδείξει, καὶ τούτῳ προσκυνήσουσιν ὡς θεῷ οἱ ἀπειθεῖς καὶ τούτῳ γόνυ κλινοῦσιν, ὑπονοοῦντες αὐτὸν εἶναι τὸν Χριστὸν, μὴ νοοῦντες τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον, πῶς ἐστιν πλάνος καὶ οὐκ | |
10 | ἀληθής. | |
4.49.6 | Ἱερεμίας γὰρ λέγει· «Ἀνθ’ ὧν» ἠπείθησαν τῇ ἀληθείᾳ τότε λαλήσει «τῷ λαῷ τούτῳ καὶ τῇ Ἱερουσα‐ λὴμ πνεῦμα πλανήσεως.» | |
4.49.7 | Ὅθεν εἰδὼς ὁ ἀπόστολος τὴν τοῦ λαοῦ πλάνην καὶ τὴν ἐσομένην «ἐνέργειαν τοῦ σατανᾶ» ἐν αὐτοῖς ἔφη· «Ὅταν λέγωσιν· εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνιδίως αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν | |
5 | τικτούσῃ καὶ οὐ μὴ ἐκφύγωσιν.» | 362 |
4.50.1 | Οὗτος ἀνελεῖ τοὺς δύο μάρτυρας καὶ προδρόμους Χριστοῦ κηρύσσοντας τὴν ἔνδοξον αὐτοῦ ἀπ’ οὐρανῶν παρουσίαν, ὡς λέγει διὰ τοῦ προφήτου· «Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακο‐ | |
5 | σίας ἑξήκοντα περιβεβλημένοι σάκκους.» | |
4.50.2 | Καθ’ ἃ καὶ τῷ Δανιὴλ εἴρηκεν· «Καὶ διαθήσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἔσται ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθή‐ σεταί μου θυσία καὶ σπονδή.» ἵνα δειχθῇ ἡ μία ἑβδομὰς | |
5 | εἰς δύο περιζομένη, τῶν μὲν δύο μαρτύρων τρία ἥμισυ ἔτη κηρυσσόντων, τοῦ δὲ ἀντιχρίστου τὸ ἐπίλοιπον τῆς ἑβδομάδος τοὺς ἁγίους πολεμοῦντος καὶ πάντα τὸν κόσμον ἐρημοῦντος· ἵνα πληρωθῇ τὸ εἰρημένον· «Καὶ δώσουσιν βδέλυγμα ἐρημώσεως ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα· | |
10 | μακάριος ὁ ὑπομείνας εἰς Χριστὸν καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε.» | |
4.50.3 | Τότε γὰρ «ἔσται θλῖψις μεγάλη, οἵα οὐ γέγονεν τοιαύτη ἀπὸ καταβολῆς κόσμου,» ἄλλων ἀλλαχῇ κατὰ πᾶσαν πόλιν καὶ χώραν εἰς τὸ ἀναιρεῖν τοὺς πιστοὺς πεμπομένων, καὶ τῶν μὲν Ἰουδαίων | |
5 | ἐπὶ τῇ τούτων ἀπωλείᾳ εὐφραινομένων, καὶ τῶν ἐθνῶν ἐπιχαιρομένων καὶ τῶν ἀπίστων αὐτοῖς συναιρομένων, τῶν δὲ ἁγίων ἀπὸ δύσεως εἰς ἀνατολὴν πορευομένων, καὶ ἑτέρων ἀπὸ ἀνατολῶν εἰς μεσημβρίαν διωκομένων, ἄλλων δὲ ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις κρυπτομένων, πανταχοῦ αὐτοὺς | |
