TLG 2115 029 :: HIPPOLYTUS :: De consummatione mundi [Sp.]

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

De consummatione mundi [Sp.]

Source: Achelis, H. (ed.), Hippolyt’s kleinere exegetische und homiletische Schriften [Die griechischen christlichen Schriftsteller 1.2] Leipzig: Teubner, 1897: 289–309.

Citation: Section — (line)

t

ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΙΠΠΟΛΥΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΣΥΝΤΕΛΕΙΑΣ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΑΝΤΙΧΡΙΣΤΟΥ
5ΚΑΙ ΕΙΣ ΤΗΝ ΔΕΥΤΕΡΑΝ ΠΑΡΟΥΣΙΑΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

1

Ἐπειδὴ γὰρ οἱ μακάριοι προφῆται ὀφθαλμοὶ ἡμῶν γεγόνασιν, τῶν ἀποκρύφων τὴν δήλωσιν ἡμῖν ἐμφανιζόμενοι διά τε βίου διά τε ἐμφανείας καὶ ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος καὶ τὰ μήπω γε‐ γονότα διαλεγόμενοι, ὅθεν καὶ πάσαις ταῖς μετέπειτα γενεαῖς με‐
5γίστην θεωρίαν καὶ πρᾶξιν ἀνεζωγράφησαν, διὸ δὴ καὶ τὴν τοῦ θεοῦ διὰ σαρκὸς ἐπιδημίαν τῷ κόσμῳ κηρύξαντες, τὴν ἐκ τῆς παναχράντου καὶ θεοτόκου Μαρίας, γεννήσεώς τε καὶ αὐξήσεως καὶ τῆς μετὰ ἀνθρώ‐ πων ἀναστροφῆς καὶ βιώσεως, καὶ τὴν διὰ βαπτίσματος ἀνάδειξιν αὐτοῦ καὶ πᾶσιν ἀνθρώποις γενησομένην ἀναγέννησιν διὰ „λουτροῦ
10παλιγγενεσίασ“, τὴν τῶν θαυμάτων πληθύν, καὶ τὸ ἐπὶ σταυροῦ μα‐ κάριον πάθος καὶ τὰ ἐν αὐτῷ ἐμπαίγματα, ἅπερ παρὰ τῶν Ἰουδαίων ὑπέμεινεν, τὴν ταφὴν αὐτοῦ, τὴν εἰς ᾅδου κατάβασιν καὶ τῶν ἀπ’ αἰώνων ψυχῶν ἀνάβασίν τε καὶ ἀπολύτρωσιν, τὴν τοῦ θανάτου φθορὰν τήν τε ἐκ νεκρῶν αὐτοῦ ζωοποιὸν ἔγερσιν καὶ παντὸς τοῦ
15κόσμου ἀνάπλασιν καὶ τὴν εἰς οὐρανοὺς ἀναλήψεως ἄνοδον καὶ τὴν τοῦ πνεύματος ὑποδοχήν, ἧσπερ οἱ ἀπόστολοι κατηξιώθησαν, καὶ πάλιν τὴν δευτέραν παρουσίαν τὴν μέλλουσαν ἐκθροεῖν τὰ σύμπαντα ἀναγκαίως γάρ, „βλέποντεσ“ καλούμενοι, προϋπέδειξαν καὶ προεῖπον.

2

διὸ καὶ τῆς συντελείας ἡμῖν τὴν ἡμέραν ἐνεφάνισαν, τὴν ἐν τοῖς ἐσχάτοις καιροῖς, τὴν τοῦ ἀποστάτου ἐμφάνειαν καὶ πλάνην τοῖς ἀνθρώποις καὶ τῆς βασιλείας αὐτοῦ τὴν ἔναρξιν καὶ συμπλήρωσιν καὶ τὴν τοῦ κριτοῦ ἔλευσιν καὶ τὴν τῶν δικαίων ζωὴν καὶ τὴν τῶν ἁμαρ‐
5τωλῶν τιμωρίαν προϋπέφηναν, ἵνα πάντες ἡμεῖς ἐν νῷ φέροντες ταῦτα καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ὡς τέκνα τῆς ἐκκλησίας γινώ‐ σκωμεν ὅτι „ἰῶτα ἓν ἢ μία κεραία ἐξ αὐτῶν οὐκ ἀπολυθήσεται“, κα‐ θὼς ὁ σωτήριος λόγος ὑπέφηνεν. ἀναγκαίως οὖν πάντες ἀνοίξατε τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ὑμῶν καὶ τὰ ὦτα τῆς ψυχῆς ὑμῶν καὶ
10ὑποδέξασθε ὃν μέλλομεν λέγειν λόγον, πάσης γὰρ φρίκης καὶ φόβου μεστὸν διήγημα μέλλω ἐμφανίσαι σήμερον, τὴν συντέλειαν ἤγουν τὴν παγκόσμιον τοῦ ἐχθροῦ καὶ διαβόλου πλάνην καὶ μετὰ ταῦτα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δευτέραν παρουσίαν.289

3

πόθεν οὖν, φιλόχριστοι, λάβω ἀρχὴν καὶ τί ἀπάρξομαι ἢ τί διηγήσομαι; τίνα μάρτυρα τοῖς λεγομένοις παρέξω; ἀλλ’ ὅθεν τὸν λόγον ἠρξάμεθα, τούτους εἰς μέσον παραγάγωμεν πιστοὺς μάρτυρας, βεβαιοῦντας τῶν
5λεγομένων τὴν δήλωσιν, καὶ μετέπειτα καὶ τῶν ἀποστόλων τὴν δι‐ δαχήν, μᾶλλον δὲ προφητείαν, πῶς πανταχοῦ τῆς οἰκουμένης σαλπί‐ ζουσι τῆς συντελείας τὴν ἡμέραν. ἐπειδὴ οὖν καὶ οὗτοι τὰ μήπω γενησόμενα προϋπέδειξαν καὶ τῶν μελλόντων ἀναφανῆναι πονηρῶν ἀνθρώπων σκαιωρίαν καὶ κακοβουλίαν ἐνεφάνισαν· φέρε οὖν, τὸν προ‐
10φήτην Ἡσαΐαν ὡς πρῶτον μάρτυρα μέσον εἰσαγάγωμεν, περὶ τῶν χρόνων τῆς συντελείας ἡμῖν ἐκδιδάσκοντα. τί οὖν φησιν; „ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν· ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκη‐ νὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλις πολιορ‐
15κουμένη“. εἶδες τοῦ προφήτου, ἀγαπητέ, τὴν ἔκλαμψιν, ἣν πρὸ πό‐ σων γενεῶν τὸν καιρὸν προεθέσπισεν. οὐ γὰρ περὶ τῶν Ἰουδαίων τοῦτον τὸν λόγον προϋπέφηνεν οὐδὲ περὶ τῆς Σιὼν τῆς πόλεως, ἀλλὰ περὶ τῆς ἐκκλησίας. Σιὼν γὰρ τὴν ἐξ ἐθνῶν προσαχθεῖσαν νύμφην πάντες οἱ προφῆται ἐδήλωσαν.

4

διὸ καὶ πρὸς δεύτερον μάρτυρα τὸν λόγον ὑφαπλώσωμεν. ποῖον δὴ τοῦτον; ἄκουσον καὶ τοῦ Ὠσηὲ τοιαῦτα φωνοῦντος μεγαλοφώνως. „ἐν ταῖς ἡμέραις ἐκεί‐ ναις ἐπάξει κύριος ἄνεμον καύσωνος ἐκ τῆς ἐρήμου ἐπ’ αὐτοὺς καὶ
5ἀναξηρανεῖ τὰς φλέβας αὐτῶν καὶ ἐξερημώσει τὰς πηγὰς αὐτῶν, καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ ἀφανισθήσονται· ὅτι ἀντέστησαν πρὸς τὸν θεόν, ἐν ῥομφαίᾳ πεσοῦνται καὶ αἱ ἐν γαστρὶ αὑτῶν ἔχουσαι διαρραγήσονται“. τίς γὰρ ἄλλος „ἄνεμος καύσωνος ἐκ τῆς ἐρήμου“ ἀλλ’ ἢ ὁ ἀντίχριστος ὁ μέλλων ἀφανίσαι καὶ ἀναξηρᾶναι τὰς φλέβας
10τῶν ὑδάτων καὶ τοὺς καρποὺς τῶν δένδρων ἐν τοῖς χρόνοις αὐτοῦ, ὅτι ἐπεθύμησαν ἐν τοῖς ἔργοις αὐτοῦ οἱ ἄνθρωποι. διὸ καὶ ἀφανίσει αὐτοὺς καὶ δουλεύσουσιν αὐτὸν ἐν τῇ ἀκαθαρσίᾳ αὐτοῦ.

5

ὅρα συμ‐ φωνίαν προφήτου πρὸς προφήτην. μάθε καὶ ἕτερον τὰ ὅμοια διαλε‐ γόμενον. Ἀμὼς γὰρ τὰ αὐτὰ συμφώνως προεφήτευσεν „τάδε λέγει κύριος Διὰ τοῦτο ἀνθ’ ὧν κατεκονδυλίσατε πτωχὸν καὶ δῶρα ἐκλεκτὰ
5ἐδέξασθε παρ’ αὐτοῦ, οἴκους γὰρ ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν
οἶνον αὐτῶν, ὅτι ἔγνων πολλὰς ἀσεβείας, καταπατοῦντες τὸν δίκαιον, καὶ λαμβάνοντες ἀντάλλαγμα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. διὰ τοῦτο ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός290
10ἐστιν“. μάθε, ἀγαπητέ, τῶν τότε ἀνθρώπων τὴν πονηρίαν, πῶς καθ‐ αρπάζουσιν οἰκίας καὶ ἀγρούς, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. ὅταν γὰρ ταῦτα γένηται, ἵνα ἴδῃς ὅτι τέλος ἐστίν. διὸ ἔγνως τὴν σοφίαν τοῦ προφήτου καὶ τὴν ἀποκάλυψιν τὴν μέλλουσαν ἔσεσθαι ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ πάντες οἱ προφῆται, ὡς προείπομεν, ὡς
15τὰ ἀρχαῖα ἐνεφάνισαν, οὕτω καὶ τὰ ἐν τοῖς ὑστέροις καιροῖς γενή‐ σεσθαι μέλλοντα διαπρυσίως ἐθέσπισαν.

6

ἀλλ’ ἵνα μὴ τὸν λόγον ἁπάντων τῶν προφητῶν τοῖς ῥήμασιν ἀναλώσωμεν, ἑνὸς μνησθέντες, ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. τί δὲ καὶ Μιχαίας προαγορεύει; „τάδε λέγει κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου,
5τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπ’ αὐτὸν εἰρήνην· καὶ εἰ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἡγίασαν ἐπ’ αὐτὸν πόλεμον. διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας καὶ συσκοτάσει ἐπ’ αὐτοὺς ἡ ἡμέρα, καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια
10καὶ καταγελασθήσονται οἱ μάντεισ“. ταῦτα προϊστορήσαμεν, ἵνα γνῶτε τὴν ἐπ’ ἐσχάτων γενησομένην ὀδύνην καὶ ταραχὴν καὶ πάντων ἀνθρώ‐ πων τὴν πρὸς ἀλλήλους ἀναστροφὴν καὶ φθόνον καὶ μῖσος καὶ ἔριν, τὴν τῶν ποιμένων ἐπὶ τῶν προβάτων ἀμέλειαν καὶ τοῦ λαοῦ πρὸς τοὺς ἱερεῖς ἀνυπότακτον διάθεσιν.

7

διὸ πάντες τῷ ἰδίῳ θελή‐ ματι ἐμπεριπατήσουσιν, καὶ τὰ τέκνα τοῖς γονεῦσιν ἐπιβαλοῦνται χεῖ‐ ρας. γυνὴ τὸν ἴδιον ἄνδρα παραδώσει εἰς θάνατον καὶ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα ἐπὶ κριτήριον ἄξει ὡς ὑπεύθυνον, δεσπόται εἰς τοὺς
5ἰδίους δούλους ἀπάνθρωποι αὐθεντήσονται καὶ δοῦλοι πρὸς τοὺς δεσπό‐ τας ἀνυπότακτον διάθεσιν περιβαλοῦνται. πρεσβυτέρου πολιὰν οὐδεὶς αἰδεσθήσεται καὶ νεωτέρου κάλλος οὐδεὶς οἰκτειρήσεται. οἱ ναοὶ τοῦ θεοῦ ὡς οἶκοι ἔσονται καὶ καταστροφαὶ τῶν ἐκκλησιῶν πανταχοῦ γε‐ νήσονται. αἱ γραφαὶ καταφρονηθήσονται καὶ τοῦ ἐχθροῦ τὰ ᾄσματα
10πανταχοῦ ἐξᾴσουσιν. πορνεῖαι καὶ μοιχεῖαι καὶ ἐπιορκίαι [τὴν γῆν πληρώσουσιν· φαρμακεῖαι] καὶ ἐπαοιδίαι καὶ μαντεῖαι ὀπίσω τούτων σφοδρῶς καὶ προθύμως ἐξακολουθήσουσι καὶ καθ’ ὅλου ὑπὸ τῶν δο‐ κούντων εἶναι χριστιανοὶ τότε ἐγερθήσονται ψευδοπροφῆται, ψευδα‐ πόστολοι, γόητες, ἄνθρωποι φθοροποιοί, κακοποιοί, ψευδόμενοι κατ’
15ἀλλήλων, μοιχοί, πόρνοι, ἅρπαγες, πλεονέκται, ἐπίορκοι, κατάλαλοι [ἀλλήλους μισοῦντες]. οἱ ποιμένες ὡς λύκοι γενήσονται. [οἱ ἱερεῖς τὸ ψεῦδος ἀσπάσονται.] οἱ μοναχοὶ τὰ τοῦ κόσμου ποθήσουσιν. οἱ πλού‐
σιοι ἀσπλαγχνίαν ἐνδύσονται. οἱ ἄρχοντες πτωχῷ οὐ βοηθήσουσιν. οἱ δυνάσται οἰκτιρμοὺς ἀποβαλοῦνται. οἱ κριταὶ τὸ δίκαιον ἐκ τοῦ291
20δικαίου ἀροῦσι καὶ τοῖς δώροις ἐκτυφλούμενοι ἀδικίαν ἐπισπάσονται.

