TLG 2115 004 :: HIPPOLYTUS :: Fragmenta in Genesim

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

Fragmenta in Genesim

Source: Achelis, H. (ed.), Hippolyt’s kleinere exegetische und homiletische Schriften [Die griechischen christlichen Schriftsteller 1.2] Leipzig: Hinrichs, 1897: 51–53, 55–71.

frr. 1–6, 8–52

Cf. et 2115 005, 038

Citation: Fragment — (line)

1

(1t)

Ἱππολύτου ἐπισκόπου Ῥώμης.
2 Οὐκ εἶπεν „ἡμέρα πρώτη“. εἰ γὰρ πρώτην ἡμέραν εἶπεν, ἀνάγ‐ κην εἶχεν εἰπεῖν καὶ δευτέραν γινομένην. ἀλλ’ ἔδει μὴ πρώτην λέγειν ἀλλὰ „μίαν“, ἵνα διὰ τοῦ „μίαν“ εἰπεῖν ταύτην δείξῃ κυκλουμένην
5καὶ ἑβδομάδα διατελοῦσαν, μίαν δὲ ὑπάρχουσαν.

2

(1t)

Ἱππολύτου ἐπισκόπου Ῥώμης.
2 Τῆς γὰρ τοῦ ὕδατος περισσείας ἐπιφερομένης εἰς τὸ πρόσωπον τῆς γῆς, διὸ καὶ „ἀόρατος ἦν ἡ γῆ καὶ ἀκατασκεύαστοσ“, ἡνίκα ἠθέ‐ λησεν ὁ πάντων δεσπότης ὁρατὸν τὸ „ἀόρατον“ ποιῆσαι, τότε δὴ
5τότε τὸ τρίτον μέρος τῶν ὑδάτων πήγνυσιν ἐν μέσῳ, τὸ τρίτον δὲ εἰς τὸ ἄνω ἐχώριζεν, ἀναλαμβάνων τῇ ἑαυτοῦ δυνάμει ἅμα τῷ στερεώ‐ ματι, τὸ δὲ τρίτον εἰς τὸ κάτω κατέλιπε πρὸς χρῆσιν καὶ „ἀπόλαυ‐ σιν“ τοῖς ἀνθρώποις.51

3

(1t)

Τοῦ ἁγίου Ἱππολύτου Ῥώμης ἐκ τῆς εἰς τὴν γένεσιν πραγματείας.
2 „Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς.“ τί δὲ ἔστι τοῦτο; ἆρα μὴ κατὰ τὴν τινῶν ὑπόνοιαν τρεῖς ἀνθρώπους λέ‐ γομεν γεγονέναι, ἕνα πνευματικόν, καὶ ἕνα ψυχικόν, καὶ ἕνα χοϊκόν;
5οὐχ οὕτως ἔχει, ἀλλὰ περὶ ἑνὸς ἀνθρώπου ἡ πᾶσα διήγησις· τὸ γὰρ „ποιήσωμεν“ περὶ μέλλοντός ἐστιν· τὸ δὲ „ἐποίησεν ὁ θεὸς τὸν ἄν‐ θρωπον χοῦν ἀπὸ τῆς γῆσ“, ... ὥστε περὶ ἑνὸς ἀνθρώπου τοῦ αὐτοῦ ἡ διήγησις γίνεται· τότε γὰρ λέγει γενέσθαι, νῦν δὲ ποιεῖ, καὶ τὸ πῶς ποιεῖ διηγεῖται.

4

(4t)

Ἱππολύτου ἐπισκόπου.
6 Τινὲς βούλονται λέγειν εἰς τὸν οὐρανὸν εἶναι τὸν παράδεισον καὶ μὴ εἶναι ἐκ τῆς κτίσεως. ὁπότε τοίνυν ὁρῶνται οἱ ποταμοὶ ὑπὸColumn end
10ὀφθαλμῶν ἐκπορευόμενοι ἐξ αὐ‐ τοῦ, ἐν οἷς καὶ σήμερόν ἐστι πάν‐ τας ἱστορεῖν τοὺς θέλοντας ὁρᾶν, ἄρα λογιζέσθω πᾶς, ὅτι οὐκ εἰς τὸν οὐρανόν, ἀλλ’ ὄντως ἐν τῇ
15κτίσει πεφύτευται. ἔστι δὲ τόπος
ἀνατολῆς καὶ χωρίον ἐκλογῆς.Column end

4a

(1t)

Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου
2tῬώμης.
3 Ταῦτα δὲ ἀνάγκην ἔχομεν διη‐ γήσασθαι, ὅπως τὴν ὑπόνοιαν τὴν
5τῶν πολλῶν ἀνέλωμεν. τινὲς γὰρ
βούλονται λέγειν εἰς τὸν οὐρανὸν εἶναι τὸν παράδεισον καὶ μὴ εἶναι ἐκ τῆς κτίσεως. ὁπότε τοίνυν ὁρῶν‐ ται οἱ ποταμοὶ ὑπὸ τῶν ὀφθαλμῶν52
10ἡμῶν ἐκπορευόμενοι ἐξ αὐτοῦ, ἐν οἷς καὶ σήμερόν ἐστι πάντας ἱστορεῖν τοὺς θέλοντας, ἄρα λογιζέσθω πᾶς, ὅτι οὐκ εἰς τὸν οὐρανόν, ἀλλ’ ὄντως ἐν τῇ κτίσει πεφύτευται. ἔστι δὲ
15τόπος ἀνατολῆς καὶ χωρίον ἐκ‐
λογῆς.Column end

5

(1t)

Ἱππολύτου ἐπισκόπου Ῥώμης καὶ μάρτυρος.
2 „Φύλλα συκῆς ἐποίει ἑαυτῷ περιζώματα“, σύμβολα τῶν ἰδίων ἁμαρτημάτων. φύλλον γὰρ συκῆς ἡνίκα ἂν τοῦ σώματος ἅψηται, κνησμονὴν παρέχει. αὐτὸς οὖν ἑαυτῷ προφήτης τῶν μελλόντων ἔλεγ‐
5χον τῆς παραβάσεως τὴν κνησμονὴν δείκνυσιν.

6

(1t)

Ἱππολύτου ἐπισκόπου.
2 Νεκρὰν γὰρ σκέπην ἐποίει τῷ νεκρωθέντι διὰ τὴν ἁμαρτίαν. τῷ γὰρ νεκρὰ ἁμαρτήματα ἔχοντι περὶ τὸ σῶμα φθορὰν ἐσήμαινε τὸ
δέρμα.53

8

(1t)

Ἱππολύτου ἐπισκόπου Ῥώμης.
2 Ὁ πρῶτος λαός, ὁ ἐκ περιτομῆς· „ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου“, καθὼς ὑπέσχετο ὁ θεὸς „τῷ Ἀβραὰμ τὴν ἐπαγγελίαν καὶ τῷ σπέρ‐ ματι αὐτοῦ.“ „σκληρὸς δὲ φέρεσθαι“, ἐπειδὴ παρεσκληρύνθη ὁ λαὸς
5πρὸς τὴν ὑπακοὴν τοῦ θεοῦ. „καὶ σκληρὸς αὐθάδησ“, ὅτι οὐ μόνον σκληρὸς πρὸς τὴν ὑπακοὴν τοῦ θεοῦ, ἀλλ’ ὅτι καὶ „αὐθάδησ“ ἐγένετο πρὸς τὸ χεῖρας ἐπιβαλεῖν τῷ κυρίῳ. „ἐξύβρισασ“, ἐπειδὴ διὰ τοῦ κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξύβρισεν ὁ λαὸς τὸν πατέρα. „μὴ ἐκζέσῃσ“ δὲ λέγει τὸ πνεῦμα παρακλητικῶς, ἵνα μὴ τέλεον ἐκζέσας ὑπερχυθῇ,
10ἐλπίδα δὲ δοὺς αὐτῷ σωτηρίας· τὸ γὰρ ἐκζέσαν καὶ ἐκχυθὲν ἀπώ‐ λετο. „ἀνέβης γὰρ ἐπὶ τῆς κοίτης τοῦ πατρός σου“ πρῶτον μὲν τὸ συμβὰν λέγει, ὅτι ἐπ’ ἐσχάτων τῶν ἡμερῶν μέλλει ὁ λαὸς ἐπιβουλεύειν
τῇ κοίτῃ τοῦ πατρός, τουτέστι τῇ νύμφῃ ἐκκλησίᾳ, πρὸς τὸ βούλε‐ σθαι αὐτὴν διαφθεῖραι· ὅπερ καὶ πράττει μέχρι καὶ τήμερον ἐπιβου‐55
15λεύων αὐτῇ διὰ τῶν βλασφημιῶν.

