TLG 2115 003 :: HIPPOLYTUS :: De antichristo

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

De antichristo

Source: Achelis, H. (ed.), Hippolyt’s kleinere exegetische und homiletische Schriften [Die griechischen christlichen Schriftsteller 1.2] Leipzig: Hinrichs, 1897: 1–47.

Citation: Section — (line)

t

ΙΠΠΟΛΥΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΡΩΜΗΣ ΑΠΟΔΕΙΞΙΣ ΕΚ ΤΩΝ ΑΓΙΩΝ ΓΡΑΦΩΝ ΠΕΡΙ ΧΡΙΣΤΟΥ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΑΝΤΙΧΡΙΣΤΟΥ.

1

Βουληθέντι σοι κατ’ ἀκρίβειαν ἐκμαθεῖν τὰ προτεθέντα ὑπὸ σοῦ ἡμῖν κεφάλαια, ἀγαπητέ μου ἀδελφὲ Θεόφιλε, εὔλογον ἡγησάμην, ἀφθόνως ἀρυσάμενος ὡς ἐξ ἁγίας πηγῆς ἐξ αὐτῶν τῶν θείων γραφῶν καταστῆσαί σοι κατ’ ὀφθαλμὸν τὰ ζητούμενα· ἵνα μὴ μόνον ταῖς τῶν
5ὤτων ἀκοαῖς ἐγκαταθέμενος ταῦτα εὐφρανθῇς, ἀλλὰ δυνάμει καὶ αὐτὰ τὰ πράγματα ἐνιστορήσας κατὰ πάντα τὸν θεὸν δοξάσαι δυ‐ νηθῇς. τοῦτο γάρ σοι ἐφόδιον ἐν τῷ νῦν βίῳ ἀκίνδυνον ἤτω παρ’ ἡμῶν, ὅπως τὰ τοῖς πολλοῖς δύσγνωστα καὶ δυσκατάλημπτα ἐξ ἑτοί‐ μων λόγων προενέγκας, ἐγκατασπείρῃς μὲν ἐν τῷ πλάτει τῆς καρ‐
10δίας σου ὡς ἐν πίονι καὶ καθαρᾷ γῇ, δυσωπήσῃς δὲ δι’ αὐτῶν τοὺς ἀντιδιατιθεμένους καὶ ἀντιλέγοντας τῷ σωτηρίῳ λόγῳ. δέδια δὲ μὴ εἰς ἀπίστους καὶ βλασφήμους γλώσσας ἐγκαταθῇ ταῦτα, κίνδυνος γὰρ οὐχ ὁ τυχών· μετάδος δὲ αὐτὰ εὐλαβέσι καὶ πιστοῖς ἀνθρώποις τοῖς θέλουσιν „ὁσίως καὶ δικαίωσ“ μετὰ φόβου ζῆν. οὐ γὰρ μάτην
15ὁ μακάριος ἀπόστολος παρῄνει Τιμοθέῳ γράφων· „ὦ Τιμόθεε, τὴν πα‐ ραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντι‐ θέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν“· καὶ πάλιν· „σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολ‐
20λῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι“. εἰ οὖν ὁ μακάριος ἀπόστολος μετ’ εὐλαβείας παρεδίδου ταῦτα, ἅπερ οὐ πᾶσιν εὔγνωστα ἦν, προβλέπων τῷ πνεύματι ὅτι „οὐ πάντων ἡ πίστισ“, πόσῳ μᾶλλον ἡμεῖς κιν‐ δυνεύσομεν, εἰ ἁπλῶς καὶ ὡς ἔτυχε τὰ θεοῦ λόγια μεταδώσομεν βε‐
25βήλοις καὶ ἀναξίοις ἀνδράσιν;

2

Ἐπειδὴ γὰρ οἱ μακάριοι προφῆται ὀφθαλμοὶ ἡμῶν ἐγένοντο, προορῶντες διὰ πίστεως τὰ τοῦ λόγου μυστήρια· ἅτινα καὶ ταῖς με‐ ταγενεστέραις διηκόνησαν γενεαῖς, οὐ μόνον τὰ παρῳχηκότα εἰπόντες, ἀλλὰ καὶ τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα ἀπαγγείλαντες· ἵνα μὴ μό‐
5νον πρὸς καιρὸν ὁ προφήτης ὡς προφήτης δειχθῇ, ἀλλὰ καὶ πάσαις γενεαῖς προλέγων τὰ μέλλοντα ὁ προφήτης ὡς προφήτης σημανθῇ. οὗτοι γὰρ πνεύματι προφητικῷ οἱ πάντες κατηρτισμένοι καὶ ὑπ’ αὐτοῦ τοῦ λόγου ἀξίως τετιμημένοι, ὀργάνων δίκην ἑαυτοῖς ἡνω‐
μένοι ἔχοντες ἐν ἑαυτοῖς ἀεὶ τὸν λόγον ὡς πλῆκτρον, δι’ οὗ κινού‐
10μενοι ἀπήγγελλον ταῦτα ἅπερ ἤθελεν ὁ θεός. οὐ γὰρ ἐξ ἰδίας δυνά‐ μεως οἱ προφῆται ἐφθέγγοντο, μὴ πλανῶ, οὐδὲ ἅπερ αὐτοὶ ἠβού‐ λοντο ταῦτα καὶ ἐκήρυσσον, ἀλλὰ πρῶτον μὲν διὰ τοῦ λόγου ἐσοφί‐ ζοντο ὀρθῶς, ἔπειτα δὲ δι’ ὁραμάτων προεδιδάσκοντο τὰ μέλλοντα καλῶς· καὶ εἶθ’ οὕτως πεμπόμενοι ἔλεγον ταῦτα, ἅπερ αὐτοῖς μόνοις
15ἦν ὑπὸ θεοῦ ἀποκεκαλυμμένα. ἐπεὶ κατὰ τίνα λόγον ὁ προφήτης προφήτης λεχθήσεται, εἰ μὴ ὅτι πνεύματι προεώρα τὰ μέλλοντα; εἰ γὰρ περὶ συμβεβηκότος τινὸς πράγματος ἔλεγέ τι ὁ προφήτης, οὐκ ἂν ἦν προφήτης, ταῦτα λέγων ἅπερ πάντες ὑπ’ ὀφθαλμὸν ἦσαν τεθεαμένοι, ἀλλὰ τὰ μέλλοντα ἐκδιηγούμενος δικαίως προφήτης ἐκρίνετο. διὸ
20καὶ εὐλόγως οἱ προφῆται ἀπ’ ἀρχῆς „οἱ βλέποντεσ“ ἐκαλοῦντο. ὅθεν καὶ ἡμεῖς τὰ ὑπ’ αὐτῶν προειρημένα ... καλῶς μαθητευθέντες, λέ‐ γομεν οὐκ ἐξ ἰδίας ἡμῶν ἐπινοίας. οὐδὲν γὰρ καινοτομεῖν ἐπιχειροῦ‐ μεν, ἀλλ’ ἢ τὰ πάλαι προειρημένα ῥητά, ὧν τὰ ἔγγραφα ἐκτιθέντες εἰς φῶς ἀνάγομεν τοῖς ὀρθῶς πιστεύειν δυναμένοις, ὅπως γένηται
25ἀμφοτέροις κοινὴ ὠφέλεια, τῷ μὲν λέγοντι τὸ διὰ μνήμης κρατήσαντι ὀρθῶς ἐκθέσθαι τὰ προκείμενα, τῷ δὲ ἀκούοντι τὸ ἐπιστῆσαι τὸν νοῦν πρὸς τὰ λεγόμενα. ἐπεὶ οὖν κοινὸς ὁ κάματος ἀμφοτέροις πρό‐ κειται, τῷ μὲν λέγοντι τὸ ἀκίνδυνον ἐξειπεῖν, τῷ δὲ ἀκούοντι τὸ πιστῶς ἀκούσαντι καταδέξασθαι τὰ λεγόμενα, παρακαλῶ καὶ σέ, ὦ
30Θεόφιλε, συναγωνίσασθαί μοι ἐν τῇ πρὸς τὸν θεὸν δεήσει,

3

ὅπως ἃ πάλαι τοῖς μακαρίοις προφήταις ἀπεκάλυψεν ὁ τοῦ θεοῦ λόγος, νῦν
αὐτὸς πάλιν ὁ τοῦ θεοῦ παῖς, ὁ πάλαι μὲν λόγος ὤν, νυνὶ δὲ καὶ ἄνθρωπος δι’ ἡμᾶς ἐν κόσμῳ φανερωθείς, σαφηνίσῃ σοι ταῦτα δι’
5ἡμῶν ἅπερ δι’ εὐχῆς παρ’ αὐτοῦ τυχεῖν ἐπιζητεῖς. ἀλλ’ ἐπειδὴ τὸ ἑαυτοῦ εὔσπλαγχνον καὶ ἀπροσωπόληπτον ἐνδείκνυσι διὰ πάντων τῶν ἁγίων ὁ λόγος, φυτὸν ῥυθμίζων ἑαυτὸν ὡς ἔμπειρος ἰατρὸς πρὸς τὰ ἡμῖν συμφέροντα, ἐπιστάμενος τὴν τῶν ἀνθρώπων ἀσθέ‐ νειαν, καὶ τοὺς μὲν ἀγνοοῦντας ἐκδιδάσκειν πειρᾶται, τοὺς δὲ πλα‐
10νωμένους ἐπιστρέφειν εἰς τὴν ἑαυτοῦ ἀληθινὴν ὁδόν, καὶ τοῖς μὲν μετὰ πίστεως ζητοῦσιν εὐκόλως εὑρισκόμενος, τοῖς δὲ καθαροῖς σώ‐ μασι καὶ ἁγνῇ καρδίᾳ κρούειν τὴν θύραν ἐπιθυμοῦσιν εὐθέως ἀνοι‐ γόμενος. οὐδένα γὰρ ἀποβάλλεται τῶν ἑαυτοῦ δούλων, οὐδένα βδε‐ λύσσεται ὡς μὴ ὄντα ἄξιον τῶν θείων αὐτοῦ μυστηρίων, οὐ πλού‐
15σιον προτιμῶν πένητος οὐδὲ πένητα διὰ τὸ μέτριον ἐξουθενῶν, οὐ βάρβαρον ὡς ἄσοφον ὀνειδίζων οὐδὲ εὐνοῦχον ὡς μὴ ἄνθρωπον ἀφο‐ ρίζων, οὐδὲ θῆλυ διὰ τὴν ἐξ ἀρχῆς γενομένην παρακοὴν μισῶν, οὐ‐ δὲ τὸν ἄρρενα διὰ τὴν παράβασιν ἀτιμάζων, ἀλλὰ πάντας ἐλεῶν καὶ πάντας σώζειν ἐπιθυμῶν, πάντας υἱοὺς θεοῦ καταρτίσαι θέλων, καὶ
20τοὺς πάντας ἁγίους εἰς ἕνα τέλειον ἄνθρωπον καλῶν. εἷς γὰρ ὁ τοῦ θεοῦ παῖς, δι’ οὗ καὶ ἡμεῖς τυχόντες τὴν διὰ τοῦ ἁγίου πνεύματος ἀναγέννησιν, εἰς τὸν ἕνα τέλειον καὶ ἐπουράνιον ἄνθρωπον οἱ πάντες καταντῆσαι ἐπιθυμοῦμεν.

4

ἐπειδὴ γὰρ ὁ λόγος ὁ τοῦ θεοῦ ἄσαρ‐ κος ὢν ἐνεδύσατο τὴν ἁγίαν σάρκα ἐκ τῆς ἁγίας παρθένου ὡς νυμφίος ἱμάτιον, ἐξυφήνας ἑαυτῷ ἐν τῷ σταυρικῷ πάθει, ὅπως συγκεράσας
τὸ θνητὸν ἡμῶν σῶμα τῇ ἑαυτοῦ δυνάμει, καὶ μίξας τὸ φθαρτὸν
5τῷ ἀφθάρτῳ καὶ τὸ ἀσθενὲς τῷ ἰσχυρῷ σώσῃ τὸν ἀπολλύμενον ἄνθρωπον. ἔστι μὲν οὖν ὁ ἱστὸς τοῦ κυρίου ὡς τὸ πάθος τὸ ἐπὶ τῷ σταυρῷ γεγενημένον, στήμων δὲ ἐν αὐτῷ ἡ τοῦ ἁγίου πνεύματος δύναμις, κρόκη δὲ ὡς ἡ ἁγία σὰρξ ἐνυφαινομένη ἐν τῷ πνεύματι, μίτος δὲ ἡ δι’ ἀγάπης Χριστοῦ χάρις σφίγγουσα καὶ ἑνοῦσα τὰ ἀμφό‐
10τερα εἰς ἕν, κερκὶς δὲ ὁ λόγος, οἱ δὲ ἐργαζόμενοι πατριάρχαι τε καὶ προφῆται οἱ τὸν καλὸν ποδήρη καὶ τέλειον χιτῶνα ὑφαίνοντες Χρι‐ στοῦ, δι’ ὧν ὁ λόγος διικνούμενος κερκίδος δίκην ἐξυφαίνει δι’ αὐτῶν ταῦθ’ ἅπερ βούλεται ὁ πατήρ.