8

καὶ τί λέγω ἀπὸ ἀνθρώπων, ὅπου καὶ αὐτὰ τὰ στοιχεῖα τὴν οἰκείαν τάξιν ἀρνήσονται; σεισμοὶ [κατὰ πᾶσαν πόλιν, λοιμοὶ] ἐπὶ πᾶ‐ σαν χώραν, βρονταὶ ἄνεμοι καὶ φοβεραὶ ἀστραπαὶ οἴκους καὶ ἀγροὺς κατακαίουσαι, καταιγίδες ἀνέμων τὴν γῆν καὶ τὴν θάλασσαν ἀμέτρως
5ἐκταράσσουσαι, τῆς γῆς ἀκαρπίαι, θαλάσσης ἦχος καὶ σάλος ἀφόρητος ἀπὸ ψυχῶν καὶ ἀπωλείας ἀνθρώπων. σημεῖα ἐν ἡλίῳ, σημεῖα ἐν σε‐ λήνῃ, ἄστρων παρατροπαί, συνοχαὶ ἐθνῶν, ἀέρων ἀκρασίαι, χαλάζης βολίδες ἐπὶ προσώπου τῆς γῆς, χειμῶνος ἀταξίαι, παγετοὶ διάφοροι, καύσωνες ἀπαραμύθητοι, κεραυνοὶ αἰφνίδιοι, ἐμπρησμοὶ ἀδόκητοι, καὶ
10ἁπαξαπλῶς πάσης τῆς γῆς θρῆνος καὶ κοπετός, παραμυθίαν μὴ ἐχούσης. „ἐκ γὰρ τοῦ πληθυνθῆναι τὴν ἁμαρτίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν“. διὰ τούτων ἁπάντων τὴν ζάλην, τὴν ἀταξίαν, ὁ κύριος τοῦ παντὸς διὰ τοῦ εὐαγγελίου βοᾷ λέγων „βλέπετε μὴ πλανηθῆτε. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι ἐγώ εἰμι καὶ
15ὁ καιρὸς ἤγγικεν. μὴ οὖν πλανηθῆτε ὀπίσω αὐτῶν. ὅταν δὲ ἀκού‐ σητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε. δεῖ γὰρ ταῦτα γε‐ νέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθὺς τὸ τέλοσ“. μάθωμεν τοῦ σωτῆρος τὸν λόγον, πῶς διὰ παντὸς ἀσφαλίζων ἡμᾶς παρήγγειλε „βλέπετε μὴ πλανηθῆτε. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι
20ἐγώ εἰμι“.

9

καὶ γὰρ μετὰ τὸ ἀναληφθῆναι αὐτὸν πρὸς τὸν πατέρα ἀνέστησάν τινες λέγοντες ὅτι ἐγώ εἰμι ὁ Χριστός, καθὼς Σίμων ὁ μάγος καὶ οἱ λοιποί, ὧν οὐκ ἔστι καιρὸς ἄρτι τὰ ὀνόματα μνημονεῦ‐ σαι. διὸ καὶ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς συντελείας δεῖ πάλιν ἀναστῆναι
5ψευδοχρίστους ἄνδρας λέγοντας ὅτι ἐγώ εἰμι ὁ Χριστός. καὶ πολλοὺς πλανήσουσι καὶ πολλοὶ τῶν ἀνθρώπων δραμοῦσιν ἀπὸ ἀνατολῶν ἕως δυσμῶν καὶ ἀπὸ βορρᾶν ἕως θαλάσσης, λέγοντες Ποῦ ὧδε ὁ Χριστός; ποῦ ἐκεῖ ὁ Χριστός; ἀλλὰ μάταιον φρόνημα κεκτημένοι καὶ τὰς γρα‐ φὰς ἐμμελῶς οὐκ ἀναγινώσκοντες, οὐκ ὀρθὰ φρονοῦντες ζητήσουσιν
10ὄνομα, ὅπερ εὑρεῖν οὐ δυνήσονται. „δεῖ γὰρ πρῶτον ταῦτα γενέσθαι“ καὶ οὕτως ὀφθῆναι τὸν υἱὸν τῆς ἀπωλείας ἤγουν τὸν διάβολον.

10

καὶ οἱ θεηγόροι ἀπόστολοι βεβαιοῦντες τὴν τοῦ κυρίου Ἰησοῦ Χρι‐ στοῦ παρουσίαν, ἕκαστος αὐτῶν ὑπέδειξε τῶν ἐναγῶν καὶ φθοροποιῶν ἀνθρώπων τὴν ἀνάδειξιν τούτων καὶ ἐκήρυξαν ἀναφανδὸν τὰς τούτων ἀθεμίτους πράξεις. πρῶτος ὁ Πέτρος, ἡ πέτρα τῆς πίστεως, ὃν ἐμα‐
5κάρισε Χριστὸς ὁ θεὸς ἡμῶν, ὁ διδάσκαλος τῆς ἐκκλησίας, ὁ πρῶτος μαθητής, ὁ τὰς κλεῖς τῆς βασιλείας ἔχων, ἐδίδαξεν ἡμᾶς λέγων „τοῦτο
πρῶτον γινώσκετε, τέκνα, ὅτι ἐλεύσονται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι“ καὶ „ἐν ἡμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας.“292
10μετὰ τοῦτον συνῳδὰ Ἰωάννης ὁ θεολόγος καὶ ἠγαπημένος τοῦ Χριστοῦ βοᾷ „φανερά ἐστι τὰ τέκνα τοῦ διαβόλου“ „καὶ νῦν ἀντίχριστοι πολ‐ λοὶ γεγόνασιν, ἀλλὰ μὴ πλανηθῆτε ὀπίσω αὐτῶν. μὴ παντὶ πνεύματι πιστεύετε, ὅτι πολλοὶ ψευδοπροφῆται ἐληλύθασιν εἰς τὸν κόσμον“. εἶτα ὁ Ἰούδας Ἰακώβου τὰ ὅμοια τούτων λέγει „ἐπ’ ἐσχάτων τῶν
15χρόνων ἔσονται ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν“. οὗτοί εἰσιν οἱ ἀφόβως ἑαυτοὺς ποιμαίνοντες. ἔγνως τῶν θεολόγων καὶ ἀποστόλων τὴν συμφωνίαν καὶ ὁμόνοιαν τῆς διδαχῆς αὐτῶν.

11

ἄκουε λοιπὸν καὶ Παύλου λέγοντος παρρησίᾳ, πῶς τού‐ τους φανερῶς ἀποκαλύπτει. „βλέπετε τοὺς κακοὺς ἐργάτας. βλέπετε τὴν κατατομήν“ „βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτησ“. „βλέπετε, πῶς ἀκριβῶς περιπατεῖτε,
5ὅτι αἱ ἡμέραι πονηραί εἰσιν“. λοιπὸν τίς ἕξει ἀπολογίαν, ἀκούων ταῦ‐ τα ἐν τῇ ἐκκλησίᾳ, παρά τε τῶν προφητῶν καὶ ἀποστόλων καὶ παρ’ αὐτοῦ τοῦ κυρίου, καὶ οὐ φροντίσει τῆς ψυχῆς αὐτοῦ τὴν ἐπιμέλειαν καὶ τὸν καιρὸν τῆς συντελείας καὶ τὴν ὥραν ἐκείνην, ἣν μέλλομεν παρίστασθαι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ.

12

ἀλλὰ τῆς συντελείας τοῦ λόγου [πέρας δώσαντες] τρέψομεν τὴν διήγησιν ἐπὶ τὰ ἀκόλουθα ὡς ἡμῖν μέλλοντα ῥηθήσεσθαι. παράγω δὲ εἰς μέσον ἀξιόπιστον μάρ‐ τυρα, τὸν προφήτην Δανιήλ, ὃς τὸ ἐνύπνιον τοῦ Ναβουχοδονόσορ
5διέλυσε καὶ ἀπὸ τῆς ἀρχῆς τῶν βασιλέων ἕως τῆς συντελείας ὑπέ‐ δειξεν ἀπαράτροπον ὁδὸν τοῖς ὁδεῦσαι θέλουσιν, τῆς ἀληθείας τὴν δήλωσιν. τί γάρ φησιν ὁ προφήτης; ἀριδήλως πρὸς τὸν Ναβουχοδο‐ νόσορ προήγγειλεν „ἐθεώρεις, ὦ βασιλεῦ, καὶ ἰδοὺ εἰκὼν μεγάλη ἑστῶσα πρὸ προσώπου σου, ἧς ἡ κεφαλὴ χρυσίου, οἱ βραχίονες αὐτῆς
10καὶ οἱ ὦμοι ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μὲν μέρος τι σιδηροῦν καὶ μέρος τι ὀστράκινον. ἐθεώρεις ἕως οὗ ἀπετμήθη λίθος ἄνευ χειρὸς καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν εἰς τέλος. τότε ἐλεπτύνθησαν εἰσάπαξ τὸ ὄστρακον καὶ ὁ σίδηρος καὶ ὁ χαλκός, ὁ
15ἄργυρος καὶ ὁ χρυσός, καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θε‐ ρινῆς, καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο εἰς ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν“.

13

διὸ συνάψαντες τούτοις καὶ τὰς τοῦ Δανιὴλ ὁράσεις μίαν ἐν ἀμφοτέροις τὴν διήγησιν ποιησόμεθα, ἐπι‐ δεικνύντες πῶς σύμφωνα καὶ ἀληθῆ ἦσαν τοῦ προφήτου τὰ ὁραθέντα,
ἅπερ καὶ ὁ Ναβουχοδονόσορ προεώρακεν. λέγει γὰρ οὕτως ὁ προφή‐293
5της „ἐγὼ Δανιὴλ ἐθεώρουν καὶ ἰδοὺ οἱ τέσσαρες οἱ ἄνεμοι τοῦ οὐρα‐ νοῦ προσέβαλον εἰς τὴν θάλασσαν τὴν μεγάλην, καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων. τὸ πρῶτον θηρίον ὡσεὶ λέαινα καὶ πτερὰ αὐτῆς ὡς ἀετοῦ. ἐθεώρουν ἕως οὗ ἐξε‐ τίλη τὰ πτερὰ αὐτῆς καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώ‐
10που ἐστάθη καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. καὶ ἰδοὺ θηρίον δεύ‐ τερον ὅμοιον ἄρκτῳ. καὶ εἰς μέρος ἓν ἐστάθη καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς. καὶ οὕτως ἔλεγον αὐτῇ Ἀνάστηθι, φάγε σάρκας πολλάς. ὀπίσω αὐτοῦ ἐθεώρουν καὶ ἰδοὺ θηρίον τρίτον ὡσεὶ πάρδαλις καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπερ‐
15άνω αὐτῆς. τέσσαρες κεφαλαὶ τῷ θηρίῳ. ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ τέταρτον θηρίον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχυρὸν περισσῶς, οἱ ὀδόντες αὐτοῦ σιδηροῖ μεγάλοι καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει. καὶ αὐτὸ διαφέρον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ. καὶ
20κέρατα δέκα αὐτῷ. προσενόουν τοῖς κέρασιν αὐτοῦ καὶ ἰδοὺ μικρὸν κέρας ἀνέβη ἐν μέσῳ αὐτῶν καὶ τρία κέρατα ἔμπροσθεν αὐτοῦ ἐξερρι‐ ζώθη ἀπὸ προσώπου αὐτοῦ, καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀν‐ θρώπου ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα“.

14

ἐπεὶ οὖν δυσνόητα πᾶσι δοκεῖ ταῦτα τὰ μυστικῶς εἰρημένα παρὰ τοῦ προ‐ φήτου, οὐδὲν τούτων ἀποκρύψωμεν τοῖς ὑγιῆ τὸν νοῦν κεκτημένοις. τὸ πρῶτον θηρίον εἰπὼν ὁ Δανιὴλ ἤγουν τὴν λέαιναν τὴν ἐκ τῆς θα‐
5λάσσης ἀναβαίνουσαν, τὴν τῶν Βαβυλωνίων γεγενημένην βασιλείαν ἐν τῷ κόσμῳ σημαίνει, ταύτην οὖσαν τῆς εἰκόνος τὴν χρυσῆν κεφαλήν. τὸ δὲ λέγειν „πτερὰ αὐτῆς ὡς ἀετοῦ“, ὅτι ὑψώθη ὁ βασιλεὺς Ναβου‐ χοδονόσορ καὶ κατὰ τοῦ θεοῦ ἐπήρθη. εἶτα, φησίν, „ἐξετίλη τὰ πτερὰ αὐτῆσ“, ὅτι καθῃρέθη αὐτοῦ ἡ δόξα. ἐδιώχθη γὰρ ἐκ τῆς βασιλείας
10αὐτοῦ. τὸ δὲ εἰπεῖν „καρδία ἀνθρώπου ἐδόθη αὐτῷ καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη“ ὅτι μετενόησεν, ἐπιγνοὺς ἑαυτὸν ὅτι ἄνθρωπός ἐστιν, καὶ ἔδωκε δόξαν τῷ θεῷ. ἰδοὺ ἀπέδειξε τοῦ πρώτου θηρίου τὴν ὁμοίωσιν.

