TLG 2115 012 :: HIPPOLYTUS :: Fragmenta in Psalmos [Sp.] HIPPOLYTUS Scr. Eccl. Fragmenta in Psalmos [Sp.] frr. 2–17, 21–36, 38 Cf. et 2115 011, 052 Citation: Fragment — (line) | ||
2 | Ὑπόθεσις Εὐσεβίου τοῦ Παμφίλου. ... Εἰς πέντε δὲ μέρη τὴν πᾶσαν τῶν ψαλμῶν βίβλον παῖδες Ἑβραίων διαιροῦσιν. πρῶτον εἰς τοὺς ἀπὸ | |
5 | πρώτου μέχρις τεσσερακοστοῦ. δεύ‐ τερον εἰς τοὺς ἀπὸ τεσσερακοστοῦ πρώτου μέχρις ἑβδομηκοστοῦ πρώ‐ του. τρίτον εἰς τοὺς ἀπὸ ἑβδομη‐ κοστοῦ δευτέρου μέχρις ὀγδοηκο‐ | |
---|---|---|
10 | στοῦ ὀγδόου. τέταρτον εἰς τοὺς ἀπὸ ὀγδοηκοστοῦ ἐνάτου μέχρις ἑκατοστοῦ πέμπτου. πέμπτον εἷς τοὺς ἀπὸ ἑκατοστοῦ ἕκτου μέχρις τοῦ τέλους τοῦ βιβλίου. | |
3 | ... Ἀθανασίου .. ὑπό‐ θεσις εἰς τοὺς ψαλμούς. ... Παρατηρητέον δέ, ὅτι μὴ κατὰ ἀκολου‐ | |
5 | θίαν τῶν τῆς ἱστορίας χρόνων ἡ τῶν ψαλμῶν σύγκειται τάξις· ἐνήλ‐ λακται δὲ παρὰ πολλοῖς τοῖς χρόνοις, ὡς ἡ βί‐ | 131 |
10 | βλος τῶν βασιλειῶν δηλοῖ· πολλῆς γὰρ εἰ‐ δωλολατρείας κατακρα‐ τησάσης τοῦ τῶν Ἰου‐ δαίων ἔθνους, λήθην | |
15 | αὐτοὺς πεποιῆσθαι τῶν πατρικῶν γραφῶν, ὡς μηδὲ φαίνεσθαι βίβλον τοῦ Μωσέως νόμου, μηδὲ μὴν τῆς τῶν πα‐ | |
20 | τέρων εὐσεβείας τι σώ‐ ζεσθαι παρ’ αὐτοῖς. ὅτε γοῦν καὶ τοὺς προφήτας ἀνῄρουν, διελέγχοντας αὐτῶν τὰς δυσσεβείας, | |
25 | καὶ τούτων ἕνεκα τὸ πρῶτον τῇ τῶν Ἀσσυ‐ ρίων παρεδόθησαν αἰχ‐ μαλωσίᾳ· μετὰ δὲ ταῦτά τινα τῶν προφητῶν, | |
30 | περὶ τῆς συναγωγῆς αὐτῶν ἐσπουδακότα, μετά γε τῶν λοιπῶν καὶ τὴν βίβλον τῶν ψαλμῶν συναγηοχέναι· | |
35 | οὐκ ἀθρόως εὑρόντα τοὺς πάντας, ἀλλὰ κατὰ διαφόρους χρόνους· κα‐ τατάττειν δὲ ἐν πρώ‐ τοις τοὺς πρώτους εὑ‐ | |
40 | ρισκομένους. διὸ μηδὲ | |
τοῦ Δαυῒδ ἐφεξῆς εὑρί‐ σκεσθαι τοὺς πάντας, ἐν δὲ τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορέ, καὶ | 132 | |
45 | τοῦ Ἀσάφ, καὶ Σολο‐ μῶντος, καὶ Μωσέως, Αἰθάμ τε τοῦ Ἰσραη‐ λίτου, καὶ Αἰμάν, καὶ πάλιν τοῦ Δαυΐδ, εὑρί‐ | |
3(50) | σκεσθαι ἀναμὶξ ἐν τῇ βίβλῳ τεταγμένους· οὐ καθ’ οὓς ἐλέχθησαν χρόνους, ἀλλὰ καθ’ οὓς εὕραντο. τὸ δ’ αὐτὸ εὕ‐ | |
55 | ροις γεγενημένον καὶ ἐν ταῖς τῶν προφητῶν περικοπαῖς. | |
4 | Ὑπόθεσις Εὐσεβίου τοῦ | |
Παμφίλου. Ὑπόθεσις Εὐσεβίου τοῦ Παμφίλου. | 133 | |
5 | ... νηʹ. ὅτε ἀπέστειλεν Σαοὺλ τοῦ θανατῶ‐ σαι αὐτόν. λγʹ. ὅτε Δαυῒδ ἔρχεται εἰς Νομβᾶ πρὸς Ἀβι‐ | |
10 | μέλεκ. νϛʹ. εἰς τὸ σπήλαιον τοῦ Ὀδολλάμ. ναʹ. τὸν Δαυῒδ διαβάλ‐ λει Δωήκ. | |
15 | ξβʹ. εἰς τὴν ἔρημον τῆς Ἰουδαίας φεύγει Δα‐ υΐδ. νγʹ. οἱ Ζιφαῖοι διαβάλ‐ λουσιν τὸν Δαυῒδ ἐν | |
20 | τῷ σπηλαίῳ. νεʹ. οἱ ἀλλόφυλοι ἐν Γέθ. νθʹ. μετὰ τὸν θάνατον Σαούλ. | |
25 | νʹ. ὅτε ἦλθεν πρὸς αὐ‐ τὸν Νάθαν ὁ προ‐ φήτης. γʹ. ὅτε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσ‐ | |
30 | σαλὼμ τοῦ υἱοῦ αὐτοῦ. | |
ζʹ. ὑπὲρ τῶν λόγων Ὑπόθεσις Εὐσεβίου τοῦ Παμφίλου. Χουσὶ υἱοῦ Ἰεμενεὶ. ἡ | 134 | |
35 | ἱστορία τῶν ψαλμῶν ταύτην ἔχει τὴν ἀκο‐ λουθίαν, ἐνήλλακται δὲ τῷ τῆς εὑρέσεως | |
χρόνῳ. | 135 | |
6(1t) | Ἱππολύτου τοῦ ἐπισκόπου Ῥώμης ὑπόθεσις διηγήσεως εἰς τοὺς ψαλμούς. | |
2 | Ἡ βίβλος τῶν ψαλμῶν καινὴν διδασκαλίαν περιέχει, μετὰ τὴν Μωσέως νομοθεσίαν, καὶ ὅτι δευτέρα μετὰ τὴν Μωσέως γραφὴν διδασκαλικὴ βίβλος τυγχάνει. μετὰ γοῦν τὴν Μωσέως καὶ Ἰησοῦ τελευ‐ | |
5 | τὴν καὶ μετὰ τοὺς κριτὰς Δαυῒδ γενόμενος, ὡσανεὶ τοῦ σωτῆρος αὐτὸς χρηματίσαι πατὴρ καταξιωθείς, καινὸν τρόπον τὸν τῆς ψαλ‐ μῳδίας πρῶτος Ἑβραίοις παρέδωκεν, δι’ ἧς ἀναιρεῖ μὲν τὰ παρὰ Μωσῇ περὶ θυσιῶν νενομοθετημένα, καινὸν δὲ τὸν δι’ ὕμνων καὶ ἀλαλαγμῶν τρόπον τῆς τοῦ θεοῦ λατρείας εἰσάγει καὶ ἄλλα δὲ πλεῖστα τὸν Μω‐ | |
10 | σέως νόμον ἐπαναβεβηκότα δι’ ὅλης αὐτοῦ τῆς πραγματείας διδάσκει. | 136 |
7 | Καὶ οὗτος μὲν τῆς βίβλου ὁ σκοπὸς καὶ τὸ χρήσιμον· ἡ δὲ αἰτία τῆς ἐπιγραφῆς αὕτη. ἐπειδὴ πλεῖστοι τῶν ἐξ ἐθνῶν εἰς Χριστὸν πεπιστευκότων οἴονται τὴν βίβλον ταύτην τοῦ Δαυῒδ ὑπάρχειν, ἐπι‐ γράφουσί τε αὐτὴν Ψαλμοὶ τοῦ Δαυῒδ, λεκτέον τὰ εἰς ἡμᾶς ἐληλυθότα | |