5

Ἀλλ’ ἐπειδὴ καιρὸς λοιπὸν ἀπαιτεῖ πρὸς τὰ προκείμενα, αὐ‐ τάρκων ὄντων τῶν ἐν τῷ προοιμίῳ εἰς δόξαν θεοῦ εἰρημένων, δί‐ καιόν ἐστιν ἡμᾶς ἐφαψαμένους αὐτῶν τῶν θείων γραφῶν ἐπιδεῖξαι δι’ αὐτῶν, τίς καὶ ποταπὴ ἡ τοῦ ἀντιχρίστου παρουσία, ποίῳ δὲ
5καιρῷ καὶ χρόνῳ ὁ ἄνομος ἀποκαλυφθήσεται, πόθεν δὲ καὶ ἐκ ποίας φυλῆς, καὶ τί τὸ τούτου ὄνομα τὸ διὰ τοῦ ἀριθμοῦ ἐν τῇ γραφῇ μηνυόμενον, πῶς δὲ πλάνην μὲν τῷ λαῷ ἐγγεννήσει, ἐπισυνάξας αὐτοὺς ἐκ τῶν περάτων τῆς γῆς, θλίψιν δὲ καὶ διωγμὸν ἐπὶ τοὺς ἁγίους ἐπεγερεῖ, καὶ πῶς ἑαυτὸν δοξάσει ὡς θεόν, τίς δὲ ἡ τούτου
10συντέλεια, πῶς δὲ ἡ ἐπιφάνεια τοῦ κυρίου ἀποκαλυφθήσεται ἀπ’ οὐρανοῦ, καὶ τίς ἡ τοῦ σύμπαντος κόσμου ἐκπύρωσις, τίς δὲ ἡ τῶν ἁγίων ἔνδοξος καὶ ἐπουράνιος βασιλεία τῶν συμβασιλευόντων τῷ Χριστῷ, καὶ τίς ἡ τῶν ἀνόμων αἰώνιος διὰ πυρὸς κόλασις.

6

Τοῦ μὲν οὖν κυρίου καὶ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ τοῦ υἱοῦ τοῦ θεοῦ διὰ τὸ βασιλικὸν καὶ ἔνδοξον ὡς λέοντος προκεκηρυγ‐
μένου, τὸν αὐτὸν τρόπον καὶ τὸν ἀντίχριστον ὁμοίως λέοντα προανηγόρευσαν αἱ γραφαὶ διὰ τὸ τυραννικὸν αὐτοῦ καὶ βίαιον. κατὰ
5πάντα γὰρ ἐξομοιοῦσθαι βούλεται ὁ πλάνος τῷ υἱῷ τοῦ θεοῦ. λέων μὲν ὁ Χριστὸς, καὶ λέων μὲν ὁ ἀντίχριστος. βασιλεὺς ὁ Χριστὸς, καὶ βασιλεὺς ἐπίγειος ὁ ἀντίχριστος. ἐδείχθη ὁ σωτὴρ ὡς ἀρνίον, καὶ αὐτὸς ὁμοίως φανήσεται ὡς ἀρνίον, ἔνδοθεν λύκος ὤν. ἐμπερίτο‐ μος ἦλθεν ὁ σωτὴρ εἰς τὸν κόσμον, καὶ αὐτὸς ὁμοίως ἐλεύσεται.
10ἀπέστειλεν ὁ κύριος τοὺς ἀποστόλους εἰς πάντα τὰ ἔθνη, καὶ αὐτὸς ὁμοίως πέμψει ψευδαποστόλους. συνήγαγε τὰ διεσκορπισμένα πρό‐ βατα ὁ σωτήρ, καὶ αὐτὸς ὁμοίως ἐπισυνάξει τὸν διεσκορπισμένον λαὸν τῶν Ἰουδαίων. ἔδωκεν ὁ κύριος σφραγῖδα τοῖς εἰς αὐτὸν πι‐ στεύουσιν, καὶ αὐτὸς δώσει ὁμοίως. ἐν σχήματι ἀνθρώπου ἐφάνη ὁ
15κύριος, καὶ αὐτὸς ἐν σχήματι ἀνθρώπου ἐλεύσεται. ἀνέστησεν ὁ σωτὴρ καὶ ἀπέδειξε τὴν ἁγίαν σάρκα αὐτοῦ ὡς ναόν, καὶ αὐτὸς ἀναστήσει τὸν ἐν Ἱεροσολύμοις λίθινον ναόν. καὶ ταῦτα μὲν τὰ πλάνα αὐτοῦ τεχνάσματα ἐν τοῖς ἑξῆς δηλώσομεν, νυνὶ δὲ πρὸς τὸ προκείμενον τραπῶμεν.

7

Λέγει οὖν ὁ μακάριος Ἰακὼβ ἐν ταῖς εὐλογίαις προαναφω‐ νῶν τὰ περὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν οὕτως· „Ἰούδα, σὲ αἰ‐ νέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρες σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος Ἰούδα·
5ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς
σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγού‐ μενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν. δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ καὶ ἐν τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν
10στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. χαρο‐ ποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.“

8

ταῦτα μὲν οὖν παραφράζειν ἐπισταμένῳ σοι αὐτὰ δοκεῖ τὸ νῦν παραιτεῖσθαι· ἀλλ’ ἐπεὶ αὐτὰ τὰ ῥητὰ προτρέπεται τοῦ λέγειν, οὐδὲ τοῦτο παραλείψομεν. ἔστι γὰρ ὄντως θεῖα καὶ ἔνδοξα, δυνάμενα ὠφελῆσαι ψυχήν. „σκύμνον γὰρ λέοντοσ“ εἰπὼν ὁ
5προφήτης τὸν ἐξ Ἰούδα καὶ Δαβὶδ, τὸν κατὰ σάρκα γενόμενον παῖδα θεοῦ ἐσήμανεν· ἐν δὲ τῷ εἰπεῖν „ἐκ βλαστοῦ, υἱέ μου ἀνέβησ“ ἔδειξε τὸν βλαστήσαντα καρπὸν ἐκ τῆς ἁγίας παρθένου, μὴ ἐκ σπέρματος γεννώμενον, ἀλλ’ ἐξ ἁγίου πνεύματος συλλαμβανόμενον, καὶ τούτου ὡς ἐκ βλαστοῦ ἁγίου ἐκ γῆς προερχομένου. Ἡσαΐας μὲν γὰρ λέγει·
10„ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαΐ, καὶ ἄνθος ἐξ αὐτῆς ἀνα‐ βήσεται.“ τὸ μὲν οὖν ὑπὸ τοῦ Ἡσαΐα „ἄνθοσ“ εἰρημένον ὁ Ἰακὼβ „βλαστὸν“ εἴρηκεν· πρῶτον γὰρ ἐβλάστησεν ἐν τῇ κοιλίᾳ ὁ λόγος, εἶτα ἤνθησεν ἐν τῷ κόσμῳ. τὸ δὲ λέγειν „ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνοσ“ τὴν τριήμερον κοίμησιν τοῦ Χριστοῦ ἐδήλωσεν, ὡς
15καὶ Ἡσαΐας λέγει· „πῶς ἐγένετο πόρνη πόλις πιστή, Σιὼν πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.“ καὶ
Δαβὶδ δὲ ὁμοίως· „ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου“, ἵνα δείξῃ ἐν τῷ ῥητῷ τὴν κοίμησιν καὶ τὴν ἀνάστασιν αὐτοῦ ποτε γεγενημένην. Ἰακὼβ δὲ λέγει „τίς ἐγερεῖ
20αὐτὸν;“ τουτέστιν ὁ πατήρ, καθὼς καὶ ὁ Παῦλος λέγει „καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.“

9

τὸ δὲ εἰπεῖν „οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν“ τὴν διαδρομὴν τοῦ βασιλικοῦ γένους ἐξ Ἰούδα πληρουμένην ἐπὶ τὸν Χριστὸν ἐδή‐
5λωσεν. αὐτὸς γάρ ἐστιν ἡμῶν τῶν „ἐθνῶν προσδοκία“· προσδεχό‐ μεθα γὰρ αὐτὸν ἐρχόμενον ἀπ’ οὐρανῶν ἐν δυνάμει, διὰ πίστεως ἤδη βλέπομεν.

10

„δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ“ τουτέστι τὸν ἐκ περιτομῆς λαὸν πρὸς τὴν ἑαυτοῦ κλῆσιν. αὐτὸς γὰρ ἦν ἡ ἄμπελος. „καὶ ἐν τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ“, τὸν λαὸν τὸν ἐξ ἐθνῶν ὡς νέον πῶλον εἰς αὑτὸν ἑνῶν, ὡς περιτομὴν καὶ
5ἀκροβυστίαν εἰς μίαν πίστιν καλῶν.

11

„πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ“, τὴν τοῦ ἁγίου πνεύματος κατελθοῦσαν ἐπ’ αὐτὸν ἐπὶ τὸν Ἰορδάνην πατρικὴν χάριν. „καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ“· αἵματι οὖν σταφυλῆς ποίας, ἀλλ’ ἢ τῆς ἁγίας σαρκὸς αὐτοῦ
5ὡς βότρυος ἐπὶ ξύλου θλιβείσης; ἐξ ἧς πλευρᾶς ἔβλυσαν δύο πηγαί, αἵματος καὶ ὕδατος, δι’ ὧν τὰ ἔθνη ἀπολουόμενα καθαίρονται, ἅτινα ὡς περιβόλαιον λελόγισται Χριστῷ.

12

„χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου.“ ὀφθαλμοὶ Χριστοῦ τίνες ἀλλ’ ἢ οἱ μακάριοι προ‐
φῆται, οἱ προϊδόντες τῷ πνεύματι καὶ προκηρύξαντες τὰ εἰς αὐτὸν συμβησόμενα πάθη, οἳ δυνάμει ἔχαιρον βλέποντες αὐτὸν πνευματι‐
5κοῖς ὀφθαλμοῖς, ὑπ’ αὐτοῦ τοῦ λόγου καὶ τῆς αὐτοῦ χάριτος ἀεὶ καταρτιζόμενοι.

13

τὸ δὲ εἰπεῖν „καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα“ ἐξ ἁγίου στόματος Χριστοῦ τὰς ἐκπορευομένας ἐντολὰς ἐσή‐ μανεν, καθαρὰς οὔσας ὡς γάλα.

14

ἐπεὶ οὖν λέοντα καὶ σκύμνον λέοντος τὸν Χριστὸν προανεφώνησαν αἱ γραφαί, τὸ ὅμοιον καὶ περὶ τοῦ ἀντιχρίστου εἴρηται. φησὶ γὰρ Μωσῆς οὕτως· „σκύμνος λέοντος Δὰν καὶ ἐκπηδήσεται ἐκ Βασάν.“ ἀλλ’ ἵνα μὴ σφαλῇ τις, νομίσας
5περὶ τοῦ Χριστοῦ εἰρῆσθαι τὸ ῥητὸν τοῦτο, ἐπιστησάτω τὸν νοῦν. „Δάν“, φησι, „σκύμνος λέοντοσ“ τὴν φυλὴν ὀνομάσας, τὴν τοῦ Δὰν, ἐσαφήνισε τὸ προκείμενον, ἐξ ἧς μέλλει ὁ ἀντίχριστος γεννᾶσθαι. ὥσπερ γὰρ ἐκ τῆς Ἰούδα φυλῆς ὁ Χριστὸς γεγέννηται, οὕτως καὶ ἐκ τῆς τοῦ Δὰν φυλῆς ὁ ἀντίχριστος γεννηθήσεται. ὅτι δὲ οὕτως
10ἔχει, τί φησιν Ἰακὼβ „γενηθήτω Δὰν ὄφις ἐφ’ ὁδοῦ καθήμενος, δάκ‐ νων πτέρναν ἵππου.“ ὄφις οὖν τίς ἄρα ἢ ὁ ἀπ’ ἀρχῆς πλάνος, ὁ ἐν τῇ γενέσει εἰρημένος, ὁ πλανήσας τὴν Εὖαν καὶ πτερνίσας τὸν Ἀδάμ; ἀλλ’ ἐπειδὴ διὰ πλειόνων μαρτυριῶν δεῖ ἀποδεῖξαι τὰ προκείμενα, οὐκ ἀτονήσωμεν.

