TLG 2115 026 :: HIPPOLYTUS :: De theophania [Dub.] HIPPOLYTUS Scr. Eccl. De theophania [Dub.] Citation: Section — (line) | ||
t | Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος λόγος εἰς τὰ ἅγια θεοφάνεια. | |
1 | Πάντα μὲν καλά, καὶ καλὰ λίαν τὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν δημιουργήματα, ὅσα τε ὀφθαλμὸς ὁρᾷ καὶ ὅσα ψυχὴ διανοεῖται, ὅσα τε λόγος ἑρμηνεύει καὶ ὅσα χεὶρ περιστρέφει, ὅσα ἡ διάνοια περι‐ έχει καὶ ὅσα ἡ ἀνθρωπότης καταλαμβάνει. τί γὰρ τοῦ οὐρανίου δίσκου | |
5 | πολυμορφώτερον κάλλος; τί δὲ τοῦ ἐπιγείου χωρίου πολυανθέστερον εἶδος; τί δὲ τοῦ ἡλιακοῦ ἅρματος ὀξυτικώτερον εἰς δρόμον; τί δὲ τοῦ σεληνιακοῦ στοιχείου χαριέστερον ζεῦγος; τί δὲ τοῦ πολυπηγήτου τῶν ἄστρων μουσείου ἀξιαγαστότερον ἔργον; τί δὲ τῶν ἐπιτηδείων ἀνέμων πλουσιώτερον εἰς πρόσοδον; τί δὲ τοῦ ἡμερινοῦ φωτὸς ἀκηλιδωτότε‐ | |
---|---|---|
10 | ρον ἔσοπτρον; τί δὲ τοῦ ἀνθρώπου ἐντιμότερον ζῷον; πάντα μὲν οὖν καλὰ λίαν τὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν δημιουργήματα. τί δὲ καὶ τῆς τοῦ ὕδατος φύσεως ἀναγκαιότερον χάρισμα; πάντα γὰρ τοῖς ὕδασι καὶ λούεται καὶ τρέφεται καὶ καθαίρεται καὶ ἀρδεύεται. ὕδωρ τὴν γῆν βαστάζει, ὕδωρ τὴν δρόσον τίκτει, τὴν ἄμπελον ἱλαρύνει. ὕδωρ | |
15 | τὸν στάχυν τελεσφορεῖ, ὕδωρ τὸν βότρυν ἀπομφακίζει, ὕδωρ ἔλαιον ἁπαλύνει, ὕδωρ τὸν φοίνικα γλυκαίνει, ὕδωρ τὸ ῥόδον ἐρυθραίνει καὶ τὸ ἴον ἀνθίζει, ὕδωρ τὸ κρίνον λαμπροῖς τοῖς κάλυξι τρέφει. καὶ τί μακρολογῶ; ἄνευ τῆς τῶν ὑδάτων φύσεως οὐδὲν τῶν παρόντων συνί‐ σταται. οὕτως ἡ τῶν ὑδάτων φύσις ἀναγκαία, ὅτι τὰ μὲν ἄλλα στοι‐ | |
20 | χεῖα ὑπὸ τῶν καμαρωδεστάτων οὐρανῶν τὴν οἴκησιν ἔλαβεν, ἡ δὲ τῶν ὑδάτων φύσις καὶ ἐπάνω τῶν οὐρανῶν τὴν μονὴν ἐδέξατο. καὶ τούτου μάρτυς αὐτὸς ὁ προφήτης βοῶν „αἰνεῖτε τὸν κύριον, οἱ οὐρα‐ νοὶ τῶν οὐρανῶν καὶ τὰ ὕδατα τὰ ἐπάνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα κυρίου“. | |
2 | οὐ μόνον δὲ τοῦτο τὴν ἀξιοπιστίαν τοῦ ὕδα‐ | |