5 | περὶ αὐτῆς. Ἑβραῖοι ἐπέγραψαν τὴν βίβλον Σέφρα Θελείμ, ἐν δὲ ταῖς πράξεσι τῶν ἀποστόλων „βίβλος ψαλμῶν“ εἶναι λέγεται. ἔχει δὲ ἡ λέξις οὕτως „ὡς γέγραπται ἐν βίβλῳ ψαλμῶν“. ὄνομα δὲ ἐν τῇ ἐπι‐ γραφῇ τοῦ βιβλίου οὐ κεῖται ἐνταῦθα, ἡ δὲ αἰτία τὸ μὴ ἑνὸς λόγους ἀναγεγράφθαι ἐπὶ τοῦτο, ἀλλὰ πλειόνων συνειλέχθαι, τοῦ Ἔσδρα, ὡς | |
10 | αἱ παραδόσεις φασίν, μετὰ τὴν αἰχμαλωσίαν συναγαγόντος ψαλμοὺς πλειόνων εἰς ἓν ἢ καὶ λόγους οὐ πάντως ὄντας ψαλμούς. προτέτακται γοῦν ἐπὶ μὲν τινῶν τὸ Δαυῒδ ὄνομα, ἐπὶ δὲ ἑτέρων τὸ Σολομῶν καὶ ἐπὶ ἄλλων τοῦ Ἀσάφ. εἰσὶ δὲ καὶ τοῦ Ἰδιθούμ τινες καὶ παρὰ τού‐ τους ἄλλοι τῶν υἱῶν Κορέ, ὡς καὶ Μωσέως. τῶν οὖν τοσούτων ἐπὶ | |
15 | τὸ αὐτὸ συναχθέντες οἱ λόγοι οὐκ ἂν ὑπὸ τοῦ εἰδότος λέγοιντο μόνου τοῦ Δαυΐδ. ζητητέον δὲ περὶ τῶν ἀνεπιγράφων, τίνος αὐτοὺς χρὴ ὑπονοεῖν. διὰ τί γὰρ κἂν ἡ ἁπλουστάτη ἐπιγραφὴ οὐ πρόκειται αὐτῶν, ἥτις οὕτως ἔχει „Τοῦ Δαυῒδ ψαλμὸσ“ ἢ „Τοῦ Δαυῒδ“ χωρὶς πάσης προσθήκης; ὑπενοήσαμεν δέ, ὅπου αὕτη μόνη ἐπιγραφή ἐστιν, ὅτι οὔτε | |
20 | ψαλμός ἐστι τὸ λεγόμενον οὔτε ᾠδή, ἀλλὰ λόγος τις ἐξ ἁγίου πνεύ‐ ματος ὠφελείας ἕνεκεν τῆς τοῦ δυναμένου συνιέναι ἀναγεγραμμένος. Ἦλθε δὲ εἰς ἐμὲ Ἑβραίου τινὸς παράδοσις περὶ τῶν τελευταίων. ἐπεὶ γὰρ πολλοὶ ἦσαν ἀνεπίγραφοι, εἷς δὲ ὁ πρὸ τούτων τῶν ἀνεπι‐ γράφων ἐπιγραφὴν ἔχει „Τοῦ Δαυΐδ“, ἔλεγε κἀκείνους ἀπὸ κοινοῦ | |
25 | λαμβανομένους τοῦ Δαυῒδ αὐτοὺς δεῖν νομίζεσθαι. καὶ εἰ τοῦθ’ οὕτως, ἀκόλουθόν ἐστι τοὺς ἀνεπιγράφους ἐκείνων εἶναι, ὧν οἱ πρὸ αὐτῶν | |
κατὰ τὴν ἐπιγραφὴν καλῶς εἰσι νενομισμένοι. | 137 | |
8 | Ψαλτήριον δὲ τὴν παροῦσαν τῶν ψαλμῶν βίβλον ὁ προφήτης ὠνόμασεν, ἐπειδὴ μόνον, φασίν, ἐπὶ τοῖς μουσικοῖς ὀργάνοις ἄνωθεν ἐπιφέρεσθαι τὸν ἐνεργοῦντα χαλκὸν τὴν ἀπήχησιν καὶ οὐκ ἐκ τῶν κάτω τοῖς ἄλλοις παραπλησίως. ἵνα οὖν τὴν ἀναλογίαν τῆς τοιαύτης | |
5 | ὀνομασίας οἱ μεμαθηκότες αὐτὸ φυλάττειν σπουδάζωσι καὶ πρὸς τὰ ἄνω βλέπωσιν, ὅθεν ἀπηχήθη, τούτου χάριν ψαλτήριον προσηγόρευσεν. τοῦ γὰρ παναγίου πνεύματος ἀπήχησίς ἐστιν ὅλον καὶ φθόγγος. | |
9(1t) | Ὠριγένους περὶ τῶν ρνʹ ψαλμῶν. | |
2 | Διὰ τί δέ εἰσιν ἑκατὸν πεντήκοντα ἐξετάσωμεν. ὁ πεντήκοντα ἀριθμὸς ὅτι ἐστὶν ἱερὸς ἐν μὲν ἡμέραις, δῆλον ἐκ τῆς πολυθρυλλήτου πεντηκοστῆς, λύσιν πόνων καὶ εὐφροσύνην σημαινούσης. διόπερ οὐδὲ | |
5 | νηστεύειν ἐν ταύταις κέκριται οὐδὲ κλίνειν γόνατα. σύμβολα γὰρ ταῦτα μεγάλης πανηγύρεως ἀποκειμένης ἐν τοῖς μέλλουσιν, ὧν σκιὰ κατὰ τὸν Ἰσραὴλ ἦν ἐπὶ γῆς· ἐν δὲ ἐνιαυτοῖς ὁ καλούμενος παρ’ Ἑβραίοις ἰωβὴλ πεντηκοστὸς ἀριθμῷ ἐνιαυτὸς τυγχάνει, δούλων ἐλευ‐ θερίας καὶ χρεῶν ἀποκοπῆς καὶ ἀπὸ γεωργίας καὶ πάσης γεοπονίας | |
10 | ἀνέσεως ἐν τῷ ὠκεάνῳ, κατ’ ἀγροὺς καὶ οἰκίας ἐκ πατέρων κατά τινας βιωτικὰς χρείας ἀλλοτριούσας ἀποκαθίστασθαι τῷ γένει ... τὸ ἱερὸν δὲ εὐαγγέλιον οἶδεν ἄφεσιν πεντηκοντάδος καὶ τοῦ συγγενοῦς αὐτῷ καὶ παρακειμένου ἀριθμοῦ πεντακοσιοστοῦ. οὐ γὰρ μάτην πεν‐ | |
τήκοντα δηναρίων καὶ πεντακοσίων ἄφεσις δίδοται. οὕτως οὖν καὶ | 138 | |
15 | τοὺς ὕμνους τοὺς εἰς θεὸν ἐπὶ καθαιρέσει ἐχθρῶν καὶ εὐχαριστίᾳ τῇ κατὰ τὰς τοῦ θεοῦ εὐεργεσίας ἐχρῆν περιέχειν οὐ μίαν πεντηκοντάδα, ἀλλὰ τρεῖς, εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Περιέχει δὲ ἡ πεντηκοντὰς ἑπτὰ ἑβδομάδας, σάββατα σαββάτων καὶ ἀρχὴν μετὰ τέλεια σάββατα ὑπὲρ τὰ σάββατα ἐν ὀγδοάδι ἀληθῶς | |
20 | καινῆς ἀναπαύσεως. Καὶ τοῦτο ἐπὶ τῶν ψαλμῶν ὁ δυνάμενος τηρείτω μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ ἐπὶ πάντων τοὺς λόγους εὑρεῖν, ὡς παραθησόμεθα· οἷον ὅτι οὐ μάτην ὁ ὄγδοος „περὶ τῶν ληνῶν“ ἐπιγέγραπται, καρπῶν περιέχων ἐν ὀγδοάδι τὸν ἀπαρτισμόν. οὐδέπω γὰρ καιρὸς τῆς ἀπο‐ | |