15

ὅτι μὲν γὰρ ὄντως ἐκ τῆς φυλῆς Δὰν μέλλει γεννᾶσθαι καὶ ἀνίστασθαι τύραννος, βασιλεὺς, κριτὴς δεινός, υἱὸς τοῦ διαβόλου, φησὶν ὁ προφήτης „Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ
μίαν φυλὴν ἐν Ἰσραήλ.“ ἀλλ’ ἐρεῖ τις· τοῦτο ἐπὶ τὸν Σαμψὼν
5εἴρηται, ὃς ἐκ τῆς φυλῆς τοῦ Δὰν γεννηθεὶς ἔκρινε τὸν λαὸν εἴκοσιν ἔτη. τὸ μὲν ἐπὶ τοῦ Σαμψὼν μερικῶς γεγένηται, τὸ δὲ καθ’ ὅλου πληρωθήσεται ἐπὶ τὸν ἀντίχριστον. λέγει γὰρ καὶ Ἱερεμίας οὕτως· „σπουδὴν ἐκ Δὰν ἀκουσόμεθα ὀξύτητος ἵππων αὐτοῦ, ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα ἡ γῆ.“ λέγει δὲ
10καὶ ἕτερος προφήτης· „συνάξει πᾶσαν δύναμιν αὐτοῦ ἀπὸ ἡλίου ἀνατολῶν μέχρις ἡλίου δυσμῶν· οὓς κεκλήκει καὶ οὓς οὐ κεκλήκει πορεύ‐ σονται μετ’ αὐτοῦ· λευκανεῖ τὴν θάλασσαν ἀπὸ τῶν ἱστίων τῶν πλοίων αὐτοῦ καὶ μελανεῖ τὸ πεδίον ἀπὸ τῶν θυρεῶν καὶ τῶν ὅπλων· καὶ πᾶς ὃς ἂν συναντήσει αὐτῷ ἐν πολέμῳ, ἐν μαχαίρᾳ πεσεῖται.“ ὅτι μὲν οὖν
15ταῦτα οὐκ ἐπ’ ἄλλον τινὰ εἴρηται ἀλλ’ ἢ ἐπὶ τὸν τύραννον καὶ ἀναιδῆ καὶ θεομάχον, δείξομεν διὰ τῶν ἑξῆς.

16

λέγει γὰρ Ἡσαΐας οὕτως· „καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐπὶ τῷ ὄρει Σιὼν καὶ Ἱερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. εἶπε γάρ·
5τῇ ἰσχύι ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀροῦμαι· καὶ οὐκ ἔστιν ὅστις διαφεύξεταί με ἢ ἀντείπῃ μοι. καὶ οὐχ οὕτως; ἀλλ’ ἀποστελεῖ Ἀδωναῒ κύριος εἰς τὴν
10σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται· καὶ τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν φλογὶ καὶ φά‐ γεται ὡσεὶ χόρτον τὴν ὕλην.“

17

καὶ πάλιν ἐν ἑτέρῳ λέγει· „πῶς
ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ πῶς ἀναπέπαυται ὁ ἐπισπουδαστής; συνέτριψεν ὁ θεὸς τὸν ζυγὸν τῶν ἀρχόντων· πατάξας ἔθνος θυμῷ πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγῇ θυμοῦ, ἣ οὐκ ἐφείσατο· ἀνεπαύ‐
5σατο πεποιθώς· πᾶσα ἡ γῆ βοᾷ μετ’ εὐφροσύνης· τὰ ξύλα τοῦ Λιβά‐ νου εὐφράνθησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου· ἀφ’ οὗ σὺ κε‐ κοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. ὁ ᾅδης κάτω ἐπικράνθη συναν‐ τήσας σοι, συνηγέρθησάν σοι πάντες οἱ γίγαντες, οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείροντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν. ἅπαντες
10ἀποκριθήσονται καὶ ἐροῦσί σοι· καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. κατέβη εἰς ᾅδην ἡ δόξα σου, ἡ πολλὴ εὐφρο‐ σύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, τὸ δὲ κατακάλυμμά σου σκώληξ. πῶς ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ
15εἶπας τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθίσω ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη ὑψηλὰ τὰ πρὸς βορρᾶν, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. νυνὶ δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς. οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν· οὗτος ὁ ἄν‐
20θρωπος ὁ παροξύνων τὴν γῆν, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκου‐ μένην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλεν, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν. πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρω‐ πος ἐν τῷ οἴκῳ αὐτοῦ· σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδε‐ λυγμένος, μετὰ πολλῶν πεπτωκότων ἐκκεκεντημένων μαχαίρᾳ, κατα‐
25βαινόντων εἰς ᾅδην. ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ
ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, ὅτι τὴν γῆν μου ἀπώ‐ λεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν. ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρ‐ τίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι καὶ τὴν γῆν κληρονομήσωσιν.“

18

Ἐζεκιὴλ δὲ ὁμοίως λέγει περὶ αὐτοῦ οὕτως· „τάδε λέγει κύριος ὁ θεός· ἀνθ’ ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκηκα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ ἄνθρωπος καὶ οὐ θεός, ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ, μὴ σοφώτερος
5εἶ τοῦ Δανιήλ; σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν· μὴ τῇ σοφίᾳ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου; ἢ ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου; ὑψώθη ἡ καρδία σου ἐν τῇ δυ‐ νάμει σου. διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός· ἐπειδὴ ἔδωκας τὴν
10καρδίαν σου ὡς καρδίαν θεοῦ, ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσι τὸ κάλ‐ λος σου εἰς ἀπώλειαν, καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. μὴ λέγων ἐρεῖς· θεός εἰμι ἐγὼ ἐνώ‐
15πιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός. ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει κύριος.“

19

Τούτων οὖν τῶν ῥητῶν δεδειγμένων, ἴδωμεν λεπτομερές, τί λέγει Δανιὴλ ἐν τοῖς ὁράμασιν. οὗτος γὰρ διαστέλλων τὰς μετὰ ταῦτα ἐσομένας βασιλείας ἔδειξεν ἐν ἐσχάτοις καιροῖς καὶ τὴν τοῦ ἀντιχρίστου παρουσίαν καὶ τὴν τοῦ παντὸς κόσμου συντέλειαν. λέγει
5οὖν ἐπιλύων τὸ ὅραμα τοῦ Ναβουχοδονόσορ· „σὺ βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μεγάλη ἑστῶσα πρὸ προσώπου σου, ἧς ἡ κεφαλὴ χρυ‐
σίου χρηστοῦ, οἱ βραχίονες αὐτῆς καὶ οἱ ὦμοι καὶ τὸ στῆθος ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος μέν τι σιδηροῦν καὶ μέρος ὀστράκινον. ἐθεώρεις ἕως ἀπεσχίσθη λίθος ἄνευ
10χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν εἰς τέλος. τότε ἐλεπτύνθησαν εἰσάπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρε τὸ πλῆθος τοῦ πνεύ‐ ματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν
15εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν.“

20

συνά‐ ψαντες οὖν πρὸς τούτῳ καὶ τὰς τοῦ Δανιὴλ ὁράσεις, μίαν ἀμφοτέρων τὴν διήγησιν ποιούμεθα, ἐπιδεικνύντες ὅπως εἴη συμφωνία καὶ ἀλή‐ θεια. λέγει γὰρ οὕτως· „ἐγὼ Δανιὴλ ἐθεώρουν καὶ ἰδοὺ οἱ τέσσαρες
5ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν μεγάλην, καὶ τέσσαρα θηρία μεγάλα ἀναβαίνοντα ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλοις. τὸ πρῶτον ὡσεὶ λέαινα καὶ πτερὰ αὐτῆς ὡς ἀετοῦ, ἐθεώ‐ ρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς· καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. καὶ
10ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκου, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς. ἐθεώρουν καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλις· καὶ ταύτῃ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ. ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχυρὸν περισσῶς, οἱ ὀδόντες
15αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει. καὶ αὐτὸ διάφορον περισ‐
σῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ, καὶ κέρατα δέκα ἐδόθη αὐτῷ. προσενόουν τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν, καὶ τρία κέρατα τῶν ἔμπροσθεν
20αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα.

21

ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκά‐ θητο, καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκόν, καὶ ἡ θρὶξ τῆς κεφα‐ λῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ, χίλιαι
5χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες περιειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν. ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός. καὶ τῶν λοιπῶν θηρίων ἡ ἀρχὴ μετεστάθη.

22

ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε καὶ προσηνέχθη αὐτῷ. καὶ ἐδόθη αὐτῷ ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βα‐
5σιλεία, καὶ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξ‐ ουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.“

23

ἐπεὶ οὖν δυσνόητά τισι δοκεῖ εἶναι ταῦτα μυστικῶς εἰρημένα, οὐδὲν τούτων ἀποκρύψομεν πρὸς ἐπίγνωσιν τοῖς ὑγιῆ νοῦν κεκτημένοις. „λέαιναν“ δὲ εἰπὼν „ἀναβαίνουσαν ἐκ τῆς θαλάσσησ“ τὴν τῶν Βαβυλωνίων βασιλείαν γεγενημένην ἐν τῷ
5κόσμῳ ἐσήμανεν, ταύτην οὖσαν τῆς εἰκόνος τὴν χρυσῆν κεφαλήν· τὸ δὲ λέγειν „πτερὰ αὐτῆς ὡσεὶ ἀετοῦ“, ὅτι ὑψώθη ὁ βασιλεὺς Ναβου‐ χοδονόσορ καὶ κατὰ τοῦ θεοῦ ἐπήρθη. εἶτα, φησίν, „ἐξετίλη τὰ πτερὰ
αὐτῆσ“, ὅτι καθῃρέθη αὐτοῦ ἡ δόξα· ἐξεδιώχθη γὰρ ἐκ τῆς βασιλείας αὐτοῦ. τὸ δὲ εἰπεῖν „καρδία ἀνθρώπου ἐδόθη αὐτῇ καὶ ἐπὶ ποδῶν
10ἀνθρώπου ἐστάθη“, ὅτι μετενόησεν, ἐπιγνοὺς ἑαυτὸν ὅτι ἄνθρωπός ἐστιν, καὶ ἔδωκε δόξαν τῷ θεῷ.

24

μετὰ γοῦν τὴν λέαιναν „δεύ‐ τερον θηρίον“ ὁρᾷ „ὅμοιον ἄρκῳ“, ὅπερ ἦσαν οἱ Πέρσαι. μετὰ γὰρ τοὺς Βαβυλωνίους Πέρσαι διεκράτησαν. τὸ δὲ λέγειν „τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆσ“ τρία ἔθνη ἔδειξεν, Πέρσας Μήδους καὶ Βαβυλω‐
5νίους, ὅπερ δέδεικται μετὰ τὸν χρυσὸν ὁ ἄργυρος ἐν τῇ εἰκόνι. ἔπειτα τὸ τρίτον θηρίον πάρδαλις, οἵτινες ἦσαν οἱ Ἕλληνες. μετὰ γὰρ Πέρσας Ἀλέξανδρος ἐκράτησεν ὁ Μακεδών, καθελὼν Δαρεῖον, ὃς δέδεικται ἐν τῇ εἰκόνι ὁ χαλκός. τὸ δὲ λέγειν „πτερὰ τέσσαρα πετεινοῦ καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ“ σαφέστατα ἐδίδαξεν, πῶς διεμερίσθη εἰς
10τέσσαρα μέρη ἡ βασιλεία Ἀλεξάνδρου· τέσσαρας γὰρ κεφαλὰς εἰπὼν τοὺς τέσσαρας βασιλεῖς τοὺς ἐξ αὐτῆς ἀναστάντας ἐμήνυσεν. τελευ‐ τῶν γὰρ Ἀλέξανδρος διεῖλε τὴν βασιλείαν αὐτοῦ εἰς τέσσαρα μέρη.