9

(1t)

Ἱππολύτου ἐπισκόπου Ῥώμης.
2 Ἐπειδήπερ ἐκ τοῦ Συμεὼν γραμματεῖς, ἐκ δὲ τοῦ Λευῒ ἱερεῖς. γραμματεῖς γὰρ καὶ ἱερεῖς „συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν“· μίαν γνώμην ἔχοντες ἀνεῖλον τὸν κύριον.

10

(1t)

Ἱππολύτου.
2 Προανεφώνησε τὸ πνεῦμα τὴν ἀθέμιτον „βουλὴν“ αὐτῶν προαγο‐ ρεῦον.

11

(1t)

Ἱππολύτου Ῥώμης.
2 Τοῦτο λέγει ἐπὶ τῇ συνελεύσει ᾗ μέλλουσι συνέρχεσθαι ἐπὶ τὸν κύριον. ὅτι δὲ ταύτην συνέλευσιν λέγει, δῆλόν ἐστιν ἡμῖν. ψάλλει γὰρ ὁ μακάριος Δαβὶδ „ἄρχοντες συνήχθησαν κατὰ τοῦ κυρίου καὶ
5κατὰ τοῦ Χριστοῦ αὐτοῦ.“ ἐπὶ ταύτην δὲ τὴν συνέλευσιν προηγό‐ ρευσε τὸ πνεῦμα λέγον „μὴ ἐρείσαι τὰ ἥπατά μου“, ῥύσασθαι βουλό‐ μενον αὐτούς, ὡς εἰ δυνατὸν μὴ γενέσθαι δι’ αὐτῶν τὸ μέλλον κακόν.56

12

(1t)

Ἱππολύτου.
2Τουτέστιν ὅτι ἐν τῇ ὀργῇ αὐτῶν „ἀπέκτειναν“ τοὺς προφήτας.

13

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου).
2 Φανερὸν ἡμῖν γίνεται, ὅτι ἐπειδὴ ἀπὸ τῶν πονηρῶν ἐπιθυμιῶν ἐπέστρεφεν αὐτοὺς ὁ σωτήρ, ἀνεῖλον αὐτόν. οὗτος γὰρ ἦν ὁ „ταῦροσ“ ὁ ἰσχυρός, αὕτη οὖν ἡ „ἐπιθυμία“ ἡ πονηρά· „ἐνευροκόπησαν“ δέ,
5ἐπειδήπερ ἐν τῷ ξύλῳ πεπηγότος αὐτοῦ διέτρησαν τὰ νεῦρα.

12-13

„Ἀπέκτειναν“ μὲν τοὺς „ἀνθρώπους, ἐνευροκόπησαν δὲ ταῦρον“, ὅτι „ταῦ‐ ρον“ ἰσχυρὸν τὸν Χριστὸν λέγει. „ἐνευροκόπησαν“ δέ, ἐπειδὴ ἐν τῷ ξύλῳ πεπηγότος αὐτοῦ διέτρησαν τὰ νεῦρα.

14

(1t)

Ἱππολύτου.
2Τὸ πνεῦμα καταρᾶται οὐ παντὶ τῷ λαῷ, ἀλλὰ τοῖς ἐπισυστᾶσιν
ἐπ’ αὐτόν.57

15

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου).
2 Τοῦτο δῆλον, ὅτι καὶ ἕως τῆς σήμερον ἡμέρας „ἡ μῆνις αὐτῶν σκληρύνεται“.

16

(1t)

Ἱππολύτου ἐπισκόπου Ῥώμης.
2 Σαφῶς ἐπιστάμεθα, ὅτι „Ἰσραήλ“ ἐστιν ἄνθρωπος ὁρῶν τὸν θεόν. τοῦτο οὖν λέγει, ὅτι ἄλλοι „τὸν θεὸν ὄψονται“, καὶ οὐκ αὐτοί. τὸ δὲ „διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ“, ὅτι διασπαρήσονται εἰς πάντα τὰ ἔθνη
5τὰ ὁρῶντα τὸν θεόν.