10 | τοῦ βδελύγματος πολεμοῦντος καὶ διὰ θαλάσσης καὶ διὰ ξηρὰς τούτους διὰ τοῦ προστάγματος ἀναιροῦντος καὶ κατὰ πάντα τρόπον ἐκ τοῦ κόσμου ἐκθλίβοντος, μὴ δυναμένων αὐτῶν μήτε «πωλῆσαί» τι τῶν ἰδίων μήτε «ἀγοράσαι» | |
παρὰ τῶν ἀλλοτρίων, χωρὶς ἐὰν μή τις «τὸ ὄνομα τοῦ | 364 | |
15 | θηρίου» ἐν χειρὶ περιφέρῃ, ἢ τὸ τούτου «χάραγμα» ἐπὶ τῷ μετώπῳ βαστάζῃ. | |
4.50.4 | Πάντες γὰρ πιστοὶ τότε ἐκ παντὸς τόπου ἐκδιωχθήσονται καὶ ἐκ τῶν οἰκιῶν κατασπασθήσονται καὶ ἐκ τῶν πόλεων ἐξελασθήσονται καὶ ἐν τῷ δημοσίῳ συρήσονται καὶ πάσῃ κολάσει κολασθήσονται καὶ ἐκ παντὸς | |
5 | τοῦ κόσμου ἐκβληθήσονται. | |
4.51.1 | Χρὴ οὖν ἐνορᾶν τὴν ἐσομένην τῶν ἁγίων τότε θλῖψιν καὶ ταλαιπωρίαν—δεῖ γὰρ ἡμᾶς ἐκ τῶν ἤδη μερικῶς γινο‐ μένων ἐννοεῖν τὰ ἐσόμενα—, τοιαύτης ζάλης καὶ ταράχου ἐν παντὶ τῷ κόσμῳ γενησομένης, καὶ πάντων πιστῶν πανταχοῦ | |
5 | ἀναιρουμένων καὶ κατὰ πᾶσαν πόλιν καὶ χώραν σφαζομένων, καὶ δικαίων αἵματος ἐκχυνομένου, καὶ ζώντων ἀνθρώπων καιομένων, καὶ θηρίοις ἑτέρων παραβαλλομένων, καὶ νηπίων ἐν ἀφόδοις φονευομένων, καὶ ἀτάφων πάντων ῥιπτουμένων καὶ ὑπὸ κυνῶν βιβρωσκομένων, παρθένων τε καὶ γυναικῶν | |
10 | παρρησίᾳ φθειρομένων καὶ αἰσχρῶς ἐμπαιζομένων, καὶ ἀναρπαγῶν γινομένων, καὶ κοιμητηρίων ἁγίων ἀνασκαπτο‐ μένων, καὶ λειψάνων ἀνορυσσομένων καὶ ἐν πεδίῳ ῥιπτου‐ μένων, καὶ βλασφημιῶν γινομένων. | |
4.51.2 | Τάραχος ἔσται ἐν πόλεσιν τότε, τῶν ἁγίων ἐκεῖθεν διωκομένων· τάραχος ἔσται ἐν ὁδοῖς καὶ ἐν ἐρημίαις, πάντων ἐκεῖ κρύβεσθαι βουλομένων· τάραχος ἔσται ἐν θαλάσσῃ, πάντων δι’ ὕδατος | |
5 | φεύγειν πειρωμένων· τάραχος ἔσται ἐν νήσοις, πάντων ἐκεῖ ἐκζητουμένων. | |
4.51.3 | Καὶ ἔσται ἡ γῆ τότε τοῖς ἁγίοις ἄκαρπος καὶ πᾶσα πόλις ἀοίκητος καὶ θάλασσα ἄπλωτος καὶ πᾶς ὁ κόσμος ἔρημος, τῶν μὲν ὑπὸ λιμοῦ διαφθειρομένων, τῶν δὲ ἀπὸ δίψης ἐκλιμπανόντων, ἑτέρων δὲ ἀπὸ τοῦ φόβου καὶ | 366 |
5 | τῆς πολλῆς θλίψεως ἀποθνησκόντων. | |
4.51.4 | Ποῦ δὲ τότε κρυβήσεται ἄνθρωπος; τίνι δὲ τὰ ἴδια τέκνα παραθήσεται; ποῦ δὲ τὰ ὑπάρχοντα αὐτοῦ ἀποκομίσας διασώσει, ὁπότε μηδὲ τὴν ἰδίαν ψυχὴν σῶσαι δύναται; | |
