TLG 2115 023 :: HIPPOLYTUS :: In evangelium Joannis et de resurrectione Lazari [Dub.]

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

In evangelium Joannis et de resurrectione Lazari [Dub.]

Source: Achelis, H. (ed.), Hippolyt’s kleinere exegetische und homiletische Schriften [Die griechischen christlichen Schriftsteller 1.2] Leipzig: Teubner, 1897: 215–220, 224–227.

Citation: Page — (line)

215

(1t)

Εἰς τὸν τετραήμερον Λάζαρον. βʹ.
5 Ἀγαπητοί· ὥσπερ μήτηρ φιλό‐ τεκνος ἐπιδοῦσα τὴν θηλὴν τῷ νηπίῳ τέρπεται τοῦ παιδὸς ἐφέλ‐ κοντος τὴν ἁπαλὴν τροφὴν τοῦ γάλακτος· ἐπειδὰν δὲ ὁ θρόμβος
10τοῦ γάλακτος τυρωθεὶς ἐμφράξῃ τοὺς ὀχετοὺς τοῦ μαζοῦ, τότε δὴ καὶ τὸ παιδίον κλαυθμυρίζει, καὶ ἡ μήτηρ ὀδυνᾶται, τὴν μὲν προ‐ αίρεσιν τοῦ τρέφειν ἡπλωμένην
15ἔχουσα, τὴν δὲ τροφὴν μὴ ἐπιδι‐ δομένην ὁρῶσα· ὡσαύτως καὶ ἡμεῖς τῇ προτεραίᾳ τὴν θηλὴν τῆς δια‐ νοίας ὑμῖν ὑποβαλόντες ἐτερπό‐ μεθα ὑμῶν ἐφελκόντων τὸ γάλα
20τοῦ λόγου· ὅτε δὲ τὸ τῆς λήθης νέφος ὑποδραμὸν τῇ διανοίᾳ, τὸν λόγον, ἀνέκοψεν, τότε δὴ καὶ ὑμεῖς ἠγανακτήσατε ὡς ἀποστερούμενοι τῶν εὐαγγελικῶν διδαγμάτων τὰ
25νοήματα, καὶ ἡμεῖς ἐδυσφοροῦμεν, τὴν μὲν προθυμίαν τοῦ λέγειν ἐκ‐ τεταμένην ἔχοντες, τὸν δὲ νοῦν κω‐
λυόμενον ὑπὸ τῆς λήθης ὁρῶντες.215

216

Ἀλλ’ ἴσως τοῦτο συμβέβηκεν ἡμῖν, ἵνα γνῶμεν, ὅτι „οὔτε τοῦ θέλον‐ τος, οὐδὲ τοῦ τρέχοντος, οὐδὲ τοῦ διώκοντος, ἀλλὰ τοῦ ἐλεοῦντος
5θεοῦ“. δεῦρο τοιγαροῦν, ἐπειδήπερ θεὸς δίδωσι τοῖς λέγουσι χάριν, οὐ διὰ τὴν ἀξίαν τῶν λεγόντων, ἀλλὰ διὰ τὴν χρείαν τῶν ἀκουόντων, αὐτὸν παρακαλέσαντες, ἀπὸ τῶν
10ἀρτίως ὑμῖν ὑπαναγνωσθέντων εὐαγγελικῶν ἀναγνωσμάτων κατὰ δύναμιν τὸ πότιμον τῆς διδασκα‐ λίας ἀρυσώμεθα νᾶμα.
16 „Ἦν τις ἀσθενῶν, φησίν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν κύριον
20μύρῳ, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. εἶπε δὲ ὁ Ἰησοῦς· οὐκ ἔστιν ἡ ἀσθέ‐ νεια αὕτη πρὸς θάνατον, ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ ὁ θεὸς δι’ αὐτῆς.“ Ἀνθυποφέρων
25λέγω „ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ“· οὐκ ἔστιν ἀσθένεια, ἀλλ’ εὐαγγελία· οὐκ ἔστιν ἀσθένεια, ἀλλ’ ἀσφάλεια. ὦ ἀσθένεια ἀρρωστούν‐
30των ἰατρέ, πίστεως ὁδηγέ, θανά‐ του ἀντίπαλε, διαβόλου ἀντίδικε, σωτηρίας ἀρχηγέ. ὦ ἀσθένεια, ἀρε‐ τῆς θεμέλιε ἄρρηκτε, πίστεως δι‐ δάσκαλε, εὐσεβείας οἰκονόμε. ὦ
35ἀσθένεια πυρετοὺς ψυχῶν ἀποσο‐ βοῦσα, καὶ ἱδρῶτας βαπτίσματος δροσίζουσα, καὶ λαμπρὰς στολὰς
ψυχῆς ἐξυφαίνουσα. ὦ ἀσθένεια,216