15

μετὰ οὖν τὴν λέαιναν δεύτερον ὁρᾷ θηρίον ὁ προ‐ φήτης, ὅμοιον ἄρκτῳ, ὅπερ ἦσαν Πέρσαι. μετὰ γὰρ Βαβυλωνίους Πέρ‐ σαι ἐκράτησαν. τὸ δὲ λέγειν „τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς ἐθεώ‐ ρουν“ τρία ἔθνη ἔδειξεν, Πέρσας Μήδους καὶ Βαβυλωνίους, ὅπερ δέ‐
5δεικται μετὰ τοῦ χρυσίου ὁ ἄργυρος ἐν τῇ εἰκόνι. ἰδοὺ καὶ τὸ δεύτε‐ ρον θηρίον ἀπεδείξαμεν. ἔπειτα τὸ τρίτον ἡ πάρδαλις, οἵτινες ἦσαν Ἕλληνες· μετὰ γὰρ Πέρσας Ἀλέξανδρος ὁ τῶν Μακεδόνων ἐκράτησεν, καθελὼν τὸν Δαρεῖον· ὃ δέδεικται ἐν τῇ εἰκόνι ὁ χαλκός. τὸ δὲ λέγειν
„πτερὰ τέσσαρα πετεινοῦ καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ“ σαφέστατα294
10ἔδειξε πῶς διεμερίσθη εἰς τέσσαρα μέρη ἡ βασιλεία τοῦ Ἀλεξάνδρου. τέσσαρας γὰρ κεφαλὰς εἶχεν, τοὺς τέσσαρας βασιλεῖς ἐξ αὐτῆς ἀναστάν‐ τας. τελευτῶν γὰρ ὁ Ἀλέξανδρος διεῖλε τὴν βασιλείαν αὐτοῦ εἰς τέσ‐ σαρα μέρη. ἰδοὺ καὶ τὸ τρίτον εἴπομεν.

16

ἔπειτα, φησίν, „τέταρ‐ τον θηρίον φοβερὸν καὶ ἔκθαμβον. οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες χαλκοῖ“. τίνες οὗτοι ἀλλ’ ἢ ἡ Ῥωμαίων βασιλεία, ὅπερ ἐστὶν ὁ σίδηρος ἐν ᾧ συνθλάσει τὰ πρὸ αὐτῆς πάντα βασίλεια καὶ κατακυ‐
5ριεύσει πάσης τῆς γῆς. μετὰ οὖν τοῦτο τί περιλείπεται ἑρμηνεῦσαι ἡμῖν ὧν ἑώρακεν ὁ προφήτης ἀλλ’ ἢ τὰ ἴχνη τῶν ποδῶν τῆς εἰκόνος, ἐν οἷς καὶ μέρος μέν τι σιδηροῦν, μέρος δὲ ὀστράκινον, ἅμα μεμιγμέ‐ νον εἰς ἓν τὰ ἀμφότερα. μυστικῶς γὰρ ἐδήλωσε διὰ τῶν δέκα δακτύ‐ λων τῶν ποδῶν τῆς εἰκόνος τοὺς δέκα βασιλεῖς τοὺς ἐξ αὐτοῦ ἐγειρο‐
10μένους, ἅπερ ἑρμήνευσεν ὁ Δανιήλ. „προσενόουν γὰρ τὸ θηρίον“ ἤγουν τὸ τέταρτον „καὶ ἰδοὺ δέκα κέρατα ὀπίσω αὐτοῦ, ἐν οἷς ἀνέβη ἕτερον κέρας ὡς παραφυάδιον καὶ τρία πρὸ αὐτοῦ ἐκριζώσει“. ὅπερ δέδεικται κέρας τὸ παραφυάδιον ἄλλον μὴ εἶναι εἰ μὴ ὁ ἀντίχριστος ὁ μέλλων ἀναστῆσαι τὴν τῶν Ἰουδαίων βασιλείαν. τρία δὲ κέρατα, ἃ μέλλει παρ’
15αὐτοῦ ἐκριζοῦσθαι, τρεῖς βασιλεῖς δεικνύει, Αἰγύπτου Λιβύων τε καὶ Αἰθιόπων, οὓς ἀνελεῖ παρατάξει πολέμου ὡς κρατήσας ἁπάντων, δει‐ νὸς ὢν τύραννος, θλίψιν καὶ διωγμὸν ἐπὶ τοὺς ἁγίους ποιήσει, ἐπαι‐ ρόμενος κατ’ αὐτῶν.

17

ὁρᾷς, πῶς ὁ Δανιὴλ τῶν βασιλειῶν τὴν διακράτησιν τῷ Ναβουχοδονόσορ διηρμήνευσεν. βλέπεις, πῶς τῆς εἰ‐ κόνος τὴν μορφὴν πᾶσι τοῖς πέρασιν ἐδήλωσεν. ἔγνως, τῶν τεσσά‐ ρων θηρίων τὴν ἐκ τῆς θαλάσσης ἀνάβασιν πῶς ἡμῖν προϋπέδειξεν.
5λοιπόν ἐστι τὰ μερικῶς πραχθέντα ὑπὸ τοῦ ἀντιχρίστου ὑμῖν μὴ ἀποκρύψωμεν, ἀλλ’ ὅσον ἐφικτὸν διά τε προφητῶν διά τε γραφῶν αὐτοῦ ἀνακηρύξωμεν τὴν ἐπὶ πᾶσαν τὴν γῆν πλάνην καὶ παράνομον ἔλευσιν.

18

τοῦ μὲν κυρίου Ἰησοῦ Χριστοῦ κατὰ σάρκα ἐπιδημή‐ σαντος ἐκ τῆς ἁγίας ἀχράντου παρθένου καὶ τὴν τοῦ Ἰούδα φυλὴν ἀναλαβομένου καὶ ἐξ αὐτῆς προελθόντος, τὸ βασιλικὸν τῆς συγγενείας ἐδήλωσε κατὰ τὸν Ἰακώβ, τὸν ἐν ταῖς εὐλογίαις ἀναφωνοῦντα πρὸς
5τὸν ἑαυτοῦ υἱὸν „Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου. αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνήσουσί σε οἱ υἱοὶ πατρός σου. σκύμνος λέοντος Ἰούδα. ἐκ βλαστοῦ μου, υἱέ, ἀνέβης. ἀναπεσὼν ἐκοι‐ μήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀπο‐
10κείμενα αὐτῷ καὶ αὐτὸς προσδοκία ἐθνῶν“. ἴδε τοῦ Ἰακὼβ τὰ ῥήμα‐ τα, πρὸς τὸν Ἰούδαν λεγόμενα, ἐπὶ τοῦ κυρίου πληρωθέντα. τὸ αὐ‐ τὸ δὴ καὶ ἐπὶ τοῦ ἀντιχρίστου ὁ πατριάρχης βοᾷ. διὸ ὥσπερ εἰς τὸν
Ἰούδα προεφήτευσεν, οὕτω καὶ ἐπὶ τὸν υἱὸν αὐτοῦ Δάν. ὁ γὰρ Ἰού‐ δας υἱὸς αὐτοῦ ὑπῆρχε τέταρτος, ὁ δὲ Δὰν καὶ αὐτὸς υἱὸς αὐτοῦ ἕβ‐295
15δομος. τί γὰρ ἐπ’ αὐτοῦ ἐβόησεν; „γενηθήτω Δὰν ὄφις ἐφ’ ὁδοῦ κα‐ θήμενος, δάκνων πτέρναν ἵππου“. ὄφις τίς ἦν ἀλλ’ ἢ ὁ ἀπ’ ἀρχῆς πλά‐ νος, ὁ ἐν τῇ γενέσει εἰρημένος, ὁ πλανήσας τὴν Εὖαν καὶ πτερνίσας τὸν Ἀδάμ;

19

ἀλλ’ ἐπειδὴ διὰ πλειόνων δεῖ ἀποδεῖξαι τὰ λεγόμενα, οὐκ ὀκνήσομεν. ὅτι μὲν γὰρ οὗτος ἐκ τῆς φυλῆς τοῦ Δὰν μέλλει γεν‐ νᾶσθαι καὶ ἀντιτάσσεσθαι, τύραννος ὤν, βασιλεύς, κριτὴς δεινὸς καὶ διάβολος, ὥς φησιν ὁ προφήτης „Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ
5καὶ μία φυλὴ ἐν Ἰσραήλ“. ἀλλ’ ἐρεῖ τις ὅτι τοῦτο ἐπὶ τοῦ Σαμψὼν εἴρηται, ὃς ἐκ τῆς φυλῆς τοῦ Δὰν γεννηθεὶς ἔκρινε τὸν λαὸν αὐτοῦ εἴκοσιν ἔτη. τὸ μὲν ἐπὶ τοῦ Σαμψὼν μερικὸν γεγένηται, τὸ δὲ καθ’ ὅλου πληρωθήσεται ἐπὶ τὸν ἀντίχριστον. λέγει γὰρ καὶ Ἱερεμίας οὕ‐ τως· „[σπουδὴν] ἐκ Δὰν ἀκουσώμεθα ὀξύτητος ἵππων αὐτοῦ, ἀπὸ φω‐
10νῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα ἡ γῆ“. καὶ πά‐ λιν Μωϋσῆς φησιν „σκύμνος λέοντος Δὰν καὶ ἐκπηδήσεται ἐκ τοῦ Βα‐ σάν“. ἀλλ’ ἵνα μή τις σφαλῇ περὶ τοῦ σωτῆρος εἰρῆσθαι τὸ ῥητὸν τοῦτο, ἐπιστησάτω τὸν νοῦν. „Δάν“ φησι „σκύμνος λέοντοσ“. τὴν φυ‐ λὴν ὀνομάσας τοῦ Δάν, ἐσαφήνισε τὸ προκείμενον, ἐξ ἧς μέλλει ὁ διάβολος
15γεννᾶσθαι. ὥσπερ γὰρ ἐκ τῆς φυλῆς Ἰούδα γεννᾶται ὁ Χριστός, οὕτως ἐκ τῆς Δὰν φυλῆς γεννήσεται ὁ ἀντίχριστος. τοῦ μὲν κυρίου καὶ σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ υἱοῦ τοῦ θεοῦ διὰ τὸ βασιλικὸν καὶ ἔνδο‐ ξον λέοντος προκεκηρυγμένου, τῷ αὐτῷ τρόπῳ καὶ τὸν διάβολον ὁμοίως λέοντα προανηγόρευσεν ἡ γραφὴ διὰ τὸ τυραννικὸν αὐτοῦ καὶ βίαιον.

20

κατὰ πάντα γὰρ ἐξομοιοῦσθαι βούλεται ὁ πλάνος τῷ υἱῷ τοῦ θεοῦ. λέων ὁ Χριστὸς καὶ λέων ὁ ἀντίχριστος. βασιλεὺς ὁ Χριστὸς τῶν οὐρανίων καὶ ἐπιγείων καὶ βασιλεὺς γενήσεται ἐπὶ γῆς ὁ ἀντί‐ χριστος. ἐδείχθη ὁ σωτὴρ ὡς ἀρνίον [καὶ αὐτὸς φανήσεται ὡς ἀρνίον,
5λύκος ὢν ἔνδοθεν. ἐμπερίτομος ὁ σωτὴρ γέγονε] καὶ αὐτὸς ὁμοίως ἐν περιτομῇ γενήσεται. ἀπέστειλεν ὁ Χριστὸς τοὺς ἀποστόλους εἰς πάντα τὰ ἔθνη καὶ αὐτὸς ὁμοίως πέμψει ψευδαποστόλους. συνήγαγε τὰ ἐσκορπισμένα πρόβατα ὁ Χριστὸς καὶ αὐτὸς ὁμοίως συνάξει τὸν ἐσκορπισμένον λαὸν τῶν Ἑβραίων. ἔδωκεν ὁ Χριστὸς τοῖς εἰς αὐτὸν
10πιστεύουσι τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν καὶ αὐτὸς ὁμοίως δώσει τὸ ἑαυτοῦ σημεῖον. ἐν σχήματι ἀνθρώπου ἐφάνη ὁ κύριος καὶ αὐτὸς ὁμοίως ἐν σχήματι ἀνθρώπου ἐξελεύσεται. ἐκ τῶν Ἑβραίων ὁ Χρι‐ στὸς ἀνέτειλε καὶ αὐτὸς ἐξ Ἰουδαίων γεννήσεται. ἀνέδειξεν ὁ Χριστὸς
τὴν ἰδίαν σάρκα ὡς ναὸν καὶ ἀνέστησε τριήμερον καὶ αὐτὸς ἀναστή‐296
15σει τὸν ἐν Ἱεροσολύμοις λίθινον ναόν. καὶ ταῦτα μὲν τὰ πλάνα αὐτοῦ τεχνάσματα ἐν τοῖς ἑξῆς δηλωθησομένοις ἐμφανῆ γενήσονται τοῖς νου‐ νεχῶς ἡμῶν ἀκούουσιν.