4.51.5 | Τότε ἔσονται οἰμωγαὶ νηπίων πολλαὶ, πατέρων τε καὶ μητέρων ὀδυρμοὶ, γυναικῶν τε καὶ παρθένων ὀλολυγμοί, ἀδελφῶν τε καὶ συγγενῶν κοπετοί. | |
4.51.6 | Τίς τίνα πενθήσει τότε; οὐκ ἀδελφὸς ἀδελφόν, καὶ γὰρ αὐτὸς τὸν θάνατον προσδοκᾷ· οὐ μήτηρ θυγατέρα, καὶ αὐτὴ τὸν θάνατον ὑφορωμένη· οὐ πατὴρ υἱόν, φοβούμενος μὴ καὶ αὐτὸς ἀναιρεθῇ. | |
4.52.1 | Διὰ τοῦτο προειδὼς ὁ κύριος ταῦτα λέγει· «Προ‐ σεύχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος ἢ σαββά‐ του», μήτε ἀργοῦντας ὑμᾶς ἀπὸ δικαιοσύνης, μήτε ἀσχολουμένους ὑμᾶς ἐν βιωτικοῖς πράγμασιν, ὡς ἐν χειμῶνι, | |
5 | μήπως «αἰφνιδίως ἐπιστῇ ἐφ’ ὑμᾶς ἡ ἡμέρα ἐκείνη ὡς παγίς.» | |
4.52.2 | «Εἰ γὰρ μὴ ἐκολοβώθησαν, φησίν, αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.» | |
4.52.3 | Ἀλλὰ «μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες καίονται ἐκ τοῦ οὐρανοῦ ἐκπίπτοντες καὶ αἱ δυνάμεις τῶν οὐρανῶν | |
5 | σαλευθήσονται, καὶ τότε» «ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώ‐ που ἐρχόμενον μετὰ δυνάμεως καὶ δόξης πολλῆς.» | |
4.52.4 | Εἰ γὰρ ὁ διάβολος πρὸς ὀλίγον ἔλαβεν ἐξουσίαν ταράξαι τὴν γῆν, ὡς γέγραπται, «ἔδωκεν αὐτῷ» ὁ θεὸς ἐξουσίαν «πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς», πόσον μᾶλλον | |
5 | ὁ υἱὸς τοῦ θεοῦ ὁ λαβὼν τὴν πᾶσαν ἐξουσίαν τῶν ἐπουρα‐ νίων καὶ τῶν ἐπιγείων καὶ καταχθονίων ταράξει πάντα τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ στοιχεῖα πρὸς «ἐκδίκησιν τῶν» ἁγίων μετὰ δυνάμεως ἀγγελικῆς καὶ δόξης πατρικῆς παραγινόμενος, «ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν πᾶσιν τοῖς | 368 |
10 | ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς» ἐπικαλου‐ μένοις αὐτόν, «ἀνταποδοῦναι τοῖς θλίβουσιν ἡμᾶς θλῖψιν, ἡμῖν δὲ τοῖς θλιβομένοις ἄνεσιν.» | |
4.54.1 | Δύο οὖν βδελύγματα προείρηκεν Δανιήλ, ἓν μὲν ἀφανισμοῦ, ἓν δὲ ἐρημώσεως. Τί τὸ τοῦ ἀφανισμοῦ ἄλλ’ ἢ ὃ ἔστησεν ἐκεῖ κατὰ τὸν καιρὸν ὁ Ἀντίοχος; καὶ τί τὸ τῆς ἐρημώσεως ἄλλ’ ἢ τὸ καθ’ ὅλου, ὡς παρέσται ὁ ἀντίχριστος; | |
4.54.2 | Ὡς λέγει Δανιήλ· καὶ αὐτὸς ἐπὶ ἀπωλείᾳ πολλῶν στήσεται, «καὶ γῆν διελεῖ ἐν δώροις» καὶ βαλεῖ εἰς αὐτὴν χῶμα, «καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν», «καὶ οὗτοι σωθήσονται ἐκ χειρὸς αὐτοῦ Ἐδὼμ καὶ Μωὰβ καὶ | |
