TLG 2115 006 :: HIPPOLYTUS :: De benedictione Balaam (fragmentum ex Leontio) HIPPOLYTUS Scr. Eccl. De benedictione Balaam (fragmentum ex Leontio) Cf. et 2115 046 Citation: (Line) | ||
1t | ΕΚ ΤΩΝ ΕΥΛΟΓΙΩΝ ΤΟΥ ΒΑΛΑΑΜ | |
---|---|---|
2t | Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τῶν εὐλογιῶν τοῦ | |
3t | Βαλαάμ. | |
4 | Ἵνα δὲ δειχθῇ τὸ συναμφότερον ἔχων ἐν ἑαυτῷ, τήν τε τοῦ θεοῦ | |
5 | οὐσίαν καὶ τὴν ἐξ ἀνθρώπων, ὡς καὶ ὁ ἀπόστολος λέγει „μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦσ“. „ὁ δὲ μεσίτης ἑνὸς ἀνθρώπου οὐ γίνεται“, ἀλλὰ δύο. ἔδει οὖν τὸν Χριστὸν θεοῦ καὶ ἀν‐ θρώπων μεσίτην γενόμενον παρ’ ἀμφοτέρων ἀρραβῶνά τινα εἰληφέναι, | |
ἵνα φανῇ δύο προσώπων μεσίτης. | 82 |