TLG 2115 011 :: HIPPOLYTUS :: Fragmenta in Psalmos

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

Fragmenta in Psalmos

Source: Achelis, H. (ed.), Hippolyt’s kleinere exegetische und homiletische Schriften [Die griechischen christlichen Schriftsteller 1.2] Leipzig: Hinrichs, 1897: 130, 146–147, 153.

frr. 1, 18–20, 37

Cf. et 2115 012, 052

Citation: Fragment — (line)

1

μουσικοῦ τινος μέλους ἢ ῥυθμοῦ τροπῆς γενομένης ἢ δια‐ νοίας ἐνηλλαγμένης ἔγραψαν τὸ διάψαλμα οἱ ἑρμηνεύσαντες, ὡς
5Ἱππόλυτος ὁ σοφώτατός φησιν. ὁ μὲν ψαλμὸς ἔοικεν ἀπὸ τοῦ ψαλτηρίου παρωνύμως ἐπικεκλῆ‐ σθαι· λέγεται δὲ ψαλτήριον ὄργα‐ νόν τι μουσικὸν παρὰ τὴν κιθάραν
10διαλλάττον τῷ σχήματι, ἐν ᾧ τὴν κρουομένην ᾠδὴν ψαλμὸν προσ‐ αγορεύεσθαι· ᾠδὴν δὲ εἶναι τὴν διὰ μέλους ἀναφωνουμένην ἄνευ ὀργάνου ῥῆσιν μουσικήν· ψαλμὸν
15δὲ ᾠδῆς λέγεσθαι, ἐπειδὰν προη‐ γησαμένης τὸ αὐτὸ τῆς ᾠδῆς μέλος, διὰ τοῦ ψαλτηρίου κρουσθῇ· ᾠδὴν
δὲ ψαλμοῦ τὸ ἀνάπαλιν.130

18

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) ἐκ τῆς ἑρμηνείας τοῦ δευτέρου ψαλμοῦ.
2 Οὗτος ὁ προελθὼν εἰς τὸν κόσμον, θεὸς καὶ ἄνθρωπος ἐφανερώθη. καὶ τὸν μὲν ἄνθρωπον αὐτοῦ εὐκόλως ἐστὶ νοεῖν, ὅτε πεινᾷ, καὶ κοπιᾷ, καὶ κάμνων διψᾷ, καὶ δειλιῶν φεύγει, καὶ προσευχόμενος λυ‐
5πεῖται, καὶ ἐπὶ προσκεφαλαίου καθεύδει, καὶ ποτήριον πάθους παραι‐ τεῖται, καὶ ἀγωνιῶν ἱδροῖ, καὶ ὑπ’ ἀγγέλου δυναμοῦται, καὶ ὑπὸ Ἰούδα παραδίδοται, καὶ ἀτιμάζεται ὑπὸ Καϊάφα, καὶ ἀπὸ Ἡρώδου ἐξουθε‐ νεῖται, μαστίζεταί τε ὑπὸ Πιλάτου, καὶ ὑπὸ στρατιωτῶν παίζεται, καὶ ὑπὸ Ἰουδαίων ξύλῳ προσπήγνυται, καὶ πρὸς πατέρα βοῶν παρα‐
10τίθεται τὸ πνεῦμα, καὶ κλίνων κεφαλὴν ἐκπνεῖ, καὶ πλευρὰν λόγχῃ νύσσεται, καὶ σινδόνι ἑλισσόμενος ἐν μνημείῳ τίθεται, καὶ τριήμερος ὑπὸ πατρὸς ἀνίσταται. τὸ δὲ θεϊκὸν αὐτοῦ πάλιν φανερῶς ἐστιν ἰδεῖν, ὅτε ὑπ’ ἀγγέλων προσκυνεῖται, καὶ θεωρεῖται ὑπὸ ποιμένων, καὶ προσδοκᾶται ὑπὸ Συμεών, καὶ ὑπὸ Ἄννης μαρτυρεῖται, καὶ ζητεῖται
15ὑπὸ μάγων, καὶ σημαίνεται δι’ ἀστέρος, καὶ ὕδωρ ἐν γάμοις οἶνον ἀπεργάζεται, καὶ θαλάττῃ ὑπὸ βίας ἀνέμων κινουμένῃ ἐπιτιμᾷ, καὶ ἐπὶ θαλάσσης περιπατεῖ, καὶ τυφλὸν ἐκ γεννητῆς ὁρᾶν ποιεῖ, καὶ νεκρὸν Λάζαρον τετραήμερον ἀνιστᾷ, καὶ ποικίλας δυνάμεις τελεῖ, καὶ ἁμαρτίας ἀφίησιν, καὶ ἐξουσίαν δίδωσι μαθηταῖς.

19

(1t)

Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος
2ἐκ τοῦ λόγου τοῦ εἰς τὸ „κύριος ποιμαίνει με“. Καὶ „κιβωτὸσ“ δὲ „ἐκ ξύλων ἀσήπτων“ αὐτὸς ἦν ὁ σωτήρ. τὸ γὰρ ἄσηπτον αὐτοῦ καὶ
ἀδιάφθορον σκῆνος ταύτῃ κατηγγέλλετο, τὸ μηδεμίαν ἁμαρτήματος146
5σηπεδόνα φύσαν. ὁ γὰρ ἁμαρτήσας καὶ ἐξομολογούμενός φησι „προσ‐ ώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.“ ὁ δὲ κύριος ἀναμάρτητος ἦν, ἐκ τῶν „ἀσήπτων ξύλων“ τὸ κατὰ ἄνθρωπον, τουτέστιν ἐκ τῆς παρθένου καὶ τοῦ ἁγίου πνεύματος, ἔσωθεν καὶ ἔξωθεν τοῦ λόγου τοῦ θεοῦ οἷα καθαρωτάτῳ χρυσίῳ περι‐
10κεκαλυμμένος.

20

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) ἐκ τοῦ λόγου τοῦ εἰς τὸν κγʹ ψαλμόν.
2 Ἔρχεται ἐπὶ τὰς οὐρανίας πύλας, ἄγγελοι αὐτῷ συνοδεύουσι καὶ κεκλεισμέναι εἰσὶν αἱ πύλαι τῶν οὐρανῶν. οὐδέπω γὰρ ἀναβέβηκεν εἰς οὐρανούς· πρῶτον νῦν φαίνεται ταῖς δυνάμεσι ταῖς οὐρανίαις σὰρξ
5ἀναβαίνουσα. λέγεται οὖν ταῖς δυνάμεσιν ὑπὸ τῶν ἀγγέλων τῶν προ‐ τρεχόντων τὸν σωτῆρα καὶ κύριον „ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.“

37

(1t)

Ἱππολύτου.
2Περὶ τῆς Χριστοῦ ἀναστάσεως φησίν.147