21

καὶ γὰρ δύο παρουσίας τοῦ Χριστοῦ καὶ σωτῆρος διὰ τῶν γραφῶν ἐδιδάχθημεν. καὶ ἡ μὲν πρώτη κατὰ σάρκα γεγενημένη ἄτιμος διὰ τὸ ταπεινὸν δειχθῆναι αὐτόν. οὕτω καὶ ἡ δευτέρα αὐτοῦ παρουσία κεκήρυκται ἐν δόξῃ, ὡς πάρεστιν ἀπὸ οὐρα‐
5νῶν μετὰ δυνάμεως καὶ ἀγγέλων καὶ πατρικῆς δόξης. ἡ μὲν πρώτη αὐτοῦ παρουσία Ἰωάννην τὸν βαπτιστὴν εἶχε πρόδρομον, ἡ δὲ δευτέ‐ ρα αὐτοῦ, ἐν ᾗ μέλλει ἔρχεσθαι ἐν δόξῃ, Ἐνὼχ καὶ Ἠλίαν καὶ Ἰωάν‐ νην τὸν θεολόγον ἀναδείξει. καὶ ὅρα τοῦ δεσπότου τὴν φιλανθρω‐ πίαν, ὅτι καὶ ἐν τοῖς ὑστέροις χρόνοις πῶς τοῦ τῶν βροτῶν γένους
10κήδεται καὶ ἐλεεῖ, ὅτι οὐδὲ τότε χωρὶς προφητῶν ἡμᾶς καταλιμπάνει, ἀλλὰ πέμψει αὐτοὺς πρὸς διδαχὴν ἡμῶν καὶ πληροφορίαν καὶ ἐπιστρο‐ φὴν τῆς τοῦ ἀντικειμένου παρουσίας, καθὼς καὶ ἐν τούτῳ Δανιὴλ προϋπέφηνεν. λέγει γὰρ „διαθήκην θήσομαι μιᾶς ἑβδομάδος καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή“. μίαν
15γὰρ ἑβδομάδα τῶν ἑπτὰ ἐτῶν τὴν ἀνάδειξιν σημαίνει, ἥπερ ἐν ὑστέ‐ ροις καιροῖς γενήσεται. καὶ τὸ ἥμισυ τῆς ἑβδομάδος λήψονται οἱ δύο προφῆται μετὰ Ἰωάννου τοῦ κηρῦξαι εἰς τὸν σύμπαντα κόσμον περὶ τοῦ ἀντιχρίστου τὴν παρουσίαν, τουτέστιν „ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκουσ“. οἳ καὶ ποιήσουσι σημεῖα καὶ τέ‐
20ρατα εἰς τὸ κἂν οὕτω δυσωπῆσαι καὶ ἐπιστρέψαι τοὺς ἀνθρώπους πρὸς μετάνοιαν διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν ἀνομίαν καὶ ἀσέβειαν. „καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, πῦρ ἐκπορεύσεται ἐκ τοῦ στόματος αὐ‐ τῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν. οὗτοι ἔχουσιν ἐξουσίαν κλεῖ‐ σαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸν βρέξῃ τὰς ἡμέρας τῆς παρουσίας τοῦ
25ἀντιχρίστου καὶ τὰ ὕδατα στρέψαι εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ, ὁσάκις ἐὰν θελήσωσιν“. καὶ ὅταν κηρύξωσι ταῦτα πάντα, παρὰ τοῦ διαβόλου ἐν ῥομφαίᾳ πεσοῦνται. καὶ πληρώσουσι τὴν μαρ‐ τυρίαν αὐτῶν, καθώς φησι καὶ τοῦτο Δανιήλ, προεωρακὼς ὅτι τὸ θη‐ ρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ’ αὐτῶν πόλεμον, ἤγουν
30μετὰ Ἐνώχ, Ἠλία καὶ Ἰωάννου, καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐ‐ τοὺς διὰ τὸ μὴ θέλειν αὐτοὺς δόξαν δοῦναι τῷ διαβόλῳ τουτέστι τὸ ἀναφανὲν μικρὸν κέρας, ὃς ἐπαρθεὶς τῇ καρδίᾳ λοιπὸν ἄρχεται ἑαυτὸν ὑψοῦν καὶ δοξάζειν ὡς θεόν, διώκων τοὺς ἁγίους καὶ βλασφημῶν τὸν Χριστόν.

22

ἀλλ’ ἐπειδὴ πρὸς τὸν εἱρμὸν τῆς διηγήσεως ἠναγκά‐ σθημεν ἐλθεῖν ἐπὶ τὰς ἡμέρας τῆς βασιλείας τοῦ ἀντικειμένου, ἀναγ‐ καῖόν ἐστιν εἰπεῖν πρῶτον τὰ περὶ τῆς γεννήσεως αὐτοῦ καὶ αὐξή‐ σεως καὶ τότε ἐπὶ τὴν διήγησιν ταύτην παραγαγεῖν τὸν λόγον. καθὼς
5προείπομεν ὅτι εἰς πάντα ἐξισοῦσθαι μέλλει τῷ σωτῆρι ἡμῶν ὁ διά‐ βολος καὶ υἱὸς τῆς ἀνομίας· οὕτω καὶ δηλοῖ ἡμῖν ἡ ἀπόδειξις, ἐπειδὴ ὁ σωτὴρ τοῦ κόσμου, βουλόμενος τὸ γένος τῶν ἀνθρώπων σῶσαι, ἐκ τῆς ἀχράντου καὶ παρθένου Μαρίας ἐτέχθη καὶ ἐν σχήματι σαρκὸς τὸν ἐχθρὸν κατεπάτησεν ἐν ἰδίᾳ δυνάμει τῆς αὐτοῦ θεότητος· τὸν297
10αὐτὸν τρόπον καὶ ὁ διάβολος ἐκ μιαρᾶς γυναικὸς ἐξελεύσεται ἐπὶ τῆς γῆς, τίκτεται δὲ ἐν πλάνῃ ἐκ παρθένου. ὁ γὰρ θεὸς ἡμῶν σαρκικῶς ἡμῖν ἐπεδήμησε κατὰ τὴν σάρκα τὴν ἡμετέραν, ἣν αὐτὸς ἐποίησε τῷ Ἀδὰμ καὶ πᾶσι τοῖς ἐξ Ἀδὰμ χωρὶς ἁμαρτίας, ὁ δὲ διάβολος εἰ καὶ σάρκα ἀναλάβοι, ἀλλὰ ταῦτα ἐν δοκήσει. πῶς γὰρ ἣν οὐκ ἐποίησε
15σάρκα ἀλλὰ καὶ πολεμεῖ καθ’ ἑκάστην ταύτην φορέσειεν; ταύτην δὲ οἶμαι, ἠγαπημένοι, φανταστικὴν τῆς σαρκὸς αὐτοῦ οὐσίαν ἀναλήψεται ὄργανον. διὰ τοῦτο καὶ ἐκ παρθένου τίκτεται ὥσπερ πνεῦμα, καὶ σὰρξ τοῖς λοιποῖς ἐμφανισθήσεται τότε. τὸ γὰρ παρθένον τεκεῖν μό‐ νην τὴν παναγίαν ἔγνωμεν, σαρκοφόρον ἀπλανῶς γεννήσαντα τὸν
20σωτῆρα, ἐπεὶ Μωϋσῆς λέγει „πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται“. οὐ μὴν οὐδαμῶς, ἀλλ’ ὥσπερ ὁ ἐχθρὸς οὐ διαν‐ οίξει μήτραν, οὕτως οὐδὲ σάρκα τρανὴν ἀναλήψεται. καὶ περιτμη‐ θήσεται, καθὼς καὶ ὁ Χριστὸς περιετμήθη. καὶ καθὼς ὁ Χριστὸς τοὺς ἀποστόλους ἐξελέξατο, οὕτω καὶ ἐκεῖνος δῆμον ὁλόκληρον μαθητῶν
25προσλήψεται, ὁμοίους τῆς αὐτοῦ κακουργίας ὑπάρχοντας.

23

ἐν πρώτοις δὲ τὸ τῶν Ἰουδαίων ἔθνος ἀγαπήσει. μετὰ δὲ τούτων ἁπάν‐ των σημεῖα ἐπιτελέσει καὶ θαύματα φοβερά, ἀλλ’ οὐκ ἀληθῆ, ἀλλ’ ἐν πλάνῃ, ὅπως πλανήσῃ τοὺς ὁμοίους αὐτῷ ἀσεβεῖς. εἰ δυνατὸν γὰρ
5καὶ τοὺς ἐκλεκτοὺς ἀποστήσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. ἀλλὰ τὰ πρῶτα αὐτοῦ γενήσεται πραΰς, ἀγαπητικός, ἥσυχος, εὐλαβής, εἰρη‐ νοποιός, μισῶν ἀδικίαν, βδελυττόμενος δῶρα, εἰδωλολατρείαν μὴ προσ‐ ιέμενος, τὰς γραφάς φησιν ἀγαπῶν, ἱερεῖς αἰδούμενος, πολιὰς τιμῶν, πορνείαν μὴ καταδεχόμενος, μοιχείαν βδελυττόμενος, καταλαλιαῖς μὴ
10προσέχων, ὅρκους μὴ καταδεχόμενος, φιλόξενος, φιλόπτωχος, ἐλεήμων. εἶτα καὶ τέρατα ποιήσει, λεπροὺς καθαρίζων, παραλύτους ἐγείρων, δαίμονας ἀπελαύνων, περὶ τῶν πόρρω ὡς ἐνεστῶτα διαγγέλλων, νε‐ κροὺς ἀνιστῶν, χήραις ἐπικουρῶν, ὀρφανῶν προϊστάμενος, ἀγαπῶν πάντας, τοὺς μαχομένους ἀνθρώπους καταλλάττων εἰς ἀγάπην καὶ
15λέγων „μὴ ἐπιδυέτω ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν“. χρυσὸν οὐ κτήσεται, ἀργύριον οὐκ ἀγαπήσει, πλοῦτον οὐ προσίεται.

24

καὶ ταῦτα πάντα ποιεῖ ὕπουλος ὢν καὶ δόλιος καὶ πάντας θέλων ἐξαπα‐ τῆσαι πρὸς τὸ ποιῆσαι αὐτὸν βασιλέα. ὅταν γὰρ ἴδωσιν οἱ λαοὶ καὶ οἱ δῆμοι τοσαύτας ἀρετὰς καὶ τοσαύτας αὐτοῦ δυνάμεις πάντες ἐπὶ
5τὸ αὐτὸ μιᾷ γνώμῃ συναχθήσονται ἐπὶ τὸ ποιῆσαι αὐτὸν βασιλέα,
μάλιστα ὅτι τὸ τῶν Ἑβραίων γένος ἀγαπηθήσεται ὑπὲρ πάντας ὑπ’ αὐτοῦ τοῦ τυράννου, λέγοντες πρὸς ἀλλήλους Μὴ ἄρα εὑρίσκεται τοι‐ οῦτος ἀγαθὸς ἄνθρωπος καὶ δίκαιος ἐν τῇ γενεᾷ ἡμῶν; ἐξαιρέτως, ὡς προεῖπον, τὸ τῶν Ἰουδαίων γένος, νομίζοντες ὅτι βασιλέα αὐτὸν298
10θεάσονται ἐν τῇ τοιαύτῃ ἀρχῇ, καὶ προσελθόντες αὐτῷ, λέγοντες Πάντες σοι πειθόμεθα, πάντες σοι πεποίθαμεν, σὲ γνωρίζομεν δίκαιον ἐπὶ πᾶσαν τὴν γῆν. πάντες διὰ σοῦ σωθῆναι ἐλπίζομεν καὶ διὰ τοῦ στόματός σου ἐλάβομεν κρίσιν δικαίαν καὶ ἀδωροδόκητον.

25

καὶ τὰ πρῶτα μὲν ὑπούλως χρώμενος ὁ ψεύστης καὶ ἄνομος παραιτήσε‐ ται τὴν δόξαν αὐτήν, οἱ δὲ ἄνθρωποι προσμένοντες καὶ παρακαλοῦν‐ τες αὐτὸν ἀναδείξουσι βασιλέα. καὶ μετὰ ταῦτα ὑψοῦται τῇ καρδίᾳ
5καὶ ὁ πραῢς πρότερον γενήσεται σοβαρὸς καὶ ὁ ἀγάπην διώκων γενή‐ σεται ἀνελεήμων. ὁ ταπεινὸς τῇ καρδίᾳ γενήσεται ὑψηλὸς καὶ ἀπάν‐ θρωπος, καὶ ὁ μισῶν ἀδικίαν τοὺς δικαίους καταδιώξει. ἔπειτα ἀνυ‐ ψούμενος εἰς τὴν ἑαυτοῦ βασιλείαν παρατάξει πόλεμον καὶ τρεῖς βασι‐ λεῖς μεγάλους πατάξει ἐν θυμῷ, Αἰγυπτίων, Λιβύων καὶ Αἰθιόπων.
10καὶ μετὰ ταῦτα ποιήσει τὸν ναὸν τὸν ἐν Ἱεροσολύμοις καὶ ἀναστήσει αὐτὸν ἐν τάχει καὶ ἀποδώσει αὐτὸν τοῖς Ἰουδαίοις. εἶτα ὑψωθήσεται τῇ καρδίᾳ κατὰ παντὸς ἀνθρώπου, οὐ μὴν ἀλλὰ καὶ κατὰ τοῦ θεοῦ βλάσφημα λαλήσει, δοκῶν ὁ δόλιος ὅτι τὸ λοιπὸν βασιλεύς ἐστιν ἐπὶ τῆς γῆς ἕως τοῦ αἰῶνος, μὴ γινώσκων ὁ ταλαίπωρος ὅτι ἡ βασιλεία
15αὐτοῦ ἐν τάχει καταργεῖται καὶ ἀπολήψεται τὸ ἡτοιμασμένον πῦρ αὐ‐ τῷ ἐν τάχει σὺν πᾶσι τοῖς πειθομένοις αὐτῷ καὶ δουλεύσασιν αὐτῷ. τοῦ γὰρ Δανιὴλ εἰπόντος „ἑβδομάδα μίαν θήσομαι τὴν διαθήκην μου“ τὰ ἑπτὰ ἔτη ἐδήλωσεν, τὸ ἥμισυ τῆς ἑβδομάδος τοῦ κηρῦξαι τοὺς προ‐ φήτας καὶ τὸ ἥμισυ τῆς ἑβδομάδος ἤγουν τὰ τρία ἥμισυ ἔτη βασι‐
20λεύσει ὁ ἀντίχριστος ἐπὶ τῆς γῆς. καὶ μετὰ τοῦτο ἀρθήσεται ἡ βασι‐ λεία αὐτοῦ καὶ ἡ δόξα. ὁρᾶτε, φιλόθεοι, οἵα θλίψις ἐν ταῖς ἡμέραις ἐκείναις γενήσεται, [οἵα οὐ γέγονεν ἀπὸ καταβολῆς κόσμου οὐδ’ οὐ μὴ γένηται] ἀλλ’ ἐν ταύταις ταῖς ἡμέραις μόνον. τότε ὁ ἄνομος ἐπαρ‐ θεὶς τῇ καρδίᾳ συνάξει τοὺς ἑαυτοῦ δαίμονας ἐν σχήματι ἀνθρώπων
25καὶ τοὺς προσκαλουμένους αὐτὸν ἐπὶ τὴν βασιλείαν βδελύξεται καὶ πολλὰς ψυχὰς μιανεῖ.

