TLG 2115 022 :: HIPPOLYTUS :: De duobus latronibus (Joh. 19.33–34) HIPPOLYTUS Scr. Eccl. De duobus latronibus (Joh. 19.33–34) Citation: Fragment — (line) | ||
t | ΕΙΣ ΤΟΥΣ ΔΥΟ ΛΗΙΣΤΑΣ | |
1(1t) | Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) | |
2t | ἐκ τοῦ λόγου τοῦ εἰς τοὺς δύο λῃστάς. | |
---|---|---|
3 | Ἀμφότερα παρέσχε τὸ τοῦ κυρίου σῶμα τῷ κόσμῳ, αἷμα τὸ ἱερὸν καὶ ὕδωρ τὸ ἅγιον. | |
2(1t) | Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) | |
2t | ἐκ τοῦ αὐτοῦ λόγου (d. h. εἰς τοὺς δύο λῃστάς). | |
3 | Καὶ νεκρόν τε ὂν τὸ σῶμα κατὰ τὸν ἀνθρώπινον τρόπον, μεγά‐ λην ἔχει ζωῆς ἐν αὐτῷ δύναμιν. ἃ γὰρ οὐ προχεῖται τῶν νεκρῶν | |
5 | σωμάτων, ταῦτα ἐξ αὐτοῦ προεχέθη, αἷμα τε καὶ ὕδωρ· ἵν’ εἰδείημεν, ἡλίκον ἡ κατασκηνώσασα δύναμις ἐν τῷ σώματι πρὸς ζωὴν δύναται, ὡς μήτε αὐτὸ τοῖς ἄλλοις ὅμοιον φαίνεσθαι νεκρόν, ἡμῖν δὲ τὰ ζωῆς αἴτια προχεῖν δύνασθαι. | |
3(1t) | Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) | |
2t | ἐκ τοῦ αὐτοῦ λόγου (d. h. εἰς τοὺς δύο λῃστάς). | |
3 | Οὐ συντρίβεται δὲ ὀστοῦν τοῦ ἁγίου προβάτου, δεικνύντος τοῦ τύπου μὴ καθικνούμενον τῆς δυνάμεως τὸ πάθος. σώματος γὰρ | |
5 | ὀστέα δύναμις. | 211 |