25

ἔπειτα, φησίν, „θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ.“ τίνες οὗτοι ἀλλ’ ἢ οἱ Ῥωμαῖοι· ὅπερ ἐστὶν ὁ σίδηρος, ἡ νῦν ἐνεστῶσα βασιλεία. „αἱ κνῆμαι γὰρ αὐτῆσ“, φησίν, „σιδηραῖ.“ μετὰ γὰρ τοῦτο τί περιλείπεται,
5ἀγαπητέ, ἀλλ’ ἢ τὰ ἴχνη τῶν ποδῶν τῆς εἰκόνος, ἐν οἷς „μέρος μέν τι ἐστὶ σιδηροῦν, μέρος δέ τι ὀστράκινον, ἀναμεμιγμένον εἰς ἄλληλα.“ μυστικῶς ἐδήλωσε διὰ τῶν δακτύλων τῶν ποδῶν τοὺς δέκα βασιλεῖς τοὺς ἐξ αὐτῆς ἐγειρομένους, ἅπερ λέγει Δανιὴλ „προσενόουν τῷ θηρίῳ καὶ ἰδοὺ δέκα κέρατα ὀπίσω αὐτοῦ, ἐν οἷς ἀναβήσεται ἕτερον μικρὸν
10ὡς παραφυάδιον, καὶ τρία τῶν πρὸ αὐτοῦ ἐκριζώσει“, ὅπερ δέδεικται οὐχ ἕτερος ἀλλ’ ἢ ὁ ἀντίχριστος ὁ ἐγειρόμενος, ὃς καὶ αὐτὸς τὴν Ἰουδαίων βασιλείαν ἀναστήσει. τρία δὲ κέρατα λέγων ὑπ’ αὐτοῦ ἐκ‐ ριζοῦσθαι, τοὺς τρεῖς βασιλεῖς δείκνυσιν Αἰγύπτου Λιβύων τε καὶ Αἰθιόπων, οὓς ἀνελεῖ ἐν παρατάξει πολέμου, ὃς κρατήσας πάντων,
15δεινὸς ὠμοτύραννος ὤν, θλίψιν καὶ διωγμὸν ἐπὶ τοὺς ἁγίους ἐποίει, ἐπαιρόμενος κατ’ αὐτῶν. λέγει γὰρ Δανιὴλ „προσκατενόουν τῷ κέρατι καὶ ἰδοὺ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἴσχυε πρὸς αὐτούσ“, „ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός.“

26

μεθ’ ὃν ἥξει λοιπὸν ἀπ’ οὐρανῶν „ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα“ καὶ συντρίψας αὐτὴν καὶ μεταστήσας πάσας τὰς βασιλείας καὶ δοὺς τὴν βασιλείαν ἁγίοις ὑψί‐ στου. οὗτος ὁ „γενηθεὶς ὄρος μέγα καὶ πληρώσας πᾶσαν τὴν γῆν“,
5περὶ οὗ λέγει Δανιὴλ „ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν. καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ
10βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.“ τὴν ἐξουσίαν πᾶσαν τὴν παρ’ αὐτοῦ δεδομένην τῷ υἱῷ ἐπέδειξεν, ὃς „ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων“ βασιλεὺς καὶ κριτὴς πάντων ἀποδέδεικται, ἐπου‐
ρανίων μέν, ὅτι λόγος ἐκ καρδίας πατρὸς πρὸ πάντων γεγεννημένος ἦν, ἐπιγείων δέ, ὅτι καὶ ἄνθρωπος ἐν ἀνθρώποις ἐγεννήθη, ἀνα‐
15πλάσσων δι’ ἑαυτοῦ τὸν Ἀδάμ, καταχθονίων δέ, ὅτι καὶ ἐν νεκροῖς κατελογίσθη, εὐαγγελιζόμενος τὰς τῶν ἁγίων ψυχάς, διὰ θανάτου θά‐ νατον νικῶν.

27

τούτων οὖν ἐσομένων καὶ τῶν δέκα δακτύλων τῆς εἰκόνος εἰς δημοκρατίας χωρησάντων, καὶ τῶν δέκα κεράτων τοῦ θηρίου εἰς δέκα βασιλεῖς μερισθέντων, ἴδωμεν σαφέστερον τὰ προκεί‐ μενα, καὶ κατανοήσωμεν αὐτὰ ὀφθαλμοφανῶς.

28

κεφαλὴ τῆς εἰκόνος χρυσῆ, ἡ λέαινα, Βαβυλώνιοι ἦσαν· ὦμοι καὶ βραχίονες ἀργυροῖ, ἡ ἄρκος, Πέρσαι καὶ Μῆδοι· κοιλία καὶ μηροὶ χαλκοῖ, ἡ πάρδαλις, οἱ ἀπὸ Ἀλεξάνδρου κρατήσαντες Ἕλληνες· κνῆμαι σιδηραῖ, θηρίον ἔκ‐
5θαμβον καὶ φοβερόν, Ῥωμαῖοι οἱ νῦν κρατοῦντες· ἴχνη ποδῶν ὄστρα‐ κον καὶ σίδηρος, τὰ δέκα κέρατα, τὰ μέλλοντα ἔσεσθαι· κέρας ἕτερον μικρὸν ἀναφυόμενον, ὁ ἐν αὐτοῖς ἀντίχριστος· λίθος ὁ πατάσσων τὴν εἰκόνα καὶ συντρίβων, ὁ πληρώσας τὴν γῆν, Χριστὸς ἀπ’ οὐρανῶν ἐρχόμενος καὶ ἐπάγων τῷ κόσμῳ τὴν κρίσιν.

29

Ταῦτά σοι, ἀγαπητέ, μετὰ φόβου μεταδίδομεν ἀφθόνως „διὰ τὴν ὑπερβάλλουσαν Χριστοῦ ἀγάπην“. εἰ γὰρ οἱ πρὸ ἡμῶν μακάριοι προφῆται γεγενημένοι εἰδότες αὐτὰ οὐκ ἠθέλησαν παρρησίᾳ κηρῦξαι, ἵνα μὴ τάραχον ἐγγεννήσωσι ταῖς τῶν ἀνθρώπων ψυχαῖς, ἀλλὰ μυ‐
5στικῶς διηγήσαντο διὰ παραβολῶν καὶ αἰνιγμάτων, λέγοντες „ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν“· πόσῳ μᾶλλον ἡμεῖς κινδυνεύσομεν, τολμῶντες τὰ ὑπ’ ἐκείνων ἀποκρύφως εἰρημένα εἰς φανερὸν ἄγειν; ἴδωμεν τοίνυν τὰ συμβησόμενα ἐπ’ ἐσχάτων ἐπὶ τὴν πόρνην τὴν ἀκάθαρτον ταύ‐
την, ὁποία δὲ καὶ ποταπὴ κατὰ χόλον θεοῦ ἐπελεύσεται αὐτῇ πρὸ
10τῆς κρίσεως μερικὴ βάσανος.

30

δεῦρο οὖν, ὦ μακάριε Ἡσαΐα, ἐξε‐ γέρθητι, εἰπὲ σαφῶς τί ἐπροφήτευσας περὶ τῆς πόλεως τῆς μεγάλης Βαβυλῶνος. ὡς εἶπας γὰρ καὶ περὶ Ἱερουσαλὴμ καὶ τετέλεσται. σὺ γὰρ εἶπας μετὰ παρρησίας „ἔστω ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν
5πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ πολλῶν ἀλλοτρίων. ἐγκα‐ ταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωρο‐ φυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη.“ τί οὖν; οὐ γε‐ γένηται ἤδη ταῦτα; οὐ πεπλήρωται τὰ ὑπὸ σοῦ εἰρημένα; οὐκ ἠρή‐
10μωται αὐτῶν ἡ Ἰουδαία γῆ; οὐκ ἐμπέπρησται τὸ ἁγίασμα; οὐ κατέ‐ στραπται τὰ τείχη; οὐ καθῃρέθησαν αἱ πόλεις; οὐ τὴν χώραν ἀλλότριοι κατεσθίουσιν; οὐ τὴν γῆν αὐτῶν Ῥωμαῖοι κρατοῦσιν; ἀλλὰ μισήσαντές σε οἱ ἄνομοι ἐνέπρισαν· καὶ γὰρ Χριστὸν ἐσταύρωσαν. ἀπέθανες ἐν κόσμῳ, ἀλλ’ οὖν ἐν Χριστῷ ζῇς.

31

τίνα οὖν ὑμῶν πλείω ἀγα‐ πήσω ἢ σέ; ἀλλὰ καὶ Ἱερεμίας λιθάζεται. ἢ Ἱερεμίαν μᾶλλον; ἀλλὰ καὶ Δανιὴλ μαρτυρεῖ. Δανιήλ, ὑπὲρ πάντας ἐπαινῶ σέ; ἀλλὰ καὶ Ἰωάννης οὐ ψεύδεται. πόσοις ὑμᾶς στόμασι καὶ γλώσσαις δοξάσω·
5μᾶλλον δὲ τὸν ἐν ὑμῖν λαλήσαντα λόγον. ἀπεθάνετε γὰρ σὺν Χριστῷ, ἀλλὰ ζήσετε ἐν θεῷ. ἀκούσατε καὶ χαρῆτε. ἰδοὺ τὰ ὑφ’ ὑμῶν λελα‐ λημένα κατὰ καιροὺς πεπλήρωται. εἴδατε γὰρ αὐτὰ πρῶτον, εἶθ’ οὕτως ἐκηρύξατε πάσαις γενεαῖς τὰ τοῦ θεοῦ λόγια, διηκονήσατε πά‐ σαις γενεαῖς. προφῆται ἐκηρύχθητε, ἵνα πάντας σῶσαι δυνηθῆτε. τότε
10γὰρ ὄντως ὁ προφήτης προφήτης γίνεται, ὅταν τὰ μέλλοντα γίνεσθαι προκηρύξας, ὕστερον συμβάντα αὐτὰ ἐπιδείξῃ. καλοῦ διδασκάλου οἱ πάντες ἐγένεσθε μαθηταί. ταῦτα ὑμῖν ὡς ζῶσιν ἀξίως ἐπιφέρω· ἔχετε γὰρ ἤδη τὸν τῆς ζωῆς καὶ ἀφθαρσίας ἀποκείμενον ὑμῖν ἐν τοῖς οὐρα‐ νοῖς στέφανον.

32

λέγε μοι, ὦ μακάριε Δανιήλ, πληροφόρησόν με, παρακαλῶ. προφητεύεις περὶ τῆς λεαίνης ἐν Βαβυλῶνι· αἰχμάλω‐ τος γὰρ ἦς ἐκεῖ. διήγησαι καὶ τὰ μέλλοντα περὶ τῆς ἄρκου· ἔτι γὰρ ἀκμὴν ἐν κόσμῳ ἦς καὶ εἶδες αὐτὰ γεγενημένα. ἔπειτα λέγεις μοι
5πάρδαλιν· καὶ πόθεν σοι τοῦτο εἰδέναι; ἤδη γὰρ ἐκεκοίμησο. ἦ τίς σε ταῦτα προεδίδαξεν ἀλλ’ ἢ ὁ πλάσας σε ἐν κοιλίᾳ μητρός, θεοῦ λόγος; εἶπας γὰρ καὶ οὐκ ἐψεύσω. ἀνέστη γὰρ ἡ πάρδαλις, ἦλθεν ὁ τράγος τῶν αἰγῶν, ἔτυψε τὸν κριόν, συνέτριψεν αὐτοῦ τὰ κέρατα, καὶ κατε‐ πάτησεν αὐτὸν τοῖς ποσίν, ἐκράτησεν, ὑψώθη. ἐν τῷ πεσεῖν αὐτὸν
10ἀνέστη τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ· εὐφραίνου, μακάριε Δα‐ νιήλ, οὐκ ἐπλανήθης, γεγένηται ταῦτα πάντα.

33

μετὰ τοῦτο πάλιν μοι διήγηθι· „θηρίον τέταρτον, φοβερὸν καὶ ἔκθαμβον· οἱ ὀδόν‐ τες αὐτοῦ σιδηροῖ, καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει.“ ἴδε κρατεῖ νῦν „ὁ σί‐
5δηροσ“, ἴδε „δαμάζει πάντα καὶ λεπτύνει“, ἴδε ὑποτάσσει πάντας τοὺς μὴ θέλοντας, ἴδε βλέπομεν αὐτὰ ἡμεῖς, ἴδε δοξάζομεν τὸν θεὸν ὑπὸ σοῦ διδασκόμενοι.

34

ἀλλ’ ἐπειδὴ προὔκειτο ἡμῖν περὶ τῆς πόρνης εἰπεῖν, πάρελθε, ὦ μακάριε Ἡσαΐα. ἴδωμεν τί λέγεις περὶ Βα‐
βυλῶνος. „κατάβηθι, κάθισον ἐπὶ γῆς, παρθένος θύγατερ Βαβυλῶνος, κάθισον, θυγάτηρ Χαλδαίων, οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ
5καὶ τρυφερά. λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακά‐ λυμμά σου, ἀνάσυρε τὰς πολιάς σου, ἀνακάλυψαι τὰς κνήμας, διάβηθι ποταμούς. ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί σου. τὸ δίκαιον ἐκ σοῦ λήμψομαι, οὐκέτι μὴ παραδῶ σε ἀνθρώποις. ὁ ῥυσάμενός σε κύριος Σαβαώθ, ὄνομα αὐτῷ ὁ ἅγιος Ἰσραήλ. κάθισον
10κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασιλείας.

