TLG 2115 027 :: HIPPOLYTUS :: Demonstratio temporum paschatis (in catenis)

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

Demonstratio temporum paschatis (in catenis)

Source: Achelis, H. (ed.), Hippolyt’s kleinere exegetische und homiletische Schriften [Die griechischen christlichen Schriftsteller 1.2] Leipzig: Teubner, 1897: 267–271.

  • frr. 1–3, 5, 7
  • *frr. 1–3, 7 = spuria

Citation: Fragment — (line)

1

(t)

Ἱππολύτου.
1 Εἰ δὲ βούλει, λόγος θεοῦ ἦν πρωτότοκος, ἀπ’ οὐρανῶν ἐπὶ τὴν μακαρίαν Μαρίαν κατερχόμενος, καὶ ἄνθρωπος πρωτότοκος ἐν κοιλίᾳ πλασσόμενος, ἵνα ὁ πρωτότοκος λόγος τοῦ θεοῦ πρωτοτόκῳ ἀνθρώπῳ συναπτόμενος δειχθῇ.

2

(t)

Ἱππολύτου.
1 Ὅτε „αὐτὸν ἀνήγαγον εἰς τὸ ἱερόν, παραστῆσαι τῷ κυρίῳ“, τὰς καθαρσίους ἐπιτελοῦντες ἀναφοράς. εἰ γὰρ τὰ καθάρσια δῶρα κατὰ τὸν νόμον ὑπὲρ αὐτοῦ προσεφέρετο, ταύτῃ καὶ ὑπὸ νόμον γέγονεν. οὔτε δὲ ὁ λόγος ὑπέκειτο τῷ νόμῳ, καθάπερ οἱ συκοφάνται δοξάζου‐
5σιν, αὐτὸς ὢν ὁ νόμος· οὔτε ὁ θεὸς ἐδεῖτο θυμάτων καθαρσίων, ἀθρόᾳ ῥοπῇ καθαρίζων ἅπαντα καὶ ἁγιάζων. ἀλλ’ εἰ καὶ ἐκ τῆς παρθένου τὸ ἀνθρώπινον ὄργανον ἀναλαβὼν ἐφόρεσε καὶ ὑπὸ νόμον ἐγένετο, κατὰ τὰς τῶν πρωτοτόκων ἀξίας καθαρισθείς, οὐκ αὐτὸς δεόμενος τῆς τούτων χορηγίας ὑπέμενε τὰς θεραπείας, ἀλλ’ ἵνα τῆς τοῦ νόμου
10δουλείας ἐξαγοράσῃ τοὺς πεπραμένους τῇ δίκῃ τῆς ἀρᾶς.267

3

(t1)

Ἱππολύτου ἐπισκόπου Ῥώμης καὶ
t2μάρτυρος.
1 Διὰ τοῦτο „πυλωροὶ ᾅδου ἰδόν‐ τες σε ἔπτηξαν“, καὶ συνετρίβησαν πύλαι χαλκαῖ, καὶ μοχλοὶ σιδηροῖ συνεκλάσθησαν· καὶ ἰδοὺ ὁ μονο‐
5γενὴς εἰσῆλθεν ὡς ψυχὴ μετὰ ψυ‐ χῶν, θεὸς λόγος ἔμψυχος· τὸ γὰρ σῶμα ἔκειτο ἐν μνημείῳ, οὐχὶ κε‐
νωθὲν τῆς θεότητος· ἀλλ’ ὥσπερ ἐν τῷ ᾅδῃ ὤν, τῇ οὐσίᾳ ἦν πρὸς268
10τὸν πατέρα, οὕτως ἦν καὶ ἐν τῷ σώματι καὶ ἐν τῷ ᾅδῃ· ἀχώρητος γάρ ἐστι καὶ ὁ υἱὸς ὡς ὁ πατήρ, καὶ πάντα περιέχει· ἀλλὰ θέλων ἐχωρήθη ἐν σώματι ἐμψύχῳ, ἵνα
15μετὰ τῆς ἰδίας ψυχῆς πορευθῇ εἰς
τὸν ᾅδην, καὶ μὴ γυμνῇ τῇ θεότητι.269

5

(t1)

Καὶ πάλιν ὁ αὐτὸς (d. h. Ἱππόλυτος) ἐν τῷ πρώτῳ λόγῳ τοῦ
t2Περὶ τοῦ ἁγίου πάσχα συγγράμματος εἴρηκεν οὕτως·
1 Οὐδὲ ἐν τοῖς πρώτοις οὐδὲ ἐν τοῖς ἐσχάτοις ὡς οὐκ ἐψεύσατο πρόδηλον, ὅτι ὁ πάλαι προειπὼν ὅτι „οὐκέτι φάγομεν τὸ πάσχα“ εἰκότως τὸ μὲν δεῖπνον ἐδείπνησε πρὸ τοῦ πάσχα, τὸ δὲ πάσχα οὐκ ἔφαγεν, ἀλλ’ ἔπαθεν. οὐδὲ γὰρ καιρὸς ἦν τῆς βρώσεως αὐτοῦ.

7

(t1)

Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος
t2ἐκ τῆς εἰς τὸ πάσχα ἐξηγήσεως.
1Ὅλος ἦν ἐν πᾶσι καὶ πανταχοῦ, γεμίσας δὲ τὸ πᾶν πρὸς πάσας
τὰς ἀερίους ἀρχάς, γυμνὸς ἀνταπεδύσατο, καὶ πρὸς ὀλίγον βοᾷ „παρελ‐ θεῖν τὸ ποτήριον“, ἵνα δείξῃ ἀληθῶς ὅτι καὶ ἄνθρωπος ἦν, μεμνη‐ μένος δὲ καὶ δι’ ὃ ἀπεστάλη, πληροῖ τὴν οἰκονομίαν εἰς ἣν ἀπεστάλη270
5καὶ βοᾷ „πάτερ μὴ τὸ θέλημά μου“, „τὸ μὲν πνεῦμα πρόθυμον, ἡ
δὲ σὰρξ ἀσθενήσ“.271