25 | λαύσεως τῶν καρπῶν τῆς ἀληθινῆς ἀμπέλου ἐδύνατο εἶναι ἐν τοῖς πρὸ τοῦ ὀγδόου ἀριθμοῖς. καὶ ὅτι ὁ δεύτερος „ὑπὲρ τῶν ληνῶν“ ὀγδοηκοστός ἐστιν, ἄλλην ὀγδοάδα περιέχων, τὴν ἐν δεκάσιν. ὁ δὲ ὀγδοηκοστὸς τρίτος, ἐπιπλεκομένων δύο ἁγίων ἀριθμῶν, τοῦ ὀγδόου ἐν δεκάσι καὶ τοῦ τρίτου ἐν μονάσιν. καὶ περὶ ἀφέσεως ἁμαρτημάτων | |
30 | ἀξιῶν καὶ ἐξομολόγησιν περιέχων ὁ πεντηκοστός ἐστιν. ὡς γὰρ ὁ πεντηκοστὸς κατὰ τὸ εὐαγγέλιον ἄφεσιν ἔσχεν, μαρτυρῶν τῇ νοήσει τῇ περὶ τοῦ ἰωβηλαίου, οὕτως ἐλπίζει οὐκ ἐν ἄλλῳ ἢ ἐν τῷ πεντηκοστῷ ἀριθμῷ ἄφεσιν λήψεσθαι ὁ εὐχόμενος τάδε τινὰ τῆς ἐξομολογήσεως. Πάλιν τε αὐτοῦ εἰσι τινὲς τῶν ἀναβαθμῶν ᾠδαί, τὸν ἀριθμὸν | |
35 | πεντεκαίδεκα, ὅσοι καὶ οἱ ἀναβαθμοὶ τοῦ ναοῦ, τάχα δηλοῦσαι τὰς ἀναβάσεις περιέχεσθαι ἐν τῷ ἑβδόμῳ καὶ ὀγδόῳ ἀριθμῷ. ἡ δὲ ἀρχὴ τῶν ἀναβαθμῶν ἀπὸ ἑκατοστοῦ εἰκοστοῦ ἁπλούστερον λεγομένου ψαλμοῦ, ὡς τὰ ἀκριβῆ ἔχει τῶν ἀντιγράφων· οὗτος δέ ἐστιν ἀριθμὸς τελειότητος ζωῆς ἀνθρώπου. καὶ ὁ ἑκατοστός, οὗ ἡ ἀρχὴ „ἔλεος καὶ | |
40 | κρίσεις ᾄσομαί σοι, κύριε“, περιέχει βίον ἁγίου κοινωνουμένου ὑπὸ τοῦ θεοῦ. ὁ δὲ ἑκατοστὸς πεντηκοστὸς καταλήγει εἰς τὸ „πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον“. Ἀλλ’ ἐπείπερ, ὡς προείπαμεν, ἐφ’ ἑνὸς ἑκάστου τοῦτο ποιῆσαι | |
καὶ εὑρεῖν τὰς αἰτίας σφόδρα ἐστὶ χαλεπώτατον καὶ δυσέφικτον τῇ | 139 | |
45 | τῶν ἀνθρώπων φύσει, τούτοις ἀρκεσθησόμεθα, ὑπογραφῆς χάριν μόνον προσθέντες ὅτι οὐ κατὰ τὴν τάξιν τῆς γραφῆς τῆς ἱστορίας οἱ δοκοῦντες ἠρτῆσθαι τῆς ἱστορίας ψαλμοὶ ἐνεγράφησαν. καὶ αἰτίαν τούτων ἔχει οὐκ ἄλλην ἢ τοὺς ἀριθμούς, ἐν οἷς εἰσι τεταγμένοι οἱ ψαλμοί. οἷον ἡ ἱστορία τοῦ πεντηκοστοῦ πρώτου προτέρα ἐστὶ τῆς | |
9(50) | ἱστορίας τοῦ πεντηκοστοῦ. τὰ γὰρ περὶ Δωὴκ τὸν Ἰδουμαῖον δια‐ βάλλοντα τὸν Δαυῒδ τῷ Σαοὺλ πᾶς ὁμολογεῖ, πρότερα εἶναι τῆς πρὸς τὴν τοῦ Οὐρίου ἁμαρτίας. οὐκ ἀλόγως δὲ τὸ τῆς ἱστορίας δεύ‐ τερον πρότερόν ἐστι τοῦ τῇ ἱστορίᾳ προτέρου, ἐπεὶ ὡς προειρήκαμεν ὁ περὶ ἀφέσεως τόπος συγγενὴς τῷ πεντηκοστῷ ἐστιν ἀριθμῷ, ὁ δὲ | |
55 | οὐκ ἄξιος ἀφέσεως ὑπερέπεσε τὸν πεντηκοστὸν ἀριθμόν, ὡς Δωὴκ ὁ Ἰδουμαῖος. πεντηκοστὸς γὰρ πρῶτός ἐστιν ὁ ἀπαγγέλλων τὰ περὶ αὐτοῦ. ἀλλὰ μὴν καὶ ὁ τρίτος, ἐπεὶ „ὅτε ἔφευγε Δαυῒδ ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ“ εἴρηται, δῆλον τοῖς ἀνεγνωκόσι τὰς βασι‐ λείας, ὅτι μετὰ τὸν πεντηκοστὸν πρῶτόν ἐστι καὶ τὸν πεντηκοστόν. | |
60 | Καὶ τὰ τοιαῦτα δ’ ἢν ἐπὶ πλεῖόν τις διατρίψας τηρήσῃ, τῆς ἱστο‐ ρίας καὶ τῶν ἐπιγραφῶν ἀκριβέστερον εὑρήσει τὰς αἰτίας τῆς τάξεως τῶν ψαλμῶν. Εἰκὸς δ’ ἔχειν ἀναλογίαν καὶ τὸ μόνον προφητῶν τὸν Δαυῒδ σὺν ὀργάνῳ πεπροφητευκέναι, τῷ παρὰ μὲν Ἕλλησι καλουμένῳ ψαλτηρίῳ, | |
65 | παρὰ δὲ Ἑβραίοις νάβλα, ὅπερ μόνον ὀργάνων μουσικῶν ὀρθότατον εἶναι, οὐδὲν ἔχον ἐπικαμπές. καὶ μὴν οὐδὲ συνεργεῖται εἰς ἦχον ἐκ τῶν κάτω μερῶν, ὡς συμβαίνει ἐπὶ κιθάρας καὶ ἄλλων τινῶν, ἀλλ’ ἄνωθεν. | |
10(1t) | Βασιλείου. | |
2 | Τῇ κιθάρᾳ μὲν γὰρ καὶ τῇ λύρᾳ κάτωθεν ὁ χαλκὸς ὑπηχεῖ πρὸς τὸ πλῆκτρον, τὸ ψαλτήριον δὲ τοῦτο τῶν ἁρμονικῶν ῥυθμῶν ἄνωθεν ἔχει τὰς ἀφορμάς, ἵνα καὶ ἡμεῖς „τὰ ἄνω ζητεῖν“ μελετῶμεν καὶ μὴ | |
5 | τῇ ἡδονῇ τοῦ μέλους ἐπὶ τὰ τῆς σαρκὸς πάθη καταφερώμεθα. κἀκεῖνο | |
δὲ οἶμαι, τὸν προφητικὸν λόγον βαθέως ἡμῖν καὶ σοφῶς διὰ τῆς τοῦ ὀργάνου κατασκευῆς ἐνδεδεῖχθαι, ὅτι οἱ ἐμμελεῖς καὶ εὐάρμοστοι τὰς ψυχὰς ῥᾳδίαν ἔχουσι τὴν εἰς τὰ ἄνω πορείαν. | 140 | |
11 | Ὄργανον δὲ πάλιν ἐκ τῶν ἄνω τὴν ἀφορμὴν τοῦ ἠχεῖν ἐν ῥυθμῷ λαμβάνον, ποῖον ἂν εἴη ἢ τὸ σῶμα τοῦ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ; ὄργανον τὴν εὐθύτητα μόνον τετηρηκός, „ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ“, ὄργανον σύμφωνον, ἐναρ‐ | |
