TLG 2115 015 :: HIPPOLYTUS :: Fragmenta in Proverbia [Sp.]

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

Fragmenta in Proverbia [Sp.]

Source: Achelis, H. (ed.), Hippolyt’s kleinere exegetische und homiletische Schriften [Die griechischen christlichen Schriftsteller 1.2] Leipzig: Hinrichs, 1897: 169–175.

frr. 32–53

Citation: Fragment — (line)

32

Πολυσήμαντον τὸ ὄνομα τῆς παραβολῆς. ἔστι γὰρ παραβολὴ λάλημα καὶ ἀπόδειγμα καὶ ὀνειδισμός. καὶ παραβολή ἐστι λόγος παρα‐ βάλλων τὰ νοητὰ τοῖς αἰσθητοῖς καὶ παριστῶν ἐκ τῶν ἐγκοσμίων καὶ ὁρατῶν τὰ ὑπερκόσμια καὶ τὰ ἀόρατα.

33

(1t)

Ἱππολύτου.
2 Παροιμίαι τοίνυν εἰσὶ λόγοι προτρεπτικοὶ παρὰ πᾶσαν ὁδὸν τοῦ βίου χρησιμεύοντες. τοῖς γὰρ
5ἐπὶ τὸν θεὸν τὴν ὁδὸν ποιουμένοις ὁδηγός τις γίνεται παραπλησίως τῷ ὑποδείγματι, τοὺς κάμνοντας διὰ τὸ τῆς ὁδοῦ μῆκος ἀνακτω‐
μένη. εἰσὶν οὖν αὗται αἱ παροιμίαιColumn end
10tἹππολύτου.
11Σολομῶντος, ὅ ἐστιν εἰρηνικοῦ ἤτοι τοῦ σωτῆρος Χριστοῦ. ἐπειδὴ δὲ τοὺς τοῦ κυρίου λόγους, ἅτε δὴ κυρίου τυγχάνοντας, ἀπταίστως
15ἐπιστάμεθα, ἵνα μή τις ἐκ τῆς ὁμωνυμίας ἡμᾶς ἀφαρπάσῃ, φησίν, τίς ὁ γράψας ταῦτα καὶ τίνων ἦν βασιλεύς, ἵνα ἡ τοῦ λέγοντος ἀξιο‐ πιστία εὐπαράδεκτον τὸν λόγον
20καταστήσῃ, καὶ προσεχεῖς τοὺς ἀκούοντας. Σολομῶντος γάρ εἰσιν ἐκείνου, πρὸς ὃν εἶπεν ὁ κύριος „δώσω σοὶ καρδίαν φρονίμην καὶ σοφήν· ὡς σὺ οὐ γέγονεν ἐπὶ τῆς
25γῆς καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι“ καὶ τὰ λοιπὰ περὶ αὐτοῦ γεγραμμένα. ἦν δὲ σοφὸς ἐκ σοφοῦ, διὸ καὶ πρόσκειται τῷ
Δαβίδ, ἐξ οὗ Σολομῶν γέγονεν,Column end
30tἹππολύτου.
31„ἐκ βρέφους τὰ ἱερὰ γράμματα παιδευόμενοσ“ καὶ οὐ κλήρῳ τὴν ἀρχὴν λαβόμενος οὐδὲ βίᾳ, ἀλλὰ κρίσει τοῦ πνεύματος καὶ ψήφῳ
35θεοῦ.

33a

Λόγοι γάρ εἰσιν αἱ παροιμίαι προτρεπτικοὶ παρὰ πᾶσαν τοῦ βίου
τὴν ὁδὸν χρησιμεύοντες. πρόσκειται δὲ τὸ τοῦ συγγραφέως169
5ὄνομα, ἵνα ἡ τοῦ λέγοντος γραφέως ἀξιοπιστία εὐπαράδεκτον κατα‐
στήσῃ τὸν λόγον.170

34

(1t)

Ἱππολύτου? Χρυσοστόμου?
2 Ὁ γὰρ „γνοὺς τὴν σοφίαν“ τοῦ θεοῦ λαμβάνει παρ’ αὐτοῦ καὶ „παιδείαν“, ἐκμανθάνων δι’ αὐτῆς τὰ τοῦ λόγου μυστήρια. καὶ οἱ ἐπιγνόντες τὴν ἀληθῆ καὶ ἐπουράνιον σοφίαν εὐκόλως „νοήσουσι“
5τοὺς σοφοὺς ὑπ’ αὐτῆς λελαλημένους „λόγουσ“, διό φησι „δέξασθαι στροφὰς λόγων“.