5 | ἀρχὴ υἱῶν Ἀμμών.» | |
4.54.3 | Οὗτοι γάρ εἰσιν οἱ συνερχόμενοι αὐτῷ διὰ τὴν συγγένειαν καὶ βασιλέα αὐτὸν πρῶτοι ἀναγο‐ ρεύοντες. Οἱ μὲν Ἐδώμ εἰσιν οἱ υἱοὶ τοῦ Ἠσαῦ, οἱ κατοι‐ κοῦντες τὸ ὄρος Σηείρ· Μωὰβ δὲ καὶ Ἀμμὼν οἱ υἱοὶ τοῦ | |
5 | Λώτ, οἱ ἐκ τῶν δύο αὐτοῦ θυγατέρων γεγεννημένοι· ὡς καὶ Ἡσαΐας λέγει· «Καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων θάλασσαν ἅμα προνομεύοντες», καὶ οἱ ἀπὸ «ἀνατολῶν» καὶ δυσμῶν καὶ οἱ ἀπὸ βορρᾶ δώσουσιν δόξαν, «οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται.» | |
4.55.1 | Οὗτος ὑπ’ αὐτῶν βασιλεὺς ἀναγορευθεὶς καὶ ὑπὸ | |
πάντων δοξασθεὶς καὶ βδέλυγμα ἐρημώσεως τῷ κόσμῳ γενηθεὶς, κρατήσει ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα· ὡς καὶ Δανιὴλ λέγει· «Καὶ δώσουσιν βδέλυγμα ἐρημώ‐ | 370 | |
5 | σεως ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα· μακάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας χίλιας τριακοσίας τριάκοντα πέντε.» | |
4.55.2 | Τοῦ γὰρ βδελύγματος παραγενομένου καὶ πολεμοῦντος τοὺς ἁγίους, ὃς ἂν ὑπερβῇ τὰς ἡμέρας αὐτοῦ καὶ ἐγγίσῃ εἰς ἡμέρας τεσσαράκοντα πέντε ἑτέρας ἐγγιζού‐ σης πεντηκοστῆς, ἔφθασεν εἰς βασιλείαν οὐρανῶν. | |
4.55.3 | Ἔρχε‐ ται γὰρ ὁ ἀντίχριστος εἰς μέρος πεντηκοστῆς ὡς τὴν βασιλείαν ἅμα Χριστῷ κληρονομεῖν μέλλων. | |
4.55.4 | Καὶ διὰ τοῦτο Ἡσαΐας λέγει· «Ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου.» | |
4.55.5 | Καὶ Παῦλος ἐν τῇ πρὸς Θεσσαλονικεῖς φησιν· «Ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ», τὴν δὲ βασιλείαν οἱ ἅγιοι ἅμα Χριστῷ | |
5 | κληρονομεῖν μέλλουσιν. | |
4.56.1 | Τούτων οὖν οὕτως ἐσομένων προσέθηκεν λέγων· «Καὶ πολλοὶ τῶν ἐν γῆς χώματι καθευδόντων ἀναστήσον‐ ται, οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον, καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμ‐ | |
5 | πρότης τοῦ στερεώματος καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τὸν αἰῶνα καὶ ἔτι.» | |
4.56.2 | Τίνες οὖν εἰσιν οἱ καθεύδοντες «ἐν γῆς χώματι» ἀλλ’ ἢ τὰ τῶν ἀνθρώπων σώματα, ἅτινα ἀπολαμβάνοντα τὰς ἰδίας ψυχὰς ἀναστήσον‐ ται, οἱ μὲν «εἰς ἀνάστασιν ζωῆς», καθαρὰ καὶ διαυγῆ καὶ | |