5 | μόνιον, ἐμμελές, οὐδεμίαν ἀνθρωπίνην ἀσυμφωνίαν εἰληφὸς οὐδὲ παρὰ μέλος τι πεποιηκός, πάντη δὲ τὴν ἁρμονίαν τὴν πρὸς τὸν πατέρα τετηρηκός. ὡς γάρ φησιν αὐτὸς „ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ, ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ὃ ἑώρακε καὶ ἤκουσε μαρτυρεῖ“. | |
12 | Λοιπόν ἐστι διαλαβεῖν, ὄντων ψαλμῶν οὐσῶν ᾠδῶν καὶ ψαλ‐ μῶν ᾠδῆς καὶ ᾠδῶν ψαλμοῦ, περὶ τῆς τούτων διαφορᾶς. ἡγούμεθα τοίνυν ψαλμοὺς μὲν εἶναι τοὺς πρὸς τὸ ὄργανον μόνον, φωνῆς οὐ συνεζευγμένης, κρουομένους καὶ δι’ αὐτοῦ οἱονεὶ ἀπαγγελλομένους, | |
5 | τουτέστι τὴν δι’ ὀργάνου μουσικὴν μελῳδίαν· ᾠδὰς δὲ τὰς τῇ φωνῇ ἐκδεχομένῃ εἰς τὸ στόμα ἐπαγγελίας μουσικῆς ἐναρμόνιον ἐκφωνεῖσθαι λεγομένας ὑπάρχειν· ψαλμοὺς δὲ ᾠδῶν, ὅτε προτέτακται μὲν ἡ φωνή, ταύτης δὲ ἤρτηται ὁ ἐκείνης συγγενὴς ἦχος, ἀποδεδομένος εὐρύθμως διὰ τῶν ὀργάνων· ᾠδὰς δὲ ψαλμῶν, ὅταν προτάσσηται μὲν τὸ ὄργα‐ | |
10 | νον, χώραν δὲ λαμβάνῃ δευτέραν ἡ φωνὴ ἑπομένη τῇ διὰ τῶν χορδῶν μουσικῇ. Καὶ ταῦτα μὲν ὡς πρὸς τὸ ῥητὸν τῶν σημαινομένων, κατὰ δὲ τοὺς τῆς ἀναγωγῆς νόμους ψαλμὸς μὲν ἂν εἴη, ὅτε τὸ ὄργανον, τὸ | |
σῶμα, κρούοντες διὰ τῶν καλῶν ἔργων πρᾶξιν ἀγαθὴν ἐπιτελοῦμεν | 141 | |
15 | κἂν μὴ πάνυ ἐν τῇ θεωρίᾳ προκόπτοντες ὑπάρχωμεν· ᾠδὴ δέ, ὅτε χωρὶς τοῦ πρακτικοῦ θεωρήσαντες τὰ τῆς ἀληθείας μυστήρια, τούτοις συγκατατιθέμενοι φρονοῦμεν τὰ κάλλιστα περὶ θεοῦ καὶ τῶν λογίων αὐτοῦ, γνώσεώς τε φωτιζούσης καὶ σοφίας ἐν ταῖς ψυχαῖς ἡμῶν τρανου‐ μένης· ψαλμὸς δὲ ᾠδῆς, ὅτε τεθεωρηκότες, τῆς γνώσεως σαφηνιζούσης, | |
20 | τινὰ τῶν κεκρυμμένων ἠθικῶν, πρότερον ἐπὶ τὸ πράττειν γινόμεθα συνι‐ έντες καὶ ὃ πρακτέον καὶ ὅτε πρακτέον καὶ ὡς πρακτέον· ᾠδὴ δὲ ψαλ‐ μοῦ, ὅτε προαγούσης πράξεως ἀγαθῆς κατὰ τὸ προειρημένον „ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολὰς καὶ κύριος χορηγήσει σοι“ αὐτὴν συνίεμεν, κριθέντες ἄξιοι ὑπὸ θεοῦ τῆς ἀληθείας, τὰ τέως ἡμῖν ἀποκεκρυμμένα. | |
25 | καὶ τάχα διὰ τοῦτο αἱ πρῶται ἐπιγραφαὶ οὐδαμῶς περιέχουσι τὰς κατ’ αὐτὰς ᾠδάς, ἀλλὰ μόνον ψαλμὸν ἢ μόνους ψαλμούς. οὐ γὰρ ἀπὸ θεωρίας ἄρχεται ὁ ἅγιος, ἀλλ’ ἁπλούστερον πιστεύσας κατὰ ὀρθο‐ δοξίαν ταῖς πραττομέναις πράξεσιν ἑαυτὸν ἐπιδίδωσιν. διὰ τοῦτο ἐπὶ τέλει πολλαὶ ᾠδαὶ καὶ ὅπου ἀναβαθμοί, οὐδαμοῦ ψαλμὸς οὔτε καθ’ | |
30 | ἑαυτὸν οὔτε μετά τινος ἐπιπλοκῆς, ἀλλὰ πάντα ᾠδαὶ καθ’ αὑτάς. ἐν γὰρ ταῖς ἀναβάσεσιν οἱ ἅγιοι πρὸς οὐδενὶ ἔσονται ἢ πρὸς μόνῳ τῷ θεωρεῖν. καὶ ταῦτα εἰρήσθω ἡμῖν καθολικά, δουλεύουσι τοῖς σημαινομένοις τῆς ἑρμηνείας τῶν ἑβδομήκοντα. | |
13 | Ἐπεὶ δὲ εὕρομεν παρὰ τοῖς ἑβδομήκοντα καὶ Θεοδοτίωνι καὶ Συμμάχῳ ἐπὶ τινῶν κείμενον ἐν μέσῳ ψαλμῶν οὐκ ὀλίγων τὸ „διά‐ ψαλμα“, ἐστοχασάμεθα μήποτε ὑπεσήμαναν οἱ θέντες αὐτὸ ῥυθμοῦ τινος ἢ μέλους ἢ μέρους μεταβολὴν γεγονέναι κατὰ τοὺς τόπους ἢ | |
5 | κρουμάτων ἀνακωχήν, ἢ καὶ ἐποχὴν τοῦ ἁγίου πνεύματος μάλιστα, | |
ἢ ὡς ἄλλος φησὶ τῶν ἐξηγημένων, ἀπὸ νοήματος εἰς νόημα μετα‐ βολήν, ἢ καὶ τρόπου διδασκαλίας εἰς ἕτερον τρόπον ἢ διανοίας καὶ δυνάμεως λόγου ἐνάλλαγμα. οὔτε δὲ παρὰ τῷ Ἀκύλᾳ κεῖται οὔτε ἐν τῷ ἑβραϊκῷ, ἀλλ’ ἀντὶ διαψάλματος γέγραπται „ἀεί“. | 142 | |
14(1t) | Ἐπιφανίου Κύπρου. | |
2 | Καὶ τοῦτο δέ σε μὴ παρέλθοι, ὦ Φιλόκαλε, ὅτι καὶ τὸ ψαλτήριον διεῖλαν εἰς πέντε βιβλία οἱ Ἑβραῖοι, ὥστε εἶναι καὶ αὐτὸ ἄλλην πεντά‐ τευχον. ἀπὸ γὰρ πρώτου ψαλμοῦ ἄχρι τεσσαρακοστοῦ μίαν ἐλογίσαντο | |
5 | βίβλον, ἀπὸ δὲ τεσσαρακοστοῦ πρώτου ἕως ἑβδομηκοστοῦ πρώτου δευτέραν ἡγήσαντο, ἀπὸ δὲ ἑβδομηκοστοῦ δευτέρου ἕως ὀγδοηκοστοῦ ὀγδόου τρίτην βίβλον ἐποίησαν, ἀπὸ δὲ ὀγδοηκοστοῦ ἐνάτου ἕως ἑκα‐ τοστοῦ πέμπτου τετάρτην, ἀπὸ δὲ ἑκατοστοῦ ἕκτου ἕως τοῦ ἑκατοστοῦ πεντηκοστοῦ τὴν πέμπτην συνέθηκαν. ἕκαστον γὰρ ψαλμὸν ἐν τῷ | |