τος παρίστησιν, ἀλλὰ καὶ τὸ πάντων αἰδεσιμώτερον, ὅτι ὁ πάντων δημιουργὸς Χριστὸς ὡς ὑετὸς κατῆλθε καὶ ὡς πηγὴ ἐγνώσθη καὶ ὡς ποταμὸς διεδόθη καὶ ἐν τῷ Ἰορδάνῃ ἐβαπτίσθη. ἤκουες γὰρ ἀρτίως, | 257 | |
5 | πῶς ἐλθὼν ὁ Ἰησοῦς πρὸς τὸν Ἰωάννην ἐν τῷ Ἰορδάνῃ ἐβαπτίσθη ὑπ’ αὐτοῦ. ὦ παραδόξων πραγμάτων· πῶς ὁ ἀπερίγραπτος „ποταμὸς ὁ εὐφραίνων τὴν πόλιν τοῦ θεοῦ“ ἐν ὀλίγῳ ὕδατι ἐλούετο, ἡ ἀκατά‐ ληπτος πηγὴ ἡ ζωὴν βλαστάνουσα πᾶσιν ἀνθρώποις καὶ τέλος μὴ ἔχουσα ὑπὸ πενιχρῶν καὶ προσκαίρων ὑδάτων ἐκαλύπτετο. ὁ πάντη | |
10 | παρὼν καὶ μηδαμοῦ ἀπολιμπανόμενος, ὁ ἀκατάληπτος ἀγγέλοις καὶ ἀόρατος ἀνθρώποις ἐπὶ τὸ βάπτισμα ἔρχεται, ὡς ηὐδόκησεν. ταῦτα ἀκούων, ἀγαπητέ, μὴ φυσικῶς ἐκλάμβανε τὰ λεγόμενα, ἀλλ’ οἰκονο‐ μικῶς δέχου τὰ παρατιθέμενα, διὸ καὶ ὁ κύριος τῇ φιλανθρωπίᾳ τῆς συγκαταβάσεως οὐκ ἔλαθε τὴν τῶν ὑδάτων φύσιν, ὅπερ ἐποίησεν ἐν | |
15 | κρυφῇ. „εἶδον γὰρ αὐτὸν τὰ ὕδατα καὶ ἐφοβήθησαν“, ἐξέστησαν μικροῦ δεῖν καὶ τῆς ὁροθεσίας ἀπέφυγον· ὅθεν ὁ προφήτης ἐκ πολλῶν τῶν χρόνων τοῦτο θεωρήσας ἐπερωτᾷ λέγων „τί σοί ἐστιν, θάλασσα, ὅτι ἔφυγες; καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;“ αὐτὰ δὲ ἀπο‐ κριθέντα εἶπον Τὸν πάντων κτιστὴν ἐν „μορφῇ δούλου“ εἴδομεν | |
20 | καὶ τὸ μυστήριον τῆς οἰκονομίας ἀγνοήσαντες ἀπὸ τῆς δειλίας ἐλαυ‐ νόμεθα, | |
3 | νῦν δὲ γνόντες τὴν οἰκονομίαν προσκυνοῦμεν αὐτοῦ τὴν εὐσπλαγχνίαν, ὅτι παραγέγονε σῶσαι καὶ οὐ κρῖναι τὴν οἰκουμένην. ὅθεν Ἰωάννης ὁ τοῦ κυρίου πρόδρομος ἀγνοήσας τοῦτο τὸ μυστήριον καὶ μαθὼν ὅτι ἀληθῶς ὁ κύριός ἐστιν, ἐβόα λέγων τοῖς ἀπερχομένοις | |
5 | ὑπ’ αὐτοῦ βαπτισθῆναι „γεννήματα ἐχιδνῶν“, τί μοι σφοδρῶς ἀτενί‐ ζετε; „οὐκ εἰμὶ ἐγὼ ὁ Χριστόσ“· ὑπηρέτης εἰμὶ καὶ οὐκ αὐθέντης· ἰδιώτης εἰμί, οὐ βασιλεύς· πρόβατόν εἰμι, οὐ ποιμήν· ἄνθρωπός εἰμι, οὐ θεός· στείρωσιν ἔλυσα μητρὸς γεννηθείς, οὐ παρθενίαν ἐστείρωσα· ἐκ τῶν κάτωθεν ἀνεδόθην, ἐκ τῶν ἄνωθεν οὐ κατῆλθον· πατρικὴν | |