26

ποιήσει γὰρ αὐτοῖς ἄρχοντας ἐκ τῶν δαιμόνων καὶ οὐκέτι ὡς εὐλαβής, ἀλλὰ πάντα ἐν πᾶσιν αὐστηρός, ἀπότομος, ὀργίλος, θυμώδης, δεινός, ἀκατάστατος, φοβερός, ἀηδής, μισητός, βδελυκτός, ἀνήμερος, ἀλάστωρ, πονηρός. καὶ σπουδάζων
5ἐμβαλεῖν εἰς βόθρον ἀπωλείας πᾶν τὸ γένος τῶν ἀνθρώπων πληθυ‐ νεῖ σημεῖα ψευδῆ. τῶν λαῶν γὰρ ἁπάντων ἀνευφημούντων διὰ τὰς φαντασίας κραυγάσει φωνὴν ἰσχυράν, ὥστε σαλευθῆναι τὸν τόπον, ἐν ᾧ οἱ ὄχλοι αὐτῷ παρειστήκεσαν· Γνῶτε, λαοὶ καὶ φυλαὶ καὶ ἔθνη,
τὴν ἐμὴν μεγάλην ἐξουσίαν καὶ δύναμιν καὶ τὴν ἰσχὺν τῆς ἐμῆς βα‐299
10σιλείας. τίς δυνάστης μέγας ὡς ἐγώ; τίς θεὸς μέγας πλὴν ἐμοῦ; τίς τῇ ἐμῇ ἐξουσίᾳ ἀντιστήσεται; μεταστήσει ὄρη ἐν ὀφθαλμοῖς τῶν θεω‐ ρούντων, περιπατήσει τὴν θάλασσαν ἀβρόχοις ποσίν, κατάξει πῦρ ἐξ οὐρανοῦ, ποιήσει τὴν ἡμέραν σκότος καὶ τὴν νύκτα ἡμέραν, τὸν ἥλιον μεταστρέψει ὅπου βούλεται καὶ ἁπαξαπλῶς πάντα τὰ στοιχεῖα τῆς
15γῆς καὶ τῆς θαλάσσης ἐν δυνάμει τῆς φαντασίας αὐτοῦ ἐνώπιον τῶν θεωρούντων ἀναδείξει ὑπήκοα. εἰ γὰρ αὐτὸς μὴ φαινόμενος ἄρτι ὁ υἱὸς τῆς ἀπωλείας ὁρατὸν ἡμῖν πόλεμον πρὸς μάχας καὶ σφαγὰς ἐπά‐ γει καὶ ἐρεθίζει, τότε αὐτὸς ὅταν μέλλῃ αὐτοπροσώπως ἔρχεσθαι καὶ θεωρεῖν αὐτὸν οἱ ἄνθρωποι ἐν ἀληθείᾳ, τίνας οὐκ εἰσπράξεται μηχα‐
20νὰς καὶ δόλους καὶ φαντασίας πρὸς τὸ πάντας ἀνθρώπους πλανῆσαι καὶ ἀποστῆσαι ἐκ τῆς ὁδοῦ τῆς ἀληθείας καὶ ἐκ τῆς θύρας τῆς βα‐ σιλείας.

27

εἶτα μετὰ ταῦτα πάντα ὁ οὐρανὸς οὐ δώσει τὴν δρό‐ σον αὐτοῦ, αἱ νεφέλαι οὐ δώσουσιν ὕδωρ, ἡ γῆ ἀρνήσεται τοὺς καρ‐ ποὺς αὑτῆς, ἡ θάλασσα δυσωδίας πληρωθήσεται, οἱ ποταμοὶ ξηραν‐ θήσονται, οἱ ἰχθύες τῆς θαλάσσης τεθνήξονται, οἱ ἄνθρωποι ἐκ τοῦ
5λιμοῦ καὶ τῆς δίψης τελευτήσουσιν, καὶ πατὴρ τὸν υἱὸν περιπλακεὶς ἅμα ἀποθανοῦνται, καὶ μήτηρ θυγατέρα ὁμοίως, καὶ οὐκ ἔστιν ὁ θάπ‐ των, ἀλλ’ ἡ γῆ πᾶσα ἐκ τῶν σωμάτων τῶν ἐρριμμένων θνησιμαίων δυσωδίας πληρωθήσεται. καὶ ἡ θάλασσα μὴ δεχομένη τῶν ποταμῶν τὰ ῥεύματα βορβόρου δίκην γενήσεται καὶ ὀσμῆς ἀπείρου καὶ δυσωδίας
10πληρωθήσεται. τότε λοιμὸς ἰσχυρὸς ἐπὶ πᾶσαν τὴν γῆν, τότε θρῆ‐ νος ἀπαραμύθητος, τότε κλαυθμὸς ἄμετρος, τότε στεναγμοὶ ἄπαυστοι, τότε μακαρίσουσιν οἱ ἄνθρωποι τοὺς προτεθνηκότας, λέγοντες πρὸς αὐτούς· Ἀνοίξατε τοὺς τάφους ὑμῶν καὶ δέξασθε ἡμᾶς τοὺς ἀθλίους· ἀνοίξατε τὰς θήκας ὑμῶν πρὸς ὑποδοχὴν τῶν ἐλεεινῶν συγγενῶν
15ὑμῶν καὶ γνωστῶν. μακάριοι ὑμεῖς ὅτι οὐκ ἐθεάσασθε τὰς ἡμέρας ταύτας. μακάριοι ὑμεῖς ὅτι τὸν βίον τοῦτον τὸν ὀδυνηρὸν οὐκ ἐφθά‐ σατε ἰδεῖν οὐδὲ τὸν λοιμὸν τοῦτον τὸν ἀπαραμύθητον οὐδὲ τὴν ἀνάγ‐ κην ταύτην τὴν μετέχουσαν τὰς ἡμετέρας ψυχάς.

28

εἶτα ἐν‐ τάλματα ὁ μιαρὸς πέμψει κατὰ πᾶσαν ἐπαρχίαν διά τε δαιμόνων διά τε τῶν αἰσθητῶν ἀνθρώπων λεγόντων ὅτι βασιλεὺς μέγας γέγονεν ἐπὶ τῆς γῆς, δεῦτε πάντες εἰς προσκύνησιν αὐτοῦ. δεῦτε πάντες
5θεάσασθαι τὴν ἰσχὺν τῆς δυνάμεως αὐτοῦ. ἰδοὺ γὰρ ὑμῖν καὶ σῖτον παρέξει καὶ οἶνον ὑμῖν χαρίσεται καὶ πλοῦτον πολυτελῆ καὶ ἀξίας μεγάλας. τῷ γὰρ κελεύσματι αὐτοῦ πᾶσα ἡ γῆ καὶ θάλαττα ὑπακούει. δεῦτε πάντες πρὸς αὐτόν. καὶ πάντες διὰ τὴν στέρησιν τῶν βρω‐ μάτων ἐπ’ αὐτὸν ἐλεύσονται καὶ προσκυνήσουσιν αὐτὸν καὶ δώσει
10αὐτοῖς χάραγμα ἐν τῇ χειρὶ τῇ δεξιᾷ καὶ ἐν τῷ μετώπῳ, ἵνα μή τις τὸν τίμιον σταυρὸν ποιήσῃ ἐν τῷ μετώπῳ τῇ δεξιᾷ αὐτοῦ χειρί,
[ἀλλὰ δέδεται αὐτοῦ ἡ χεὶρ] καὶ ἀπὸ τότε οὐχ ἕξει ἐξουσίαν σφραγίσαι τι τῶν μελῶν αὐτοῦ, ἀλλὰ τῷ πλάνῳ προστεθήσεται καὶ αὐτῷ δου‐ λεύσει καὶ μετάνοια ἐν αὐτῷ οὐκ ἔστιν. ἀλλὰ ὁ τοιοῦτος ἀπώλετο300
15καὶ ἀπὸ θεοῦ καὶ ἀπὸ ἀνθρώπων καὶ δώσει αὐτοῖς ὁ πλάνος βραχέα βρώματα διὰ τὴν σφραγῖδα αὐτοῦ τὴν μιαράν. ἡ δὲ σφραγὶς αὐτοῦ ἐπὶ τοῦ μετώπου καὶ ἐπὶ τῆς δεξιᾶς χειρός ἐστι ψῆφος χξϛ. καὶ ὡς οἶμαι οὐδὲ ἀκριβῶς ἐπίσταμαι τοῦτο, ἐν τῇ γραφῇ γὰρ πολλὰ ἐν τῷ ψήφῳ τούτῳ ὀνόματα εὕρηνται, ἀλλὰ λέγομεν ἴσως γράφειν τὴν αὐ‐
20τὴν σφαγῖδα ΑΡΝΟΥΜΕ, ἐπειδὴ καὶ πρώην διὰ τῶν ὑπηρετῶν αὐτοῦ ὁ ἀντίδικος ἐχθρός, ἤγουν τῶν εἰδωλολατρῶν, τοῖς μάρτυσι τοῦ Χρι‐ στοῦ προέτρεπον οἱ ἄνομοι Ἄρνησαι, φησίν, τὸν θεόν σου τὸν ἐσταυ‐ ρωμένον.

29

τοιοῦτον γενήσεται καὶ ἐπὶ τοῦ μισοκάλου ἡ σφρα‐ γίς, λέγουσα Ἀρνοῦμαι, φησίν, τὸν ποιητὴν οὐρανοῦ τε καὶ γῆς· ἀρνοῦμαι τὸ βάπτισμα, ἀρνοῦμαι τὴν λατρείαν μου καὶ σοὶ προστί‐ θεμαι καὶ σὲ πιστεύω. τοῦτο γὰρ οἱ προφῆται κηρύξουσιν Ἐνὼχ καὶ
5Ἠλίας ὅτι Μὴ πεισθῆτε τῷ μέλλοντι ἐλεύσεσθαι καὶ ὀφθῆναι ἐχθρῷ, ὅτι ἀντίδικός ἐστι καὶ φθορεὺς καὶ υἱὸς τῆς ἀπωλείας καὶ πλανᾷ ὑμᾶς καὶ διὰ τοῦτο ὑμᾶς ἀποκτενεῖ καὶ ἐν ῥομφαίᾳ πατάξει αὐτούς. βλέπετε τὴν πλάνην τοῦ ἐχθροῦ, γινώσκετε τὰς μηχανὰς τοῦ δολίου, πῶς διὰ παντὸς σκοτίσαι βούλεται τὸν νοῦν τῶν ἀνθρώπων. τοὺς
10γὰρ δαίμονας αὐτοῦ ἀποδείξει ὡς ἀγγέλους φωτεινοὺς καὶ στρατιὰς ἀσωμάτων παρεισάξει ὧν οὐκ ἔστιν ἀριθμός, καὶ ἔμπροσθεν πάντων ἀναδεικνύει αὐτὸν εἰς τὸν οὐρανὸν ἀναλαμβανόμενον μετὰ σαλπίγγων καὶ ἤχων καὶ κραυγῆς ἰσχυρᾶς εὐφημούντων αὐτὸν ἀδιηγήτοις ὕμνοις καὶ ἐκλάμπων ὥσπερ φῶς ὁ τῆς σκοτίας κληρονόμος, καὶ ποτὲ μὲν
15εἰς οὐρανοὺς ἀνιπτάμενος, ποτὲ δὲ ἐπὶ τῆς γῆς κατερχόμενος ἐν δόξῃ μεγάλῃ, ποτὲ δὲ καὶ ὡς ἀγγέλους τοὺς δαίμονας ἐπιτάσσων τοῦ ποιεῖν τὰ θελήματα αὐτοῦ μετὰ πολλοῦ φόβου καὶ τρόμου. τότε ἀποστελεῖ ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς τῶν δαιμόνων τὰς φάλαγγας πρὸς τὸ ἐρευνῆσαι τοὺς ἀποκρυβέντας ἐκ τῶν ὀφθαλμῶν
20αὐτοῦ καὶ προσαγαγεῖν αὐτοὺς εἰς προσκύνησιν αὐτοῦ καὶ τοὺς μὲν πειθομένους αὐτῷ σφραγίσει τῇ σφραγῖδι αὐτοῦ, τοὺς δὲ μὴ βουλομέ‐ νους αὐτῷ ὑπακοῦσαι τιμωρίας ἀνεικάστους καὶ βασάνους πικροτά‐ τους καὶ μηχανὰς ἀναλώσει, οἷα οὐδὲ ἐγένοντο οὐδὲ εἰς ἀκοὴν ἀνθρώ‐ που ἠκούσθη οὔτε ὀφθαλμὸς βροτῶν ἐθεάσατο.