217

οὐρανίου ἄρτου πάροχε, πίστεως λαμπαδοῦχε ἄριστε, διαβόλου παγὶς καὶ ἀνθρώπου σφραγίς.
8 „Ὅτε δὲ ἤκουσεν, φησίν, ὁ Ἰησοῦς, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ
10δύο ἡμέρασ“. τί δὲ τὸ ἀναγκαῖον τοῦ ἐπιμεῖναι τὸν κύριον ἀκού‐ σαντα, καὶ μὴ εὐθὺς ἀπελθεῖν πρὸς τὸν ἀσθενοῦντα; ἀλλὰ πάν‐ τως ἐξεδέχετο τὸν θάνατον τοῦ
15Λαζάρου, ὅπως ἐν τῷ θανάτῳ μείζονα τῶν θαυματουργημάτων τὴν πίστιν τοῖς ὁρῶσιν ἐνδείξηται. μετὰ ταῦτα οὖν λέγει τοῖς μαθη‐ ταῖς ὁ Ἰησοῦς· „Λάζαρος ὁ φίλος
20ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν“. ἀληθῶς γὰρ ὁ τῶν ἀνθρώπων θάνατος ὕπνος παρὰ τῷ κυρίῳ λελόγισται. „πορεύ‐ ομαι, ἵνα ἐξυπνίσω αὐτόν“. τί γάρ;
25καὶ ἐνταῦθα ὢν ἀδυνατεῖς ζωο‐ ποιῆσαι τὸν νεκρόν; ἀλλ’ οὐχ οὕτω δέχονται τὴν χάριν οἱ Ἰουδαῖοι ἐμοῦ ἀπόντος· ἴσως γὰρ ἀναστάν‐ τος αὐτοῦ νομίσουσιν ἐκ συντυχίας
30τινὸς ἀναβιῶσαι τὸν Λάζαρον. αὐ‐ τὸς οὖν ἐγὼ παραγίνομαι, ὅπως παρόντος μου αὐτόπται γενόμενοι τῶν παρ’ ἐμοῦ γενομένων θαυμα‐ τουργημάτων, καὶ τὴν χάριν παρ’
35ἐμοῦ δεξάμενοι, εἰς πίστιν βεβαίαν
ἐνεχθῶσιν.217