10 | ἔδησα γλῶσσαν, οὐ θεϊκὴν ἥπλωσα χάριν· ὑπὸ μητρὸς ἐγνώσθην, ὑπὸ ἀστέρος δὲ οὐκ ἐμηνύθην· ἐγὼ εὐτελὴς καὶ ἐλάχιστος, „ἔρχεται δὲ ὀπίσω μου ὃς ἔμπροσθέν μου ἐστίν“, ὀπίσω διὰ τὸν χρόνον, ἔμπροσ‐ θεν διὰ τὸ ἀπρόσιτον καὶ ἀνέκφραστον τῆς θεότητος φῶς. „ἔρχεται | |
ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι, αὐτὸς | 258 | |
15 | ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί“. ἐγὼ ὑπεξούσιος, αὐτὸς δὲ αὐτεξούσιος· ἐγὼ ἁμαρτιῶν ἔνοχος, αὐτὸς δὲ ἁμαρτιῶν ἀφαιρετής· ἐγὼ τὸν νόμον παράπτω, αὐτὸς δὲ τὴν χάριν φωταγωγεῖ· ἐγὼ ὡς δοῦλος κατηχῶν, αὐτὸς δὲ ὡς δεσπότης κρίνων· ἐγὼ τὸ ἔδαφος κλί‐ νην ἔχω, αὐτὸς τὸν οὐρανὸν ἔχει· ἐγὼ μετανοίας βαπτίζω βάπτισμα, | |
20 | αὐτὸς δὲ υἱοθεσίας δωρεῖται χάρισμα. „αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύ‐ ματι ἁγίῳ καὶ πυρί“. τί ἐμοὶ προσανέχετε; „οὐκ εἰμὶ ἐγὼ ὁ Χριστόσ“. | |
4 | ταῦτα τοῦ Ἰωάννου πρὸς τὸν ὄχλον λέγοντος καὶ τοῦ λαοῦ παρα‐ δοκοῦντος ξένον τι θέαμα τοῖς σωματικοῖς ὀφθαλμοῖς θεάσασθαι καὶ τοῦ διαβόλου καταπληττομένου ἐπὶ τῇ τοσαύτῃ τοῦ Ἰωάννου μαρτυρίᾳ, ἰδοὺ ὁ κύριος παραγίνεται λιτός, μόνος, γυμνός, ἀπροστάτευτος, ἔνδυμα | |
5 | ἔχων τὸ ἀνθρώπινον σῶμα, κρύπτων δὲ τὸ τῆς θεότητος ἀξίωμα, ἵνα λάθῃ τοῦ δράκοντος τὸ πανούργευμα. καὶ οὐ μόνον ὡς κύριος ἐκτὸς τῆς βασιλικῆς δορυφορίας πρὸς τὸν Ἰωάννην παραγέγονεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος λιτὸς καὶ ὑπόχρεως ἁμαρτιῶν ἔκλινε τὴν κεφαλὴν αὐτοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου. ὅθεν ὁ Ἰωάννης θεασάμενος τὴν | |
10 | τοσαύτην ταπεινοφροσύνην θαμβηθεὶς ἐπὶ τῷ πράγματι ἤρξατο δια‐ κωλύειν αὐτὸν λέγων, καθὼς ἀρτίως ἠκούσατε, „ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;“ τί ποιεῖς, ὦ δέσποτα; ἀκα‐ νόνιστα δογματίζεις. ἄλλα κατήγγειλα καὶ ἄλλα μετέρχῃ. ἄλλα ἤκουσεν ὁ διάβολος καὶ ἄλλα κατανοεῖ. βάπτισόν με τῷ πυρὶ τῆς θεότητος· | |
15 | τί περιμένεις τὸ ὕδωρ; φώτισον τῷ πνεύματι· τί προσανέχεις τῷ κτίσματι; βάπτισόν με τὸν βαπτιστήν, ἵνα γνωσθῇ σου ἡ ὑπεροχή. ἐγώ, δέσποτα, μετανοίας βαπτίζω βάπτισμα καὶ τοὺς προσερχομένους πρὸς μὲ ἀμήχανον βαπτίσαι, ἐὰν μὴ τὰς ἁμαρτίας αὐτῶν ἐξομολογή‐ σωνται. κείσθω ὅτι βαπτίζω σε, τί ἔχεις ἐξομολογήσασθαι; ἁμαρτιῶν | |