30

μακάριοι οἱ τότε νικήσαντες τὸν τύραννον, ὅτι παρὰ τοὺς πρώτους μάρτυρας ἐν‐ δοξότεροι καὶ ὑψηλότεροι ἔχουσιν ἀναδειχθῆναι. οἱ γὰρ μάρτυρες πρώην τοὺς αὐτοῦ ὑπασπιστὰς ἐνίκησαν, οὗτοι δὲ αὐτὸν τὸν διάβο‐
5λον υἱὸν τῆς ἀπωλείας καταπαλαίσαντες καὶ νικηταὶ γενόμενοι ποίων οὖν ἐγκωμίων καὶ στεφάνων οὐ κατακοσμηθήσονται παρὰ τοῦ βασι‐ λέως ἡμῶν Ἰησοῦ Χριστοῦ.

31

ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ὅταν γὰρ λάβωσι τότε οἱ ἄνθρωποι τὴν σφραγῖδα καὶ οὐχ εὕρωσι τροφὰς οὔτε ὕδωρ, προσέρχονται αὐτῷ μετὰ ὀδυνηρᾶς φωνῆς λέγον‐ τες Δὸς ἡμῖν φαγεῖν καὶ πιεῖν ὅτι πάντες ἐκ τοῦ λιμοῦ καὶ ἀπὸ πά‐
301
5σης ἀνάγκης ἐκλείπομεν καὶ ἐπίταξον τὸν οὐρανὸν τοῦ δοῦναι ἡμῖν ὕδωρ καὶ ἀπέλασον τὰ ἀνθρωποφάγα θηρία. τότε ὁ δόλιος ἀποκρι‐ θήσεται μυκτηρίζων αὐτοὺς ἐν πολλῇ ἀπανθρωπίᾳ λέγων Ὁ οὐρανὸς οὐ βούλεται δοῦναι ὑετόν, ἡ γῆ πάλιν οὐ βλαστάνει τὰ γεννήματα αὑτῆς· πόθεν ὑμῖν δώσω ἐγὼ βρώματα; τότε ἀκούσαντες τῶν ῥη‐
10μάτων τοῦ δολίου τούτου οἱ ἄθλιοι νοήσουσιν ὅτι οὗτός ἐστιν ὁ πο‐ νηρὸς διάβολος, καὶ κόψονται ὀδυνηρῶς καὶ κλαύσονται μεγάλως καὶ τὸ πρόσωπον ταῖς χερσὶν αὐτῶν τύψουσι καὶ τὰς τρίχας αὐτῶν διαρ‐ ρήξουσι καὶ ταῖς ὄνυξι τὰς παρειὰς καταξανοῦσι λέγοντες πρὸς ἀλλή‐ λους Ὦ τῆς συμφορᾶς, ὦ τῆς ὀδυνηρᾶς πραγματείας, ὦ τοῦ δολίου
15συναλλάγματος, ὦ τοῦ μεγίστου πτώματος. πῶς ἐπλανήθημεν τῷ πλάνῳ, πῶς προσηνέχθημεν αὐτῷ, πῶς τοῖς τούτου δικτύοις ἐζω‐ γρεύθημεν, πῶς τῇ μιαρᾷ αὐτοῦ σαγήνῃ συνειλκύσθημεν. πῶς ἀκού‐ οντες τῶν γραφῶν οὐ συνῶμεν. καὶ γὰρ τότε οἱ δεδεμένοι ἐν πράγ‐ μασι βιωτικοῖς καὶ τῇ ἐπιθυμίᾳ τοῦ αἰῶνος τούτου, οὗτοι εὐχερῶς
20προσαχθήσονται τῷ διαβόλῳ καὶ σφραγισθήσονται.

32

οἱ δὲ ἀκροώμενοι τῶν θείων γραφῶν καὶ ἐπὶ χεῖρας ἔχοντες καὶ ἐν νῷ ταύτας ἐννοοῦντες πολλοὶ ἀποδράσονται ἐκ τῆς αὐτοῦ πλάνης. νοή‐ σουσι γὰρ τῆς ἐπιβουλῆς αὐτοῦ τὴν ἐμφάνειαν καὶ τῆς πλάνης αὐτοῦ
5τὴν ἀλαζονείαν καὶ ἐκφεύξουσιν ἐκ τῶν χειρῶν αὐτοῦ καὶ ἐπὶ τὰ ὄρη καὶ ταῖς ὀπαῖς τῆς γῆς κατακρυβήσονται καὶ μετὰ δακρύων καὶ συν‐ τετριμμένης καρδίας ζητήσουσι τὸν φιλάνθρωπον, καὶ αὐτὸς ἐκσπά‐ σει αὐτοὺς ἐκ τῶν βρόχων αὐτοῦ καὶ διασώσει ἐκ τῶν σκανδάλων αὐτοῦ τῶν χαλεπῶν καὶ ἀοράτως σκεπάσει αὐτοὺς τῇ χειρὶ αὐτοῦ
10τῇ δεξιᾷ τοὺς ἀξίως αὐτῷ καὶ δικαίως προσπίπτοντας.

33

ὁρᾷς οἵαν νηστείαν καὶ προσευχὴν ἐκτελέσουσι τότε οἱ ἅγιοι. μάθε καὶ τοὺς ἐν τῇ πόλει καὶ χώρᾳ οἷος χαλεπὸς καιρὸς καὶ ἡμέραι γενήσονται. [τότε ἀπὸ ἀνατολῶν εἰς δυσμὰς ἀχθήσονται] καὶ ἀπὸ δυσμῶν ἕως ἀνατο‐
5λῶν παραγενήσονται καὶ κλαύσουσι μεγάλως καὶ κόψονται ἰσχυρῶς καὶ τῆς ἡμέρας διαφαυσκούσης ἐκδέξονται τὴν νύκτα, ἵνα ἀναπαύ‐ σωνται ἐκ τῶν ἔργων αὐτῶν. καταλαβούσης δὲ τῆς νυκτὸς ἐκ τῶν ἐπαλλήλων σεισμῶν καὶ ἐκ τῶν καταιγίδων τῶν ἀέρων ζητήσουσιν, ἵνα κἂν θεωρῶσι τὸ φῶς τῆς ἡμέρας καὶ πῶς μέλλουσι λοιπὸν χα‐
10λεπῷ θανάτῳ προσέρχεσθαι. τὸν ὀδυνηρὸν βίον πενθεῖ τότε πᾶσα ἡ γῆ, πενθεῖ καὶ ἡ θάλασσα καὶ ὁ ἀήρ, πενθεῖ καὶ ὁ ἥλιος, πενθεῖ καὶ τὰ ἄγρια ζῷα σὺν πετεινοῖς, πενθοῦσιν ὄρη καὶ βουνοὶ καὶ τὰ
ξύλα τοῦ πεδίου διὰ τὸ γένος τῶν ἀνθρώπων, ὅτι πάντες ἐξέκλιναν ἀπὸ θεοῦ ἁγίου καὶ τῷ πλάνῳ ἐπίστευσαν, δεξάμενοι τὸν χαρακτῆρα302
15τοῦ μιαροῦ καὶ θεομάχου ἀντὶ τοῦ ζωοποιοῦ σταυροῦ τοῦ σωτῆρος.

34

πενθοῦσι δὲ καὶ αἱ ἐκκλησίαι πένθος μέγα, διότι οὔτε προσ‐ φορὰ οὔτε θυμίαμα ἐκτελεῖται οὔτε λατρεία θεάρεστος, ἀλλὰ τὰ ἱερὰ τῶν ἐκκλησιῶν ὡς „ὀπωροφυλάκιον“ γενήσονται καὶ τὸ τίμιον σῶμα καὶ αἷμα τοῦ Χριστοῦ ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἀναφανήσεται.
5λειτουργία σβεσθήσεται, ψαλμῳδία παυθήσεται, ἀνάγνωσις τῶν γρα‐ φῶν οὐκ εἰσακουσθήσεται. ἀλλὰ σκότος ἔσται τοῖς ἀνθρώποις καὶ θρῆνος ἐπὶ θρῆνον καὶ οὐαὶ ἐπὶ οὐαί. ῥίψεται τότε ὁ ἄργυρος καὶ ὁ χρυσὸς ἐν ταῖς πλατείαις καὶ οὐδεὶς συνάξει αὐτούς, ἀλλὰ πάντα βδελυκτὰ καθεστήκασιν. πάντες γὰρ τοῦ ἐκφυγεῖν καὶ κρυβῆναι σπου‐
10δάσουσι καὶ οὐδαμοῦ δυνήσονται λαθεῖν ἐκ τῶν παθῶν τοῦ ἀντικει‐ μένου, ἀλλὰ τὸ σημεῖον αὐτοῦ περιφέροντες εὔδηλοι καὶ γνωστοὶ αὐ‐ τοῦ ἀναδειχθήσονται. ἔξωθεν φόβος καὶ ἔσωθεν τρόμος καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. ἐν πλατείᾳ καὶ ἐν τοῖς οἴκοις θνησιμαῖα, ἐν πλατείαις καὶ ἐν οἴκοις πεῖνα καὶ δίψα. ἐν πλατείαις θόρυβοι, ἐν οἴκοις κο‐
15πετοί. μεμάρανται τὸ κάλλος τῆς ὄψεως τοῦ προσώπου· γίνονται γὰρ ἰδέαι αὐτῶν ὡσεὶ νεκρῶν. καὶ τὸ κάλλος τῶν γυναικῶν μαραν‐ θήσεται καὶ ἡ ἐπιθυμία τῶν ἀνθρώπων πάντων ἀφαιρεθήσεται.

35

οὐδὲ γὰρ τότε ὁ εὔσπλαγχνος καὶ φιλάνθρωπος θεὸς κατα‐ λείψει τῶν ἀνθρώπων τὸ γένος ἀπαραμύθητον, ἀλλὰ καὶ „κολοβώ‐ σει“ τὰς ἡμέρας ἐκείνας καὶ τὸν χρόνον τῶν τριῶν ἥμισυ ἐτῶν καὶ ποιήσει αὐτὰ σύντομα διὰ τὸ κατάλειμμα τῶν ἐν ὄρεσι καὶ σπηλαίοις
5κατακρυφθέντων, ἵνα μὴ πάντων τῶν ἁγίων ἐκείνων ἡ φάλαγξ ἐκ‐ λείψῃ. ἀλλὰ μετὰ σπουδῆς αἱ ἡμέραι αὗται διαδραμοῦνται καὶ ἀρθή‐ σεται ἡ βασιλεία τοῦ πλάνου καὶ ἀντιχρίστου ἐν τάχει καὶ λοιπὸν „ἐν ῥιπῇ ὀφθαλμοῦ“ „παρέλθῃ τὸ σχῆμα τοῦ κόσμου τούτου“ καὶ τῶν ἀνθρώπων ἡ ἐξουσία καταργηθήσεται καὶ τὰ ὁρώμενα ταῦτα
10πάντα ἀφανισθήσονται.

36

τούτων οὖν ἐσομένων, ἀγαπητοί, ὧν προείπομεν, καὶ τῆς μιᾶς ἑβδομάδος εἰς δύο μερισθείσης καὶ τοῦ βδελύγματος τῆς ἐρημώσεως τότε ἀναφανέντος καὶ τῶν προδρόμων τοῦ κυρίου τὸν ἴδιον δρόμον τελεσάντων καὶ τοῦ σύμπαντος κόσμου
5λοιπὸν εἰς συντέλειαν ἐρχομένου· τί περιλείπεται ἀλλ’ ἢ [ἡ] ἐπιφάνεια τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἀπ’ οὐρανῶν εἰς ὃν ἠλπίσαμεν; ὃς ἐξάξει τὴν πύρωσιν καὶ τὴν δικαιοκρι‐ σίαν πᾶσαν τοῖς ἀπειθήσασιν αὐτῷ. λέγει γὰρ ὁ κύριος „ὃν τρόπον γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν,
10οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ὅπου γὰρ ἐὰν
ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί“, τὸ γὰρ σημεῖον τοῦ σταυροῦ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν ἀνατελεῖ ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου καὶ μηνύσει τοῦ κριτοῦ τὴν ἔλευσιν καὶ τὴν ἐμφάνειαν τοῦ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. περὶ γὰρ τῆς ἀναστάσεως303
15τῶν ἁπανταχῆ καὶ τῆς βασιλείας τῶν ἁγίων λέγει Δανιὴλ „καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώ‐ νιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον“. Ἡσαΐας δὲ λέγει „ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ“, ὁ δὲ κύριος ἡμῶν λέγει „πολλοὶ
20ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται“.