5 | λάμποντα «ὡς ἡ λαμπρότης τοῦ στερεώματος» ἀπολαμ‐ βάνοντες αὐτά, οἱ δὲ «εἰς ἀνάστασιν κρίσεως», αὐτάρκη πρὸς τὴν αἰώνιον κόλασιν αὐτὰ ἀπολαμβάνοντες· καθὼς καὶ ὁ Παῦλος λέγει· «Αὐτὸς δὲ σωθήσεται ὡς διὰ πυρός.» | 372 |
4.56.3 | Καὶ γὰρ ὁ κύριος δὲ ἐν τῷ εὐαγγελίῳ τὸ ὅμοιον εἴρηκεν. «Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος» φαίνει ἐν τῇ δόξῃ αὐτοῦ. | |
4.56.4 | Καὶ Ἡσαΐας λέγει· «Ἔγειρε ὁ καθεύδων καὶ ἐξεγέρθητι ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» | |
4.56.5 | Καὶ ὁ κύριος πάλιν· «Ἀμὴν λέγω ὑμῖν, ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ» «καὶ ἀναστήσονται οἱ τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες | |
5 | εἰς ἀνάστασιν κρίσεως.» | |
4.56.6 | Οὗτοι, φησίν, ἀναστήσονται «εἰς ζωήν», οἱ τῇ ὄντως ζωῇ πεπιστευκότες καὶ «ἐν βίβλῳ ζωῆς» ἐγγεγραμμένοι· καὶ «οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον», οἱ τῷ ἀντιχρίστῳ συναιρόμενοι καὶ σὺν | |
5 | αὐτῷ εἰς τὴν αἰώνιον κόλασιν βαλλόμενοι. | |
4.56.7 | Περὶ οὗ προφητεύει Ἡσαΐας λέγων· «Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ οὐκ ἔσῃ καθαρός, ὅτι τὴν γῆν μου ἠρήμωσας καὶ τὸν λάον μου | |
5 | ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν· ἑτοίμασον τὰ τέκνα σου εἰς σφαγὴν ταῖς ἁμαρ‐ τίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν μου | |
κληρονομήσωσιν.» | 374 | |
4.57.1 | Τούτων οὕτως εἰρημένων λέγει ὁ Δανιήλ· «Καὶ εἶδον, καὶ ἰδοὺ ἕτεροι δύο ἄνδρες ἑστήκεισαν εἷς ἐντεῦθεν τοῦ χείλους τοῦ ποταμοῦ καὶ εἷς ἐντεῦθεν», καὶ ἀπεκρίθησαν τῷ ἀνδρὶ τῷ ἑστῶτι «ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ» | |
5 | καὶ εἶπαν αὐτῷ· «Ἕως πότε τὸ πέρας» τῶν λόγων «τῶν θαυμαστῶν, ὧν ἐλάλησας; καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὸ βαδδίν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ὕψωσεν τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ ὤμοσεν τῷ ζῶντι εἰς τὸν αἰῶνα, ὅτι εἰς | |
10 | καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν γνώσονται ταῦτα πάντα.» | |