20 | ἀφαιρετὴς ὑπάρχεις καὶ τὸ τῆς μετανοίας θέλεις βαπτισθῆναι βάπτισμα; εἰ καὶ ἐγώ σε τολμήσω βαπτίσαι, ὁ Ἰορδάνης οὐ τολμᾷ πλησιάσαι. „ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρὸς μέ;“ | |
5 | τί οὖν ὁ κύριος πρὸς αὐτόν; „ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην“. „ἄφες ἄρτι“, Ἰωάννη, οὐκ εἶ μου σοφώ‐ τερος. σὺ ὡς ἄνθρωπος βλέπεις, ἐγὼ ὡς θεὸς προγινώσκω. πρῶτόν | |
5 | με δεῖ ποιῆσαι καὶ οὕτω διδάξαι. οὐδὲν ἀπρεπὲς μετέρχομαι, εὐπρέ‐ πειαν γὰρ περιβέβλημαι. θαυμάζεις, ὦ Ἰωάννη, ὅτι οὐκ ἦλθον μετὰ τοῦ ἀξιώματός μου; ἰδιώτῃ μὲν γὰρ οὐ πρέπει βασιλικὴ ἁλουργίς, βασιλεῖ δὲ πρέπει στρατιωτικὸν σχῆμα. πρὸς τύραννον ἦλθον, μὴ γὰρ πρὸς φίλον; „ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστιν πληρῶσαι πᾶσαν | 259 |
10 | δικαιοσύνην“. πληρωτής εἰμι νόμου, οὐδὲν βούλομαι ἐλλιπὲς κατα‐ λεῖψαι εἰς πᾶν τὸ πλήρωμα, ἵνα μετ’ ἐμὲ βοήσῃ ὁ Παῦλος „πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι“. „ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστιν πληρῶσαι πᾶσαν δικαιοσύνην“. βάπτι‐ σόν με, Ἰωάννη, ἵνα μηδεὶς βαπτίσματος καταφρονήσῃ. ὑπὸ σοῦ τοῦ | |
15 | δούλου βαπτίζομαι, ἵνα μηδεὶς βασιλέων ἢ ὑπερεχόντων διαπτύσῃ ὑπὸ πενιχροῦ ἱερέως βαπτισθῆναι. ἄφες ἐν τῷ Ἰορδάνῃ κατέλθω, ἵνα ἀκούσωσι τὴν πατρῴαν μαρτυρίαν καὶ ἐπιγνώσωνται τὴν τοῦ υἱοῦ δύναμιν. „ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστιν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε λοιπὸν ἀφίησιν αὐτὸν ὁ Ἰωάννης. καὶ βαπτισθεὶς | |
20 | ὁ Ἰησοῦς εὐθέως ἀνέβη ἀπὸ τοῦ ὕδατος καὶ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ ἰδοὺ τὸ πνεῦμα τοῦ θεοῦ κατέρχεται ἐν εἴδει περιστερᾶς καὶ ἔμεινεν ἐπ’ αὐτὸν καὶ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα“. | |
6 | εἶδες, ἀγαπητέ, πόσων καὶ πηλίκων ἀγαθῶν ἐμέλλομεν ζημιοῦσθαι, εἰ εἶξεν ὁ κύριος τῇ τοῦ Ἰω‐ άννου παρακλήσει καὶ παρῃτήσατο τὸ βάπτισμα. κεκλεισμένοι γὰρ ἦσαν πρὸ τούτου οἱ οὐρανοί, ἄβατον ἦν τὸ ἄνω χωρίον. ἐν τοῖς κάτω | |