37

τότε γὰρ ἡ σάλπιγξ ἠχήσει καὶ ἐξυπ‐ νήσει τοὺς κεκοιμημένους ἐκ τῶν κατωτάτων τῆς γῆς, δικαίους καὶ ἁμαρτωλούς. καὶ πᾶσα φύσις καὶ γλῶσσα καὶ ἔθνος καὶ φυλὴ ἀνα‐ στήσονται „ἐν ῥιπῇ ὀφθαλμοῦ“ καὶ παραστήσονται ἐπὶ προσώπου τῆς
5γῆς, ἐκδεχόμενοι τὴν τοῦ δικαίου καὶ φοβεροῦ κριτοῦ ἔλευσιν ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀδιηγήτῳ. ὁ γὰρ πύρινος ποταμὸς ἐξερχόμενος μετὰ θυμοῦ ὥσπερ ἀγρία θάλασσα, καὶ κατακαύσει ὄρη καὶ βουνοὺς καὶ τὴν θάλασσαν ἀφανίσει καὶ τὸν αἰθέρα διαλύσει ἐκ τῆς πυρώσεως ὥσπερ κηρόν. τὰ ἄστρα τοῦ οὐρανοῦ πεσοῦνται, „ὁ ἥλιος μεταστραφήσεται
10εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα“. ὁ οὐρανὸς ὡς βιβλίον εἱλίσσεται, ἡ γῆ πᾶσα κατακαυθήσεται διὰ τὰ ἐν αὐτῇ ἔργα, ἅπερ διέφθειραν οἱ ἄνθρωποι ἐν πορνείαις, ἐν μοιχείαις καὶ ἐν ψεύδεσι καὶ ἀκαθαρσίαις καὶ ἐν εἰδωλολατρίαις καὶ ἐν φόνοις καὶ ἐν μάχαις. γενήσεται γὰρ „ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή“.

38

τότε οἱ ἅγιοι ἄγγελοι ἐπιθρέξουσιν „ἐπισυνάγοντεσ“ πάντα τὰ ἔθνη, οὓς ἐξυπνήσει ἡ φο‐ βερὰ ἐκείνη φωνὴ τῆς σάλπιγγος, καὶ παραστήσονται τῷ βήματι τοῦ Χριστοῦ οἱ ποτὲ βασιλεῖς, οἱ ἄρχοντες, οἱ ἀρχιερεῖς, οἱ ἱερεῖς, καὶ περὶ
5τῆς ἰδίας πολιτείας ἀπολογίαν διδόντες καὶ περὶ τοῦ ποιμνίου, οἵτινες δι’ ἀμελείας αὐτῶν ἀπώλεσαν πρόβατον ἐκ τῆς ποίμνης αὐτῶν. τότε ἀχθήσονται οἱ στρατιῶται οἱ μὴ „ἀρκούμενοι τοῖς ὀψωνίοις αὑτῶν“, ἀλλ’ ἐπηρεάζοντες χήρας καὶ ὀρφανοὺς καὶ πτωχούς. τότε παραστή‐ σονται οἱ φορολόγοι, οἱ παρὰ τὸ κείμενον πλέον ἁρπάζοντες τὸν πέ‐
10νητα καὶ ποιοῦντες τὸν δόκιμον χρυσὸν ὡς κίβδηλον ἵνα ζημιώσωσι τὸν πτωχὸν ἔν τε ἀγροῖς ἔν τε οἴκοις καὶ ἐν ταῖς ἐκκλησίαις. τότε ἀναστήσονται ἀνδρόγυνοι μετ’ αἰσχύνης, οἵτινες οὐκ ἐφύλαξαν τὴν κοίτην αὐτῶν ἀμίαντον, ἀλλὰ πᾶν τὸ κάλλος τῆς σαρκὸς ἀπατώμενοι καὶ ἐν ταῖς ἰδίαις ἐπιθυμίαις πορευόμενοι. τότε ἀναστήσονται οἱ τὴν
15ἀγάπην τοῦ κυρίου μὴ φυλάξαντες, κατηφεῖς καὶ σκυθρωποί, ὅτι τὴν
ἐλαφρὰν ἐντολὴν τοῦ σωτῆρος ἠθέτησαν τὴν λέγουσαν „ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν“. τότε κλαύσουσιν οἱ τὸν ζυγὸν αὐτὸν ἄδικον κεκτημένοι καὶ σταθμοὺς καὶ μέτρα καὶ μόδια ἄδικα, ἐκδεχό‐ μενοι τὸν δίκαιον κριτήν.304

39

καὶ τί ἐπιφέρομεν πολλοὺς λόγους τῶν παραστησομένων; „τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιοσ“, οἱ δὲ ἁμαρτωλοὶ κατηφεῖς καὶ σκυθρωποὶ ἀναδειχθήσονται. ἀμφότεροι γάρ, οἵ τε δίκαιοι καὶ ἁμαρτωλοί, ἄφθαρτοι ἀναστήσονται. οἱ γὰρ
5δίκαιοι, ἵνα αἰωνίως τιμηθῶσι καὶ κατατρυφήσωσι τὰ ἀθάνατα, οἱ δὲ ἁμαρτωλοί, ἵνα ἐν τῇ κρίσει αἰωνίως κολασθήσωνται. ἕκαστος γὰρ ἐνθυμηθεῖτε τὸ τί δώσει ἀπολογίαν τῷ δικαίῳ κριτῇ εἴτε ἀγαθὰ εἴτε φαῦλα· αἱ γὰρ πράξεις πάντων τῶν ἀνθρώπων ἕκαστον περικυκλώ‐ σει εἴτε ἀγαθὸν εἴτε πονηρόν. „αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σα‐
10λευθήσονται“ καὶ πάντα φόβος καὶ τρόμος κατέδεται, τὸν οὐρανόν, τὴν γῆν καὶ τὰ καταχθόνια. „καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται“ αὐ‐ τὸν καὶ ὁμολογήσει τὸν ἐρχόμενον κρῖναι κριτήριον δίκαιον, θεὸν ἰσχυρὸν καὶ ποιητὴν τῶν ἁπάντων. τότε μετὰ δειλίας καὶ θάμβους ἐλεύσονται ἄγγελοι, „θρόνοι, ἐξουσίαι, ἀρχαί, κυριότητεσ“, πολυόμματα
15ἑξαπτέρυγα Χερουβίμ τε καὶ Σεραφίμ, ἐν ἰσχύι κεκραγότα „ἅγιος ἅγιος ἅγιος κύριος Σαβαὼθ παντοκράτωρ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου“. καὶ ἀποκαλυφθήσεται ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων καὶ κριτὴς ἀπροσωπόληπτος καὶ δικαστὴς τὸ δίκαιον ἀπονέμων ἑκάστῳ ἐπὶ θρόνου φοβεροῦ καὶ ἐπηρμένου, καὶ
20πᾶσα σὰρξ τῶν βροτῶν κατίδῃ αὐτοῦ τὸ πρόσωπον μετὰ φόβου καὶ δειλίας μεγάλης, καὶ δίκαιος καὶ ἁμαρτωλός.

40

τότε ἀχθήσεται ὁ υἱὸς τῆς ἀπωλείας ἤγουν ὁ διάβολος μετὰ τῶν δαιμόνων αὐτοῦ καὶ μετὰ τῶν ὑπηρετῶν αὐτοῦ ὑπὸ ἀγγέλων αὐστηρῶν καὶ ἀποτόμων καὶ παραδοθήσονται τῷ πυρὶ τῷ ἀσβέστῳ καὶ τῷ σκώληκι τῷ ἀκοιμήτῳ
5καὶ τῷ σκότει τῷ ἐξωτέρῳ. τῶν γὰρ Ἑβραίων ὁ δῆμος „ὄψεται αὐ‐ τὸν“ ἐν σχήματι ἀνθρώπου, καθὼς αὐτοῖς ὤφθη ἐκ τῆς ἁγίας παρ‐ θένου διὰ σαρκὸς καὶ καθὼς αὐτὸν ἐσταύρωσαν. καὶ δείξει αὐτοῖς τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς ἥλους καὶ τὴν πλευρὰν αὐτοῦ νενυγ‐ μένην διὰ τῆς λόγχης καὶ τὴν κάραν τὴν ἐξ ἀκανθῶν στεφανωθεῖσαν
10καὶ τὸν τίμιον σταυρὸν καὶ ἅπαξ πάντα θεάσονται ὁ τῶν Ἑβραίων δῆμος καὶ κόψονται καὶ κλαύσονται, καθὼς βοᾷ ὁ προφήτης „ὄψον‐ ται εἰς ὃν ἐξεκέντησαν“, καὶ οὐδείς ἐστιν ὁ βοηθῶν αὐτοῖς ἢ ὁ ἐλεῶν αὐτούς, ὅτι οὐ μετενόησαν ἢ ἀπεστράφησαν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς. καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον μετὰ τῶν δαιμόνων καὶ
15τοῦ διαβόλου.

41

εἶτα ἐπισυνάξει πάντα τὰ ἔθνη, καθὼς τὸ ἅγιον εὐαγγέλιον διαπρυσίως βοᾷ. τί γὰρ λέγει Ματθαῖος ὁ εὐαγγελιστής,
μᾶλλον δὲ αὐτὸς ὁ κύριος διὰ τοῦ εὐαγγελίου; „ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ,305
5τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων. καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. τότε ἐρεῖ τοῖς ἐκ δεξιῶν αὐτοῦ Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομή‐
10σατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου“. δεῦτε οἱ προφῆται οἱ διὰ τὸ ὄνομά μου ἐκδιωχθέντες. δεῦτε οἱ πατριάρχαι οἱ πρὸ τῆς ἐμῆς παρουσίας πειθαρχήσαντές μοι καὶ ποθήσαντες τὴν ἐμὴν βασιλείαν. δεῦτε οἱ ἀπόστολοι οἱ συγκακοπαθήσαντές μοι ἐν τῇ ἐνανθρωπήσει, ἐν τῷ εὐαγγελίῳ. δεῦτε μάρτυρες οἱ ὁμολογήσαντές
15μοι ἐνώπιον τυράννων καὶ βασάνους πολλὰς καὶ τιμωρίας ὑπομείναν‐ τες. δεῦτε οἱ ἱεράρχαι οἱ λειτουργήσαντές μοι ἀμώμως ἡμέρας καὶ νυκτὸς καὶ τὸ τίμιον σῶμα καὶ αἷμά μου καθ’ ἑκάστην θύοντες.

42

δεῦτε οἱ ὅσιοι οἱ „ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆσ“ ἀσκήσαντες, οἱ δι’ ἐγκρατείας καὶ εὐχῆς καὶ παρθενίας θεραπεύ‐ σαντές μου τὸ ὄνομα. δεῦτε νεάνιδες αἱ τὸν νυμφῶνά μου ποθήσα‐ σαι καὶ πλὴν ἐμοῦ τοῦ νυμφίου ἄλλον μὴ ἀγαπήσασαι, αἱ διὰ μαρτυ‐
5ρίου καὶ ἀσκήσεως ἐμοὶ συναφθεῖσαι τῷ ἀθανάτῳ καὶ ἀφθάρτῳ „νυμφίῳ“. δεῦτε φιλόπτωχοι, φιλόξενοι. δεῦτε οἱ τὴν ἀγάπην μου φυλάξαντες, καθὼς ἐγὼ ἀγάπη εἰμί. δεῦτε οἱ τῆς εἰρήνης μετέ‐ χοντες· ἐγὼ γὰρ εἰμὶ ἡ εἰρήνη. „δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν“, οἱ τὸν πλοῦ‐
10τον μὴ τιμήσαντες, οἳ ἐλεήσατε τὸν πένητα, οἱ τοῖς ὀρφανοῖς βοηθή‐ σαντες, οἱ ταῖς χήραις ἐπικουρήσαντες, οἱ τοὺς διψῶντας ποτίσαντες, οἱ τοὺς πεινῶντας διαθρέψαντες, οἱ τοὺς ξένους ἐπισυναγαγόντες, οἱ τοὺς γυμνοὺς ἐνδύσαντες, οἱ τοὺς ἀσθενεῖς ἐπισκέψαντες, οἱ τοὺς ἐν φυλακαῖς παραμυθήσαντες, οἱ τοῖς τυφλοῖς ἐπικουρήσαντες, οἱ τὴν
15σφραγῖδα τῆς πίστεως ἄθραυστον διαφυλάξαντες, οἱ ταῖς ἐκκλησίαις ἐπισυντρέχοντες, οἱ τῶν γραφῶν μου ἀκούοντες, οἱ τοῖς λόγοις μου ποθήσαντες, οἱ τὸν νόμον μου τηρήσαντες ἡμέρας καὶ νυκτός, οἱ συγκακοπαθήσαντές μοι καλοὶ στρατιῶται, ἐμοὶ τῷ οὐρανίῳ βασιλεῖ ἀρέσαι βουλόμενοι. „δεῦτε κληρονομήσατε ἡτοιμασμένην ὑμῖν βασι‐
20λείαν ἀπὸ καταβολῆς κόσμου“. ἰδοὺ ἡ βασιλεία μου ηὐτρέπισται. ἰδοὺ ἡ παράδεισος ἠνεῴχθη. ἰδοὺ ἡ ἀθανασία μου κεκαλλώπισται. „δεῦτε πάντες κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου“.