17

(1t)

Ἱππολύτου ἐπισκόπου Ῥώμης.
2 „Ἐχθροὺσ“ λέγει, καθώς φησιν ὁ πατὴρ αὐτοῦ „κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.“ „ἐχ‐ θροὶ“ γάρ εἰσιν οἱ διώξαντες αὐτὸν καὶ ἕως τῆς σήμερον διώκοντες.
5τὸ δὲ „αἱ χεῖρές σου“ τουτέστιν ἡ ἰσχύς σου. τὸ δὲ „ἐπὶ νώτου τῶν ἐχθρῶν σου“, ὅτι κἂν ἀποφύγωσιν αὐτόν, ἐπ’ ἐσχάτων τῶν καιρῶν ἐξομολογήσεται αὐτῷ ὁ λαός. οὗτοι γάρ εἰσιν οἱ υἱοὶ τοῦ πατρὸς αὐτοῦ, καθὼς λέγει διὰ Ἡσαΐου τοῦ προφήτου „υἱοὺς ἐγέννησα καὶ
ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.“58

18

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου).
2 Ἐμφαίνων τὸ κατὰ σάρκα τοῦ κυρίου ἡμῶν, ὅτι ἐξ ἁγίου πνεύ‐ ματος καὶ ἐκ Μαρίας ἐγεννήθη. λέγει γὰρ καὶ ἐν ἄλλῃ γραφῇ· „καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβή‐
5σεται.“

19

(1t)

Ἱππολύτου.
2Τοῦτό φησι δηλῶν πατέρα καὶ κύριον.

20

(1t)

Ἱππολύτου Ῥώμης.
2 Τουτέστιν ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί. „τίς ἐγερεῖ αὐτόν“; τίς ἄλλος ἢ αὐτὸς ἑαυτόν;

21

(1t)

Ἱππολύτου.
2 Δῆλον ὅτι „οὐκ ἐκλείψει“ τὸ σπέρμα τὸ ἅγιον πρὸ τοῦ γεννηθῆναι τὸν κύριον ἡμῶν, τουτέστιν μέχρι τῆς ἐλεύσεως τοῦ κυρίου. δεῖ τοὺς ἡγουμένους τοῦ λαοῦ ἁγίους παραμεῖναι ἕως γεννηθῇ 〈ὁ〉 κύριος· μετὰ
5ταῦτα γὰρ οὐδεὶς ἔσται „ἡγούμενοσ“ τοῦ λαοῦ.

22

(1t)

Ἱππολύτου.
2 Καθὼς λέγει αὐτὸς ὁ κύριος ἡμῶν „ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀλη‐ θινή.“ „πῶλον“ δὲ τὴν ἐξ ἐθνῶν κλῆσιν λέγει· ἀδάμαστος γὰρ καὶ ἀχαλιναγώγητός ἐστιν ὁ πῶλος. τοῦτο δὲ ἡ μὲν ἡμῶν 〈κλῆσισ〉 πρὸ
5τῆς ἐλεύσεως τοῦ κυρίου ἡμῶν, τὸ δὲ „δεσμεύων“ δηλοῖ τὸ προσηρ‐
τῆσθαι τῷ κυρίῳ ἡμῶν.59

23

(1t)

Ἱππολύτου Ῥώμης.
2 Λέγει καὶ ἄλλον „πῶλον“, τὴν ἐκ περιτομῆς κλῆσιν, „ὄνον“ δὲ μίαν, δηλῶν ἡμῖν, ὅτι ἐκ μιᾶς „ὄνου“, τουτέστιν ἐκ μιᾶς πίστεως οἱ δύο „πῶλοι“, ὅπερ ἐστὶν αἱ δύο κλήσεις· καὶ τὸν μὲν „πῶλον“ προσ‐
5δεδέσθαι ἐν τῇ „ἀμπέλῳ“, τὸν δὲ ἕτερον ἐν „τῇ ἕλικι“, ὅπερ ὑπολαμ‐ βάνομεν, τὴν μὲν ἐξ ἐθνῶν κλῆσιν προσδεδέσθαι τῷ κυρίῳ, τὴν δὲ ἐκ περιτομῆς τῇ τοῦ νόμου παλαιότητι.

24

(1t)

Ἱππολύτου.
2 Τουτέστι διὰ τοῦ ἁγίου πνεύματος καὶ τοῦ λόγου τῆς ἀληθείας καθαριεῖ τὴν σάρκα, ὅπερ ἐμφαίνει „τὴν στολήν“. „καὶ ἐν αἵματι σταφυλῆσ“ θλιβείσης καὶ ἀνιείσης αἷμα, ὅπερ ἐστὶν ἡ σὰρξ τοῦ κυρίου,
5ἥτις πᾶσαν τὴν ἐξ ἐθνῶν κλῆσιν καθαρίζει.60

25

(1t)

Ἱππολύτου Ῥώμης.
2 Τουτέστι φαιδροὶ „οἱ ὀφθαλμοὶ αὐτοῦ“, καὶ ἀπὸ τοῦ λόγου τῆς ἀληθείας. ἐπιβλέπουσι γὰρ ἐπὶ πάντας τοὺς πιστεύσαντας εἰς αὐτόν.

