TLG 2115 009 :: HIPPOLYTUS :: In Helcanam et Annam

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

In Helcanam et Annam

Source: Achelis, H. (ed.), Hippolyt’s kleinere exegetische und homiletische Schriften [Die griechischen christlichen Schriftsteller 1.2] Leipzig: Hinrichs, 1897: 121–122.

frr. 1–4

Citation: Fragment — (line)

t

ΕΙΣ ΤΟΝ ΕΛΚΑΝΑΝ ΚΑΙ ΕΙΣ ΤΗΝ ΑΝΝΑΝ

1

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)
2tἐκ τοῦ λόγου τοῦ εἰς τὸν Ἐλκανᾶν καὶ τὴν Ἄνναν.
3 Ἄγε δή μοι, ὦ Σαμουήλ, εἰς Βηθλεὲμ ἑλκομένην τὴν δάμαλιν, ἵνα ἐπιδείξῃς τὸν ἐκ Δαβὶδ βασιλέα τικτόμενον, καὶ τοῦτον ὑπὸ πα‐
5τρὸς βασιλέα καὶ ἱερέα χριόμενον.

2

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)
2tἐκ τοῦ αὐτοῦ λόγου (d. h. εἰς τὸν Ἐλκανᾶν καὶ τὴν Ἄνναν).
3 Εἰπέ μοι, ὦ μακαρία Μαρία, τί ἦν τὸ ὑπὸ σοῦ ἐν τῇ κοιλίᾳ συν‐ ειλημμένον, καὶ τί ἦν τὸ ὑπὸ σοῦ ἐν παρθενικῇ μήτρᾳ βασταζόμε‐
5νον; λόγος γὰρ ἦν θεοῦ πρωτότοκος ἀπ’ οὐρανῶν ἐπὶ σὲ κατερχό‐ μενος, καὶ ἄνθρωπος πρωτότοκος ἐν κοιλίᾳ πλασσόμενος, ἵν’ ὁ πρω‐ τότοκος λόγος θεοῦ πρωτοτόκῳ ἀνθρώπῳ συναπτόμενος δειχθῇ.

3

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)
2tἐκ τοῦ αὐτοῦ λόγου (d. h. εἰς τὸν Ἐλκανᾶν καὶ τὴν Ἄνναν).
3Τὴν δὴ δευτέραν, τὴν διὰ τῶν προφητῶν ὡς διὰ τοῦ Σαμουήλ,
ἀνακαλῶν καὶ ἐπιστρέφων τὸν λαὸν ἀπὸ τῆς δουλείας τῶν ἀλλοφύ‐121
5λων. τὴν δὲ τρίτην, ἐν ᾗ ἔνσαρκος παρῆν, τὸν ἐκ τῆς παρθένου ἄνθρωπον ἀναλαβών, ὃς καὶ „ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ αὐτῇ“.

4

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)
2tἐκ τοῦ εἰς τὸν Ἐλκανᾶν καὶ εἰς τὴν Ἄνναν.
3 Καὶ διὰ τοῦτο τρεῖς καιροὶ τοῦ ἐνιαυτοῦ προετυποῦντο εἰς αὐτὸν τὸν σωτῆρα, ἵνα τὰ προφητευθέντα περὶ αὐτοῦ μυστήρια ἐπιτελέσῃ.
5ἐν μὲν τῷ πάσχα, ἵνα ἑαυτὸν ἐπιδείξῃ τὸν μέλλοντα ὡς πρόβατον θύεσθαι καὶ ἀληθινὸν πάσχα δείκνυσθαι, ὡς ὁ ἀπόστολος λέγει „τὸ δὲ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη, Χριστὸς ὁ θεός.“ ἐν δὲ τῇ πεντη‐ κοστῇ, ἵνα προσημήνῃ τὴν τῶν οὐρανῶν βασιλείαν, αὐτὸς πρῶτος εἰς
οὐρανοὺς ἀναβάς, καὶ τὸν ἄνθρωπον δῶρον τῷ θεῷ προσενέγκας.122