TLG 2115 010 :: HIPPOLYTUS :: Fragmentum de engastrimytho [Sp.]

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

Fragmentum de engastrimytho [Sp.]

Source: Achelis, H. (ed.), Hippolyt’s kleinere exegetische und homiletische Schriften [Die griechischen christlichen Schriftsteller 1.2] Leipzig: Hinrichs, 1897: 123.

Citation: (Line)

tΕΙΣ ΕΓΓΑΣΤΡΙΜΥΘΟΝ
1 Ζητεῖται εἰ ἀνῆλθε Σαμουὴλ διὰ τῆς ἐγγαστριμύθου ἢ οὔ. καὶ εἰ μὲν δῶμεν ὅτι ἀνῆλθεν, τὰ ψευδῆ συνιστῶμεν· πῶς γὰρ ἠδύνατο δαίμων ψυχήν, οὐ λέγω δικαίου μόνον, ἀλλὰ καὶ τοῦ τυχόντος, τὴν ἀπελθοῦσαν, ἣν οὐκ ᾔδει ποῖ διάγει, καλέσαι; „ἀλλά“, φησίν, „πῶς
5οὖν ἡ γυνὴ ἐπτοήθη, καὶ παρὰ τὸ ἔθος εἶδεν ἀνιόντας ἀνθρώπους; εἰ γὰρ μὴ παρὰ τὸ ἔθος εἶδεν, οὐκ ἂν εἶπεν „θεοὺς ἀναβαίνοντας ἐκ τῆς γῆς ἐγὼ ὁρῶ“· ἕνα ἐκάλεσεν, καὶ πῶς ἀνῆλθον πολλοί“; τί οὖν; ὅλων τῶν φανέντων φαμὲν ἀνελθεῖν τὰς ψυχάς, καὶ ταύτας παρὰ τῆς γυναικὸς μὴ κληθείσας, ἢ ἐκείνων φαντασία τὰ ὁρώμενα; οὐκοῦν
10καὶ τοῦτο. „πῶσ“, φησίν, „ἐπιγνοὺς Σαοὺλ προσεκύνησεν“; ἀλλὰ Σαοὺλ οὐκ εἶδεν, ἀλλ’ ἀκούσας παρὰ τῆς γυναικός, ὅπερ ἔβλεπεν, σχῆμα τῶν ἀνιόντων ἑνὸς καὶ ἐπιγνοὺς ὡς Σαμουήλ, τοιούτῳ ἐχρᾶτο, προσ‐ εκύνησεν. οὐδὲν δὲ τῷ δαίμονι μορφῶσαι, ὅπερ ᾔδει, σχῆμα τοῦ Σα‐ μουήλ. „πῶς οὖν προεῖπεν“, φησίν, „τὰ μέλλοντα συμβαίνειν τῷ Σαούλ,
15καὶ τῷ Ἰωνάθαν ἐν ταὐτῷ κακά; τὸ μὲν τέλος προεῖπε τοῦ πολέμου, ὡς Σαοὺλ ἡττηθήσεται, στοχασαμένη ἀπὸ τῆς περὶ αὐτὸν ὀργῆς τοῦ θεοῦ.“ ὡσανεὶ ἰατρὸς ὁ μὴ ἀκριβῆ τῆς ἐπιστήμης ἔχων τὴν γνῶσιν, ἀπεγνωσμένον ἄρρωστον θεασάμενος, εἴπῃ τούτου τὸν θάνατον, περὶ τὴν ὥραν σφαλλόμενος, οὕτω καὶ ὁ δαίμων ἀπὸ τῶν ἔργων τοῦ
20Σαούλ, καὶ αὐτοῦ τοῦ ἐγχειρήματος τῆς ἐγγαστριμύθου, εἰδὼς τοῦ θεοῦ τὴν ὀργήν, προλέγει τὴν ἧτταν ὁμοῦ καὶ τὸν θάνατον, περὶ τὴν
ἡμέραν τοῦ θανάτου σφαλείς.123