26

(1t)

Ἱππολύτου Ῥώμης.
2 Καὶ τὸ „λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα“ λαμβάνομεν, ὅτι τὰ ῥήματα αὐτοῦ φωτεινὰ γίνονται τοῖς πιστεύουσι δι’ αὐτοῦ.

27

(1t)

Ἱππολύτου ἐπισκόπου Ῥώμης.
2Δηλοῖ καὶ τοῦτο τὴν ἐξ ἐθνῶν κλῆσιν, ὅτι εἰς πᾶσαν τὴν γῆν
καὶ τὴν θάλασσαν ἐξελεύσεται ἡ χάρις τοῦ Χριστοῦ· λέγει γὰρ „καὶ παρ’ ὅρμον πλοίων καὶ παρατενεῖ ἕως Σιδῶνος.“ ὅτι δὲ εἰς τὴν ἐξ61
5ἐθνῶν κλῆσιν τοῦτο προκηρύσσει, δηλοῦται ἐν τῷ εὐαγγελίῳ ἡμῖν „γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδά‐ νου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα“ καὶ τὰ ἑξῆς.

28

(1t)

Ἱππολύτου ἐπισκόπου Ῥώμης.
2 Τοῦτο λαμβάνομεν εἰς τύπον τῶν ἀποστόλων, ὅτι καταλιπόντες τὴν ἐκ νόμου πολιτείαν καὶ „ἐπιθυμήσαντες τὸ καλὸν“ ἠκολούθησαν τῇ τοῦ κυρίου διδασκαλίᾳ.

29

(1t)

Ἱππολύτου ἐπισκόπου Ῥώμης.
2 Ἐπειδὴ οἱ τὰς ἐντολὰς φυλάσσοντες, οὐκ ἀποταξάμενοι τοῖς νο‐ μικοῖς διατάγμασιν, „ἐπαναπαύονται“ καὶ ἐπ’ αὐτοῖς καὶ ἐπὶ τῇ τοῦ κυρίου ἡμῶν διδασκαλίᾳ, ὅπερ ἐστὶν „ἀνὰ μέσον τῶν κλήρων“· καθὼς
5ὁ κύριος λέγει „οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας ἀλλὰ πληρῶσαι.“ καὶ γὰρ ὁ κύριος ἡμῶν ἐν τῷ τὰς ἐντολὰς φυλάσ‐ σειν οὐ καταλύει τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληροῖ, καθὼς
ἐν εὐαγγελίοις φησίν.62

30

(1t)

Ἱππολύτου.
2 Τῶν ἀφορισθέντων αὐτῷ ἐν μέρει κληρονομίας καὶ κτήσεως τό‐ πων γῆς.

31

(1t)

Ἱππολύτου.
2 Τουτέστι τὴν διδασκαλίαν τοῦ κυρίου. „ἀνάπαυσισ“ γὰρ αὕτη „καλή“, καθὼς καὶ αὐτὸς λέγει „δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι“ καὶ τὰ ἑξῆς.

32

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου).
2 Ὅπερ ἐστὶν ἡ σὰρξ τοῦ κυρίου ἡμῶν ἡ „πίων“, τουτέστιν ἡ λι‐ παρά. αὕτη γὰρ „ἡ ῥέουσα γάλα καὶ μέλι“.

33

(1t)

Ἱππολύτου.
2 Ὅπερ ἐποίησαν οἱ ἀπόστολοι. λαβόντες γὰρ τὴν δύναμιν παρὰ θεοῦ καὶ „ὑποθέντες ἑαυτοὺς εἰς τὸ πονεῖν, ἐγενήθησαν γεωργοὶ“ τοῦ κυρίου, ἐργασάμενοι τὴν γῆν, τουτέστι τὴν ἀνθρωπότητα διὰ τοῦ κη‐63
5ρύγματος τοῦ κυρίου ἡμῶν.