5 | κατῄειμεν, ἐν τοῖς ἄνω δὲ οὐκ ἀνῄειμεν. μόνον δὲ ὁ δεσπότης ἐβα‐ πτίσθη καὶ „τὸν παλαιὸν ἄνθρωπον ἀνεκαίνισεν“ καὶ τὰ σκῆπτρα τῆς υἱοθεσίας αὐτῷ πάλιν ἐπίστευσεν. „εὐθέως γὰρ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί“. διαλλαγὴ γέγονε τῶν ὁρατῶν πρὸς τὰ ἀόρατα, ἐχαροποι‐ ήθησαν τὰ οὐράνια τάγματα, ἰάθη τὰ ἐπίγεια νοσήματα, ἐγνώσθη τὰ | |
10 | ἀπόρρητα πράγματα, ἐφιλιώθη τὰ ἐχθραίνοντα. ἤκουες γὰρ τοῦ εὐ‐ | |
αγγελιστοῦ λέγοντος „ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί“. τριῶν παρα‐ δόξων πραγμάτων χάριν. τοῦ γὰρ νυμφίου Χριστοῦ βαπτιζομένου ἔδει τὸν οὐράνιον θάλαμον τὰς λαμπροφόρους ἀνοῖξαι πύλας. ὡσαύ‐ τως δὲ καὶ τοῦ ἁγίου πνεύματος ἐν εἴδει περιστερᾶς κατιόντος καὶ | 260 | |
15 | τῆς πατρῴας φωνῆς πανταχοῦ διαδιδομένης, ἔδει τὰς ἐπουρανίους πύλας ἐπηρμένας ὑπάρχειν. „καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ καὶ φωνὴ ἐγένετο λέγουσα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα“. | |
7 | ἀγαπητὸς ἀγάπην γεννᾷ καὶ φῶς ἄϋλον „φῶς ἀπρό‐ σιτον“. „οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸσ“, ὁ κάτω ἐπιφανεὶς καὶ τῶν πατρῴων κόλπων μὴ χωρισθείς. ἐπεφάνη, οὐκ ἐφάνη. ἄλλο γὰρ τὸ φανῆναι, ἐπειδὴ πρὸς τὸ φαινόμενον ὁ βαπτίζων τοῦ βαπτιζομέ‐ | |
5 | νου προέχει. τούτου ἕνεκεν ὁ πατὴρ οὐρανόθεν τὸ ἅγιον πνεῦμα ἐπὶ τὸν βαπτιζόμενον κατέπεμπεν. ὥσπερ γὰρ ἐν τῇ κιβωτῷ τοῦ Νῶε διὰ περιστερᾶς μηνύεται „ἡ φιλανθρωπία τοῦ θεοῦ“, οὕτω καὶ νῦν τὸ ἐν εἴδει περιστερᾶς κατελθὸν πνεῦμα ὡς καρπὸν ἐλαίας βαστάσαν ἐπὶ τὸν μαρτυρούμενον κατέστη. διὰ τί; ἵνα καὶ τῆς πατρῴας φωνῆς | |
10 | τὸ βέβαιον γνωρισθῇ καὶ ἡ προφητικὴ πρόρρησις ἐκ πολλῶν τῶν χρόνων πιστωθῇ. ποία ταύτη; „φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν“. ποία φωνή; „οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα“. οὗτός ἐστιν ὁ τοῦ Ἰωσὴφ ὀνομαζόμενος υἱός, καὶ ἐμὸς μονογενὴς κατὰ τὴν θεϊκὴν | |