10 | τέλει ἔχοντα τὸ „εὐλογητὸς κύριος, γένοιτο, γένοιτο“ τοῦτο τέλος εἶναι βιβλίου ἐδικαίωσαν. εὑρίσκεται δὲ τοῦτο ἐν τεσσαρακοστῷ καὶ ἑβδομηκοστῷ πρώτῳ καὶ ὀγδοηκοστῷ ὀγδόῳ καὶ ἑκατοστῷ πέμπτῳ· τοῦ ἑκατοστοῦ πεντηκοστοῦ γὰρ τὸ πλήρωμα ἀντὶ τοῦ „εὐλογητὸς κύριος γένοιτο γένοιτο“, „πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον ἀλληλούϊα“. | |
15(1t) | Ἄλλος φησίν· | |
2 | Ἐν τῇ καινῇ διαθήκῃ λέξεων ἀπὸ τῆς βίβλου τῶν ψαλμῶν παρα‐ λειφθεισῶν μαρτυρίαι κεῖνται, ὡς ὑπὸ ἁγίου πνεύματος εἰρημέναι. Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἀπὸ τοῦ ἐνενηκοστοῦ τετάρτου | |
5 | ψαλμοῦ κεφάλαιον λαβών, ὑπὸ τοῦ ἁγίου πνεύματος ἀπηγγέλθαι αὐτὸ γράφει φήσας „καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον“ „σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε“ κτἑ. πρὸς τούτῳ καὶ ὁ τῶν ἀποστόλων πρόκριτος Πέτρος ἐν ταῖς πράξεσι τῶν ἀποστόλων σύμφωνα λέγει ὅπου μὲν „ἔδει πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπε τὸ πνεῦμα τὸ | |
10 | ἅγιον διὰ στόματος Δαυῒδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλ‐ λαβοῦσιν Ἰησοῦν“ καὶ τὰ ἑξῆς, οἷς ὀλίγα ἐπειπὼν ἐπήγαγε „γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτεροσ“. οὐδὲν δὲ ξένον εἰ οἱ ἀπόστολοι ταῦτα γράφουσιν, αὐτοῦ μάλιστα τοῦ | 143 |
15 | σωτῆρος ταῦτα ἐπισφραγιζομένου· μνήμης γὰρ γεναμένης ἐν τῷ εὐ‐ αγγελίῳ τῆς ἀρχῆς τοῦ ἑκατοστοῦ ἐνάτου ψαλμοῦ ὧδε ἐχούσης „εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχ‐ θρούς σου ὑποπόδιον τῶν ποδῶν σου“. ἐπύθετο τῶν Φαρισαίων, εἰ „Δαυῒδ ἐν πνεύματι ἁγίῳ τὸν Χριστὸν κύριον“ εἶπεν „πῶς υἱὸς αὐτοῦ | |
20 | ἐστιν“. εἰ τοίνυν πνευματικὰ νοήματα περιέχουσιν οἱ ψαλμοί, οὐχ ὡς ἔτυχεν ἐντευκτέον τῇ γραφῇ αὐτῶν. καὶ ἐντεῦθεν ῥᾴδιον συνιδεῖν ὡς πάλαι παρ’ Ἑβραίοις τὰς ἐπιγραφὰς εὑρόντες, οἱ τὰς θείας ἡρμη‐ νευκότες γραφὰς ταύτας μετέθεσαν εἰς τὴν Ἑλλάδα φωνήν· τοῦτον γὰρ καὶ τὸν μετὰ τοῦτον ψαλμὸν ἀνεπιγράφους κατέλιπον, οὐ τολμή‐ | |
25 | σαντες παρ’ ἑαυτῶν προσθεῖναι τοῖς λόγοις τοῦ πνεύματος. | |
16 | Ἔστι δὲ προσευχὴ ἱκετηρία περί τινος τῶν συμφερόντων προσ‐ αγομένη τῷ θεῷ· εὐχὴ δὲ ὑπόσχεσις· ὕμνος ἡ ἐπὶ τοῖς ὑπάρχουσιν ἡμῖν ἀγαθοῖς ἀνατιθεμένη τῷ θεῷ εὐφημία· αἶνος ἤτοι αἴνεσις τῶν θείων θαυμάτων ἔπαινος· οὐδὲν γὰρ ἄλλο ἔπαινος ἢ τοῦ αἴνου ἐπίτασις. | |
17 | Πότε καὶ ὅπως εἰς ταύτην ἦλθε τῶν ψαλμῶν τὴν ἐπίνοιαν ὁ θεῖος Δαυΐδ; δοκεῖ μὲν καὶ πρῶτος καὶ μόνος καὶ ἐξ ἀρχῆς, ὅτε καὶ τοῖς δακτύλοις ἔλεγεν ἁρμόζεσθαι τὸ ψαλτήριον. εἰ γὰρ καὶ ἕτερος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν, ἀλλ’ ἄλλως ἐκεῖνος ἄτεχνόν | |
5 | τι καὶ ἰδιωτικὸν συμπήξας ἢ διατείνας ὄργανον καὶ οὔτε πρὸς μέλος οὔτε πρὸς λόγον ᾄδων, ἀλλ’ ἀγροικικήν τινα παίζων τέρψιν. ὁ δὲ πρῶτος μετ’ ἐκεῖνον εἰς ῥυθμὸν ἀγαγὼν τὸ πρᾶγμα καὶ τάξιν καὶ τέχνην, ἀλλὰ καὶ τῷ μέλει συγκαταμίξας τὸ ᾆσμα καὶ τὸ μεῖζον, πρὸς θεὸν ἢ θεὸν ᾄσας, οὗτος ὁ θεοφορητότατος, ἀρξάμενος μὲν ἐκ | |
10 | ποιμένων καὶ παίδων ἰδιωτικώτερόν τε καὶ ταπεινότερον, γενόμενος δὲ καὶ εἰς ἄνδρας καὶ βασιλέας ἐνδοξότερον ὁμοῦ καὶ κοινότερον. | |
λαβεῖν δὲ λέγεται μάλιστα τὴν ἐπίδοσιν τοῦτο μετὰ τὴν ὑπ’ αὐτοῦ τῆς κιβωτοῦ πρὸς τὴν πόλιν ἀποκατάστασιν, ἧς πολλὰ τότε προχο‐ ρεύσας καὶ πολλαχῶς ᾄσας εὐχαριστήριά τε καὶ εἰσδεκτήρια ἅμα μετ’ | 144 | |
15 | ὀλίγον καὶ τὴν φυλὴν ὅλην εἰς κλῆρον τῶν Λευϊτῶν λαβών, ἀρχὰς μὲν ἀπολέγεται τῶν χορῶν τέσσαρας, Ἀσάφ, Αἰμάν, Αἰθάν, Ἰδιθούμ, ἐπειδὴ καὶ πάντων τῶν ὁρωμένων ἀρχαὶ τέσσαρες· τοὺς δὲ χοροὺς ἐξ ἀνδρῶν συνίστησιν, ἐξελὼν τῶν ἄλλων, καὶ τούτους δύο καὶ ἑβδομή‐ κοντα, πρὸς τὰς γλώσσας ἀπαριθμήσας οἶμαι τὰς συγχυθείσας ἢ μᾶλ‐ | |
20 | λον διακριθείσας ἐν τῇ πυργοποιΐᾳ. τί τούτῳ τυπῶν, ἢ δηλῶν τὸ καὶ πάσας αὐτῷ γλώσσας ὕστερον ἐξομολογεῖσθαι κοινῶς ὀφείλειν ἢ μέλλειν, ὅτε καὶ πᾶσαν ὁ λόγος περιλάβῃ τὴν οἰκουμένην. καὶ οὐ τοῦτο μόνον τυπῶν, ἀλλὰ καὶ τὴν ὕστερον τοῦ Χριστοῦ „λατρείαν λογικὴν“ ἀντὶ τῶν λύτρων καὶ θυσιῶν. ἐκείνων μὲν οὖν ἄλλος ἄλλο | |