43

τότε ἀποκριθήσονται οἱ δίκαιοι, ἐκπληττό‐ μενοι τῷ μεγέθει τοῦ θαύματος, ὅτι ὃν οὐ δύνανται βλέπειν τρανῶς ἀγγέλων τὰ τάγματα ὡς φίλους αὐτοὺς προσκαλεῖται, καὶ βοήσουσι
πρὸς αὐτὸν „κύριε, πότε σε ἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν; δέσποτα,306
5πότε σε ἴδομεν διψῶντα καὶ ἐποτίσαμεν;“ φοβερέ, πότε σε ἴδομεν γυμνὸν καὶ περιεβάλομεν; ἀθάνατε, πότε σε ἴδομεν ξένον καὶ συνηγά‐ γομεν; φιλάνθρωπε, πότε σε ἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρὸς σέ. σὺ εἶ ὁ ἀεὶ ὤν. σὺ εἶ ὁ συνάναρχος τῷ πατρὶ καὶ συναΐ‐ διος τῷ πνεύματι. σὺ εἶ ὁ ἐκ μὴ ὄντων τὰ πάντα ποιήσας. σὺ εἶ
10ὁ τῶν ἀγγέλων βασιλεύς. σὺ εἶ ὃν τρέμουσιν ἄβυσσοι, „σὺ εἶ ὁ ἀνα‐ βαλλόμενος φῶς ὡς ἱμάτιον“. σὺ εἶ ὁ ποιήσας ἡμᾶς καὶ πλάσας ἀπὸ γῆς. σὺ εἶ ὁ τὰ ἀόρατα δημιουργήσας. σοῦ ἀπὸ προσώπου φεύγει πᾶσα ἡ γῆ. καὶ πῶς ἡμεῖς ἐξενοδοχήσαμεν τὴν σὴν βασιλείαν καὶ κυριότητα;

44

τότε ἀποκριθήσεται πάλιν ὁ βασιλεὺς τῶν βασι‐ λευόντων, λέγων πρὸς αὐτοὺς „ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε“. ἐφ’ ὅσον οὓς προεῖ‐ πον ὑμῖν ἐξενοδοχήσατε, ἐνεδύσατε καὶ ἐθρέψατε καὶ ἐποτίσατε τὰ
5μέλη μου, τοὺς πτωχούς, ἐμοὶ ἐποιήσατε. ἀλλὰ δεῦτε εἰς τὴν ἡτοι‐ μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ἀπολαύσατε εἰς αἰῶνα αἰῶνος παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς καὶ τοῦ πανα‐ γίου καὶ ζωοποιοῦ πνεύματος. ποῖον ἄρα στόμα ἐκδιηγήσεται τὰ ἀγα‐ θὰ ἐκεῖνα „ἃ ὀφθαλμὸς οὐκ οἶδεν οὔτε οὖς οὐκ ἤκουσεν οὔτε ἐπὶ καρ‐
10δίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐ‐ τόν“.

45

ἔγνωτε χαρὰν ἀδιάδοχον, ἔγνωτε βασιλείαν ἀσάλευτον, ἔγνωτε τρυφὴν ἀγαθῶν τέλος μὴ ἔχουσαν. μάθετε καὶ τὴν τῶν ἐξ εὐωνύμων ὀδυνηρὰν φωνήν, ἣν πρὸς αὐτοὺς ἀποφθέγξεται ὁ δίκαιος κριτὴς καὶ θεὸς ὁ πρᾷος ἐν θυμῷ ἀμέτρῳ καὶ ὀργῇ „ἀπέλθετε ἀπ’
5ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ“. ὑμεῖς δὲ ἑαυτοῖς ταῦτα προεξενή‐ σατε. δέξασθε ἑαυτοῖς καὶ τὴν ἀπόλαυσιν. „ἀπέλθετε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ σκότος τὸ ἐξώτερον καὶ εἰς τὸ πῦρ τὸ ἄσβεστον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ“. ἐγὼ ἔπλασα
10καὶ ἄλλῳ προσηνέχθητε. ἐγώ εἰμι ὁ ἐκ μήτρας ἐξαγαγὼν ὑμᾶς κἀμὲ ἠθετήσατε. ἐγώ εἰμι ὁ ἐκ γῆς διαπλάσας προστάξει μου καὶ ἄλλῳ προσηνέχθητε. ἐγώ εἰμι ὁ διαθρέψας ὑμᾶς καὶ ἄλλῳ ἐδουλεύσατε. ἐγὼ τὴν γῆν καὶ τὴν θάλασσαν πρὸς διατροφὴν ὑμῶν καὶ συμπέρασ‐ μα βίου προσέταξα, ὑμεῖς δὲ τὰς ἐντολάς μου παρηκούσατε. ἐγὼ τὸ
15φῶς ὑμῖν ἐποίησα πρὸς ἀπόλαυσιν τῆς ἡμέρας καὶ τὴν νύκτα πρὸς ἀνάπαυσιν, ὑμεῖς δὲ τοῖς ἔργοις τοῖς πονηροῖς ἐμὲ παρεπικράνατε καὶ ἠθετήσατε καὶ τοῖς πάθεσι θύραν ἠνοίξατε. „ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀδικίασ“. οὐκ οἶδα ὑμᾶς, οὐ γνωρίζω ὑμᾶς. ἄλλου κυ‐
ρίου ἐργάται ἐγένεσθε, τουτέστι τοῦ διαβόλου. μετ’ αὐτοῦ τὸ σκότος307
20κληρονομήσατε καὶ τὸ ἄσβεστον πῦρ καὶ τὸν σκώληκα τὸν ἀκοίμητον καὶ τὸν βρυγμὸν τῶν ὀδόντων.

46

„ἐπείνασα γὰρ καὶ οὐκ ἐδώ‐ κατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με. ξένος ἤμην καὶ οὐ συνηγάγετέ με. γυμνὸς καὶ οὐ περιεβάλετέ με. ἠσθένησα καὶ οὐκ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ οὐκ ἤλθετε πρὸς μέ“. τὰς ἀκοὰς
5ὑμῶν ἐποίησα πρὸς τὸ ἀκούειν ὑμᾶς τῶν γραφῶν, ὑμεῖς δὲ ταύτας ηὐτρεπίσατε εἰς ᾄσματα δαιμονικὰ καὶ κιθάρας καὶ γελοῖα. τοὺς ὀφ‐ θαλμοὺς ὑμῶν ἐποίησα πρὸς τὸ καθορᾶν τὸ φῶς τῶν ἐντολῶν μου καὶ ἐκτελεῖν αὐτάς, ὑμεῖς δὲ προσκαλεῖτε πορνείας καὶ ἀσελγείας καὶ τῇ λοιπῇ ἀκαθαρσίᾳ αὐτοὺς διηνοίξατε. τὸ στόμα ὑμῶν πρὸς δοξο‐
10λογίαν καὶ αἶνον καὶ „ψαλμοὺς καὶ ᾠδὰς πνευματικὰσ“ ηὐτρέπισα λαλεῖν καὶ μελετᾶν διὰ παντὸς τὴν ἀνάγνωσιν, ὑμεῖς δὲ πρὸς λοιδο‐ ρίας καὶ ὅρκους καὶ βλασφημίας αὐτὸ ἡτοιμάσατε, καθήμενοι καταλα‐ λοῦντες τοὺς πλησίους ὑμῶν. τὰς χεῖρας ὑμῶν πρὸς προσευχὰς καὶ δεήσεις ἐποίησα τοῦ ἐκπετάσαι, ὑμεῖς δὲ πρὸς ἁρπάγματα καὶ φόνους
15καὶ ἀλληλοφονίας ἐξετείνατε. τοὺς πόδας ὑμῶν ἐν ἑτοιμασίᾳ τοῦ εὐ‐ αγγελίου τῆς εἰρήνης καὶ ἐν ἐκκλησίαις καὶ τοῖς οἴκοις τῶν ἁγίων μου διεταξάμην ὁδεύειν, ὑμεῖς δὲ εἰς μοιχείας καὶ εἰς πορνείας καὶ θέατρα καὶ ὀρχήσεις καὶ μετεωρισμοὺς ἐδιδάξατε τρέχειν.

47

ἐλύ‐ θη λοιπὸν ἡ πανήγυρις, ἐπαύθη τοῦ βίου τὸ θέατρον, παρῆλθεν ἡ πλάνη αὐτοῦ καὶ ἡ φαντασία. ἐμοὶ προσηνέχθητε, ᾧ „κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων“· πάντες γὰρ οἱ ἀμε‐
5λήσαντες οὐδὲ οἰκτειρήσαντες ἐν εὐποιΐαις ἐνταῦθα οὐδὲν χρεωστοῦν‐ ται ἀλλ’ ἢ τὸ πῦρ τὸ ἄσβεστον. φιλάνθρωπος γὰρ εἰμί, ἀλλὰ καὶ δικαιοκρίτης. πᾶσι γὰρ τὰς κατ’ ἀξίαν ἀποδώσω τὰς ἀμοιβάς, πᾶσι κατὰ τὸν ἑκάστου κάματον παρέξω τὸν μισθόν, πᾶσι πρὸς τὸν ἴδιον ἀγῶνα δώσω καὶ τὰς ἀμοιβάς. ἐλεῆσαι βούλομαι, ἀλλ’ ἔλαιον ἐν τοῖς
10ἀγγείοις ὑμῶν οὐ καθορῶ. οἰκτειρῆσαι θέλω, ἀλλ’ ὅλως ἄνευ οἰκτιρ‐ μῶν τὸν βίον μετήλθετε. σπλαγχνισθῆναι σπεύδω, ἀλλ’ αἱ λαμπάδες ὑμῶν σκοτειναί εἰσιν ἐκ τῆς ἀσπλαγχνίας. „ἀπέλθετε ἀπ’ ἐμοῦ“. „ἡ γὰρ κρίσις ἀνίλεώς ἐστι τῷ μὴ ποιήσαντι ἔλεοσ“.

48

τότε ἀπο‐ κριθήσονται καὶ αὐτοὶ πρὸς τὸν φοβερὸν κριτὴν καὶ ἀπροσωπόλη‐ πτον „κύριε, πότε σε ἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;“ κύριε, οὐ γνωρί‐
5ζεις ἡμᾶς; σὺ ἡμᾶς ἔπλασας, σὺ ἐδημιούργησας, σὺ ἐκ τεσσάρων στοι‐ χείων ἡμᾶς συνήρμοσας, σὺ πνεῦμα καὶ ψυχὴν ἔθηκας, σοὶ ἐπιστεύσα‐ μεν, σοῦ τὴν σφραγῖδα μετέσχομεν. σοῦ τὸ βάπτισμα ἐλάβομεν. σὲ ὡμολογήσαμεν θεόν, σὲ ἔγνωμεν κτιστήν. ἐν σοὶ σημεῖα πεποιήκαμεν.
διὰ σοῦ δαίμονας ἀπηλάσαμεν. διὰ σὲ τὴν σάρκα ἐτήξαμεν, διὰ σὲ308
10παρθενίαν ἐφυλάξαμεν, διὰ σὲ ἁγνείαν ἐπεσπασάμεθα, διὰ σὲ πάροικοι τῆς γῆς ἐγενήθημεν. καὶ λέγεις „οὐκ οἶδα ὑμᾶς, ἀπέλθετε ἀπ’ ἐμοῦ“; τότε ἀποκριθήσεται καὶ αὐτοῖς λέγων Ὡμολογήσατέ με δεσπότην, ἀλλὰ τοῖς λόγοις μου οὐκ ἐπειθαρχήσατε. τὴν σφραγῖδα τοῦ σταυροῦ μου ἐσημειώθητε, ἀλλὰ ταύτην ἀσπλαγχνίᾳ ἠφανίσατε. τὸ βάπτισμά
15μου ἐλάβετε, ἀλλὰ τὰς ἐντολάς μου οὐκ ἐφυλάξατε. [τὸ σῶμα τῇ παρθενίᾳ κατεδαμάσατε, ἀλλὰ τὴν ἐλεημοσύνην οὐκ ἐφυλάξατε,] ἀλλὰ τὴν μισαδελφίαν ἐκ τῶν ὑμετέρων ψυχῶν οὐκ ἐσοβήσατε. „οὐ γὰρ πᾶς ὅστις λέγει μοι Κύριε κύριε, σωθήσεται, ἀλλ’ ὁ ποιῶν τὸ θέλημά μου“. „καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς
20ζωὴν αἰώνιον“.

49

ἠκούσατε, ἀγαπητοί, τοῦ κυρίου τὴν ἀπόκρι‐ σιν, ἔγνωτε τοῦ κριτοῦ τὴν ἀπόφασιν, ἐμάθετε οἷον κριτήριον φοβε‐ ρὸν ἡμᾶς ἀναμένει καὶ ἡμέρα καὶ ὥρα. ταύτης φροντίσωμεν καθ’ ἑκάστην, ταύτης μελετήσωμεν ἡμέρας καὶ νυκτὸς καὶ ἐν τοῖς οἴκοις
5καὶ ἐν πλατείαις καὶ ἐν ταῖς ἐκκλησίαις, ἵνα μὴ εἰς τὴν δίκην ἐκείνην τὴν φοβερὰν καὶ ἀπροσωπόληπτον παρασταθῶμεν κατακεκριμένοι, ταπεινοὶ καὶ σκυθρωποί, ἀλλὰ μετὰ καθαρᾶς πράξεως καὶ βίου καὶ πολιτείας καὶ ἐξομολογήσεως, ἵνα εἴπῃ καὶ πρὸς ἡμᾶς ὁ εὔσπλαγ‐ χνος καὶ φιλάνθρωπος θεὸς „ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς
10εἰρήνην“ καὶ τὸ „εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου“, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωο‐
15ποιῷ αὐτοῦ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. ἀμήν.309