34

(1t)

Ἱππολύτου.
2 Λαμβάνω τοῦτο εἰς τύπον τοῦ πονηροῦ, ὅτι γὰρ „κρινεῖ“ τοὺς ἐξαπατωμένους ὑπ’ αὐτοῦ καὶ ἐν τῷ κατηγορῆσαι αὐτὸν πρὸς τὸν κύριον· κριτὴς γὰρ πάντων ὁ κύριος καθὼς καὶ ἐν ταῖς ἀποκαλύ‐
5ψεσι γέγραπται, ὅτι „ἐβλήθη εἰς τὴν γῆν ὁ διάβολος ὁ κατηγορῶν τοὺς ἀνθρώπους ἐνώπιον τοῦ θεοῦ.“

35

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου).
2 Καὶ τὸ „γενηθήτω Δὰν ἐφ’ ὁδοῦ ὄφις ἐγκαθήμενος ἐπὶ τρίβου“ ἐστὶν ὁ διάβολος· δηλοῦται δὲ ἡμῖν ἐκ τῆς Δὰν φυλῆς γενόμενος Ἰού‐ δας ὁ προδότης τοῦ κυρίου ἡμῶν· ἐν τούτῳ γὰρ ἐγκρυβεὶς ὁ διάβολος
5παραδέδωκε τὸν κύριον. τὸ δὲ ὅτι „ἐφ’ ὁδοῦ“ αὐτὸς ἦν συνανα‐ στρεφόμενος ἐν τῇ ὁδῷ τοῦ κυρίου, ἐνεδρεύων τὴν ὁδὸν τῆς δικαιο‐ σύνης, καὶ αὐτὸς ὁ σωτήρ φησιν „ἐγώ εἰμι ἡ ὁδὸς τῆς ζωῆς.“ τὸ δὲ „ἐπὶ τρίβου“ τὰ ἴχνη καὶ τὰ βαδίσματα ἐνεδρεύων τοῦ ἐπιδείξαντος ἡμῖν τὴν τρίβον τῆς δικαιοσύνης. „δάκνων πτέρναν ἵππου“· ὅ ἐστιν
10ὁ διάβολος τῆς ἐν σαρκὶ ἐλεύσεως τοῦ κυρίου· ἔφη γὰρ ὁ κύριος περὶ Ἰούδα τοῦ προδότου, ὅτι „ὁ τρώγων μετ’ ἐμοῦ ἄρτον ἐπῆρκεν ἐπ’ ἐμὲ πτέρναν.“

34-35

Ὁ μὲν Ἱππόλυτος εἰς τύπον τοῦ πονηροῦ ἀνάγει τὸν Δάν. „κρινεῖ“ γάρ,
φησίν, τοὺς ἀπατωμένους ὑπ’ αὐτοῦ. γέγονε δὲ καὶ Ἰούδας ὁ Ἰσκαριώτης ἐκ τῆς Δὰν φυλῆς. ἐν τούτῳ γὰρ ἐγκρυβεὶς ὁ ἀρχαῖος ὄφις παρέδωκε τὸν κύριον, ἐφ’ ὁδοῦ μὲν τῷ κυρίῳ συναναστρεφόμενος, ἐνεδρεύων δὲ τὴν ὁδὸν τῆς δικαιο‐64
5σύνης, τὸ δὲ „ἐπὶ τρίβου“ τὰ ἴχνη ἐνεδρεύων τοῦ ὑποδείξαντος ἡμῖν τὴν τρίβον τῆς ζωῆς. „δάκνων“ δὲ „πτέρναν ἵππου“, τῆς ἐν σαρκὶ ἐλεύσεως τοῦ κυρίου.

36

(1t)

Ἱππολύτου.
2 Δηλοῦται ἡμῖν εἶναι „ἱππεὺσ“ ὁ κύριος· „πτέρνα“ δέ, ὅτι πρὸς ἐσχάτων τῶν καιρῶν. τὸ δὲ ὅτι „πεσεῖται“, τὸν θάνατον αὐτοῦ δηλοῖ, καθὼς γέγραπται ἐν τῷ εὐαγγελίῳ „ἰδοὺ οὗτος κεῖται εἰς
5πτῶσιν καὶ ἀνάστασιν πολλῶν.“

37

(1t)

Ἱππολύτου.
2 Λαμβάνομεν τὸν „πειρατὴν“ τὸν ἐπίβουλον. οὐδεὶς δὲ ἄλλος ἐπί‐ βουλος ἐγένετο τοῦ κυρίου ἢ ὁ λαός.