4.57.2 | Τίνες οὖν ἦσαν οἱ δύο ἄνδρες οἱ ἑστῶτες παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, ἀλλ’ ἢ «ὁ νόμος καὶ οἱ προφῆται»; | |
4.57.3 | Καὶ τίς ἦν ὁ ἑστὼς «ἐπάνω τοῦ ὕδατος» εἰ μὴ αὐτὸς οὗτος, περὶ οὗ αὐτοὶ οὗτοι πάλαι προεκήρυξαν, ὃς ἔμελλεν ἐπ’ ἐσχάτων ἐπὶ τῷ Ἰορδάνῃ φανερῶς ὑπὸ τοῦ πατρὸς μαρτυρεῖσθαι καὶ ὑπὸ | |
5 | Ἰωάννου τῷ λαῷ παρρησίᾳ δείκνυσθαι, ὁ τὸ κάστυ τοῦ γραμματέως περὶ τὴν ὀσφὺν φορῶν καὶ τὸ βαδδίν, τὸν ποι‐ κίλον χιτῶνα ἐνδεδυμένος. | |
4.57.4 | Οὗτοι πυνθάνονται αὐτοῦ εἰδότες, ὅτι αὐτῷ «ἐδόθη πᾶσα» ἀρχὴ καὶ «ἐξουσία», ἵνα μάθωσιν παρ’ αὐτοῦ ἀκριβῶς, πότε μέλλει ἐπάγειν τῷ κόσμῳ τὴν κρίσιν καὶ πότε τὰ ὑπ’ αὐτοῦ λελαλημένα πλη‐ | |
5 | ρωθήσεται. | |
4.57.5 | Ὁ δὲ κατὰ πάντα τρόπον πείθειν τούτους βουλόμενος ἐπῆρεν «τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ ὤμοσεν κατὰ τοῦ ζῶντος εἰς τὸν αἰῶνα.» | |
4.57.6 | Τίς καὶ κατὰ τίνος ὤμοσεν; ὁ υἱὸς κατὰ τοῦ πατρός, λέγων ὅτι ζῇ «εἰς τὸν αἰῶνα» ὁ πατήρ· ἦ μὴν | |
«εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἐν τῷ συντελεσ‐ θῆναι διασκορπισμὸν γνώσονται ταῦτα πάντα.» | 376 | |
4.57.7 | Τὸ οὖν ἐκτεῖναι αὐτὸν τὰς δύο χεῖρας αὐτοῦ, διὰ τούτου τὸ πάθος ἐπέδειξεν. | |
4.57.8 | Τὸ δὲ εἰπεῖν «εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ» τὰ τρία ἥμισυ ἔτη τὰ τοῦ ἀντιχρίστου ἐσήμανεν· καιρὸν δὲ λέγει ἐνιαυτὸν καὶ καιροὺς δὲ δύο ἔτη, ἥμισυ δὲ καιροῦ ἥμισυ ἐνιαυτοῦ· αὗταί εἰσιν αἱ χίλιαι | |
5 | διακόσιαι ἐνενήκοντα ἡμέραι ἃς προεῖπεν Δανιήλ. | |
4.58.1 | «Ἐν τῷ οὖν συντελεσθῆναι» τὸ πάθος καὶ γενέσθαι «διασκορπισμὸν» παρόντος τοῦ ἀντιχρίστου ἐν ταῖς ἡμέραις ἐκείναις «γνώσονται ταῦτα πάντα.» | |
4.58.2 | Τί οὖν ἔτι διστάζεις, ὦ ἄνθρωπε, ἐπὶ τοῖς εἰρημένοις, ἢ πῶς ἀπιστεῖς τοῖς ὑπὸ τοῦ κυρίου λελαλημένοις, ὁπότε ἡ πρώτη αὐτοῦ παρουσία ἤδη γεγένηται, καὶ ὁ ἐπὶ «τοῦ ὕδατος» | |
5 | ἑστὼς τότε καὶ ὀφθεὶς τῷ Δανιὴλ τῷ κόσμῳ νῦν πεφα‐ νέρωται, καὶ τὸ πάθος αὐτοῦ πᾶσιν σεσήμανται, καὶ διασκορπισμὸς τῷ λαῷ τῶν Ἰουδαίων ὑπὸ Ῥωμαίων γεγέ‐ νηται. | |