35

παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ δέδωκα εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, σὺ δὲ τοῦ πρεσβύτου ἐβάρυνας τὸν ζυγὸν σφόδρα, καὶ εἶπας· εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα. οὐκ ἐνόησας ταῦτα
5ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατα. νῦν δὲ ἄκουε ταῦτα, ἡ τρυφερά, ἡ καθημένη πεποιθυῖα, ἡ λέγουσα τῇ καρδίᾳ· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, οὐ καθιῶ χήρα, οὐδὲ γνώσομαι ὀρφανίαν. νῦν δὲ ἥξει ἐπὶ σὲ δύο ταῦτα ἐν ἡμέρᾳ μιᾷ, χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης ἐπὶ σὲ ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σφόδρα,
10τῇ ἐλπίδι τῆς πονηρίας σου. σὺ γὰρ εἶπας· ἐγώ εἰμι, οὐκ ἔστιν ἑτέρα, καὶ ἔσται ἡ πορνεία σου σοὶ αἰσχύνη, ὅτι εἶπας τῇ καρδίᾳ σου· ἐγώ εἰμι. καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια καὶ οὐ μὴ γνῷς, βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξάπινα, καὶ οὐ μὴ γνώσῃ. στῆθι νῦν ἐν
15ταῖς ἐπαοιδαῖς σου καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ γε‐
νέσεώς σου, εἰ δυνήσῃ ὠφεληθῆναι. κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι, τί μέλλει ἐπὶ σὲ ἐλθεῖν. ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὸς οὕτω καυθήσονται, καὶ οὐ μὴ ἐξέ‐
20λωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός, ὅτι ἔχεις ἄνθρακας πυρός, κάθ‐ ισαι ἐπ’ αὐτούς, οὕτως ἔσται σοι εἰς βοήθειαν· ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος, ἄνθρωπος καθ’ ἑαυτὸν ἐπλάγχθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία.“ ταῦτα μὲν οὖν προφητεύει Ἡσαΐας· ἴδωμεν δὲ εἰ τὰ ὅμοια αὐτῷ ἐφθέγξατο Ἰωάννης.

36

οὗτος γὰρ ἐν Πάτμῳ τῇ νήσῳ ὢν ὁρᾷ ἀποκάλυψιν μυστηρίων φρικτῶν, ἅτινα διηγούμενος ἀφθόνως καὶ ἑτέρους διδάσκει. λέγε μοι, ὦ μακάριε Ἰωάννη, ἀπόστολε καὶ μαθητὰ τοῦ κυρίου, τί εἶδες καὶ τί ἤκουσας περὶ Βαβυλῶνος.
5γρηγόρησον καὶ εἰπέ· καὶ γὰρ αὐτή σε ἐξώρισεν. „καὶ ἦλθεν εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ’ ἐμοῦ λέγων· δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθη‐ μένης ἐπὶ ὑδάτων πολλῶν, μεθ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας
10αὐτῆς. καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι καὶ εἶδα γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμον τὰ ὀνόματα, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, κεχρυσωμένη χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμων βδελυγμάτων καὶ τὰ ἀκά‐
15θαρτα τῆς πορνείας τῆς γῆς, καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμ‐ μένον· μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.

37

καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν
τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ, καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα. καὶ εἶπέ μοι ὁ ἄγγελος· διατί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου
5τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα. τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστι καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ θαυμάζουσιν οἱ κατ‐ οικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλέποντες τὸ θηρίον ὅτι ἦν καὶ οὐκ
10ἔστι καὶ παρέσται.

38

ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ’ αὐτῶν, καὶ βασι‐ λεῖς αἱ ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι. καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ
5ἔστιν, καὶ αὐτὸς ὄγδοός ἐστιν, καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώ‐ λειαν ὑπάγει. καὶ τὰ κέρατα τὰ δέκα, ἃ εἶδες, δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου μίαν γνώμην ἔχουσιν καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν αὐτῷ τῷ θηρίῳ διδόασιν. οὗτοι μετὰ τοῦ ἀρνίου
10πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ’ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.

39

καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες, οὗ κάθηται ἡ πόρνη, λαοὶ καὶ ὄχλοι εἰσὶ καὶ ἔθνη καὶ γλῶσσαι. καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην καὶ ἠρημωμένην ποιή‐ σουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν
5κατακαύσουσιν ἐν πυρί. ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὴν καρδίαν αὐτῶν
ποιῆσαι τὴν γνώμην αὐτοῦ καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ. καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

40

μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον κατα‐ βαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφω‐ τίσθη ἐκ τῆς δόξης αὐτοῦ. καὶ ἔκραξεν ἐν ἰσχύι φωνῇ μεγάλῃ λέγων· ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη καὶ ἐγένετο κατοικητήριον δαιμονίων
5καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ μεμισημένου καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου, ὅτι ἐκ τοῦ θυμοῦ τοῦ οἴνου τῆς πορνείας αὐτῆς πεπτώκασι πάντα τὰ ἔθνη, καὶ οἱ βασι‐ λεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν. καὶ ἤκουσα ἄλλην φωνὴν
10ἐκ τῶν οὐρανῶν λέγουσαν· ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς, ἵνα μὴ συγ‐ κοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε, ὅτι ἐκολλήθησαν αἱ ἁμαρτίαι αὐτῆς ἄχρι τοῦ οὐρανοῦ καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς.

41

ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ διπλώσατε τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε κεράσατε αὐτῇ διπλοῦν· ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν
5τῇ καρδίᾳ αὐτῆς λέγει· ὅτι κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω, διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν. καὶ κλαύσουσι καὶ κόψονται ἐπ’ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ’ αὐτῆς πορνεύσαντες καὶ στρη‐
10νιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, ἀπὸ μα‐ κρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ
ὥρᾳ ἦλθεν ἡ κρίσις σου· καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ πενθήσουσιν ἐπ’ αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,
15γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτας καὶ βύσ‐ σους καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύινον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου καὶ κινναμώμου καὶ θυμίαμα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον
20καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων, καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπό σου, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπό σου, καὶ οὐκ‐ έτι αὐτὰ οὐ μὴ εὑρήσουσιν. οἱ ἔμποροί σου, οἱ πλουτήσαντες ἀπ’ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς
25κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσω‐ μένη ἐν χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. καὶ πᾶς κυβερνήτης καὶ πᾶς ἐπὶ τῶν πλοίων καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν
30καὶ ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; καὶ ἔβαλαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐ‐ τῶν, καὶ ἔκραξαν κλαίοντες καὶ πενθοῦντες, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.

42

εὐ‐
φραίνου ἐπ’ αὐτήν, οὐρανὲ καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προ‐ φῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. καὶ ἦρεν εἰς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν
5λέγων· οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ 〈ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,〉 καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ φωνὴ
10νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγι‐ στᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.“

43

περὶ μὲν οὖν τῶν βασάνων καὶ τῆς ἐπερχομένης αὐτῇ ἐπ’ ἐσχάτων ὑπὸ τῶν τότε ἐσομένων τυ‐ ράννων μερικῆς κρίσεως σαφέστατα ἐν τοῖς ῥητοῖς τούτοις δεδήλωται. δεῖ δὲ ἡμᾶς καὶ τὸν χρόνον ἐξακριβαζομένους ἐκθέσθαι, ἐν οἷς καιροῖς
5ταῦτα συμβήσεται καὶ ὡς τὸ κέρας τὸ μικρὸν ἐν αὐτοῖς ἀναφυήσεται. τῶν γὰρ κνημῶν τῶν σιδηρῶν τῶν νῦν ἐπικρατουσῶν ἐπὶ τὰ ἴχνη τῶν ποδῶν καὶ τοὺς δακτύλους, χωρησάντων κατὰ τὴν τῆς εἰκόνος φανέρωσιν καὶ τὴν τοῦ θηρίου τοῦ φοβεροῦ δεῖξιν, καθὼς σεσήμανται ἐν τοῖς ἔμπροσθεν, οἷς καιροῖς ὁ σίδηρος καὶ τὸ ὄστρακον εἰς ταὐτὸ
10ἀναμίγνυται; δείξει δὲ ἡμῖν Δανιὴλ τὰ προκείμενα. λέγει γὰρ· „καὶ δια‐ θήσει διαθήκην πολλοῖς ἑβδομὰς μία. καὶ ἔσται ἐν τῷ ἥμισυ τῆς ἑβδο‐ μάδος, ἀρθήσεταί μου θυσία καὶ σπονδή.“ μίαν μὲν οὖν ἑβδομάδα εἰπών, τὴν ἐσχάτην τὴν ἐπὶ τῷ τέρματι τοῦ σύμπαντος κόσμου ἐσο‐ μένην ἐπ’ ἐσχάτων ἐσήμανεν, ἧς ἑβδομάδος τὸ μὲν ἥμισυ λήμψονται
15οἱ δύο προφῆται Ἐνὼχ καὶ Ἠλίας. οὗτοι γὰρ κηρύξουσιν „ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκουσ“, μετάνοιαν τῷ λαῷ καὶ πᾶσι τοῖς ἔθνεσι καταγγέλλοντες.

44

ὥσπερ γὰρ δύο παρου‐ σίαι τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος διὰ τῶν γραφῶν ἐδείχθησαν, μία μὲν ἡ πρώτη ἡ κατὰ σάρκα γενομένη ἄτιμος διὰ τὸ ἐξουθενηθῆναι αὐτόν, καθὼς προανεφώνει Ἡσαΐας λέγων „εἴδομεν αὐτὸν καὶ οὐκ
5εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ πάντας τοὺς ἀνθρώπους· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέ‐ ρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη“· ἡ δὲ δευτέρα αὐτοῦ παρ‐ ουσία κεκήρυκται ἐν δόξῃ, ὡς παρέσται ἀπ’ οὐρανῶν μετὰ δυνάμεως ἀγγέλων καὶ πατρικῆς δόξης, ὥς φησιν ὁ προφήτης „βασιλέα μετὰ
10δόξης ὄψεσθε“ καὶ „ἐθεώρουν ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν, καὶ προσήχθη αὐτῷ. καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ ἡ βασιλεία, καὶ πᾶσαι λαοὶ φυλαὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἥτις οὐ διαφθαρήσεται“· οὕτω καὶ
15δύο πρόδρομοι ἐδείχθησαν· ὁ μὲν πρῶτος γενόμενος Ἰωάννης ὁ τοῦ Ζαχαρίου υἱός, κατὰ πάντα πρόδρομος καὶ κῆρυξ τοῦ σωτῆρος ἡμῶν γενηθείς· εὐαγγελιζόμενος πᾶσι τὸ ἐπουράνιον φῶς τὸ ἐν κόσμῳ φανέν· προέδραμε γὰρ ἐν κοιλίᾳ μητρός, πρῶτος συλληφθεὶς ὑπὸ τῆς Ἐλισάβετ, ἵνα καὶ τοῖς ἔτι ἐν κοιλίᾳ μητρὸς νηπίοις ὑπάρχουσιν ἐπι‐
20δείξῃ τὴν ἐσομένην αὐτοῖς διὰ πνεύματος ἁγίου καὶ παρθένου καινὴν γέννησιν.

45

οὗτος „ἀκούσας τὸν ἀσπασμὸν τῆς Μαρίας ἐσκίρτησεν ἐν κοιλίᾳ μητρὸς ἀγγαλλιώμενοσ“, ἐνορῶν τὸν ἐν κοιλίᾳ παρθένου συν‐
ειλημμένον θεοῦ λόγον. ἔπειτα „κηρύσσων ἐν τῇ ἐρήμῳ“ παρεγένετο τὸ „βάπτισμα μετανοίασ“ τῷ λαῷ καταγγέλλων, προμηνύων σωτηρίαν
5τοῖς ἐν ἐρημίᾳ κόσμου πολιτευομένοις ἔθνεσιν· μετὰ ταῦτα ἐν τῷ Ἰορδάνῃ αὐτοψεὶ μηνύων ἐπιδεικνύει τὸν σωτῆρα τοῦ Ἰσραὴλ καὶ λέγει· „ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.“ οὗτος προέφθασε καὶ τοῖς ἐν ᾅδῃ προευαγγελίσασθαι, ἀναιρεθεὶς ὑπὸ Ἡρώδου· πρόδρομος γενόμενος ἐκεῖ, σημαίνων μέλλειν κἀκεῖσε
10κατελεύσεσθαι τὸν σωτῆρα, λυτρούμενον τὰς τῶν ἁγίων ψυχὰς ἐκ χειρὸς τοῦ θανάτου.

46

ἀλλ’ ἐπειδὴ ἀπαρχὴ ἀναστάσεως πάντων τῶν ἀνθρώπων ἦν ὁ σωτήρ, ἔδει τὸν κύριον μόνον ἀνίστασθαι ἐκ νεκρῶν, δι’ οὗ καὶ ἡ κρίσις παντὶ τῷ κόσμῳ εἰσελεύσεται, ἵνα οἱ ἀξίως ἀγωνισάμενοι ἀξίως καὶ ὑπ’ αὐτοῦ στεφανωθῶσιν, ὑπὸ τοῦ
5καλοῦ ἀγωνοθέτου, πρώτου τὸ στάδιον νενικηκότος, τοῦ ἀναληφθέν‐ τος ἐν οὐρανοῖς καὶ ἐν δεξιᾷ τοῦ θεοῦ καὶ πατρὸς καθεσθέντος, καὶ πάλιν ἐπὶ τῇ συντελείᾳ τοῦ κόσμου κριτοῦ φανερουμένου. ἀναγκαίως δεῖ τοὺς προδρόμους αὐτοῦ πρώτους φανερωθῆναι, καθὼς διὰ Μα‐ λαχία τοῦ ἀγγέλου φησίν· „πέμψω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἢ
10ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῇ, ὃς ἀποκατα‐ στήσει καρδίας πατέρων πρὸς τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δι‐ καίων, μήποτε ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.“ οὗτοι συμπαραγενό‐ μενοι κηρύξουσι τὴν μέλλουσαν ἔσεσθαι ἀπ’ οὐρανῶν Χριστοῦ ἐπι‐ φάνειαν, οἳ καὶ ποιήσουσι σημεῖα καὶ τέρατα εἰς τὸ κἂν οὕτω
15δυσωπῆσαι καὶ ἐπιστρέψαι τοὺς ἀνθρώπους εἰς μετάνοιαν διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν ἀνομίαν τε καὶ ἀσέβειαν.