25 | τι τῶν ὀργάνων, ὡς ἕκαστος εἶχεν, γνώμης ἢ τέχνης ἢ καὶ δυνάμεως ἐμελώδει· ὁ δὲ Δαυΐδ, ὥσπερ χορηγὸς χορηγῶν, καὶ οὐ προφητικοῦ μόνου, ἀλλὰ καὶ ἡγεμονικοῦ πνεύματος ὅλος ὤν, ἐξῆρχέ τε πάντων μέσον ἑστώς, τὸ βασιλικὸν ὄργανον τὸ ψαλτήριον ἐν χερσὶ κρατῶν καὶ τὴν ἐπιστήμην κινῶν· λόγος δὲ ἄλλος οὗτος ἱερὸς καὶ πατρο‐ | |
30 | παράδοτος, ὡς κἀκείνων τῶν λοιπῶν ἕκαστος ὑπὸ τοῦ πνεύματος καταλαμβανόμενος· ἔνθους τε ἦν, καὶ τὸ μέλισμα ἀπεθέσπιζεν. ἡσύ‐ χαζε δὲ πᾶς ἄλλος ὑπᾴδων μόνον τὸ ἀλληλούϊα· ὃ ταὐτόν, τῷ „αἰνεῖτε τὸν ὄντα μόνον θεὸν“ ἢ τῷ „κραταιὸς θεὸς μόνος δύναται“, μετε‐ πήδα πάλιν ἐπ’ ἄλλον τὸ πνεῦμα, κἀκείνου πάλιν τὸ ᾆσμα καὶ τῶν | |
35 | λοιπῶν ἡ σιγή. καὶ οὕτως ἀνὰ μέρος ἀνακινούμενοι καὶ τοὺς ψαλ‐ μοὺς ἀνακινοῦντες τοὺς χοροὺς ἵστων. Ὁ δὲ τῶν ψαλμῶν ἀριθμὸς ἀμύθητόν τι χρῆμα τὸ κατ’ ἀρχάς φασι ἀλλ’ ἀσπούδαστον ὑπὸ τῶν Ἑβραίων· ὕστερον ἐπιγνοὺς Ἐζεκίας ἀφεῖλε τὴν περιφρόνησιν διὰ τῆς ἐνδείας, τὴν πολυπλήθειαν ἐπισυ‐ | |
40 | στείλας, καὶ εἰς πεντήκοντα μόνον καὶ ἑκατὸν αὐτοὺς συνελών, τρὶς ποιήσας τὸν παρ’ αὐτοῖς ἐπαινούμενον ἀριθμόν, ὁμοῦ καὶ τὸν πεντή‐ κοντα παραλαβὼν καὶ τὸ τῆς τριάδος συμπαραλαβὼν ἢ καὶ προκατα‐ λαβὼν μυστήριον. τούτων δὲ οἱ μὲν πλεῖστοι καὶ κάλλιστοι, μᾶλλον δὲ καὶ πάντες πλὴν ὀλίγων σχεδὸν τοῦ Δαυΐδ· εἰσὶ γὰρ οἱ καὶ τῶν | |
45 | λοιπῶν ἀρχῳδῶν· ἀναφέρονται δὲ πρὸς αὐτὸν πάντες, καὶ τῷ πρῶ‐ τον αὐτὸν τοῦ πράγματος ἄρξαι, καὶ τῷ μόνον διδάσκαλον γενέσθαι τῶν χοροδιδασκάλων, καὶ αὐτὸν καὶ τοὺς ὕμνους αὐτοῖς ἀνατάξασθαι, καὶ πάντα τὰ περὶ ταῦτα καταστῆσαι καὶ διαθεῖναι κόσμον, οὕτω | |
τούτων προαποδεδομένων ἀκόλουθον ἂν εἴη λοιπὸν ζητεῖν. | 145 | |
21 | Ὥσπερ δὲ διὰ τῆς ἀτακτοτέρας διαίτης φθοροποιός τις χυμὸς καὶ χολώδης ἐν τοῖς σπλάγχνοις συνίσταται, ὃν ὁ ἰατρὸς διὰ τῆς τέχνης εἰς ἔμετον ἐφελκόμενος οὐκ ἂν ἐν αἰτίᾳ γένοιτο τοῦ αὐτοῦ ἐνποιῆσαι τῷ σώματι τὸν νοσώδη χυμόν, ἀλλ’ ἐποίησε μὲν τῆς τροφῆς ἀταξία, | |
5 | εἰς δὲ τὸ ἐμφανὲς ἤγαγεν ἡ ἰατρικὴ ἐπιστήμη· οὕτως κἂν περὶ θεοῦ γίνεσθαι λέγηται τοῖς μοχθηροῖς τὴν προαίρεσιν, ἡ ἀλγεινὴ ἀνταπό‐ | |
δοσις εὔλογον ἂν εἴη ἐξ ἡμῶν αὐτῶν νοεῖν τὰς ἀρχὰς καὶ τὰς αἰτίας τὰ τοιαῦτα λαμβάνειν πάθη. τῷ γὰρ ἀναμαρτήτως βεβιωκότι οὐ σκότος ἐστίν, οὐ σκώληξ, οὐ γέεννα, οὐ πῦρ, οὐκ ἄλλο τι τῶν φοβε‐ | 147 | |
10 | ρῶν ὀνομάτων τε καὶ πραγμάτων ὡς οὐδὲ τοῖς Ἑβραίοις αἱ Αἰγύπτιαι πληγαί, οἱ λεπτοὶ σκινίπες ἐκεῖνοι, οἱ τοῖς ἀφανέσιν ἀλγύνοντες δήγ‐ μασιν, ἡ ὀδυνηρῶς διὰ τοῦ δήγματος ἐμφυομένη τῷ σώματι κυνό‐ μυια. οἱ ἄνωθεν πρηστῆρες τοῖς τῆς χαλάζης λίθοις συγκαταπίπτοντες, ἡ ὑπὸ τῶν ἀκρίδων καταφθειρομένη γεωπονία. ὁ μελαινόμενος ἀήρ, | |
15 | τὰ ἄλλα. Πρόκειται δὲ τῷ θεῷ γεωργεῖν μὲν τὴν „ἀληθινὴν ἄμπελον“, ἀποκτεῖναι δὲ τὴν Αἰγυπτίαν, φειδομένῳ τῶν μελλόντων ἐσθίειν „σταφυλὴν χολῆς, καὶ πίνειν θυμὸν ἀσπίδων ἀνίατον“. ἀναιρεῖται δὲ καὶ συκάμινος Αἰγυπτία, οὐ μὴν ἐκείνη ἐφ’ ἣν ἀναβαίνει Ζακχαῖος, | |
20 | ἵνα δυνηθῇ ἰδεῖν μου τὸν κύριον. καὶ διαφθείρονται καρποὶ Αἰγύ‐ πτιοι, „ἔργα σαρκός, οὐ μὲν ὁ τοῦ πνεύματος καρπός, ἀγάπη, χαρά, εἰρήνη.“ | |
22 | Ὁ δὲ Σύμμαχος „τοῦ ἐκδόντος λοιμῷ τὰ κτήνη αὐτῶν, καὶ τὰ κτήματα αὐτῶν οἰωνοῖσ“. ἀθρόαν γὰρ δεξάμενα τελευτήν, θοίνη τῶν σαρκοβόρων ὀρνίθων ἐγένοντο. κατὰ δὲ τοὺς ἑβδομήκοντα οὐ τοῦτο λέγει, ὅτι ἰδίᾳ μὲν ἡ χάλαζα τὰ κτήνη ἀνῄρει, ἰδίᾳ δὲ τὸ πῦρ τὴν ἄλλην | |
5 | ὕπαρξιν, ἀλλ’ ὅτι χάλαζα μετὰ πυρὸς παραδότως καταφερομένη, πρὸ πάντων μὲν τὴν ἄμπελον ἀπενέκρου καὶ τὰς συκαμίνους, ὡς μὴ δυναμένας ὅλως ἀντισχεῖν τῇ πρώτῃ προσβολῇ. εἴτα τὰ κτήνη ὅσα ἐν τοῖς πεδίοις ἐνέμοντο, ἔπειτα δὲ πᾶσαν βοτάνην καὶ πᾶν φυτόν. τὸ ἐν τῇ χαλάζῃ πῦρ ἐπεβόσκετο, καὶ ἦν τὸ πρᾶγμα τεράστιον, πυρὸς ἐν ὕδατι τρέχοντος καὶ | |