218

„Λάζαρος ὁ φίλος ἡμῶν κεκοί‐ μηται· ἀλλὰ πορεύομαι ἐξυπνίσαι αὐτόν. οἱ δὲ μαθηταὶ ἀκούσαντες εἶπον· κύριε, εἰ κεκοίμηται, σωθή‐
5σεται“. οὐ τοσοῦτον δὲ θεοσεβῶς ἀπεκρίναντο, ὅσον ἰατρικῶς. ὕπνος γὰρ ληθαργικοὺς μὲν βλάπτει ἐπ‐ εκτεινόμενος, πυρετοὺς δὲ λύει μᾶλλον ἱδρώτων. ἐπειδὴ τοίνυν
10„ἔδοξαν οἱ μαθηταὶ λέγειν τὸν κύριον περὶ τῆς κοιμήσεως τοῦ ὕπνου, εἶπε μετὰ παρρησίας· Λά‐ ζαρος ὁ φίλος ἡμῶν ἀπέθανεν· καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε,
15ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν“. „ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ“ χαίρει νῦν ἐπὶ θανάτῳ φίλου; „χαίρω“, οὐ δι’ ἐμαυτόν, οὐδὲ διὰ τὸν τε‐
20θνεῶτα, ἀλλὰ „δι’ ὑμᾶσ“· κέχρημαι γὰρ τῷ θανάτῳ πρὸς τὸν τῆς ὑμετέρας πίστεως θεμέλιον. ὦ θάνατος, Χριστοῦ ἀγαλλίασις. ὦ θάνατος, ζωῆς ἀνάπλεως. ὦ θά‐
25νατος, θανάτου λυτήριον, „σωτη‐ ρίας ἀρχηγόσ“, πεπτωκότων ἀνά‐ στασις, καμνόντων ἀνάπαυσις, ἀσθενούντων ῥῶσις, δικαίων ἀνά‐ ψυξις· ὦ θάνατος διαβόλου κατά‐
30λυσις, δαιμόνων καθαίρεσις, τοῦ πρωτοπλάστου Ἀδὰμ ἀνανέωσις. ὦ θάνατε, εὐφροσύνης συνεργέ, ἀφθαρσίας μηνυτά, χαρᾶς χορευτά. ἵνα δὲ ἐπιτεμὼν τῷ λόγῳ εἴπω;
35ἔρχεται Ἰησοῦς εἰς τὴν Βηθανίαν,218

219

ἀπήντησαν αὐτῷ αἱ ἀδελφαὶ Λα‐ ζάρου, προσπίπτουσι τοῖς γόνασι τοῦ κυρίου κλαίουσαι καὶ λέγουσαι· „κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν
5ἡμῶν ὁ ἀδελφόσ“. ἆρα γὰρ οὐκ ἦν ἐκεῖ; ἀλλὰ τῷ μὲν σώματι οὐκ ἦν ἐκεῖ, τῇ δὲ θεότητι οὐ μόνον ἐκεῖ, ἀλλὰ καὶ ἐν οὐρανοῖς. πῶς γὰρ ἐγίνωσκε τὸ πότε ἀπέθανεν
10ὁ Λάζαρος, εἰ μὴ παρὼν ἦν κατὰ τὴν ἀόρατον δύναμιν τῆς θεότη‐ τος; καὶ ἔλεγον· „κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφόσ“. εἶπε δὲ πρὸς αὐτὰς ὁ κύριος· πι‐
15στεύσατε, καὶ ὄψεσθε τὴν δόξαν τοῦ θεοῦ διδάσκων ὅτι τῶν ἔργων τῶν ἀγαθῶν ἡ πίστις ἐστὶν ἀρχηγός. καὶ θεωρήσας αὐτὰς κλαίουσας, καὶ τοὺς παρόντας Ἰουδαίους, „ἐνεβρι‐
20μήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν, καὶ εἶπεν· ποῦ τεθείκατε αὐτόν;“ τί ἐστι τὸ „ἐνεβριμήσατο τῷ πνεύματι“; ἔκδειξαι, ἀγαπητέ, καὶ μετ’ ὀλίγον εὑρήσεις τοῦ ζητου‐
25μένου τὴν λύσιν. „ἐτάραξεν ἑαυ‐ τόν“, οὐχ ὡς ἡμεῖς ὑπὸ δειλίας ἢ λύπης ταρασσόμεθα, ἀλλ’ αὐτὸς „ἑαυτὸν ἐτάραξεν“, καὶ λέγει· „ποῦ τεθείκατε αὐτόν;“ ἆρα γὰρ ἠγνόει
30ποῦ τέθαπται, ὁ ἐγνωκὼς πότε τετελεύτηκεν; ἀλλὰ μιγνύει τὰ ἀν‐ θρώπινα ῥήματα τοῖς θείοις θαυ‐ ματουργήμασιν, ἵνα δείξῃ ὅτι καὶ ἄνθρωπος ἦν, καθὰ καὶ ὁ προφή‐
35της λέγει· „καὶ ἄνθρωπός ἐστιν,
καὶ τίς γνώσεται αὐτόν;“ τοῦτο219

