TLG 2115 024 :: HIPPOLYTUS :: De resurrectione ad Mammaeam imperatricem (fragmenta ap. Theodoretum, Eranistes) HIPPOLYTUS Scr. Eccl. De resurrectione ad Mammaeam imperatricem (fragmenta ap. Theodoretum, Eranistes) frr. 7–8 Cf. et 2115 025, 048 Citation: Fragment — (line) | ||
7(1t) | Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τῆς πρὸς | |
2t | βασιλίδα τινὰ ἐπιστολῆς. | |
---|---|---|
3 | „Ἀπαρχὴν“ οὖν τοῦτον λέγει „τῶν κεκοιμημένων“, ἅτε „πρωτότοκον τῶν νεκρῶν“. ὃς ἀναστὰς καὶ βουλόμενος ἐπιδεικνύναι, ὅτι τοῦτο ἦν | |
5 | τὸ ἐγηγερμένον, ὅπερ ἦν καὶ ἀποθνῆσκον, δισταζόντων τῶν μαθητῶν, προσκαλεσάμενος τὸν Θωμᾶν ἔφη „δεῦρο ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα ὀστοῦν καὶ σάρκα οὐκ ἔχει, καθὼς ὑμεῖς ἐμὲ θεωρεῖτε ἔχοντα“. | |
8(1t) | Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) | |
2t | ἐκ τῆς αὐτῆς ἐπιστολῆς (d. h. πρὸς βασιλίδα τινά). | |
3 | „Ἀπαρχὴν“ τοῦτον εἰπὼν ἐπεμαρτύρησε τῷ ὑφ’ ἡμῶν εἰρημένῳ, ὡς „ἐκ τοῦ αὐτοῦ φυράματοσ“ σάρκα λαβὼν ὁ σωτήρ, ἤγειρε ταύτην, | |
5 | ἀπαρχὴν ποιούμενος τῆς τῶν δικαίων σαρκός, ἵν’ οἱ πάντες ἐπ’ ἐλπίδι | |
τοῦ ἐγηγερμένου προσδόκιμον τὴν ἀνάστασιν ἕξομεν οἱ πιστεύσαντες. | 253 |