10 | διαπλεκομένου. „διέτρεχε γάρ“, φησίν. „τὸ πῦρ“ ἐν τῇ χαλάζῃ, ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ. ὕπαρξιν δὲ εἰτ’ οὖν πλοῦτον καλεῖ ὁ Δαβίδ, τὰ κτήνη δὲ τὸν καρπὸν τῶν φυτῶν. χρὴ δὲ γινώσκειν ὅτι εἰ καὶ πᾶσαν βοτάνην καὶ πᾶν ξύλον ἡ χάλαζα διαφθεῖραι ἱστόρηται, ἀλλ’ οὖν ὑπελείπετό τινα ἃ μετὰ τὴν πυρίπλοκον χάλαζαν· ἐπελθοῦσα | |
15 | κατέφαγεν ἡ ἀκρίς, περὶ ἧς εἴρηται, ὅτι κατέδεται „πᾶσαν βοτάνην καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃν ὑπελείπετο ἡ χάλαζα“. κατὰ | |
δὲ θεωρίαν· ἔστι τινὰ κτήνη Χριστοῦ, καὶ ἔστι τινὰ Αἰγυπτίων, δύναται μέντοι τά ποτε ἀλλοτρία γενέσθαι αὐτοῦ κτήματα, ὡς τὰ Λαβὰν τοῦ Ἰακώβ, καὶ ἀνάπαλιν, τῶν γοῦν προβάτων ὅσα Ἰακὼβ | 148 | |
20 | ἀπεδοκίμασεν, ἐχαρίσατο τῷ Ἡσαῦ. ὅρα γοῦν μήποτε ἐκ τῆς ποίμνης εὑρισκόμενος Ἰησοῦ ὅταν πέμπηται δῶρα τῷ Ἡσαῦ ἐκλεγῇς καὶ ὡς ἀδόκιμος καὶ ἀνάξιος τοῦ πνευματικοῦ Ἰακώβ, ἐκπεμφθῇς πρὸς τὸν Ἡσαῦ. κτήνη Χριστοῦ οἱ ἁπλούστεροι, οὓς σώζει ὁ θεὸς κατὰ τὸ „ἀνθρώπους καὶ κτήνη σώζεις κύριε“, κτήνη Αἰγυπτίων οἱ ἀλογίᾳ | |
25 | τῇ ἀθέῳ διδασκαλίᾳ συγκατατιθέμενοι, ἃ καὶ χαλαζοῦνται, καὶ Αἰγύ‐ πτιοι μὲν ὅσα ἔχουσι τῷ πυρὶ παραδίδοται. Ἀβραὰμ δὲ τὰ ὑπάρχοντα τῷ Ἰσαὰκ ἔδωκεν. | |
23 | „Θυμὸν καὶ ὀργὴν καὶ θλίψιν“, τὰς πικρὰς τιμωρίας ἐκάλεσεν. ὁ γὰρ θεὸς ἀπαθής, καὶ θυμὸν μὲν νοήσεις τὰς ἧττον κολαζούσας, ὀργὴν δὲ τὰς μᾶλλον, θλίψιν δὲ τὰς ἔτι, ἀγγέλους δὲ πονηρούς, τοὺς τῆς ὀργῆς ὑπουργούς, οὔτε φύσει τοῦτο ὄντας, οὔτε προαιρέσει, ἀλλὰ | |
5 | διὰ τὸ εἰς τοιαῦτα διακονῆσαι, καὶ πόνους καὶ ὀδύνας ἐνεργῆσαι, πονη‐ ροὺς ὀνομασθέντας, ὡς πρὸς τὴν τῶν πασχόντων διάθεσιν, καθὸ καὶ ἡμέρα πονηρὰ ἡ τῆς κρίσεως λέγεται, ὡς ἀναγκῶν καὶ πόνων τοῖς ἁμαρτωλοῖς γέμουσα. τοιοῦτον καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ „ἐγὼ κύριος ποιῶν εἰρήνην καὶ κτίζων κακά“, ἵνα εἴπῃ καὶ εἰρηνεύειν ἐῶν, | |
10 | καὶ πολεμεῖσθαι συγχωρῶν. | |
24(1t) | Ἀνωνύμου. | |
2 | Οὐ τοσοῦτον θαύματος ἄξιον, ὅταν ἐμφαίνεται ὁ ἔλεος τοῦ θεοῦ ἐν ταῖς ἡπλωμέναις πόλεσιν, ὅσον „θαυμαστούμενοσ“ τότε, ὅταν „ἐν | |
πόλει περιοχῆσ“ γένηται, ὡς καὶ διὰ τοῦτο εὐλογητὸν εἶναι. | 149 | |
25(1t) | Ἀνωνύμου. | |
2 | Ἔλεγέν τις τῶν παλαιῶν, ζῶντας εἰς Ἅιδου κατέρχεσθαι μόνους τοὺς κατήχησιν τῶν θείων παιδευμάτων ἔχοντας· ὁ γὰρ ἄγευστος τῶν τῆς ζωῆς λόγων νεκρός ... | |
26(1t) | Ἀνωνύμου. | |
2 | ... Ἐπεὶ δὲ ἐστί τις καιρὸς, ἐν ᾧ ὁ μὲν δίκαιος χαρήσεται, οἱ δὲ ἁμαρτωλοὶ τὸ λεχθὲν περὶ αὐτῶν τέλος ἕξουσιν, εἰκότως ὁμολογεῖν πάντως προσήκει καὶ ἀποφαίνεσθαι, ὅτι ἐστὶ θεὸς ἔφορος καὶ ἐπί‐ | |
5 | σκοπος τῶν ἐν ἀνθρώποις πραττομένων, κρίνων ἅπαντας τοὺς ἐν τῇ γῇ πολιτευσαμένους. ἐπιστῆσαι δὲ προσήκει, μήποτε ἡ μετὰ χεῖρας προφητεία, πᾶσα ἀκόλουθος οὖσα καὶ συνημμένη ταῖς πρὸ αὐτῆς, τὰ τέλη διαγράφῃ. ἐπίστησιν ὁ γραμματικός, τίνος ἕνεκεν ἐπεσημειώθη μοι τὸ διαγράφῃ ὑποτακτικῶς, ὡς δισταγμὸν ὑποφαίνων. οἶδας δὲ | |
10 | πάντως, ὅτι τὰ τῶν τοιούτων σχηματισμῶν εἰς ὑποτακτικὴν ἀνα‐ φέρονται ἔκκλησιν τῶν τὰς περὶ Χριστοῦ προφητείας μελετώντων, καὶ δικαιοσύνην τῷ στόματι λαλούντων, μὴ μὴν παραδεξαμένων αὐτὸν ἐλθόντα, μηδὲ ἐπακουσάντων αὐτοῦ τῆς φωνῆς βοῶντος πρὸς αὐτοὺς καὶ λέγοντος „ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω“. οἵτινες ὡμοίωσαν | |
15 | ἑαυτοὺς τῷ ὄφει, καὶ τὰ ὦτα αὐτῶν πεποιήκασιν ὡσεὶ ἀσπίδος κωφῆς, καὶ τὰ ἑξῆς τούτων εἰρημένα. ἔστιν οὖν ἀληθῶς ὁ ἐπιμελόμενος τῶν δικαίων θεός, καὶ δικάζων μὲν αὐτοῖς ἀδικουμένοις ἐπὶ τῆς γῆς· τι‐ μωρούμενος δὲ τοὺς τολμῶντας αὐτοὺς ἀδικεῖν. | |
27(1t) | Ἀνωνύμου. | |
2 | ... Διὸ καὶ μέχρι τῆς σήμερον ὁρῶντες τοὺς ὅρους καὶ κύκλῳ περιϊόντες πόρρωθεν ἵστανται ... | |
28(1t) | Ἀνωνύμου. | |