47

λέγει γὰρ Ἰωάννης· „καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκουσ“, τουτέστι τὸ ἥμισυ τῆς ἑβδομάδος, ὃ εἴρηκε Δανιήλ. „οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι
5καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς ἑστῶσαι· καὶ εἴ τις αὐτοὺς θελήσει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι. οὗτοι ἔχουσιν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸς βρέξῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ
10ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ ὁσάκις ἂν θελήσωσιν. καὶ ὅταν τελῶσι τὸν δρόμον αὐτῶν καὶ τὴν μαρτυρίαν αὐτῶν“ τί φησιν ὁ προφήτης; „τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ’ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτοὺσ“ διὰ τὸ μὴ θέλειν αὐτοὺς δόξαν
15δοῦναι τῷ ἀντιχρίστῳ—τουτέστι τὸ ἀναφυὲν μικρὸν κέρας—ὃς ἐπαρθεὶς λοιπὸν τῇ καρδίᾳ ἄρχεται ἑαυτὸν ὑψοῦν καὶ δοξάζειν ὡς θεόν, διώκων τοὺς ἁγίους καὶ βλασφημῶν τὸν Χριστόν, καθὼς λέγει Δανιὴλ „προσενόουν τῷ κέρατι καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ἀνθρώπου ἐν τῷ κέρατι καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ
20εἰς βλασφημίαν πρὸς τὸν θεόν, καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἴσχυε πρὸς αὐτούς, ἕως οὗ ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός.“

48

ἀλλ’ ἐπεὶ δεῖ λεπτομερέστερον περὶ αὐτοῦ διηγήσασθαι, πῶς τὸ ἅγιον πνεῦμα δι’ ἀριθμοῦ καὶ τὸ ὄνομα αὐτοῦ μυστικῶς ἐδήλωσεν, σαφέ‐
στερον τὰ περὶ αὐτοῦ διηγησόμεθα. λέγει γὰρ ὁ Ἰωάννης οὕτως· „καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια
5ἀρνίῳ καὶ ἐλάλει ὡς δράκων. καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ἐποίει ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. καὶ ποιεῖ σημεῖα μεγάλα, ἵνα καὶ πῦρ καταβῇ ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν κατενώπιον τῶν ἀνθρώπων, καὶ
10πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ὃς ἔχει τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζη‐ σεν. καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ ποιήσῃ ὅσοι ἐὰν μὴ προσκυνήσωσι
15τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχοὺς καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα
20τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. ὧδε ἡ σοφία ἐστίν. ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀν‐ θρώπου ἐστίν. καὶ ὁ ἀριθμὸς αὐτοῦ ἐστιν χξϛ.“

49

τὸ μὲν οὖν „θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς γῆσ“ τὴν βασιλείαν τὴν τοῦ ἀντιχρίστου ἐσομένην λέγει, τὰ δὲ δύο κέρατα αὐτὸν καὶ τὸν μετ’ αὐτοῦ ψευδο‐ προφήτην. τὸ δὲ εἰπεῖν „τὰ δύο κέρατα αὐτοῦ ὅμοια ἀρνίῳ“, ὅτι
5ἐξομοιοῦσθαι θέλει τῷ υἱῷ τοῦ θεοῦ, καὶ αὐτὸς ἑαυτὸν βασιλέα ἐπι‐ δεικνύων. τὸ δὲ εἰπεῖν „ἐλάλει ὡς δράκων“, ὅτι πλάνος ἐστὶ καὶ οὐκ
ἀληθής. τὸ δὲ „καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ἐποίει καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας, ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ“
10τοῦτο σημαίνει, ὅτι κατὰ τὸν Αὐγούστου νόμον, ἀφ’ οὗ καὶ ἡ βασι‐ λεία Ῥωμαίων συνέστη, οὕτω καὶ αὐτὸς κελεύσει καὶ διατάξει, κυ‐ ρῶν ἅπαντα, διὰ τούτου δόξαν ἑαυτῷ πλείονα περιποιούμενος. τοῦτο γάρ ἐστι τὸ θηρίον τὸ τέταρτον, οὗ ἐπλήγη ἡ κεφαλὴ καὶ πάλιν ἐθεραπεύθη διὰ τὸ καταλυθῆναι αὐτὴν καὶ ἀτιμασθῆναι καὶ
15εἰς δέκα διαδήματα ἀναλυθῆναι, ὥστε πανοῦργος ὢν ὡς περιθερα‐ πεύσειν αὐτὴν καὶ ἀνανεώσειν. τοῦτο γάρ ἐστι τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου, ὅτι „δώσει πνεῦμα τῇ εἰκόνι καὶ λαλήσει ἡ εἰκὼν τοῦ θηρίου“· ἐνεργήσει γὰρ καὶ ἰσχύσει πάλιν διὰ τῶν ὑπ’ αὐτοῦ ὁριζο‐ μένων νόμων, καὶ ποιήσει ὅσοι ἂν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ
20θηρίου ἀποκτανθῶσιν. „ὧδε ἡ πίστις καὶ ἡ ὑπομονὴ τῶν ἁγίων“ φανήσεται. φησὶ γὰρ „καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς με‐ γάλους καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχοὺς καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον, ἵνα μή τις δύναται ἀγοράσαι μήτε πω‐
25λῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.“ δόλιος γὰρ ὢν καὶ ἐπαιρόμενος κατὰ τῶν δούλων τοῦ θεοῦ, βουλό‐ μενος ἐκθλίβειν καὶ ἐκδιώκειν αὐτοὺς ἐκ τοῦ κόσμου διὰ τὸ μὴ δι‐ δόναι αὐτοὺς αὐτῷ δόξαν, κελεύει πάντας πανταχοῦ θυμιατήρια τι‐ θέναι, ἵνα μή τις δύνηται τῶν ἁγίων μήτε ἀγοράσαι μήτε πωλῆσαι,
30ἐὰν μὴ πρῶτον ἐπιθύσῃ. τοῦτο γάρ ἐστι „τὸ χάραγμα τὸ ἐπὶ τῆς
χειρὸς τῆς δεξιᾶσ“ διδόμενον. τὸ δὲ „ἐπὶ τὸ μέτωπον“ εἰπεῖν, ἵνα πάντες ὦσιν ἐστεφανωμένοι, πύρινον καὶ οὐ ζωῆς ἀλλὰ θανάτου στέ‐ φανον μεθ’ ἑαυτῶν περιφέροντες. οὕτω γὰρ ἐτεχνάσατο κατὰ τῶν Ἰουδαίων καὶ Ἀντίοχος ὁ Ἐπιφανὴς ὁ τῆς Συρίας γενόμενος βασιλεύς,
35ὢν ἐκ γένους Ἀλεξάνδρου τοῦ Μακεδόνος. καὶ γὰρ αὐτὸς τοῖς τότε καιροῖς ἐπαρθεὶς τῇ καρδίᾳ ἔγραψε ψήφισμα βωμοὺς πρὸ τῶν θυρῶν τι‐ θέντας ἅπαντας ἐπιθύειν, καὶ κισσοὺς ἐστεφανωμένους πομπεύειν τῷ Διονύσῳ, τοὺς δὲ μὴ βουλομένους ὑποτάσσεσθαι, τούτους μετὰ σπλαγχ‐ νισμῶν καὶ ἑτασμῶν καὶ βασάνων ἀναιρεῖσθαι. ἀλλὰ καὶ αὐτὸς τὴν
40ἀνταξίαν παρὰ τοῦ κυρίου καὶ δικαιοκρίτου καὶ παντεπόπτου θεοῦ ἔλαβεν, ὁμοίως βάσανον· γενόμενος γὰρ σκωληκόβρωτος μετήλλα‐ ξε τὸν βίον. καὶ ταῦτα μὲν εἴ τις βούλοιτο λεπτομερῶς ἐνιστο‐ ρῆσαι, σεσήμανται ἐν τοῖς μακκαβαίοις.

50

νυνὶ δὲ πρὸς τὸ προκεί‐ μενον ἐροῦμεν. ταῦτα γὰρ οὕτω καὶ αὐτὸς τεχνάζεται, κατὰ πάντα θλίβειν τοὺς ἁγίους θέλων. λέγει γὰρ ὁ προφήτης καὶ ἀπόστολος· „ὧδε ὁ νοῦς. ὁ ἔχων σοφίαν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου·
5ἀριθμὸς γάρ ἐστιν ἀνθρώπου, καὶ ἀριθμὸς αὐτοῦ ἐστιν χξϛ.“ περὶ μὲν οὖν τοῦ ὀνόματος αὐτοῦ οὐκ ἔστιν ἡμῖν τοσοῦτον τὸ ἀκριβὲς ἐξειπεῖν, ὡς ἐνενόησε καὶ ἐδιδάχθη περὶ αὐτοῦ ὁ μακάριος Ἰωάννης, ὅσον μόνον ὑπονοῆσαι· ἀναφανέντος γὰρ αὐτοῦ δείξει ὁ καιρὸς τὸ ζητούμενον. πλὴν ὅσον νοοῦμεν ἀμφιβάλλοντες λέγωμεν. πολλὰ γὰρ
10εὑρίσκομεν ὀνόματα τούτῳ τῷ ἀριθμῷ ἰσόψηφα περιεχόμενα, οἷον ὡς φέρε εἰπεῖν τὸ Τειτάν ἐστιν, ἀρχαῖον καὶ ἔνδοξον ὄνομα, ἢ τὸ Εὐάν‐ θας· καὶ γὰρ αὐτὸ τῇ αὐτῇ ψήφῳ ἐμπεριέχεται, καὶ ἕτερα πλείονα εὑρεθῆναι δυνάμενα. ἀλλ’ ἐπειδὴ προέφθημεν λέγοντες, ὅτι ἐθερα‐ πεύθη ἡ πληγὴ τοῦ θηρίου τοῦ πρώτου καὶ ποιήσει λαλεῖν τὴν εἰκόνα,
15τουτέστιν ἴσχυσε, φανερὸν δὲ πᾶσίν ἐστιν ὅτι οἱ κρατοῦντες ἔτι νῦν εἰσι Λατεῖνοι, εἰς ἑνὸς οὖν ἀνθρώπου ὄνομα μεταγόμενον γίνεται Λατεῖνος, ὥστε οὔτε προκηρύσσειν δεῖ, ὡς ὄντως τοῦτον ὄν, οὔτε πάλιν ἀγνοεῖν ὅτι μὴ ἄλλως δύναται λέγεσθαι, „ἔχοντας δὲ τὸ μυστή‐ ριον τοῦ θεοῦ ἐν καθαρᾷ καρδίᾳ“ μετὰ φόβου φυλάσσειν πιστῶς τὰ
20ὑπὸ τῶν μακαρίων προφητῶν προειρημένα, ἵνα γινομένων αὐτῶν προειδότες μὴ σφαλλώμεθα. τῶν γὰρ καιρῶν ἐπιγινομένων καὶ αὐτὸς περὶ οὗ ταῦτα προείρηται φανερωθήσεται καὶ τὸ ὄνομα δήλως πᾶσι σημανθήσεται.