38

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου).
2 Τουτέστιν ἐπιβουλεύσει „αὐτὸν κατὰ πόδασ“, δι’ ὧν δηλοῦται ἡμῖν ἡ ἀντίληψις ἡ παρὰ τοῦ κυρίου τοῖς ἐπιβουλεύσασιν αὐτῷ. τὸ δὲ „κατὰ πόδασ“, ὅτι „ἐν τάχει ποιήσει τὴν ἐκδίκησιν“ ὁ κύριος.65

39

(1t)

Ἱππολύτου.
2 Τοῦτον λαμβάνομεν εἰς τύπον τῆς κλήσεως τῆς ἡμετέρας. τὸ γὰρ „πῖον“ λιπαρόν ἐστιν. λιπαρὸς δὲ τίνος „ὁ ἄρτοσ“ ἢ ἡμῶν; ὁ γὰρ κύριός ἐστιν ἡμῶν ὁ ἄρτος, καθὼς λέγει αὐτὸς „ἐγώ εἰμι ὁ ἄρτος
5τῆς ζωῆς.“ τίς δὲ ἄλλος „δώσει τροφὴν ἄρχουσιν“ ἢ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός; οὐ μόνον τοῖς ἐξ ἐθνῶν πιστεύουσιν, ἀλλὰ καὶ τοῖς ἐκ περιτομῆς ἐξάρχουσι τῆς πίστεως, τουτέστι πατράσι καὶ πατρι‐ άρχαις καὶ προφήταις καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ καὶ εἰς τὸ πάθος.

40

(1t)

Ἱππολύτου Ῥώμης.
2 Καὶ αὐτὸς εἰς τύπον τῶν ἡμετέρων παραλαμβάνεται, καθὼς δηλοῖ ἡμῖν καὶ ἐπὶ τούτου τὸ εὐαγγέλιον· „γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει
5εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει φῶς ἀνέτειλεν αὐτοῖς.“66

41

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου).
2 Ποῖον δὲ ἄλλο „φῶσ“ ἦν ἢ ἡ κλῆσις ἡ ἐξ ἐθνῶν; ἥτις ἐστὶ τὸ „στέλεχοσ“, τουτέστιν ἐπὶ τὸ ξύλον τοῦ κυρίου ἐγκεντρισθεῖσα καρ‐ ποφορεῖ. τὸ δὲ „ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλοσ“ τὸ ὑπερβάλλον
5τῆς κλήσεως δηλοῖ ἡμῖν.

42

(1t)

Ἱππολύτου ἐπισκόπου Ῥώμης.
2 Ποῖον ἄλλον „υἱὸν“ ἐν τύπῳ λαμβάνομεν ἢ τὸν κύριον, „ηὐξη‐ μένον“ καὶ αὔξοντα τὴν κλῆσιν τὴν ἡμετέραν· τὸ γὰρ ἐπιφερόμενον ἡμῖν σαφέστερον δείκνυσιν.

43

(1t)

Ἱππολύτου.
2Τίς δὲ ἄλλος „ζηλωτὸσ“ ἕως τῆς σήμερον ἡμέρας, εἰ μὴ ὁ κύριος
ἡμῶν Ἰησοῦς ὁ Χριστός;67

44

(1t)

Ἱππολύτου.
2 Τίς ἄλλος οὗτος, καθὼς δείκνυται ἡμῖν διὰ τοῦ ἀποστόλου, ὅτι „ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.“ καὶ ἐν τῷ εὐαγγελίῳ δὲ τὸν ποιήσαντα τὸ θέλημα τοῦ πατρὸς εἶπεν „ὁ ἔσχατος.“ τὸ δὲ „πρὸς μὲ
5ἀνάστρεψον“ δηλοῦται ἡμῖν ἡ μετὰ τὸ πάθος ἀνάληψις εἰς τὸν οὐρα‐ νὸν πρὸς τὸν πατέρα. τὸ δὲ „εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν“· τίνες εἰ μὴ ὁ λαὸς κατὰ τοῦ κυρίου ἡμῶν; „καὶ ἐνεῖχον αὐτῷ“· τίνες ἐνεῖχον αὐτῷ; οἳ καὶ μέχρι σήμερον ἐνέχουσιν. οὗτοι „κύριοι τοξευ‐ μάτων“, οἱ καταπολεμεῖν τὸν κύριον δοκοῦντες. εἰ γὰρ καὶ ἐνίσχυσαν
10τοῦ ἀναιρεθῆναι αὐτόν, ἀλλὰ „καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν“. φανερῶς δὲ ἡμῖν δηλοῦται, ὅτι μετὰ τὴν ἀνάστασιν συντέ‐ τριπται τὰ τόξα αὐτῶν μετὰ κράτους.