2 | ... Οὐκέτι οὖν βασιλεὺς οὐδὲ ἀρχιερεὺς οὐδὲ προφήτης, ἀλλ’ | |
οὐδὲ γραμματεῖς καὶ Φαρισαῖοι καὶ Σαδδουκαῖοι παρ’ αὐτοῖς εἰσιν. οὐ μὲν καὶ ἀποκτανθῆναί φησιν· διὸ συνέστηκεν αὐτῶν τὸ γένος, καὶ τῶν | 150 | |
5 | παίδων ἡ διαδοχὴ πληθύνει. οὐ γὰρ ἀπεκτάνθησαν, οὐδ’ ἐξ ἀνθρώ‐ πων ἀπέσβησαν, ἀλλ’ εἰσὶ μὲν καὶ ὑφεστήκασιν· οὕτω δὲ ὡς κατα‐ βεβλημένοι καὶ κατενηνεγμένοι, ἧς πάλαι ἠξίωντο παρὰ θεῷ τιμῆς. ἀλλὰ καὶ „διασκόρπισον αὐτούσ“, φησίν, „ἐν τῇ δυνάμει σου“. ὃ δὴ καὶ γέγονεν. [εἰς πᾶσαν γὰρ τὴν γῆν διεσπαρμένοι τυγχάνουσιν, δου‐ | |
10 | λεύοντες πανταχοῦ, καὶ τὰς ἐλαχίστους καὶ δουλοπρεπεῖς τέχνας, πάσας τε τὰς ἀπρεπεῖς μεθόδους ἕνεκα τοῦ πεινᾷν μετερχόμενοι.] εἰ γὰρ ἦσαν ἐξ ἀνθρώπων ἀφανισθέντες, μηδαμῆ μηδαμῶς ἐν ζῶσιν ὄντες, οὐκ ἂν εἶδον, φησίν, τὸν ἐμὸν λαόν, οὐδ’ ἂν ἔγνωσαν ἀνθοῦσαν τὴν ἐμὴν ἐκκλησίαν. διασκόρπισον τοίνυν αὐτοὺς ἁπανταχῆ γῆς, | |
15 | ἔνθα μέλλει καὶ ἡ ἐμὴ ἐκκλησία συνίστασθαι· ὅπως βλέποντες τὴν ὑπ’ ἐμοῦ θεμελιωθεῖσαν ἐκκλησίαν, εἰς ζῆλον ἔρχοιντο θεοσεβείας. οὐκοῦν καὶ ταῦτα ὁ σωτὴρ ὑπὲρ αὐτῶν ηὔχετο. | |
29(1t) | Ἀνωνύμου. | |
2 | Μετανάσται κυρίως λέγονται οἱ παρά τινων ἐχθρῶν ἢ πολεμίων πορθηθέντες, εἶτα γενόμενοι μέτοικοι· ὅπερ καὶ ἡμεῖς παρὰ τῶν δαι‐ μόνων ὑπεμείναμεν πρότερον. ἀφ’ οὗ δὲ ἡμῶν Χριστὸς διὰ τῆς εἰς | |
5 | αὐτὸν ἀντελάβετο πίστεως, οὐκέτι μετανάσται ἀπὸ τῆς ὄντως πατρίδος Ἱερουσαλὴμ τῆς ἄνω γινόμεθα, οὐδὲ μετοικισθῆναι ἀπὸ τῆς ἀληθείας εἰς τὴν πλάνην ἀνεχόμεθα. | |
30(1t) | Ἀνωνύμου. | |
2 | ... Ἕλκει δὲ καὶ τοὺς ἀπειθοῦντας ἐσθ’ ὅτε διὰ νόσων καὶ περι‐ στάσεων. πολλοὶ δὲ καὶ δι’ ὁραμάτων ἦλθον εἰς τὸ „κατασκηνῶσαι“ παρὰ τῷ Ἰησοῦ. | |
31(1t) | Ἀνωνύμου. | |
2 | Κύκλῳ δὲ ἡμῶν εἰσιν Ἑλλήνων οἱ σοφοί, μυκτηρίζοντες καὶ | |
χλευάζοντες ἡμᾶς, ὡς ἀνεξετάστως καὶ μωρῶς πιστεύοντας. | 151 | |
32(1t) | Ἀνωνύμου. | |
2 | ... Σημαίνει δὲ διὰ τούτων ὁ λόγος διελεύσεσθαι τὸ εὐαγγελικὸν κήρυγμα καὶ τὰ πελάγη καὶ τὰς ἐπὶ θαλάσσης νήσους τούς τε ἐν ταύ‐ ταις κατοικοῦντας ἀνθρώπους, „πλήρωμα αὐτῆς “ὠνομασμένους· ὃ καὶ | |
5 | αὐτὸ τέλος ἔτυχεν. καὶ γὰρ ἐκκλησίαι Χριστοῦ τὰς νήσους ἁπάσας πλη‐ ροῦσιν, πληθύει τε ὁσημέραι, καὶ ἐπιδίδωσιν ἡ σωτήριος διδασκαλία ... | |
33(1t) | Ἀνωνύμου. | |
2 | Ὁ φιλαλήθης καὶ μήποτε προφέρων ψευδῆ λόγον διὰ στόματος, εἴποι ἂν „ὁδὸν ἀληθείας ᾑρετισάμην“. ἀλλὰ καὶ ὁ διὰ παντὸς πρὸ ὀφθαλμῶν τιθέμενος τὰ τοῦ θεοῦ κρίματα, καὶ ἐπὶ πάσῃ πράξει | |
5 | μεμνημένος αὐτῶν ἐρεῖ „τὰ κρίματά σου οὐκ ἐπελαθόμην“. | |
34(1t) | Ἀνωνύμου. | |
2 | Καὶ πῶς ἡμῶν ἡ καρδία πλατύνεται διὰ πειρασμῶν καὶ θλίψεων; ταῦτα γὰρ τὰς ἐν ἡμῖν ἀκάνθας τῶν λογισμῶν ἐκτέμνει, καὶ τὴν καρδίαν εὐρυτέραν εἰς τὴν τῶν νόμων τῶν θείων ὑποδοχὴν ἐργά‐ | |
5 | ζεται. „ἐν θλίψει γάρ“, φησίν, „ἐπλάτυνάς μοι“. τότε τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ θεοῦ διαβαίνομεν, εὔζωνες διὰ τῆς τῶν πειρασμῶν ὑπο‐ μονῆς γινόμενοι. | |
35(1t) | Ἀνωνύμου. | |
2 | ... Εἶδες ἐφ’ ἑκάτερα τὰ μέρη μεγίστην δύναμιν; ἐμέ τε γὰρ ἐν μέσοις ὄντα τοῖς δεινοῖς διασῶσαι δυνήσῃ, ἐκείνους δὲ μαινομένους καὶ λυττῶντας καὶ πῦρ πνέοντας καταστεῖλαι. | |
36(1t) | Ἀνωνύμου. | |
2 | Εἴρηται καὶ τοῖς περὶ φύσεως καὶ γενέσεως τῶν ζῴων πραγμα‐ | |
τευσαμένοις, ἀόρατον εἶναι καὶ ἀκατάληπτον τὴν εἰς ὀστέον τοῦ αἵ‐ ματος μεταβολήν, καίτοι τῶν ἄλλων, σαρκῶν καὶ νεύρων λέγω, ὅπως | 152 | |
5 | ποτὲ ἔχουσι γενέσεως θεωρουμένων. καὶ ἡ γραφὴ δὲ τοῦ ἐκκλησιαστοῦ παρίστησι τοῦτο λέγουσα „ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης, οὕτως οὐ γνώσῃ ποιήματα τοῦ θεοῦ“· „οὐκ ἐκρύβη δὲ ἀπὸ σοῦ, οὐδὲ ἡ ὑπό‐ στασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆσ“ φθάσασα ... | |
38 | Ἐκ μεταφορᾶς τῶν θηρίων, ἃ τῶν ὀδόντων στερούμενα, εὐκατα‐ | |
φρόνητα λίαν ἐστίν. | 153 |