TLG 2115 019 :: HIPPOLYTUS :: Fragmentum in Ezechielem HIPPOLYTUS Scr. Eccl. Fragmentum in Ezechielem Citation: Volume — page — (line) | ||
10.632(36) | Πόσος ἐστὶ τὸ μέγεθος ὁ Σολομώντιος ναός; τὸ μὲν μῆκος ἑξήκοντα πηχῶν, τὸ δὲ εὖρος κʹ. Ἐτέτραπτο δὲ οὐ πρὸς ἕω, ἵνα οἱ προσευχόμενοι μὴ τὸν ἥλιον ἀνίσχοντα προσκυνῶσιν, ἀλλὰ τὸν τοῦ ἡλίου Δεσπότην. | |
40 | Θαυμαζέτω δὲ μηδεὶς, εἰ τῆς Γραφῆς μʹ πηχῶν εἰρη‐ κυίας τὸ μῆκος, ἑξήκοντα εἶπον ἐγώ. Μετ’ ὀλίγα γὰρ καὶ τῶν ἄλλων κʹ ἐπιμέμνηται τὰ Ἅγια τῶν ἁγίων, ἃ καὶ Δαβὴρ ὀνομάζει. Οὐκοῦν τὰ μὲν ἅγια μʹ πη‐ χῶν ἦν· τὰ δὲ Ἅγια τῶν ἁγίων ἄλλων κʹ. Ὁ δὲ Ἰώ‐ | |
---|---|---|
45 | σηππος διόροφον τὸν ναὸν γεγενῆσθαι λέγει, καὶ πᾶν τὸ ὕψος ρκʹ πηχῶν εἶναι. Οὕτω γὰρ καὶ ἡ τῶν Πα‐ ραλειπομένων βίβλος δεδήλωκε, λέγουσα· Καὶ ἤρξατο Σολομὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ. | |
Μῆκος πηχῶν ἡ διαμέτρησις ἡ πρώτη ξʹ, καὶ εὖ‐ | 632 | |
10.633 | ρος πηχῶν κʹ, καὶ ὕψος ρκʹ, καὶ κατεχρύσωσεν | |
αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ. | 633 |