45

(1t)

Ἱππολύτου.
2Ἡ γὰρ δοκοῦσα ἰσχὺς αὐτῶν ἐκλέλυται διὰ τῆς δυνάμεως τοῦ
πατρὸς καὶ τοῦ υἱοῦ.68

46

(1t)

Ἱππολύτου Ῥώμης.
2 Σαφῶς ἡμῖν δείκνυται, ὅτι ἡ „βοήθεια“ καὶ ἡ ἀντίληψις τοῦ παιδὸς οὐ παρ’ ἄλλου τινὸς ἢ παρὰ τοῦ πατρὸς καὶ θεοῦ ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. τὸ δὲ „θεός μου“ δηλοῦται ὅτι τὸ πνεῦμα λέγει
5διὰ τοῦ Ἰακώβ.

47

(1t)

Ἱππολύτου.
2 Τοῦτο ἡμῖν δηλοῦται, ὅτι ἡ μὲν „εὐλογία ἀπὸ τοῦ οὐρανοῦ“ ἐστι τὸ πνεῦμα τὸ κατελθὸν διὰ τοῦ λόγου ἐπὶ τὴν σάρκα. „μαστῶν δὲ καὶ μήτρασ“ τῆς παρθένου εὐλογίας λέγει. τὸ δὲ „πατρὸς καὶ μητρός
5σου“ τοῦτο λέγει· εὐλογίαν πατρός, ἣν ἐλάβομεν ἐπὶ τὴν ἐκκλησίαν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

48

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου).
2 Τὸ ὕψος καὶ μέγεθος τῆς εὐλογίας προκηρύσσει τὸ „ὑπὲρ εὐλο‐ γίας ὀρέων μονίμων“. τὸ δὲ „θινῶν αἰωνίων“ τὸ βέβαιον καὶ ἰσχυρὸν
τῆς σωτηρίας καὶ τὸ εἰς τοὺς αἰῶνας διαμεῖναι.69

49

(1t)

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου).
2 Περιφάνειαν αὐτῷ ἐπεύχεται, ὥστε γενέσθαι αὐτὸν παρὰ πᾶσιν ἐπίσημον, διὰ τοῦ „βουνῶν καὶ ὀρέων“, ἅτινά εἰσι περίοπτα πᾶσιν.

50a

(1t)

Ἱππολύτου.
2 Δηλοῖ ἡμῖν καὶ ὧδε περὶ τοῦ κυρίου. λέγων γὰρ ἄλλως „κεφαλὴ Ἰωσὴφ καὶ πάντων ἡμῶν ἦν Ἰησοῦς Χριστόσ“, τοῦτο ἡμῖν δηλοῖ, ὅτι πάντων ἡμῶν ἐστι κεφαλὴ ὁ κύριος ἡμῶν.

50b

(1t)

Ἱππολύτου.
2Περὶ τοῦ κυρίου καὶ ταῦτά φησιν, ὅς ἐστι κεφαλὴ πάντων ἡμῶν.

51

(1t)

Ἱππολύτου.
2 Δηλοῦται ἡμῖν καὶ τοῦτο διὰ τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἡ Βενιαμὶν φυλὴ ἐν ταῖς ἀρχαῖς, ὅπερ ἐστὶ τὸ „πρώι‐ νον“, διώκει. ὁ γὰρ Σαοὺλ ὢν ἐκ τῆς Βενιαμὶν φυλῆς τὸν εἰς τύπον
5τοῦ κυρίου κείμενον Δαβὶδ ἐδίωκεν.70

52

(1t)

Ἱππολύτου ἐπισκόπου Ῥώμης.
2 Δηλοῦται ἡμῖν διὰ τοῦ ἀποστόλου Παύλου· καὶ γὰρ αὐτὸς 〈ἐκ〉 τῆς Βενιαμὶν φυλῆς ὢν ἐν ἀρχῇ ἐδίωκε τὴν ἐκκλησίαν, καὶ μετὰ ταῦτα, ὅπερ ἐστὶ „πρὸς ἑσπέραν“, τουτέστιν ἐπ’ ἐσχάτων, δίδωσιν ἡμῖν πᾶσι
5τοῖς πιστεύουσιν ἐπὶ τὸν κύριον διὰ τῆς χάριτος τοῦ κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ τὴν πνευματικὴν τροφήν.71