51

ἀλλ’ ἵνα μὴ μόνοις τοῖς ῥητοῖς τούτοις πείσωμεν τοὺς τὰ τοῦ θεοῦ λόγια φιλοπονοῦντας, δείξωμεν δι’ ἑτέρων ἀπο‐ δείξεων πλειόνων. λέγει γὰρ Δανιήλ· „καὶ οὗτοι σωθήσονται ἐκ χειρὸς αὐτοῦ, Ἐδὼμ καὶ Μωὰβ καὶ ἀρχὴ υἱῶν Ἀμμών.“ οὗτοι γάρ
5εἰσιν οἱ καὶ αὐτοὶ συναιρόμενοι αὐτῷ διὰ τὴν συγγένειαν, καὶ βασιλέα αὐτὸν ἑαυτῶν ἐπιδεικνύντες. ὁ μὲν Ἐδώμ εἰσιν υἱοὶ τοῦ Ἠσαῦ, ὁ δὲ Ἀμμὼν καὶ Μωὰβ οἱ ἐκ τῶν δύο θυγατέρων τοῦ Λὼτ υἱοὶ γεγεννη‐
μένοι, ἐξ ὧν τὸ γένος ἕως τοῦ νῦν διαμένει. λέγει γὰρ καὶ Ἡσαΐας· „καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνο‐
10μεύοντες καὶ τοὺς ἀφ’ ἡλίου ἀνατολῶν, καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβάλλουσιν, οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται.“

52

οὗτος οὖν τοῖς τότε καιροῖς ὑπ’ αὐτῶν ἀναδειχθεὶς καὶ κρατήσας ἐν παρατάξει πολέμου τῶν τριῶν κεράτων τῶν ἐκ τῶν δέκα κεράτων καὶ ἐκριζώσας αὐτά, ἅπερ ἐστὶν Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων, λαβὼν τὰ σκῦλα καὶ τὰ λάφυρα, ὑποταγέντων αὐτῷ καὶ τῶν λοιπῶν
5ἑπτὰ κεράτων τῶν περιλειπομένων, ἄρχεται ὑψοῦσθαι τῇ καρδίᾳ καὶ ἐπαίρεσθαι κατὰ τοῦ θεοῦ, ὡς πάσης τῆς οἰκουμένης κρατῶν. τὸ δὲ ὅρμημα αὐτοῦ πρῶτον ἔσται ἐπὶ Τύρον καὶ Σιδῶνα καὶ τὴν πέριξ χώραν. ταύτας γὰρ πρῶτον τὰς πόλεις ἐκπορθήσας ταῖς ἑτέραις φόβον ἐγγεννήσει, καθώς φησιν Ἡσαΐας· „αἰσχύνθητι, Σιδών, εἶπεν
10ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν· οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδ’ ἐξέτρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους· ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήψεται αὐτοὺς ὀδύνη περὶ Τύρου.“

53

τούτων οὕτως ἐσομένων, ἀγαπητέ, καὶ τῶν τριῶν κεράτων ὑπ’ αὐτοῦ ἐκκο‐ πέντων, μετὰ ταῦτα ἄρξεται ὡς θεὸν ἑαυτὸν ἐπιδεικνύναι, ὡς προ‐ εῖπεν Ἐζεκιήλ· „ἀνθ’ ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας· θεός εἰμι
5ἐγώ.“ καὶ Ἡσαΐας ὁμοίως· „σὺ δὲ εἶπας τῇ καρδίᾳ σου· εἰς τὸν οὐ‐ ρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρό‐ νον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ· νυνὶ δὲ εἰς ᾅδην καταβήσῃ καὶ
εἰς τὰ θεμέλια τῆς γῆς.“ ὡσαύτως δὲ καὶ Ἐζεκιήλ· „μὴ λέγων ἐρεῖς τοῖς ἀναιροῦσί σε ὅτι θεός εἰμι ἐγώ, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ
10θεός.“

54

Δεδειγμένων οὖν τῶν ῥητῶν τούτων τῆς τε φυλῆς καὶ τῆς ἀναδείξεως αὐτοῦ καὶ τῆς ἀναιρέσεως, τοῦ δὲ ὀνόματος μυστικῶς σε‐ σημασμένου, ἴδωμεν καὶ τὴν πρᾶξιν αὐτοῦ. οὗτος γὰρ προσκαλέσεται πάντα τὸν λαὸν πρὸς ἑαυτὸν ἐκ πάσης χώρας τῆς διασπορᾶς, ἰδιο‐
5ποιούμενος αὐτοὺς ὡς ἴδια τέκνα, ἐπαγγελλόμενος αὐτοῖς ἀποκατα‐ στήσειν τὴν χώραν καὶ ἀναστήσειν αὐτῶν τὴν βασιλείαν καὶ τὸν ναόν, ἵνα ὑπ’ αὐτῶν ὡς θεὸς προσκυνηθῇ, ὡς λέγει ὁ προφήτης· „συνάξει πᾶσαν αὐτοῦ τὴν δύναμιν ἀπὸ ἡλίου ἀνατολῶν ἄχρι ἡλίου δυσμῶν, οὓς κεκλήκει καὶ οὓς οὐ κεκλήκει πορεύσονται μετ’ αὐτοῦ.“ καὶ
10Ἱερεμίας δὲ εἰς αὐτὸν χρώμενος παραβολῇ φησιν οὕτως· „πέρδιξ ἐφώ‐ νησεν, συνήγαγεν ἃ οὐκ ἔτεκεν· ποιῶν τὸν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει ἡμερῶν ἐγκαταλείψουσιν αὐτόν, καὶ ἔσται ἐπ’ ἐσχά‐ των αὐτοῦ ἄφρων.“

55

οὐ βλάψει οὖν διὰ τὸ προκείμενον καὶ τὴν τέχνην τοῦ ζῴου διηγήσασθαι καὶ ὅτι οὐ μάτην ὁ προφήτης ἀπεφή‐ νατο τὸ ῥητὸν τῇ τοῦ ζῴου παραβολῇ χρησάμενος. τοῦ γὰρ πέρδικος κενοδόξου ζῴου ὑπάρχοντος, ἐπὰν πλησίον ἴδῃ ἑτέρου πέρδικος καλιὰν
5ἔχουσαν νεοσσούς, ἀποπτάντος τοῦ πατρὸς αὐτῶν ἐπὶ τὴν νομήν, μιμούμενος τὴν τοῦ ἀλλοτρίου φωνὴν προσκαλεῖται πρὸς ἑαυτὸν τοὺς νεοσσούς· οἱ δὲ νομίσαντες τὸν ἴδιον αὐτῶν πατέρα ὑπάρχειν,
προστρέχουσιν αὐτῷ. ὁ δὲ ἐγγαυριᾷ ἐν ἀλλοτρίοις τέκνοις ὡς ἰδίοις. ἐπελθόντος δὲ τοῦ ἀληθινοῦ πατρὸς καὶ βοήσαντος τῇ ἰδίᾳ φωνῇ,
10ἐπιγνόντες οἱ νεοσσοί, καταλείψαντες τὸν νόθον πορεύονται πρὸς τὸν ἀληθινὸν πατέρα. τῷ αὐτῷ ὁμοιώματι ὁμοίως μετεχρήσατο εἰπὼν ὁ προφήτης περὶ τοῦ ἀντιχρίστου, ὃς προσκαλέσεται πρὸς ἑαυτὸν τὴν ἀνθρωπότητα, τὰ ἀλλότρια ἰδιοποιεῖσθαι βουλόμενος, λύτρωσιν πᾶσι ματαίαν ἐπαγγελλόμενος, ἑαυτὸν σῶσαι μὴ δυνάμενος.

56

οὗτος οὖν ἐπισυνάξας πρὸς ἑαυτὸν τὸν πάντοτε ἀπειθῆ θεῷ λαὸν γεγενημένον, ἄρχεται παρακαλούμενος ὑπ’ αὐτῶν διώκειν τοὺς ἁγίους ὡς ἐχθροὺς καὶ ἀντιδίκους αὐτῶν ὑπάρχοντας, καθώς φησιν ὁ εὐαγγελιστής· „κρι‐
5τής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. χήρα δέ τις ἦν ἐν τῇ πόλει ἐκείνῃ, ἣ παρεκάλει αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. ὁ δὲ οὐκ ἤθελεν ἐπὶ χρόνον· ὕστερον μέντοι εἶπεν ἐν ἑαυτῷ λέγων· εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διὰ δὲ τὸ παρενοχλεῖν μοι
10τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν.“

57

„κριτὴν“ μὲν οὖν „ἀδικίασ“ τὸν μήτε „τὸν θεὸν φοβούμενον μήτε ἄνθρωπον ἐντρεπόμενον“ ἀδισ‐ τάκτως τὸν ἀντίχριστον λέγει, ὃς υἱὸς ὢν τοῦ διαβόλου καὶ σκεῦος τοῦ σατανᾶ βασιλεύσας ἄρξεται καὶ κατὰ τοῦ θεοῦ ἐπαίρεσθαι, ἀλη‐
5θῶς „μήτε τὸν θεὸν φοβούμενος μήτε“ τὸν υἱὸν τοῦ θεοῦ κριτὴν πάν‐ των ὄντα ἐντρεπόμενος. „χήραν δὲ ἣν λέγει εἶναι ἐν τῇ πόλει“ αὐτὴν τὴν Ἱερουσαλὴμ σημαίνει, ἥτις ὄντως ἔστι χήρα, καταλειφθεῖσα ὑπὸ
τοῦ τελείου καὶ ἐπουρανίου νυμφίου, ἥτις ἐκδίκησιν ἐπιζητεῖ παρὰ ἀνθρώπου θνητοῦ, ὡς ἀδικηθεῖσα ὑπὸ τοῦ Χριστοῦ· τοῦτον οὖν ἀν‐
10τίδικον ἑαυτῆς ἀποκαλοῦσα καὶ οὐ σωτῆρα, μὴ ἐπιγνοῦσα τὸ εἰρημένον ὑπὸ Ἱερεμίου τοῦ προφήτου· „ἀνθ’ ὧν ἠπείθησαν τῇ ἀληθείᾳ τότε λαλήσει τῷ λαῷ τούτῳ καὶ τῇ Ἱερουσαλὴμ πνεῦμα πλανήσεως.“ καὶ Ἡσαΐας δὲ ὁμοίως· „τὸν λαὸν τοῦτον διὰ τὸ μὴ βουληθῆναι αὐτοὺς τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ πιεῖν, ἀλλ’ ἐπεσπάσαντο
15ἐφ’ ἑαυτοὺς τὸν Ῥαασσὼν βασιλέα τῶν Ἀσσυρίων.“ βασιλέα δὲ Ἀσ‐ συρίων ἐν συμβόλῳ τὸν ἀντίχριστον λέγει, καθὼς καὶ ἕτερος προ‐ φήτης φησίν· „καὶ ἔσται αὕτη ἡ παρ’ ἐμοῦ εἰρήνη, ὅταν ὁ Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν.“

58

καὶ Μωσῆς δὲ ὁμοίως προγινώσκων ὅτι μελλήσει ὁ λαὸς ἀπωθεῖσθαι καὶ ἀποβάλλεσθαι τὸν ἀληθῆ „τοῦ κόσμου σωτῆρα“, συναίρεσθαι δὲ τῇ πλάνῃ ἐπίγειον βασιλέα αἱρούμενος, τὸν δὲ ἐπουράνιον ἀθετεῖν, φησίν·
5„οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοί, καὶ ἐσφράγισται ἐν τοῖς θησαυ‐ ροῖς μου; ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω καὶ ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν.“ ἐσφάλησαν οὖν κατὰ πάντα, ἐν μηδενὶ σύμ‐ φωνοι μήτε τῇ ἀληθείᾳ εὑρισκόμενοι, μήτε κατὰ τὸν νόμον διὰ τὸ παραβάτας αὐτοὺς γεγενῆσθαι, μήτε κατὰ τοὺς προφήτας διὰ τὸ καὶ
10αὐτοὺς τοὺς προφήτας ἀνῃρηκέναι, μήτε κατὰ τὴν τῶν εὐαγγελίων φωνὴν διὰ τὸ καὶ αὐτὸν τὸν σωτῆρα ἐσταυρωκέναι, μήτε τοῖς ἀπο‐ στόλοις πειθόμενοι διὰ τὸ καὶ αὐτοὺς ἐκδεδιωκέναι, πάντοτε ἐπί‐
βουλοι καὶ προδόται τῆς ἀληθείας γενόμενοι, μισόθεοι μᾶλλον καὶ μὴ φιλόθεοι εὑρισκόμενοι, οἳ καὶ τότε λαβόμενοι καιρὸν ἐκδικίαν παρὰ
15ἀνθρώπου θνητοῦ τυχεῖν εὔχονται, κατὰ τῶν δούλων τοῦ θεοῦ ἐπε‐ γειρόμενοι. ὃς φυσιωθεὶς ὑπ’ αὐτῶν ἄρχεται βίβλους κατὰ τῶν ἁγίων ἐκπέμπειν τοῦ πάντας πανταχοῦ ἀναιρεῖσθαι, τοὺς μὴ θέλοντας αὐτὸν σεβάζειν καὶ προσκυνεῖν ὡς θεόν, καθὼς Ἡσαΐας φησίν· „οὐαὶ γῆς πλοίων, πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ὁ ἀποστέλλων ἐν θα‐
20λάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον καὶ ξένον λαὸν καὶ χαλε‐ πόν· τίς αὐτοῦ ἐπέκεινα; ἔθνος 〈μὴ〉 ἐλπίζον καὶ καταπεπατημένον ἐστίν.“