15 | οὐσίαν. „οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητόσ“, ὁ πεινῶν καὶ τρέφων μυριάδας, καὶ κοπιῶν καὶ ἀναπαύων τοὺς κοπιῶντας, ὁ μὴ ἔχων ποῦ | |
τὴν κεφαλὴν κλῖναι καὶ πάντα ἐν τῇ χειρὶ βαστάζων, ὁ πάσχων καὶ τὰ πάθη ἰώμενος, ὁ ῥαπιζόμενος καὶ ἐλευθερίαν τῷ κόσμῳ δωρού‐ μενος, ὁ τὴν πλευρὰν νυττόμενος καὶ τὴν πλευρὰν τοῦ Ἀδὰμ διορ‐ | 261 | |
20 | θούμενος. | |
8 | ἀλλὰ συντείνατέ μοι τὸν νοῦν, παρακαλῶ, μετὰ ἀκρι‐ βείας· βούλομαι γὰρ ἐπὶ τὴν πηγὴν τῆς ζωῆς ἀναδραμεῖν καὶ θεάσα‐ σθαι τὴν πηγὴν τῶν ἰαμάτων πηγάζουσαν. ὁ τῆς ἀθανασίας πατὴρ τὸν ἀθάνατον υἱὸν καὶ λόγον ἀπέστειλεν εἰς τὸν κόσμον, ὃς ἀφικό‐ | |
5 | μενος εἰς τὸν ἄνθρωπον λούσασθαι ὕδατι καὶ πνεύματι, καὶ ἀναγεν‐ νήσας πρὸς ἀφθαρσίαν ψυχῆς τε καὶ σώματος, ἐνεφύσησεν ἡμῖν πνεῦμα ζωῆς, περιαμφιάσας ἡμᾶς ἀφθάρτῳ πανοπλίᾳ. εἰ οὖν ἀθάνατος γέγονεν ὁ ἄνθρωπος, ἔσται καὶ θεός. εἰ δὲ θεὸς δι’ ὕδατος καὶ πνεύματος ἁγίου μετὰ τὴν τῆς κολυμβήθρας ἀναγέννησιν γίνεται, εὑρίσκεται καὶ | |
10 | συγκληρονόμος Χριστοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. διὸ κηρύσσω λέγων Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν ἐπὶ τὴν τοῦ βαπτίσματος ἀθανασίαν· ζωὴν ὑμῖν εὐαγγελίζομαι τοῖς ἐν τῷ ζόφῳ τῆς ἀγνωσίας ἐνδιατρίβουσιν· δεῦτε εἰς ἐλευθερίαν ἐκ δουλείας, εἰς βασιλείαν ἐκ τυραν‐ νίδος, εἰς ἀφθαρσίαν ἐκ τῆς φθορᾶς. καὶ πῶς, φησίν, ἐλευσόμεθα; | |
15 | πῶς; δι’ ὕδατος καὶ ἁγίου πνεύματος. τοῦτο δέ ἐστιν τὸ ὕδωρ τὸ τῷ πνεύματι κοινωνοῦν, δι’ οὗ παράδεισος ποτίζεται, δι’ οὗ ἡ γῆ πιαίνεται, δι’ οὗ φυτὸν αὔξει, δι’ οὗ ζῷα τεκνογονεῖ καὶ, ἵνα πάντα συνελὼν εἴπω, δι’ οὗ ἀναγεννώμενος ζῳογονεῖται ἄνθρωπος, ἐν ᾧ καὶ ὁ Χριστὸς ἐβαπτίσατο, ἐν ᾧ καὶ τὸ πνεῦμα κατήρχετο ἐν εἴδει περι‐ | |
20 | στερᾶς. | |
9 | τοῦτο δέ ἐστιν τὸ πνεῦμα τὸ ἀπ’ ἀρχῆς ἐπιφερόμενον ἐπάνω τῶν ὑδάτων, δι’ οὗ κόσμος κινεῖται, δι’ οὗ κτίσις ἵσταται καὶ τὰ σύμπαντα ζῳογονεῖται, τὸ ἐν προφήταις ἐνεργῆσαν, τὸ ἐπὶ Χριστὸν καταπτάν. τοῦτό ἐστι τὸ πνεῦμα τὸ δοθὲν τοῖς ἀποστόλοις ἐν εἴδει | |
