TLG 2115 021 :: HIPPOLYTUS :: Fragmentum de distributione talentorum (Matth. 25.24) HIPPOLYTUS Scr. Eccl. Fragmentum de distributione talentorum (Matth. 25.24) Citation: Fragment — (line) | ||
t | ΕΙΣ ΤΗΝ ΤΩΝ ΤΑΛΑΝΤΩΝ ΔΙΑΝΟΜΗΝ | |
1(2t) | Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος | |
3t | ἐκ τοῦ λόγου τοῦ εἰς τὴν τῶν ταλάντων διανομήν. | |
---|---|---|
4 | Τούτους δὲ καὶ τοὺς ἑτεροδόξους φήσειεν ἄν τις γειτνιᾶν, σφαλ‐ | |
5 | λομένους παραπλησίως. καὶ γὰρ κἀκεῖνοι ἤτοι ψιλὸν ἄνθρωπον ὁμο‐ λογοῦσι πεφηνέναι τὸν Χριστὸν εἰς τὸν βίον, τῆς θεότητος αὐτοῦ τὸ τάλαντον ἀρνούμενοι· ἤτοι τὸν θεὸν ὁμολογοῦντες, ἀναίνονται πάλιν τὸν ἄνθρωπον, πεφαντασιωκέναι διδάσκοντες τὰς ὄψεις αὐτῶν τῶν θεωμένων, ὡς ἄνθρωπον οὐ φορέσαντα ἄνθρωπον, ἀλλὰ δόκησίν | |
10 | τινα φασματώδη μᾶλλον γεγονέναι, οἷον ὥσπερ Μαρκίων καὶ Οὐαλεν‐ τῖνος καὶ οἱ γνωστικοί, τῆς σαρκὸς ἀποδιασπῶντες τὸν λόγον, τὸ ἓν | |
τάλαντον ἀποβάλλονται, τὴν ἐνανθρώπησιν. | 209 |