220

δὲ προέταξεν ἵνα σημαίνῃ, ὅτι καὶ
ἄλλο τί ἐστιν, ὅπερ ἐστὶ θεός.220

224

(12)

„Ποῦ τεθείκατε αὐτόν;“ ἡ δὲ Μαρία· „ἔρχου, φησίν, καὶ ἴδε, κύ‐ ριε. καὶ ἐδάκρυσεν ὁ Ἰησοῦσ“. τίς
15δὲ χρεία δακρύειν, ὃν ἔμελλεν ἀνι‐ στᾶν μετ’ ὀλίγον; ἀλλ’ ἐδάκρυσεν ὁ Ἰησοῦς, ἵνα τὸ συμπαθὲς καὶ τὸ φιλάνθρωπον περὶ τοὺς ὁμοφύλους ἡμῖν ὑποδείξῃ· ἐδάκρυσεν ὁ Ἰησοῦς,
20ἵνα τὸ „κλαίειν μετὰ κλαιόντων“ ἔργῳ μᾶλλον ἢ λόγῳ διδάξῃ· „ἐδά‐ κρυσεν ὁ Ἰησοῦσ“· ἐδάκρυσεν, οὐκ ἐπένθησεν, τὸ μὲν ἀδάκρυτον παν‐ τελῶς ὡς ἀπηνὲς καὶ ἀπάνθρωπον
25παραιτούμενος, τὸ δὲ φιλοπενθὲς ὡς ἀγενὲς καὶ ἄνανδρον διωθού‐ μενος· τάξιν δὲ ἐπιτιθεὶς τῇ συμ‐ παθείᾳ ἐδάκρυσεν. ἔρχεται ἐπὶ τὸ σπήλαιον, καὶ θεωρεῖ λίθον ἐπι‐
30κείμενον τῷ μνήματι. κελεύει τοῖς παρεστῶσιν Ἰουδαίοις ἀποκυλῖσαι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ σπηλαίου. ὁ λέγων· „ἐὰν πίστιν ἔχητε ὡς κόκκον σινάπεως, ἐρεῖτε
35τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλή‐ θητι εἰς τὴν θάλασσαν, καὶ γενή‐ σεται ὑμῖν“· πῶς νῦν αὐτὸς ἀδυ‐
νατεῖς ἀποκυλῖσαι τὸν λίθον; ἀλλ’224

225

οὐχ ὡς ἀδυνατῶν τοῦτο ποιῶ, φησίν, ἀλλ’ ἵνα μὴ δόξωσι φαντα‐ σίαν εἶναι τὸ γινόμενον, ἐπιτάσσω αὐτοῖς τοῖς Ἰουδαίοις ἰδίαις χερσὶν
5ἀποκυλῖσαι τὸν λίθον, τὸ μέγιστον σημεῖον ἐμαυτῷ καταλιμπάνων· ἵνα αὐτοὶ μάρτυρες γένωνται τῶν ὑπ’ ἐμοῦ γενομένων σημείων. εἶτα μετὰ τὸ ἀποκυλῖσαι τὸν λίθον,
10ἀναβλέψας ὁ Ἰησοῦς εἰς τὸν οὐρα‐ νόν, εἶπεν „εὐχαριστῶ σοι, πάτερ,
ὅτι ἤκουσάς μου“.225

226

(10)