35

(1t)

Χρυσοστόμου.
2Τὰ γὰρ ἀντιστρόφως ἐν παραβολαῖς ὑπὸ τοῦ ἁγίου πνεύματος
λελαλημένα, ταῦτα τοῖς πιστὴν καρδίαν ἔχουσι πρὸς θεὸν εὔγνωστα γίνεται, „νοοῦσι γὰρ τὴν ἀληθῆ δικαιοσύνην“, διὰ Χριστοῦ καταγγελ‐171
5λομένην.

36

(1t)

Ὠριγένους.
2Παροιμία ἐστὶ λόγος ἀπόκρυφος, δι’ ἑτέρου προδήλου σημαινόμενος.

37

(1t)

Ὀλυμπιοδώρου.
2 „Κρύπτουσιν εἰς γῆν“ οὓς ἀναπείθουσι τὰ ἐπίγεια φρονεῖν· „ἄνδρα δὲ δίκαιον“ τὸν οὐράνιον ἔχοντα φρόνημα δηλοῖ. δύναται δὲ ταῦτα νοεῖσθαι καὶ εἰς τὸν Χριστὸν καὶ εἰς τὸν τῶν Ἰουδαίων λαόν.

38

(1t)

Ἱππόλυτος.
2 Σοφὸς ὑπάρχων παιδευτὴς ὁ παροιμιαστὴς καὶ τῆς τῶν νέων στοχαζόμενος ἕξεως, ἐν ἀπαγορεύσει τῆς μιαιφονίας οὐ πρότερα τίθησι τὰ δοκοῦντα ἐξ αὐτῆς περιγίνεσθαι κέρδη, ὡς ἂν μὴ λάθῃ δὴ ἀπο‐
5τρέπων τοῦ φόνου, μᾶλλον προτρεπόμενος· ἀλλὰ πολλὰ τὰ ἐκ ψιλῆς τῆς προσηγορίας ἀποτρέποντα τὸν ἀκούοντα προσθεὶς, ὀψέ ποτε ἐπάγει τὰ ἀπὸ τούτων τοῖς τοιούτοις περιγινόμενα κέρδη. μηδὲ ὑπό‐ σχῃς οὖν τὴν ἀκοὴν ἀσεβῶν διδάγμασιν, σκόπησον γὰρ πρότερον ἐφ’ οἷάν σε κοινωνίαν προτρέπονται, καὶ τίνων ἐργάτην γενέσθαι παρα‐
10καλοῦσιν. οὐ γὰρ ἐπὶ πορεῖαν ὀνήσιμον ἄγουσιν, οὐκ ἐπ’ ἐργασίαν ἐλευθέροις προσήκουσαν, ἀλλ’ ἐπ’ ἔκχυσιν αἵματος, καὶ τούτου δικαίου, οὐκ ἀφορμὴν δεδωκότος, οὐ λύπης αἰτίαν παρεσχηκότος, ὡς καὶ αὐτοὶ συνομολογοῦσιν.

39

(1t)

Ἱππόλυτος.
2Μεῖζον τοῦ φιλεῖν τὸ ἀγαπᾶν. οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες ἢ στρεβλὸν καὶ καμπύλον, πάντα εὐθεῖα, φανερά, οὐδὲν σοφιστικὸν οὐδὲ μεμαγγανευμένον ἔχοντα· ἡ γὰρ ἔξω διδασκαλία λόγους172
5μὲν ἔχει, ἐργασίαν δὲ οὐκ ἔχει.

40

(1t)

Ἱππόλυτος.
2 Ἄκρατον γὰρ ὄντα· τὰ θεῖα φωναῖς ἀνθρωπίναις ἐκέρασεν, ὅ ἐστι σοφία ἀνθρώπων, ἵνα χωρίσαι αὐτὰ δυνηθῶμεν.

41

(1t)

Ἱππόλυτος.
2 Καρδίαν. ὁ γὰρ μήπω „νοῦν ἔχων Χριστοῦ“, ὅταν λάβῃ ἀρχὴν ἀρετῆς, „ἐκκλίνει“ ἀπὸ κακοῦ καὶ ποιεῖ ἀγαθόν.