59

ἀλλ’ ἡμεῖς οἵτινες ἐλπίζοντες εἰς τὸν υἱὸν τοῦ θεοῦ διωκόμεθα καταπατούμενοι ὑπὸ τῶν ἀπίστων καὶ πονηρῶν ἀνθρώ‐ πων. „πλοίων γὰρ πτέρυγέσ“ εἰσιν αἱ ἐκκλησίαι· „θάλασσα“ δέ ἐστιν ὁ κόσμος, ἐν ᾧ ἡ ἐκκλησία ὡς ναῦς ἐν πελάγει χειμάζεται μὲν ἀλλ’ οὐκ
5ἀπόλλυται. ἔχει γὰρ μεθ’ ἑαυτῆς τὸν ἔμπειρον κυβερνήτην Χριστόν. φέρει δὲ ἐν μέσῳ καὶ τὸ τρόπαιον τὸ κατὰ τοῦ θανάτου, ὡς τὸν σταυρὸν τοῦ κυρίου μεθ’ ἑαυτῆς βαστάζουσα. ἔστι γὰρ αὐτῆς ἡ μὲν πρῷρα ἀνατολή, πρύμνα δὲ ὡς δύσις, τὸ δὲ κοῖλον μεσημβρία, οἴακες δύο αἱ δύο διαθῆκαι, σχοινία δὲ περιτεταμένα ὡς ἀγάπη τοῦ Χριστοῦ
10σφίγγουσα τὴν ἐκκλησίαν ἀντλίαν δὲ φέρει μεθ’ ἑαυτῆς ὡς τὸ „λου‐
τρὸν τῆς παλιγγενεσίασ“, ἀνανεοῦσαν τοὺς πιστεύοντας. ὀθόνη δὲ ταύτῃ λαμπρὰ πάρεστιν ὡς τὸ πνεῦμα τὸ ἀπ’ οὐρανῶν, δι’ οὗ σφρα‐ γίζονται οἱ πιστεύοντες τῷ θεῷ. παρέπονται δὲ αὐτῇ καὶ ἄγκυραι σιδηραῖ, αὐτοῦ τοῦ Χριστοῦ αἱ ἅγιαι ἐντολαὶ δυναταὶ οὖσαι ὡς σίδηρος.
15ἔχει δὲ καὶ ναύτας δεξιᾷ καὶ εὐωνύμῳ ὡς ἁγίους ἀγγέλους παρέδρους, δι’ ὧν ἀεὶ κρατεῖται καὶ φρουρεῖται ἡ ἐκκλησία. κλῖμαξ δὲ ἐν αὐτῇ εἰς ὕψος ἐπὶ τὸ κέρας ἀνάγουσα ὡς εἰκὼν σημείου πάθους Χριστοῦ, ἕλκουσα τοὺς πιστοὺς εἰς ἀνάβασιν οὐρανῶν. ψίφαροι δὲ ἐπὶ τὸ κέρας ἐφ’ ὑψηλοῦ ἑνούμενοι ὡς τάξεις προφητῶν μαρτύρων τε καὶ ἀποστό‐
20λων εἰς βασιλείαν Χριστοῦ ἀναπαυόμεναι.

60

περὶ μὲν οὖν τοῦ διωγ‐ μοῦ καὶ τῆς θλίψεως τῆς γινομένης ἐπὶ τὴν ἐκκλησίαν ὑπὸ τοῦ ἀντι‐ κειμένου καὶ Ἰωάννης φησίν· „καὶ εἶδον σημεῖον μέγα καὶ θαυμαστόν, γυναῖκα περιβεβλημένην τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν
5αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, καὶ ἐν γαστρὶ ἔχουσα κράζει ὠδίνουσα καὶ βασανιζομένη τοῦ τεκεῖν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ, τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱὸν ἄρσενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη. καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν
10θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρη‐
μον, ὅπου ἐκεῖ ἔχει τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ ἐκτρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα“. „καὶ ὅτε εἶδεν ὁ δράκων, ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸν ἄρσενα. καὶ ἐδόθησαν τῇ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν
15ἔρημον, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμὸν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ. καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε τὸν ποταμόν, ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόμα‐
20τος αὐτοῦ. καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθε ποι‐ ῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.“

61

τὴν μὲν οὖν „γυναῖκα τὴν περιβεβλημένην τὸν ἥλιον“ σαφέστατα τὴν ἐκκλησίαν ἐδήλωσεν, ἐνδεδυμένην τὸν λόγον τὸν πατρῷον ὑπὲρ ἥλιον λάμποντα· „σελήνην“ δὲ λέγων „ὑποκάτω τῶν ποδῶν αὐτῆσ“ δόξῃ
5ἐπουρανίῳ ὡς σελήνην κεκοσμημένην· τὸ δὲ λέγειν „ἐπάνω τῆς κε‐ φαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα“ δηλοῖ τοὺς δώδεκα ἀπο‐ στόλους, δι’ ὧν καθίδρυται ἡ ἐκκλησία. „καὶ ἐν γαστρὶ ἔχουσα κράζει, ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν“, ὅτι ἀεὶ οὐ παύεται ἡ ἐκκλησία γεννῶσα ἐκ καρδίας τὸν λόγον καίτοι ἐν κόσμῳ ὑπὸ ἀπίστων διωκο‐
10μένη. „καὶ ἔτεκεν“, φησίν, „υἱὸν ἄρσενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη“ τὸν ἄρσενα καὶ τέλειον Χριστόν, παῖδα θεοῦ, θεὸν καὶ ἄν‐
θρωπον, ὃν κατήγγειλαν οἱ προφῆται, ὃν ἀεὶ τίκτουσα ἡ ἐκκλησία διδάσκει πάντα τὰ ἔθνη. τὸ δὲ λέγειν „ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ“, ὅτι ἐπουράνιός ἐστι βασιλεὺς
15καὶ οὐκ ἐπίγειος ὁ δι’ αὐτῆς ἀεὶ γεννώμενος, καθὼς καὶ Δαβὶδ προ‐ ανεφώνει λέγων· „εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.“ „καὶ εἶδεν“, φησίν, „ὁ δράκων καὶ ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸν ἄρσενα. καὶ ἐδόθησαν τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ
20μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.“ αὗταί εἰσιν αἱ „χίλιαι διακόσιαι ἑξήκοντα ἡμέραι“, „τὸ ἥμισυ τῆς ἑβδομάδοσ“, ἃς κρατήσει ὁ τύραννος διώκων τὴν ἐκκλησίαν φεύγουσαν „ἀπὸ πόλεως εἰς πόλιν“ καὶ ἐν ἐρημίᾳ κρυβομένην καὶ ἐν τοῖς ὄρεσιν, ἔχουσαν μεθ’
25ἑαυτῆς οὐδὲν ἕτερον εἰ μὴ τὰς „δύο πτέρυγας τοῦ ἀετοῦ τοῦ μεγά‐ λου“, τουτέστι τὴν εἰς Χριστὸν Ἰησοῦν πίστιν, ὃς ἐκτείνας τὰς ἁγίας χεῖρας ἐπὶ τῷ ξύλῳ ἥπλωσε δύο πτέρυγας, δεξιὰν καὶ εὐώνυμον, προσκαλούμενος πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας καὶ σκεπάζων „ὡς ὄρνις νεοσσούσ“. καὶ γὰρ διὰ Μαλαχίου φησίν· „καὶ ὑμῖν τοῖς
30φοβουμένοις τὸ ὄνομά μου ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.“

62

λέγει δὲ καὶ ὁ κύριος· „ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώ‐ ματος μὴ καταβάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ ἐν τῷ ἀγρῷ
5μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. ἔσται γὰρ τότε θλίψις μεγάλη, οἵα οὐκ ἐγένετο ἀπ’ ἀρχῆς κόσμου
οὐδὲ μὴ γενήσεται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ.“ Δανιὴλ δὲ λέγει· „καὶ δώσουσι βδέλυγμα ἐρη‐
10μώσεως ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα. μακάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε.“

63

ὁ δὲ μακάριος Παῦλος ὁ ἀπόστολος γράφων πρὸς Θεσσαλονικεῖς φη‐ σιν· „ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτόν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι, μήτε διὰ
5πνεύματος μήτε διὰ λόγου μήτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου. μήτις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς
10τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὡς ὅτι ἐστὶ θεός. οὐ μνημονεύετε ὅτι ἔτι ἐμοῦ ὄντος πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν. καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν τῷ ἑαυτοῦ καιρῷ. τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ
15κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργή‐ σει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέρ‐ γειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. καὶ διὰ τοῦτο
20πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ
ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες τῇ ἀδικίᾳ.“ Ἡσαΐας δὲ λέγει· „ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου.“

64

τούτων οὖν ἐσομένων, ἀγαπητέ, καὶ τῆς μιᾶς ἑβδομάδος εἰς δύο μερισθείσης καὶ τοῦ „βδελύγματος τῆς ἐρημώσεωσ“ τότε ἀναφανέντος, καὶ τῶν δύο προφητῶν καὶ προδρό‐ μων τοῦ κυρίου τὸν ἴδιον δρόμον τελειωσάντων καὶ τοῦ σύμπαντος
5κόσμου εἰς συντέλειαν λοιπὸν ἐρχομένου, τί περιλείπεται ἀλλ’ ἢ ἡ ἐπι‐ φάνεια τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἀπ’ οὐρανῶν, „εἰς ὃν ἠλπίκαμεν“; ὃς ἐπάξει τὴν ἐκπύρωσιν καὶ τὴν δικαιοκρισίαν πᾶσι τοῖς ἀπειθήσασιν αὐτῷ. λέγει γὰρ ὁ κύριος· „ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς
10κεφαλὰς ὑμῶν, ὅτι ἤγγικεν ἡ ἀπολύτρωσις ὑμῶν.“ „καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.“ „ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐγείρεται ἀπὸ ἀνατολῶν καὶ φαίνει μέχρι δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ὅπου ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.“ πτῶμα δὲ γεγένηται ἐν παραδείσῳ· ἐκεῖ γὰρ Ἀδὰμ ἀπατηθεὶς
15πέπτωκεν. ὡς καὶ πάλιν λέγει· „τότε ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώ‐ που τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπὸ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ.“ καὶ Δαβὶδ προμηνύων τὴν κρίσιν καὶ τὴν ἐπιφάνειαν τοῦ κυρίου φησίν· „ἀπὸ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ·
20καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.“ θέρμην δὲ λέγει τὴν ἐκπύρωσιν. λέγει δὲ Ἡσαΐας οὕτως· „βάδιζε λαός μου, εἴσελθε
εἰς τὰ ταμεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ κυρίου.“ Παῦλος δὲ ὁμοίως· „ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀνομίαν τῶν ἀν‐
25θρώπων τῶν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν ἀδικίᾳ κατεχόντων.“

65

Περὶ μὲν οὖν τῆς ἀναστάσεως καὶ τῆς βασιλείας τῶν ἁγίων λέγει Δανιήλ· „καὶ πολλοὶ τῶν ἐν γῇ χώματος ἀναστήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον.“ Ἡσαΐας δὲ λέγει· „ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς
5μνημείοις καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ καὶ ὅτι ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν.“ ὁ δὲ κύριος λέγει· „πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται.“ ὁ δὲ προφήτης λέγει· „ἔγειρε ὁ καθεύδων καὶ ἐξεγέρθητι ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.“ Ἰωάννης δὲ λέγει·
10„μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν.“ „ὁ γὰρ δεύτερος θάνατός ἐστιν ἡ λίμνη τοῦ πυρὸς τοῦ καιομένου.“ καὶ πάλιν ὁ κύ‐ ριος λέγει· „τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιοσ“, φαίνει ἐν τῇ δόξῃ αὐτοῦ. καὶ τοῖς ἁγίοις ἐρεῖ· „δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός
15μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου.“ πρὸς δὲ τοὺς ἀνόμους τί φησιν; „πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον ὃ ἡτοίμασεν ὁ πατήρ μου τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.“ Ἰωάννης δὲ λέγει· „ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ
20πᾶς φιλῶν καὶ ποιῶν ψεῦδοσ“, ὅτι „τὸ μέρος ὑμῶν ἐστιν εἰς τὴν γέενναν τοῦ πυρόσ“. ὁμοίως δὲ καὶ Ἡσαΐας φησίν· „καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθή‐ σεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.“

66

Παῦλος δὲ ὁ ἀπό‐ στολος περὶ τῆς ἀναστάσεως τῶν δικαίων πρὸς Θεσσαλονικεῖς γράφων φησίν· „οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. εἰ γὰρ πιστεύ‐
5ομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμη‐ θέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται
10ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ὑπάντησιν τῷ Χριστῷ εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα.“

67

Ταῦτά σοι διὰ βραχέων ἐξ ἀγάπης τῆς πρὸς τὸν κύ‐ ριον ἀρυσάμενος ἐξ ἁγίων γραφῶν ὡς εὐόδμων, καὶ πλέξας στέφα‐ νον ἐπουράνιον προσφέρω σοί, ἀγαπητέ μου ἀδελφὲ Θεόφιλε, ὅπως φυλάσσων μετὰ πίστεως τὰ γεγραμμένα καὶ προβλέπων τὰ ἐσό‐
5μενα ἀπρόσκοπον ἑαυτὸν καὶ θεῷ καὶ ἀνθρώποις φυλάξῃς, „προσ‐
δεχόμενος τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν“, ἐν ᾗ ἀναστήσας τοὺς ἁγίους ἅμα σὺν αὐτοῖς εὐφρανθήσεται
δοξάζων πατέρα, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.