TLG 2115 007 :: HIPPOLYTUS :: In canticum Mosis HIPPOLYTUS Scr. Eccl. In canticum Mosis frr. 1–3 Citation: Fragment — (line) | ||
t | ΕΙΣ ΤΗΝ ΩΙΔΗΝ ΤΗΝ ΜΕΓΑΛΗΝ | |
1(1t) | Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) | |
2t | ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ᾠδὴν τὴν μεγάλην. | |
---|---|---|
3 | Ὁ τὸν ἀπολωλότα ἐκ γῆς πρωτόπλαστον ἄνθρωπον καὶ ἐν δεσ‐ μοῖς θανάτου κρατούμενον ἐξ ᾅδου κατωτάτου ἑλκύσας· ὁ ἄνωθεν | |
5 | κατελθὼν καὶ τὸν κάτω εἰς τὰ ἄνω ἀνενέγκας· ὁ τῶν νεκρῶν εὐαγ‐ γελιστὴς καὶ τῶν ψυχῶν λυτρωτής, καὶ ἀνάστασις τῶν τεθαμμένων γινόμενος, οὗτος ἦν ὁ τοῦ νενικημένου ἀνθρώπου γεγενημένος βοηθός, κατ’ αὐτὸν ὅμοιος αὐτῷ, πρωτότοκος λόγος τὸν πρωτόπλαστον Ἀδὰμ ἐν τῇ παρθένῳ ἐπισκεπτόμενος· ὁ πνευματικὸς τὸν χοϊκὸν ἐν τῇ | |
10 | μήτρᾳ ἐπιζητῶν· ὁ ἀεὶ ζῶν τὸν διὰ παρακοῆς ἀποθανόντα· ὁ οὐρά‐ νιος τὸν ἐπίγειον εἰς τὰ ἄνω καλῶν· ὁ εὐγενὴς τὸν δοῦλον διὰ τῆς ἰδίας ὑπακοῆς ἐλεύθερον ἀποδεῖξαι θέλων· ὁ τὸν εἰς γῆν λυόμενον ἄνθρωπον καὶ βρῶμα ὄφεως γεγενημένον, εἰς ἀδάμαντα τρέψας, καὶ τοῦτον ἐπὶ ξύλου κρεμασθέντα, κύριον κατὰ τοῦ νενικηκότος ἀποδεί‐ | |
15 | ξας, καὶ διὰ τοῦτο διὰ ξύλου νικηφόρος εὑρίσκεται. | |
2(1t) | Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) | |
2t | ἐκ τοῦ αὐτοῦ λόγου (d. h. εἰς τὴν ᾠδὴν τὴν μεγάλην). | |
3 | Οἱ γὰρ τὸν υἱὸν τοῦ θεοῦ ἔνσαρκον νῦν μὴ ἐπιγινώσκοντες ἐπι‐ γνώσονται αὐτὸν κριτὴν ἐν δόξῃ παραγινόμενον, τὸν νῦν ἐν ἀδόξῳ | |
5 | σώματι ὑβριζόμενον. | 83 |
3(1t) | Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) | |
2t | ἐκ τοῦ αὐτοῦ λόγου (d. h. εἰς τὴν ᾠδὴν τὴν μεγάλην). | |
3 | Καὶ γὰρ οἱ ἀπόστολοι ἐλθόντες εἰς τὸ μνημεῖον τῇ ἡμέρᾳ τῇ τρίτῃ οὐχ εὕρισκον τὸ σῶμα τοῦ Ἰησοῦ· ὃν τρόπον υἱοὶ τοῦ Ἰσραὴλ | |
5 | τὴν ταφὴν τοῦ Μωϋσέως ἀναβάντες ἐν τῷ ὄρει ἐζήτουν καὶ οὐχ | |
εὕρισκον. | 84 |