Πότε δὲ προσηύξατο; νῦν λάμ‐ βανε, ἀγαπητέ, τὴν πρὸ βραχέως ζητουμένην παρὰ σοῦ λύσιν τοῦ ῥητοῦ· ὅτε γὰρ ἐνεβριμήσατο τῷ πνεύματι, τότε προσηύξατο. „καὶ
15ταῦτα εἰπὼν ἔκραξε φωνῇ μεγάλῃ λέγων, Λάζαρε, δεῦρο ἔξω. καὶ εὐθέως ἐξῆλθεν ὁ τεθνηκὼς δεδε‐ μένος τὰς χεῖρας καὶ τοὺς πόδας κειρίαισ“. ὦ φωνῆς δύναμις ᾅδην
20διαρρήξασα, πύλας χαλκᾶς συντρί‐ ψασα, μοχλοὺς σιδηροῦς συνθλά‐ σασα, διάβολον καταστρώσασα, θά‐ νατον καταργήσασα, νεκρὸν ἀνε‐ γείρασα· ὦ φωνῆς δύναμις, τὰ διε‐
25στῶτα μέλη εἰς ἓν συναγαγοῦσα καὶ ἀνορθοῦσα, καὶ τὸ ἐξ οὐκ ὄν‐ των εἰς τὸ εἶναι παραγαγοῦσα· ὦ φωνῆς δύναμις, τὸν τετραήμερον νεκρὸν ὡς ἐξ ὕπνου ἐγείρουσα καὶ
30τὸν „κειρίαις δεδεμένον“ ὡς εὔλυ‐ τον καὶ ὀξυδρομέα τοῦ τάφου προα‐ γαγοῦσα· ἐπίστησον, ἀγαπητέ, τὸν νοῦν σου τῇ φωνῇ, καὶ εὑρήσεις αὐτὸν τὸν λόγον τὸν λέγοντα ἐν
35τῇ κοσμοποιΐᾳ „γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ“, καὶ ἐγένοντο, τὸν αὐτὸν
καὶ νῦν λέγοντα „Λάζαρε, δεῦρο226

227

ἔξω“. καὶ οἱ ἀπορρεύσαντες ἰχῶ‐ ρες τῶν σαρκῶν τὰς κοτύλας πάλιν ἀνεπλήρουν, καὶ αἱ ἀποπεσοῦσαι τρίχες τὴν οἰκείαν τάξιν ἐπεγίνω‐
5σκον, καὶ ἐν τοῖς μέλεσι κατεφυ‐ τεύοντο. „Λάζαρε δεῦρο ἔξω“· καὶ ὁ νεκρὸς ἀνίστατο, καὶ τεταρ‐ ταῖος ἴσος ἦν τῷ μήτε τὴν ἀρχὴν τεθνεῶτι. „Λάζαρε δεῦρο ἔξω“·
10καὶ ἡ ψυχὴ ἐκ τῶν καταχθονίων ἀνασπαστὸς ἐγίνετο, μὴ διαβόλου ἀντιλέγοντος, μὴ θανάτου ἀντι‐ παλαίοντος, καὶ χαίρουσα τὸ ἴδιον οἴκημα ἐπεγίνωσκεν. τούτων τῶν
15θαυματουργημάτων, ἀγαπητέ, τὸ θεῖον ἔργον θεωρήσας, τὴν ἀνά‐ στασιν μὴ ἀμφίβαλλε· γενέσθω σοι ἔσοπτρον ὁ Λάζαρος, καὶ ἐν ἐκείνῳ σεαυτὸν θεωρήσας, τὴν ἀνέγερσιν
20πίστευε. ἡ αὐτὴ γὰρ φωνὴ πάν‐ τας ἡμᾶς ἀναστήσει, ὥς που καὶ ὁ ἀπόστολος λέγει „σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρ‐ τοι“ τῇ χάριτι τοῦ κυρίου ἡμῶν
25Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. ἀμήν.227