5 | πυρίνων γλωσσῶν. τοῦτο τὸ πνεῦμα ἐζήτει Δαβὶδ λέγων „καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου“. περὶ τούτου καὶ Γαβριὴλ ἔλεγε τῇ παρθένῳ „πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι“. διὰ τούτου τοῦ πνεύματος Πέτρος ἐφθέγξατο τὴν μακαρίαν ἐκείνην φωνὴν | |
10 | „σὺ εἶ ὁ Χριστὸς, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντοσ“. διὰ τούτου τοῦ πνεύ‐ ματος ἐστερεώθη ἡ πέτρα τῆς ἐκκλησίας. τοῦτό ἐστιν τὸ πνεῦμα ὁ παράκλητος τὸ διὰ σὲ πεμπόμενον, ἵνα δείξῃ σε τέκνον θεοῦ. | |
10 | δεῦρο τοίνυν, ἀναγεννήθητι, ἄνθρωπε, εἰς υἱοθεσίαν θεοῦ. καὶ πῶς; φησίν. ἐὰν μηκέτι μοιχεύσῃς μηδὲ φονεύσῃς μηδὲ εἰδωλολατρεύσῃς, ἐὰν μὴ κρατηθῇς ὑφ’ ἡδονῆς, ἐὰν μὴ πάθος ὑπερηφανίας κυριεύσῃ σου, ἐὰν | 262 |
5 | ἀποξέσῃς τὸν ῥύπον τῆς ἀκαθαρσίας καὶ ἀπορρίψῃς τὸ φορτίον τῆς ἁμαρτίας, ἐὰν ἀποδύσῃ τὴν πανοπλίαν τοῦ διαβόλου καὶ „ἐνδύσῃ τὸν θώρακα τῆς πίστεωσ“, καθώς φησιν Ἡσαΐας „λούσασθε καὶ καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν· μάθετε καλὸν ποιεῖν· ἐκζητήσατε κρίσιν· ῥύσασθε ἀδικούμενον· κρίνατε ὀρφανῷ καὶ | |
10 | δικαιώσατε χήραν. καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει κύριος. καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. καὶ ἐὰν θέλητε καὶ τῆς φωνῆς μου ἀκούσητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε“. εἶδες, ἀγαπητέ, πῶς προεῖπεν ὁ προφήτης τὸ τοῦ βαπτίσματος καθάρσιον. ὁ γὰρ καταβαίνων μετὰ | |
15 | πίστεως εἰς τὸ τῆς ἀναγεννήσεως λουτρὸν ἀποτάσσεται τῷ πονηρῷ, συντάσσεται δὲ τῷ Χριστῷ· ἀπαρνεῖται τὸν ἐχθρόν, ὁμολογεῖ δὲ τὸ θεὸν εἶναι τὸν Χριστόν· ἀποδύεται τὴν δουλείαν, ἐνδύεται δὲ τὴν υἱοθεσίαν· ἀνέρχεται ἀπὸ τοῦ βαπτίσματος „λαμπρὸς ὡς ὁ ἥλιοσ“, ἀπα‐ στράπτων τὰς τῆς δικαιοσύνης ἀκτῖνας. τὸ δὲ μέγιστον, ἄνεισιν υἱὸς | |
20 | θεοῦ καὶ συγκληρονόμος Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι νῦν καὶ ἀεὶ καὶ | |
εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. ἀμήν. | 263 |