42

Τὸ ψεῦδος ἄστατον φύσει. ὅστις οὖν χρῆται τούτῳ, τὸν φυσικὸν θεμέλιον ἐάσας, τὴν τοῦ θεοῦ σοφίαν, ἀλήθειαν οὖσαν, „ποιμαίνει ἀνέμουσ“. περὶ ὧν φησιν ὁ Παῦλος „κλυδωνιζόμενοι καὶ περιφερό‐ μενοι παντὶ ἀνέμῳ διδασκαλίασ“. οὗτος δὲ καὶ „διώξεται ὄρνεα πετό‐
5μενα“, συγγένειαν ἔχοντα πρὸς τὰ πετεινά, τὰ ἁρπάζοντα τὰ „παρὰ τὴν ὁδὸν“ σπαρέντα, ἅπερ ἡρμήνευσεν ὁ σωτὴρ εἶναι „τὸν πονηρόν“.

43

Ὅτι οὐδὲν ἰσοστάσιον δίδοται παρ’ ἡμῶν τῷ θεῷ τοῖς δοθεῖσιν ἡμῖν παρ’ αὐτοῦ. „οὐ γὰρ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν“, φησὶν ὁ Δαυίδ, κἂν αὐτοῦ τοῦ ἡλίου καθαρώτερος ᾖ, ὥστε διὰ φιλαν‐
θρωπίαν σωζόμεθα.173

44

(1t)

Ἱππόλυτος.
2 Ὁ μὴ σφαλλόμενος τὴν διάκρισιν ἢ ὁ μὴ βασκάνῳ καὶ πλεονεκτικῷ κεχρημένος ὀφθαλμῷ.

45

(1t)

Ἱππόλυτος.
2Πληθυνθείσης τῆς ἐκκλησίας δεδόξασται ὁ Χριστός.

46

(1t)

Ἱππόλυτος.
2 „Μέλι“ ἡ ἀλληγορία, „κηρίον“ ἡ ἱστορία, ἥτις ἔχει ἐπικεκρυμμένον μέλι· „φάρυγξ“ δὲ ἡ θρεπτικὴ τῆς ψυχῆς δύναμις, δι’ ἧς τροφαὶ παρα‐ πέμπονται εἰς τὴν κοιλίαν αὐτῆς.

47

Τίνος; τοῦ ἐν παλιγγενεσίᾳ πολιτευσαμένου. ἢ οὕτως· ἀνδρὸς τοῦ ἀεὶ νεάζοντος τῇ ἀνδρείᾳ· ἢ ὅτι ὡς εἴπομεν ὁ νέος τεταγμένας ὁδοὺς οὐκ ἔχει· ἢ ἄλλως· τοῦ ἀναγεννηθέντος διὰ τοῦ βαπτίσματος καὶ ἄφεσιν ἁμαρτιῶν λαβόντος.

48

„Τὸ δὲ τέταρτον ἀνεπίγνωστον“ διὰ τὸ ἄστατον τῶν τρόπων. τοῦτο ἦθος νεαροῦ, ᾧ συντακτέον καὶ τὰς τῆς μοιχαλίδος ὁδούς. δυσφώρα τοίγαρ, ἐπεὶ μηδὲν ἐκ τοῦ προφανοῦς βλάβος ἐνορᾶται τῷ σώματι πρὸ τῆς ἀθεμίτου πράξεως.

49

(1t)

Ἱππόλυτος.
2Καύσωμα διαλύει, μέγαλα τὸν σῖτον βλάπτοντα, ὡς πρὸ ὥρας
πεσεῖν πολλάκις, ἀφανισθέντα ὑπὸ τῆς καύσεως.174

50

(1t)

Ἱππόλυτος.
2 Μηδενὶ ἀκορέστως πρόσιθι, μάλιστα τῶν κατὰ τὸν ἀνθρώπινον βίον, ἀλλ’ οὕτως ἀπόλαυσαι ἀβλαβῶς.

51

(1t)

Ἱππόλυτος.
2 Τὸ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. οὐ γὰρ μάτην τῇ ψυχῇ πρόσ‐ κειται, ἀλλ’ ἵνα πνευματικῶς τοῦτο ἐκλάβωμεν.

52

(1t)

Ἱππόλυτος.
2 „Οὕτω“ φησὶν „ἀγγελία ἀγαθή“· ἡ περὶ τῆς ἀναστάσεως καὶ ἡ ἐπαγγελιῶν· ὠφελεῖ τὸν παραδεξάμενον.

53

(1t)

Ἱππόλυτος.
2Ὡς τοὺς πολλοὺς λέγειν, ὡσαύτως ἔχειν τῷ ἀποστελλομένῳ τὸν
ἀποστείλαντα· ἐξ ἑαυτοῦ ὕβρεις πάσχει.175