4.58.3 | Ἐν τῷ γὰρ λέγειν «συντελεσθῆναι διασκορπισμὸν γνώσονται ταῦτα πάντα», παρόντος τότε τοῦ κυρίου πρὸς αὐτοὺς καὶ μὴ ἐπιγνωσθέντος ὑπ’ αὐτῶν διεσκορπίσθησαν εἰς πάντα τὸν κόσμον ἔκβλητοι τῆς ἰδίας χώρας γενόμενοι, | |
5 | καὶ ὑπὸ τῶν ἐχθρῶν πολεμηθέντες ἐκ τῆς Ἱερουσαλὴμ πόλεως ἐξώσθησαν ἐπίχαρμα πᾶσιν τοῖς ἔθνεσιν γενάμενοι, ἵνα τὸ εὐαγγέλιον τοῦ κυρίου κατὰ πάντα τὸν κόσμον κηρυχ‐ θῇ καὶ ὁ πᾶς χρόνος πληρωθῇ καὶ ἡ ἐσχάτη ἑβδομὰς περιληφθῇ καὶ οἱ δύο πρόδρομοι τοῦ Χριστοῦ ἀποσταλῶσιν | |
10 | καὶ τὸ «βδέλυγμα τῆς ἐρημώσεως» μετ’ αὐτοὺς ἀναφανῇ καὶ ὁ κριτὴς τῶν κριτῶν ἀπὸ οὐρανῶν ἀποκαλυφθῇ καὶ ἡ ἀνάστασις τῶν ἁγίων γενηθῇ καὶ τὸ αἰώνιον βασίλειον τοῖς ἀξίοις δοθῇ καὶ τὸ τῶν ἀσεβῶν ἄσβεστον καὶ ἀκοίμητον πῦρ | |
ἐξαφθῇ. | 378 | |
4.59.1 | Τούτων οὕτως εἰρημένων, βουλόμενος ὁ προφήτης ἀκριβέστερον περιεργάζεσθαι ὁποῖα ἦν τὰ μετὰ τὴν ἀνάστασιν, ἀπεκρίθη πρὸς αὐτὸν καὶ εἶπεν· «Κύριε, τί τὰ ἔσχατα τούτων; καὶ εἶπεν· δεῦρο, Δανιήλ, ὅτι ἐμπεφραγ‐ | |
5 | μένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι οὗτοι ἕως καιροῦ πέρας, ἕως ἂν ἐκλεγῶσιν καὶ ἐκλευκανθῶσιν καὶ ἐκπυρωθῶσιν πολλοὶ καὶ ἀνομήσουσιν ἄνομοι καὶ οἱ νοήμονες συνήσουσιν.» «Καὶ σὺ δεῦρο καὶ ἀναπαύου· ἔτι γὰρ ἡμέραι εἰς ἀνα‐ πλήρωσιν συντελείας καὶ ἀναστήσῃ εἰς τὸν κλῆρόν σου εἰς | |
10 | συντέλειαν ἡμέρων.» | |
4.59.2 | Ἐπειδὴ γὰρ «ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἁγίοις» ἐκδιηγήσασθαι ἄνθρωπος νῦν οὐ δύναται— οὔτε γὰρ «ὀφθαλμὸς» αὐτοῦ «εἶδεν» οὔτε «οὖς ἤκουσεν» οὔτε «ἐπὶ καρδίαν ἀνθρώπου» «ἀνέβη», «εἰς ἃ καὶ ἐπι‐ | |
5 | θυμοῦσιν τότε ἄγγελοι παρακύψαι»—, οὕτως ἔφη πρὸς αὐτὸν «ἐμπεφραγμένοι εἰσὶν οἱ λόγοι οὗτοι ἕως καιροῦ πέρας, ἕως ἂν ἐκλεγῶσιν καὶ ἐκλευκανθῶσιν καὶ ἐκπυρωθῶ‐ σιν πολλοί.» | |
4.59.3 | Τίνες δὲ οἱ ἐκλεγόμενοι ἀλλ’ ἢ οἱ ἄξιοι τῆς βασιλείας εὑρισκόμενοι; | |
4.59.4 | Καὶ τίνες οἱ λευκαινόμενοι ἀλλ’ ἢ οἱ τῷ τῆς «ἀληθείας» λόγῳ πιστεύοντες, ἵνα λευκανθῶσιν δι’ αὐτοῦ καὶ ἀποβάλλοντες τὸν τῶν ἁμαρτιῶν ῥύπον ἐνδύ‐ σωνται τὸ ἀπ’ οὐρανῶν καθαρὸν καὶ διαυγὲς ἅγιον πνεῦμα, | |
5 | ἵνα παρόντος τοῦ νυμφίου εὐθέως συνεισέλθωσιν αὐτῷ. | |
4.59.5 | Καὶ τίνες οἱ ἐκπυρούμενοι ἢ οἱ διερχόμενοι «διὰ πυρὸς καὶ ὕδατος» διὰ τοῦ πνευματικοῦ «λουτροῦ τῆς παλιγγε‐ νεσίας» καὶ «τὸ θέλημα» τοῦ θεοῦ διὰ πυρώσεως πολλῶν πειρασμῶν καὶ θλίψεων ποιοῦντες; | |
4.59.6 | «Καὶ ἀνομήσουσιν ἄνομοι καὶ οἱ νοήμονες συνήσουσιν»· οἱ διὰ τοῦ αὐτεξουσίου ἀνομοῦντες καὶ δι’ αὐτοῦ πάλιν τινὲς συνιέντες καὶ εὐαρεσ‐ | |
τοῦντες. | 380 | |
4.60.1 | Τοῦ οὖν κυρίου διηγουμένου τοῖς μαθηταῖς περὶ τῆς μελλούσης τῶν ἁγίων βασιλείας ὡς εἴη ἔνδοξος καὶ θαυμαστή, καταπλαγεὶς ὁ Ἰούδας ἐπὶ τοῖς λεγομένοις ἔφη· καὶ τίς ἄρα ὄψεται ταῦτα; ὁ δὲ κύριος ἔφη· «Ταῦτα | |
5 | ὄψονται οἱ ἄξιοι γενόμενοι.» | |
4.60.2 | Ἴδε νῦν, ὦ ἄνθρωπε, τὰ πάλαι ἐσφραγισμένα καὶ γνωσθῆναι μὴ δυνάμενα νῦν παρρη‐ σίᾳ «ἐπὶ τῶν δωμάτων» κηρύσσεται καὶ ἡ τῆς ζωῆς βίβλος ἐκταθεῖσα ἤδη φανερῶς ἐπὶ ξύλου ἥπλωται ἔχουσα «τίτλον» | |
5 | «ῥωμαϊστὶ καὶ ἑλληνιστὶ καὶ ἑβραϊστὶ» γεγραμμένον, ὅπως καὶ Ῥωμαῖοι καὶ Ἕλληνες καὶ Ἑβραῖοι διδαχθῶσιν, ἵνα προσδοκῶντες οἱ ἄνθρωποι τὰ μέλλοντα ἀγαθὰ πιστεύ‐ σωσιν τοῖς ἐκεῖ ἐγγεγραμμένοις ἐν ταύτῃ «τῇ βίβλῳ τῆς ζωῆς» τοῖς καὶ κηρυχθεῖσιν ἐν ὅλῳ τῷ κόσμῳ, καὶ μαθόντες | |
10 | τὰ τῷ κόσμῳ ἐπερχόμενα κακά, φοβηθέντες τὴν κρίσιν καὶ ἐκφύγωσιν καὶ τὴν αἰώνιον κόλασιν, ὅπως ἄξιοι πάντες τοῦ βασιλέως εὑρεθέντες ἐκλάβωμεν αὐτὸν καθαρὸν καθαροῖς σώμασιν καὶ ψυχαῖς, λαμπρὰς καὶ εὐώδεις στολὰς περὶ τὸ σῶμα ἠμφιεσμένοι, τὰς ἑαυτῶν λαμπάδας ἐλαίῳ διαυγεῖ | |
15 | καταρτίσαντες, ἵνα μὴ τῇ «κραιπάλῃ καὶ τῇ μέθῃ» καὶ τῇ παντοίᾳ φαντασίᾳ καὶ ἡδονῇ τοῦ βίου τούτου ἀπατηθέντες καὶ μείζονα τὰ πρόσκαιρα καὶ ἐπίγεια καὶ εὔφθαρτα νομί‐ σαντες τῶν ἀϊδίων καὶ ἀφθάρτων καὶ ἀκηράτων ἀγαθῶν, ἀπονυστάξαντες ἐκπέσωμεν τῆς ἀϊδίου ζωῆς, | |
4.60.3 | Δύναται δὲ ὁ θεὸς πάντας ἡμᾶς πρὸς τὰ μέλλοντα ἐγρηγόρους ποιῆσαι, καταρτίσαι, σῶσαι, ἐλεῆσαι, φυλᾶξαι, τηρῆσαι ἀπὸ παντὸς | |
πειρασμοῦ καὶ θλίψεως, ὅπως ἐκφυγόντες τὴν ἐπερχομένην | 382 | |
5 | διὰ πυρὸς κρίσιν φθάσωμεν ἀπαντῆσαι μετὰ χαρᾶς εἰς τὴν ἐπιφάνειαν τοῦ ἠγαπημένου παιδὸς αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ κυρίου ἡμῶν, δοξάζοντες αὐτὸν, ὅτι αὐτῷ ἡ δόξα νῦν καὶ | |
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 384 |